Βικιθήκη elwikisource https://el.wikisource.org/wiki/%CE%9A%CF%8D%CF%81%CE%B9%CE%B1_%CE%A3%CE%B5%CE%BB%CE%AF%CE%B4%CE%B1 MediaWiki 1.39.0-wmf.23 first-letter Μέσο Ειδικό Συζήτηση Χρήστης Συζήτηση χρήστη Βικιθήκη Συζήτηση Βικιθήκη Αρχείο Συζήτηση αρχείου MediaWiki Συζήτηση MediaWiki Πρότυπο Συζήτηση προτύπου Βοήθεια Συζήτηση βοήθειας Κατηγορία Συζήτηση κατηγορίας Σελίδα Συζήτηση σελίδας Μεταγραφή Συζήτηση μεταγραφής Συγγραφέας Συζήτηση συγγραφέα Πύλη Συζήτηση πύλης TimedText TimedText talk Module Module talk Gadget Gadget talk Gadget definition Gadget definition talk Αππιανού Ρωμαϊκά/8β 0 23051 148474 101801 2022-08-09T13:16:42Z Αντιγόνη 235 wikitext text/x-wiki {{Κεφαλίδα| | τίτλος = ἐκ τῆς Νομαδικῆς | συγγραφέας = Αππιανός | μεταφραστής= | ενότητα = Ρωμαϊκά | προηγούμενο= [[Αππιανού Ρωμαϊκά/8|Καρχηδονικὴ]] | επόμενο = [[Αππιανού Ρωμαϊκά/9|ἐκ τῆς Μακεδονικῆς]] | σημειώσεις = }} <poem> '''ΑΠΟΣΠΑΣΜΑΤΑ''' ;ΚΕΦΑΛΑΙΟΝ (;) {{κ|[1]}} “ ὅτι Βομίλχας κατηγορούμενος ἔφυγε πρὸ δίκης, καὶ Ἰογόρθας σὺν αὐτῷ, τοῦτο δὴ τὸ περιφερόμενον ἐς τοὺς δωροδοκοῦντας εἰπών, ὅτι Ῥωμαίων ἡ πόλις ἐστὶν ὠνία πᾶσα, εἴ τις ὠνητὴς αὐτῆς εὑρεθείη. ” {{Δεξιά|'''Mai script. vet. n. coll. t. II p. 367.'''}} {{κ|[2]}} “ ὅτι Μέτελλος ἀνεζεύγνυεν ἐς Λιβύην τὴν ὑπὸ Ῥωμαίοις αἰτίαν ἔχων παρὰ τῷ στρατῷ βραδυτῆτος ἐς τοὺς πολεμίους καὶ ἐπὶ σφίσιν ὠμότητος: σφόδρα γὰρ τοὺς ἁμαρτάνοντας ἐκόλαζεν. ” {{Δεξιά|'''Val. p. 561.'''}} {{κ|[3]}} “ ὅτι Μέτελλος Βαγαίων ἀνῄρει τὴν βουλὴν ὅλην ὡς τὴν φρουρὰν προδόντας Ἰογόρθᾳ, καὶ τὸν φρούραρχον Τουρπίλιον, ἄνδρα Ῥωμαῖον οὐκ ἀνυπόπτως ἑαυτὸν ἐγχειρίσαντα τοῖς πολεμίοις, ἐπαπκέτεινε τῇ βουλῇ. Θρᾷκας δὲ καὶ Λίγυας αὐτομόλους λαβὼν παρὰ Ἰογόρθα, τῶν μὲν τὰς χεῖρας ἀπέτεμνε, τοὺς δὲ ἐς τὴν γῆν μέχρι γαστρὸς κατώρυσσε, καὶ περιτοξεύων ἢ ἐσακοντίζων ἔτι ἐμπνέουσι πῦρ ὑπετίθει. ” {{Δεξιά|'''id. ib.'''}} {{κ|[4]}} “ ὅτι τοῦ Μαρίου ἐς Κίρταν ἀφικομένου πρέσβεις Βόκχου παρῆσαν, οἳ πεμφθῆναί τινας ἐς λόγους Βόκχῳ παρεκάλουν. καὶ ἐπέμφθησαν Αὖλός τε Μάλλιος ὁ πρεσβευτὴς καὶ Κορνήλιος Σύλλας ὁ ταμίας, οἷς ὁ Βόκχος ἔφη Ῥωμαίοις πολεμῆσαι διὰ Μάριον: γῆν γὰρ ἣν αὐτὸς Ἰογόρθαν ἀφείλετο, πρὸς Μαρίου νῦν ἀφῃρῆσθαι. Βόκχος μὲν δὴ ταῦτα ἐνεκάλει, Μάλλιος δ᾽ ἔφη τὴν γῆν τήνδε Ῥωμαίους ἀφελέσθαι Σύφακα πολέμου νόμῳ καὶ δοῦναι Μασσανάσσῃ δωρεάν, διδόναι δὲ Ῥωμαίους τὰς δωρεὰς ἔχειν τοῖς λαβοῦσιν ἕως ἂν τῇ βουλῇ καὶ τῷ δήμῳ δοκῇ. οὐ μὴν ἀλόγως μεταγνῶναι: Μασσανάσσην τε γὰρ ἀποθανεῖν, καὶ τοὺς Μασσανάσσου παῖδας Ἰογόρθαν κατακαίνοντα Ῥωμαίοις πολέμιον γενέσθαι. οὐκ οὖν ἔτι εἶναι δίκαιον οὔτε τὸν πολέμιον ἔχειν δωρεὰν ἣν ἔδομεν φίλῳ, οὔτε σὲ δοκεῖν Ἰογόρθαν ἀφαιρεῖσθαι τὰ Ῥωμαίων. καὶ Μάλλιος μὲν τάδε περὶ τῆς γῆς ἔλεξεν. ” {{Δεξιά|'''Urs. p. 370.'''}} {{κ|[5]}} “ ὅτι ὁ Βόκχος ἑτέρους ἔπεμψε πρέσβεις, οἳ Μαρίου μὲν ἔμελλον περὶ εἰρήνης δεήσεσθαι, Σύλλα δὲ ἵνα συμπράξειεν ἐς τὰς διαλύσεις. λῃστευθέντας δ᾽ ἐν ὁδῷ τοὺς πρέσβεις τούσδε ὁ Σύλλας ὑπεδέξατο, καὶ ξενίζει μέχρι Μάριον ἀπὸ Γαιτούλων ἐπανελθεῖν. παρῄνει δὲ Βόκχον διδάσκειν ὅτι χρὴ Σύλλᾳ πείθεσθαι περὶ ἁπάντων. ἐνδιδοὺς οὖν ἤδη πρὸς τὴν τοῦ Ἰογόρθα προδοσίαν ὁ Βόκχος, ἐς μὲν ὑπόκρισιν ἐπ᾽ ἄλλον στρατὸν περιέπεμπεν ἐς Αἰθίοπας τοὺς γείτονας, οἳ ἐπὶ ἑσπέραν ἀπὸ τῶν ἑώων Αἰθιόπων διήκουσιν ἐς τὸ Μαυρούσιον ὄρος ὃ καλοῦσιν Ἄτλαντα, Μάριον δ᾽ ἠξίου Σύλλαν οἱ πέμψαι συνελθεῖν ἐς λόγους. καὶ Μάριος μὲν ἔπεμπε τὸν Σύλλαν, Ἄψαρα δὲ Ἰογόρθα φίλον, ἐν Βόκχου καταλελειμμένον ἐφορᾶν τὰ γιγνόμενα, αὐτός τε Βόκχος καὶ Μαγδάλσης φίλος Βόκχου, καί τις ἐξελεύθερος ἀνδρὸς Καρχηδονίου, Κορνήλιος, ἐνήδρευσαν ὧδε. ” {{Δεξιά|'''id. ib.'''}} </poem> {{DEFAULTSORT:Ρωμαικα 08β, Αππιανου}} 0kq7wlder1wtnqf1mt0shlnk10vrxur 148475 148474 2022-08-09T13:17:26Z Αντιγόνη 235 Αναίρεση αναθεώρησης 148474 από την [[Special:Contributions/Αντιγόνη|Αντιγόνη]] ([[User talk:Αντιγόνη|Συζήτηση]]) wikitext text/x-wiki {{Κεφαλίδα| | τίτλος = ἐκ τῆς Νομαδικῆς | συγγραφέας = Αππιανός | μεταφραστής= | ενότητα = Ρωμαϊκά | προηγούμενο= [[Αππιανού Ρωμαϊκά/8|Καρχηδονικὴ]] | επόμενο = [[Αππιανού Ρωμαϊκά/9|ἐκ τῆς Μακεδονικῆς]] | σημειώσεις = }} <poem> '''ΑΠΟΣΠΑΣΜΑΤΑ''' ;ΚΕΦΑΛΑΙΟΝ (;) {{κ|[1]}} “ ὅτι Βομίλχας κατηγορούμενος ἔφυγε πρὸ δίκης, καὶ Ἰογόρθας σὺν αὐτῷ, τοῦτο δὴ τὸ περιφερόμενον ἐς τοὺς δωροδοκοῦντας εἰπών, ὅτι Ῥωμαίων ἡ πόλις ἐστὶν ὠνία πᾶσα, εἴ τις ὠνητὴς αὐτῆς εὑρεθείη. ” {{Δεξιά|'''Mai script. vet. n. coll. t. II p. 367.'''}} {{κ|[2]}} “ ὅτι Μέτελλος ἀνεζεύγνυεν ἐς Λιβύην τὴν ὑπὸ Ῥωμαίοις αἰτίαν ἔχων παρὰ τῷ στρατῷ βραδυτῆτος ἐς τοὺς πολεμίους καὶ ἐπὶ σφίσιν ὠμότητος: σφόδρα γὰρ τοὺς ἁμαρτάνοντας ἐκόλαζεν. ” {{Δεξιά|'''Val. p. 561.'''}} {{κ|[3]}} “ ὅτι Μέτελλος Βαγαίων ἀνῄρει τὴν βουλὴν ὅλην ὡς τὴν φρουρὰν προδόντας Ἰογόρθᾳ, καὶ τὸν φρούραρχον Τουρπίλιον, ἄνδρα Ῥωμαῖον οὐκ ἀνυπόπτως ἑαυτὸν ἐγχειρίσαντα τοῖς πολεμίοις, ἐπαπκέτεινε τῇ βουλῇ. Θρᾷκας δὲ καὶ Λίγυας αὐτομόλους λαβὼν παρὰ Ἰογόρθα, τῶν μὲν τὰς χεῖρας ἀπέτεμνε, τοὺς δὲ ἐς τὴν γῆν μέχρι γαστρὸς κατώρυσσε, καὶ περιτοξεύων ἢ ἐσακοντίζων ἔτι ἐμπνέουσι πῦρ ὑπετίθει. ” {{Δεξιά|'''id. ib.'''}} {{κ|[4]}} “ ὅτι τοῦ Μαρίου ἐς Κίρταν ἀφικομένου πρέσβεις Βόκχου παρῆσαν, οἳ πεμφθῆναί τινας ἐς λόγους Βόκχῳ παρεκάλουν. καὶ ἐπέμφθησαν Αὖλός τε Μάλλιος ὁ πρεσβευτὴς καὶ Κορνήλιος Σύλλας ὁ ταμίας, οἷς ὁ Βόκχος ἔφη Ῥωμαίοις πολεμῆσαι διὰ Μάριον: γῆν γὰρ ἣν αὐτὸς Ἰογόρθαν ἀφείλετο, πρὸς Μαρίου νῦν ἀφῃρῆσθαι. Βόκχος μὲν δὴ ταῦτα ἐνεκάλει, Μάλλιος δ᾽ ἔφη τὴν γῆν τήνδε Ῥωμαίους ἀφελέσθαι Σύφακα πολέμου νόμῳ καὶ δοῦναι Μασσανάσσῃ δωρεάν, διδόναι δὲ Ῥωμαίους τὰς δωρεὰς ἔχειν τοῖς λαβοῦσιν ἕως ἂν τῇ βουλῇ καὶ τῷ δήμῳ δοκῇ. οὐ μὴν ἀλόγως μεταγνῶναι: Μασσανάσσην τε γὰρ ἀποθανεῖν, καὶ τοὺς Μασσανάσσου παῖδας Ἰογόρθαν κατακαίνοντα Ῥωμαίοις πολέμιον γενέσθαι. οὐκ οὖν ἔτι εἶναι δίκαιον οὔτε τὸν πολέμιον ἔχειν δωρεὰν ἣν ἔδομεν φίλῳ, οὔτε σὲ δοκεῖν Ἰογόρθαν ἀφαιρεῖσθαι τὰ Ῥωμαίων. καὶ Μάλλιος μὲν τάδε περὶ τῆς γῆς ἔλεξεν. ” {{Δεξιά|'''Urs. p. 370.'''}} {{κ|[5]}} “ ὅτι ὁ Βόκχος ἑτέρους ἔπεμψε πρέσβεις, οἳ Μαρίου μὲν ἔμελλον περὶ εἰρήνης δεήσεσθαι, Σύλλα δὲ ἵνα συμπράξειεν ἐς τὰς διαλύσεις. λῃστευθέντας δ᾽ ἐν ὁδῷ τοὺς πρέσβεις τούσδε ὁ Σύλλας ὑπεδέξατο, καὶ ξενίζει μέχρι Μάριον ἀπὸ Γαιτούλων ἐπανελθεῖν. παρῄνει δὲ Βόκχον διδάσκειν ὅτι χρὴ Σύλλᾳ πείθεσθαι περὶ ἁπάντων. ἐνδιδοὺς οὖν ἤδη πρὸς τὴν τοῦ Ἰογόρθα προδοσίαν ὁ Βόκχος, ἐς μὲν ὑπόκρισιν ἐπ᾽ ἄλλον στρατὸν περιέπεμπεν ἐς Αἰθίοπας τοὺς γείτονας, οἳ ἐπὶ ἑσπέραν ἀπὸ τῶν ἑώων Αἰθιόπων διήκουσιν ἐς τὸ Μαυρούσιον ὄρος ὃ καλοῦσιν Ἄτλαντα, Μάριον δ᾽ ἠξίου Σύλλαν οἱ πέμψαι συνελθεῖν ἐς λόγους. καὶ Μάριος μὲν ἔπεμπε τὸν Σύλλαν, Ἄψαρα δὲ Ἰογόρθα φίλον, ἐν Βόκχου καταλελειμμένον ἐφορᾶν τὰ γιγνόμενα, αὐτός τε Βόκχος καὶ Μαγδάλσης φίλος Βόκχου, καί τις ἐξελεύθερος ἀνδρὸς Καρχηδονίου, Κορνήλιος, ἐνήδρευσαν ὧδε. ” {{Δεξιά|'''id. ib.'''}} </poem> {{DEFAULTSORT:Ρωμαικα 08β, Αππιανου}} [[Κατηγορία:Ελληνιστική γραμματεία]] [[Κατηγορία:Ιστορία]] 5fy7xa93i52b36eek56ilpdxa8wqkh0 Ρωμαϊκή Αρχαιολογία/κ 0 23488 148520 100234 2022-08-09T14:04:28Z Αντιγόνη 235 wikitext text/x-wiki {{Κεφαλίδα | τίτλος = Λόγος κ΄ | συγγραφέας = Διονύσιος ο Αλικαρνασσεύς | μεταφραστής= | ενότητα = [[Ρωμαϊκή Αρχαιολογία|Ῥωμαϊκὴ Ἀρχαιολογία]] | προηγούμενο= [[Ρωμαϊκή Αρχαιολογία/ιθ|Λόγος ιθ΄]] | επόμενο = | σημειώσεις = Dionysii Halicarnasei Antiquitatum Romanarum quae supersunt, Vol I-IV. Dionysius of Halicarnassus. Karl Jacoby. In Aedibus B.G. Teubneri. Leipzig. 1885. }} ;ΚΕΦΑΛΑΙΟΝ Α΄ [1] Πύρρου καὶ Ῥωμαίων ὑπάτων Ποπλίου Δεκίου καὶ Ποπλίου Σουλπικίου συνθέμενοι δὲ διὰ κηρύκων τὸν χρόνον, ἐν ᾧ διαγωνιοῦνται, κατέβαινον ἐκ τῶν στρατοπέδων καὶ εἰς τάξιν καθίσταντο τοιάνδε: βασιλεὺς μὲν Πύρρος τὴν Μακεδονικὴν φάλαγγα πρώτην ἔταξεν ἐπὶ τοῦ δεξιοῦ κέρατος καὶ μετ᾽ αὐτὴν τοὺς ἐκ τοῦ Τάραντος μισθοφόρους Ἰταλιώτας. [2] ἔπειτα τοὺς ἐξ Ἀμπρακίας καὶ μετ᾽ αὐτοὺς τὴν Ταραντίνων λεύκασπιν φάλαγγα, ἑξῆς δὲ τὸ Βρεττίων καὶ Λευκανῶν συμμαχικόν. ἐπὶ μέσης δὲ τῆς φάλαγγος Θεσπρωτούς τε καὶ Χάονας, τούτοις δὲ συνεχεῖς τοὺς Αἰτωλῶν καὶ Ἀκαρνάνων καὶ Ἀθαμάνων μισθοφόρους, τελευταίους δὲ Σαυνίτας τὸ [3] λαιὸν ἐκπληροῦντας κέρας. τῆς δὲ ἵππου τὴν μὲν Σαυνῖτιν καὶ Θετταλικὴν καὶ Βρεττίαν καὶ τὴν ἐκ τοῦ Τάραντος μισθοφόρον ἐπὶ τοῦ δεξιοῦ κέρατος ἔστησεν, τὴν δὲ Ἀμπρακιῶτιν καὶ Λευκανὴν καὶ Ταραντίνην καὶ τὴν Ἑλληνικὴν μισθοφόρον, ἣν ἐξεπλήρουν Ἀκαρνᾶνές [p.&nbsp;314] τε καὶ Αἰτωλοὶ καὶ Μακεδόνες καὶ Ἀθαμᾶνες ἐπὶ τοῦ λαιοῦ. [4] τοὺς δὲ ψιλοὺς καὶ τοὺς ἐλέφαντας διχῇ νείμας ἀμφοτέρων κατόπιν ἔστησε τῶν κεράτων, σύμμετρόν τι χωρίον ἀφεστῶτας ὀλίγον ἐπανεστηκὸς τοῦ πεδίου. αὐτὸς δὲ τὸ καλούμενον βασιλικὸν ἄγημα τῶν ἐπιλέκτων ἱππέων ὁμοῦ τι δισχιλίων περὶ αὑτὸν ἔχων ἐκτὸς ἦν τάξεως, ὥστε εἶναι τοῖς κάμνουσιν αἰεὶ τῶν σφετέρων ἐξ ἑτοίμου παρεῖναι. οἱ δὲ ὕπατοι κατὰ μὲν τὸ λαιὸν κέρας ἔστησαν τάγμα τὸ καλούμενον πρῶτον ἐναντίον τῇ Μακεδονικῇ καὶ Ἀμπρακιωτικῇ φάλαγγι καὶ τοῖς μισθοφόροις τῶν Ταραντίνων. ἑπόμενον δὲ τῷ πρώτῳ τάγματι τὸ τρίτον, καθ᾽ ὃ μέρος ἡ λεύκασπις ἦν τῶν Ταραντίνων φάλαγξ καὶ τὸ Βρεττίων καὶ τὸ Λευκανῶν συμμαχικόν. [5] συναφὲς δὲ τῷ τρίτῳ τὸ τέταρτον ἔστησαν κατὰ τοὺς Μολοττούς τε καὶ Χάονας καὶ Θεσπρωτούς: τὸ δὲ δεύτερον ἐπὶ τοῦ δεξιοῦ κέρως ἐναντίον τοῖς μισθοφόροις τοῖς ἀπὸ τῆς Ἑλλάδος Αἰτωλοῖς καὶ Ἀκαρνᾶσι καὶ Ἀθαμᾶσι καὶ τῇ Σαυνιτῶν θυρεαφόρῳ φάλαγγι. Λατίνους δὲ καὶ Καμπανοὺς καὶ Σαβίνους καὶ Ὀμβρικοὺς καὶ Οὐολούσκους καὶ Μαρουγκίνους καὶ Πελίγνους καὶ Φρεντανοὺς καὶ τοὺς ἄλλους ὑπηκόους, εἰς τέτταρα διελόντες μέρη, τοῖς Ῥωμαικοῖς παρενέβαλον [p.&nbsp;315] [6] τάγμασιν, ἵνα μηδὲν αὐτοῖς ἀσθενὲς εἴη μέρος. τὴν δὲ ἵππον τήν τ᾽ οἰκείαν καὶ τὴν συμμαχικὴν διελόντες ἐπ᾽ ἀμφοτέρων ἔταξαν τῶν κεράτων. ἐκτὸς δὲ τάξεως τούς τε ψιλοὺς κατέστησαν καὶ τὰς ἁμάξας τριακοσίας τὸν ἀριθμόν, ἃς παρεσκευάσαντο πρὸς τὴν τῶν ἐλεφάντων μάχην. αὗται κεραίας εἶχον ἐπιβεβηκυίας στώμιξιν ὀρθαῖς πλαγίας, εὐτρόχους, ὅπη βουληθείη τις ἅμα νοήματι περιάγεσθαι δυναμένας, ἐπ᾽ ἄκρων δὲ τῶν κεραιῶν ἢ τριόδοντες ἦσαν ἢ κέστροι μαχαιροειδεῖς ἢ δρέπανα ὁλοσίδηρα, ἢ καταρράκτας τινὰς ἐπιρριπτοῦντας ἄνωθεν βαρεῖς κόρακας. [7] πολλαῖς δ᾽ αὐτῶν χεῖρες προσήρτηντο πυρφόροι στυππία πολλῇ πίττῃ λελιπασμένα περὶ αὑτὰς ἔχουσαι, προεκκείμεναι τῶν ἁμαξῶν, αἷς ἔμελλον ἑστηκότες ἐπ᾽ αὐτῶν τινες, ὅτε πλησίον γένοιντο τῶν θηρίων, πλήσαντες πυρὸς ἐπὶ τὰς προβοσκίδας αὐτῶν καὶ τὰ πρόσωπα τὰς πληγὰς φέρειν. ἐφεστήκεσαν δὲ ταῖς ἁμάξαις τετρακύκλοις ὑπαρχούσαις καὶ τῶν ψιλῶν συχνοὶ τοξόται καὶ χερμάται καὶ τριβόλων σιδηρῶν σφενδονῆται καὶ παρ᾽ αὐτὰς κάτωθεν ἔτι πλείους ἕτεροι. [8] τάξις μὲν αὕτη τῶν στρατευσάντων ἦν ἀμφοτέρων, ἀριθμὸς δὲ τοῦ βασιλικοῦ μυριάδες ἑπτὰ πεζῶν, ἐν [p.&nbsp;316] οἷς Ἕλληνες οἱ τὸν Ἰόνιον κόλπον διαπεράσαντες ἐπὶ μυρίοις ἦσαν ἑξακισχίλιοι: τοῦ δὲ Ῥωμαικοῦ πλείους τῶν ἑπτὰ μυριάδων: ἐξ αὐτῆς μέντοι τῆς Ῥώμης ὁμοῦ τι δισμύριοι. ἱππεῖς δὲ παρεγένοντο Ῥωμαίοις μὲν ἀμφὶ τοὺς ὀκτακισχιλίους, Πύρρῳ δὲ μικρῷ πλείους καὶ θηρία ἑνὸς δέοντα εἴκοσι. '''''Ath.''''' ;ΚΕΦΑΛΑΙΟΝ Β΄ [1] ἐπεὶ δὲ τὰ σημεῖα τῆς μάχης ἀνεδείχθη, παιανίσαντες οἱ στρατιῶται καὶ τῷ Ἐνυαλίῳ ἀλαλάξαντες ἐχώρουν ὁμόσε καὶ συμπεσόντες ἐμάχοντο πᾶσαν ἀποδεικνύμενοι τὴν ἐνόπλιον ἐπιστήμην. οἱ μὲν ἱππεῖς οἱ παρὰ ἀμφότερα τεταγμένοι τὰ κέρατα προειδότες, ἐν οἷς ἐπλεονέκτουν αὐτοὶ τῶν πολεμίων, εἰς ταῦτα κατέφευγον, Ῥωμαῖοι μὲν εἰς τὴν ἐκ χειρὸς καὶ σταδιαίαν μάχην, τὸ δὲ τῶν Ἑλλήνων ἱππικὸν εἰς τὰς περιελάσεις καὶ τοὺς ἐξελιγμούς: [2] καὶ οἱ μὲν ὁπότε διώκοιντο ὑπὸ τῶν Ἑλλήνων, ἐπιστρέψαντες τοὺς ἵππους καὶ τοὺς χαλινοὺς κατασχόντες ἐπεζομάχουν, οἱ δὲ ὁπότε τοὺς Ῥωμαίους μάθοιεν εἰς ἀντίπαλα καθισταμένους, ἐπὶ δόρυ κλίναντες καὶ δι᾽ ἀλλήλων ἐξελίξαντες περιεδίνουν τοὺς ἵππους αὖθις ἐπὶ τὸ μέτωπον καὶ [3] τὰ κέντρα προσβαλόντες ἐχώρουν ὁμόσε. ἡ μὲν οὖν δὴ τῶν ἱππέων μάχη τοιαύτη τις ἦν, ἡ δὲ τῶν πεζῶν τῇ μὲν ἐμφερὴς ἐκείνῃ, τῇ δὲ διάφορος. ἐμφερὴς μὲν κατὰ τὸ σύμπαν, διάφορος δὲ κατὰ τὰ μέρη. τὸ μὲν γὰρ δεξιὸν κέρας ἐπιρρεπέστερον ὑπῆρχεν ἑκατέροις, [p.&nbsp;317] τὸ δ᾽ ἀριστερὸν ὑποδεέστερον. οὐ μέντοι σὺν τῷ ἀσχήμονι τὰ νῶτα τοῖς πολεμίοις ἐνέκλιναν οὐδέτεροι, ἀλλὰ σὺν κόσμῳ καὶ παρὰ ταῖς σημείαις μένοντες ἑκάτεροι καὶ τὴν προβολὴν φυλάττοντες κατὰ μικρὸν ὑπεχώρουν ὀπίσω. [4] οἱ δὲ ἀριστεύσαντες ἦσαν ἐκ μὲν τῆς βασιλικῆς στρατιᾶς Μακεδόνες — οὗτοι γὰρ ἀνέστειλαν τὸ πρῶτον τῶν Ῥωμαίων στρατόπεδον καὶ τοὺς σὺν αὐτοῖς ταχθέντας Λατίνους — ἐκ δὲ τῆς Ῥωμαικῆς οἱ συνελθόντες εἰς τὸ δεύτερον τάγμα Μολοττοῖς καὶ Θεσπρωτοῖς καὶ Χάοσιν ἐναντίοι. κελεύσαντος δὲ τοῦ βασιλέως τοὺς ἐλέφαντας ἐπὶ τὸ κάμνον τῆς στρατιᾶς ἄγειν, μαθόντες τὴν ἔφοδον τῶν θηρίων οἱ ταῖς κεραιοφόροις ἐπιβεβηκότες ἁμάξαις ἤλαυνον ὁμόσε. [5] οὗτοι τὸ μὲν πρῶτον ἐπέσχον τῆς ὁρμῆς τὰ θηρία, παίοντες ταῖς μηχαναῖς καὶ τὰς πυρφόρους χεῖρας ἐς τὰς ὄψεις αὐτῶν ἐντρέποντες. ἔπειτα οὐκέτι προσαγόντων τὰ θηρία τῶν ἐφεστηκότων τοῖς πύργοις, ἀλλὰ ταῖς λόγχαις βαλλόντων ἄνωθεν καὶ τῶν ψιλῶν διακοπτόντων τὰ περικείμενα γέρρα ταῖς ἁμάξαις καὶ νευροτομούντων τοὺς βόας καὶ καταπηδῶντες ἀπὸ τῶν ὀχημάτων οἱ πρὸς ταῖς μηχαναῖς κατέφευγον εἰς τοὺς ἔγγιστα πεζοὺς καὶ πολλὴν παρεῖχον αὐτοῖς ταραχήν. [6] οἱ δὲ ἐν μέσῃ τῇ βασιλικῇ φάλαγγι ταχθέντες Λευκανοὶ καὶ Βρέττιοι χρόνον οὐ πολὺν ἀγωνισάμενοι τρέπονται πρὸς φυγὴν ὑπὸ τοῦ τετάρτου Ῥωμαικοῦ τάγματος ἀνασταλέντες. ὡς δὲ ἅπαξ ἐνέκλιναν οὗτοι, καὶ διερράγη [p.&nbsp;318] τὸ κατ᾽ αὐτοὺς μέρος τῆς φάλαγγος, οὐδὲ οἱ τὴν πλησίον αὐτῶν λαβόντες στάσιν Ταραντῖνοι παρέμενον, ἀλλὰ ἐντρέψαντες κἀκεῖνοι τὰ νῶτα τοῖς πολεμίοις ἔφευγον. '''''Ath.''''' ;ΚΕΦΑΛΑΙΟΝ Γ΄ [1] βασιλεὺς δὲ Πύρρος ὡς ἔμαθεν, ὅτι Λευκανοὶ καὶ Βρέττιοι καὶ Ταραντῖνοι φεύγουσι προτροπάδην, καὶ λελώβηται τὸ κατ᾽ ἐκείνους μέρος ἡ φάλαγξ, ἐκ τῆς καθ᾽ ἑαυτὸν ἴλης μέρος τι παραδοὺς ἑτέροις ἡγεμόσι, καὶ ἀπὸ τοῦ δεξιοῦ κέρατος ἑτέρους ἱππεῖς, ὅσους ὑπέλαβεν ἀρκεῖν, ἀποστέλλει βοηθοὺς τοῖς ὑπὸ τῶν Ῥωμαίων διωκομένοις. ἐν οἷς δὲ ταῦτα ἐγίνετο χρόνοις, παρὰ τοῦ δαιμονίου βοήθεια τοῖς Ῥωμαίοις ἔκδηλος γίνεται. [2] Δαυνίων γάρ τινες ἐκ πόλεως Ἀργυρίππων, ἣν νῦν Ἄρπους καλοῦσι, πεζοὶ μὲν τετρακισχίλιοι, ἱππεῖς δὲ ἀμφὶ τοὺς τετρακοσίους, ἐπίκουροι τοῖς ὑπάτοις ἀποσταλέντες, ὡς ἐγένοντο πλησίον τοῦ βασιλικοῦ στρατοπέδου τὴν κατὰ νώτου τῶν πολεμίων ἄγουσαν ὁδὸν ἀπὸ ταὐτομάτου πορευόμενοι καὶ τὸ πεδίον εἶδον μεστὸν ἀνθρώπων, ὀλίγον ἐπισχόντες αὐτόθι χρόνον καὶ λογισμοὺς παντοδαποὺς λαβόντες, καταβαίνειν μὲν ἀπὸ τῶν μετεώρων καὶ συλλαμβάνειν τῆς μάχης ἀπέγνωσαν, οὔτε ὅπη τι φίλιόν ἐστιν εἰδότες οὔτε ὅπη πολέμιον, οὔτ᾽ ἐν ᾧ χωρίῳ στάντες ὠφέλειάν τινα παρέξουσι τοῖς σφετέροις δυνάμενοι συλλαβεῖν, κράτιστον δὲ ὑπέλαβον εἶναι περιστάντες τὸ στρατόπεδον τῶν πολεμίων ἐξελεῖν, ὡς αὐτοί τε πολλὰς καὶ καλὰς ἕξοντες ὠφελείας, εἰ κρατήσειαν τῶν [p.&nbsp;319] ἀποσκευῶν, καὶ μεγάλην παρέξοντες τοῖς πολεμίοις ταραχήν, εἰ θεάσαιντο καιόμενον ἄφνω τὸν χάρακα: ἀπεῖχε δὲ τὸ χωρίον τῆς μάχης οὐ πλέον εἴκοσι σταδίων. [3] ταῦτά τε δὴ βουλευσάμενοι καὶ παρὰ αἰχμαλώτων τινῶν ἀκούσαντες, οὓς ἐπὶ ξυλισμὸν ἐλθόντας εἰλήφεσαν, ὅτι κομιδῆ τινες ὀλίγοι φυλάττουσι τὸν χάρακα, προσέβαλον αὐτοῖς πανταχόθεν. ὑπὲρ ὧν ἐπιγνοὺς ὁ Πύρρος ἱππέως τινὸς ἀπαγγείλαντος, ὃς ἀρξαμένου πολιορκεῖσθαι τοῦ χάρακος διεξελάσας τὸν ἵππον καὶ τὰ κέντρα προσβαλὼν παρῆν διὰ ταχέων — τὴν μὲν γὰρ ἄλλην δύναμιν ἐν τῷ πεδίῳ κατέχειν ἔγνω καὶ μήτε ἀνακαλεῖν μήτε κινεῖν τὴν φάλαγγα — τοὺς ἐλέφαντας καὶ ἀπὸ τῶν ἱππέων τοὺς εὐτολμοτάτους ἐπιλεξάμενος ἀποστέλλει βοηθοὺς τῷ χάρακι. [4] ἔτι δὲ τούτων πορευομένων ἐκπολιορκηθεὶς % ἄφνω ὁ χάραξ ἀνάπτεται. καὶ οἱ διαπραξάμενοι τὸ ἔργον, ὡς ἔμαθον ἀπὸ τῶν μετεώρων ἐπιόντας σφίσι τοὺς ὑπὸ τοῦ βασιλέως ἀπεσταλμένους, εἰς ὄρους τινὸς κορυφὴν ἔφυγον, ἔνθα οὔτε τοῖς θηρίοις ἀνελθεῖν ῥᾴδιον ἦν οὔτε τοῖς ἵπποις. [5] οἱ δὲ βασιλικοὶ τοῦ καιροῦ τῆς βοηθείας ὑστερήσαντες ἐπὶ τοὺς ἐκ τοῦ τρίτου καὶ τετάρτου τάγματος Ῥωμαίους ἐτράποντο πολὺ προεληλυθότας ἀπὸ τῶν ἄλλων, ὅτε τοὺς κατὰ σφᾶς πολεμίους [p.&nbsp;320] ἐτρέψαντο. προιδόντες δὲ αὐτῶν οἱ Ῥωμαῖοι τὴν ἔφοδον εἰς ὑψηλόν τι καὶ λάσιον χωρίον ἀναδραμόντες εἰς τάξιν καθίσταντο. [6] οἱ μὲν οὖν ἐλέφαντες οὐ δυνάμενοι πρὸς τὸν ὄχθον ἀναβαίνειν οὐδὲν αὐτοὺς ἠδίκουν, οὐδὲ αἱ τῶν ἱππέων ἶλαι, οἱ δὲ τοξόται καὶ σφενδονῆται βάλλοντες πανταχόθεν κατετίτρωσκόν τε καὶ διέφθειρον ἐξ αὐτῶν συχνούς. αἰσθήσεως δὲ γενομένης τοῖς ἡγεμόσι τῶν ἐκεῖ πραττομένων Πύρρος μὲν ἐκ τῆς ἀσπιστικῆς φάλαγγος Ἀθαμᾶνάς τε καὶ Ἀκαρνᾶνας καὶ τῶν Σαυνιτῶν τινας ἀποστέλλει ὁ δὲ τῶν Ῥωμαίων ὕπατος ἴλας τινὰς ἱππέων, ἐπειδὴ τοιαύτης ἔδει τοῖς πεζοῖς συμμαχίας. καὶ κατὰ τὸν αὐτὸν χρόνον ἑτέρα πάλιν ἐκεῖ γίνεται μάχη πεζῶν τε καὶ ἱππέων, καὶ φόνος ἔτι πλείων. [7] ἀρξαμένου δὲ τοῦ βασιλέως καὶ οἱ τῶν Ῥωμαίων ὕπατοι τοὺς ἑαυτῶν ἀνεκάλουν περὶ καταφορὰν ὄντος τοῦ ἡλίου καὶ διαβιβάσαντες τὸν ποταμὸν ἀπῆγον εἰς τὸν χάρακα συσκοτάζοντος ἤδη. ἡ δὲ τοῦ Πύρρου δύναμις ἀπολωλεκυῖα σκηνάς τε καὶ ὑποζύγια καὶ ἀνδράποδα καὶ τὴν ἀποσκευὴν ἅπασαν ἐπὶ μετεώρου τινὸς χώρου παρενέβαλεν, ἔνθα τὴν ἐπιοῦσαν νύκτα διήγαγεν ὑπαίθριος, ἀσκευής, ἀθεράπευτος, οὐδὲ τῆς ἀναγκαίας εὐποροῦσα τροφῆς, ὥστε καὶ διαφθαρῆναι συχνοὺς τραυματίας, οἷς ἐνῆν ἔτι σώζεσθαι βοηθείας τε καὶ κηδεμονίας μεταλαβοῦσιν. τοιούτου τέλους [p.&nbsp;321] ἔτυχεν ἡ δευτέρα μάχη Ῥωμαίοις πρὸς Πύρρον περὶ πόλιν Ἄσκλον. '''''Ath.''''' ;ΚΕΦΑΛΑΙΟΝ Δ΄ [1] ὅτι περὶ τὴν Ῥηγίνων πόλιν πάθος γίγνεται δεινόν, οἷον καὶ περὶ Μεσσήνην ἐγένετο τὴν ἐν Σικελίᾳ, μεγάλης φυλακῆς καὶ προνοίας ἄξιον ἁπάσαις ταῖς πόλεσιν, ἀνάγκη δὲ τὰς αἰτίας καὶ τὰς προφάσεις τῶν κατασχόντων αὐτὴν κακῶν προειπεῖν. [2] ὅτε Λευκανοὶ καὶ Βρέττιοι δυνάμεσι πολλαῖς ἐπὶ Θουρίους στρατεύσαντες τήν τε χώραν αὐτῶν ἐξεπόρθησαν καὶ τὴν πόλιν περιχαρακώσαντες ἐπολιόρκουν — ἐφ᾽ οὓς ἀπεστάλη Ῥωμαίων δύναμις, ἧς ἡγεῖτο Φαβρίκιος ὁ ὕπατος — φοβηθέντες οἱ Ῥηγῖνοι, μὴ καὶ ἐπὶ σφᾶς οἱ βάρβαροι Ῥωμαίων ἀπελθόντων στρατιὰν ἀποστείλωσι, καὶ τὴν Ταραντίνων πόλιν ἐν ὑποψίαις ἔχοντες ἐδεήθησαν τοῦ Φαβρικίου δύναμιν τῇ πόλει λιπεῖν πρὸς τὰς αἰφνιδίους τῶν βαρβάρων ἐπιδρομάς, καὶ εἴ τις ἐκ τῶν Ταραντίνων ἐπιβουλή σφισιν ἀπροσδόκητος γένοιτο. καὶ λαμβάνουσι Καμπανοὺς μὲν ὀκτακοσίους, Σιδικίνους δὲ τετρακοσίους, ὧν ἁπάντων ἡγεῖτο Δέκιος Καμπανὸς τὸ γένος. [3] οὗτος ὁ ἀνήρ, ὅτε κατάγοιτο παρὰ τοὺς ἐπιφανεστάτους τῶν ἐπιχωρίων ἑστιάσεις τε λαμπρὰς κατὰ τὴν φιλοφροσύνην τῶν ξένων ἑστιώμενος καὶ κατασκευὰς οἰκιῶν λαμπρὰς καὶ βαθυπλούτους [p.&nbsp;322] παρὰ πολλοῖς ὁρῶν κατ᾽ ἀρχὰς μὲν ἐμακάριζε τοὺς Ῥηγίνους τῆς εὐδαιμονίας, ἔπειθ᾽ ὡς ἀναξίοις ἐφθόνει, τελευτῶν δ᾽ ὡς πολεμίοις ἐπιβουλεύειν ἤρξατο. [4] καὶ προσλαβὼν κοινωνὸν τῶν ἀπορρήτων βουλευμάτων τὸν γραμματέα, πανοῦργον ἄνδρα καὶ πάσης πονηρίας ἀρχιτέκτονα, πρὸς αὐτοῦ πάντας Ῥηγίνους ἀποκτεῖναι καὶ τὴν εὐδαιμονίαν αὐτῶν τὴν μὲν αὐτὸς κατασχεῖν, τὴν δὲ τοῖς στρατιώταις διελεῖν, λέγοντος, ὅτι Μεσσήνην ὀλίγῳ πρότερον εἷλον ... ὑφ᾽ οὗ πεισθεὶς καὶ τὸν τρόπον τῆς ἐπιχειρήσεως σὺν αὐτῷ βουλευσάμενος, τοὺς ταγματάρχας καὶ τοὺς ἐπιφανεστάτους τῶν στρατιωτῶν εἰς τὸ συνέδριον ἐκάλεσεν: δεηθεὶς δὲ ἁπάντων ἀπορρήτους φυλάξαι τοὺς λόγους κίνδυνον ἔφη μέγαν αὐτῷ ἐπικρεμασθῆναι πολλῆς πάνυ φυλακῆς καὶ ταχείας δεόμενον, ὡς τοῦ καιροῦ μὴ διδόντος ἀναστροφήν. πεπυσμένους γὰρ τὴν Πύρρου διάβασιν τοὺς ἐπιφανεστάτους Ῥηγίνων κρύφα διαπέμπεσθαι πρὸς αὐτὸν ὑπισχνουμένους κατασφάξειν τὴν φρουρὰν καὶ παραδώσειν ἐκείνῳ τὴν πόλιν. [5] ἔτι ταῦτα λέγοντος αὐτοῦ παρῆν τις ἐγκάθετος, αὐχμηρὸς ὡς ἐξ ὁδοῦ, γράμματα ὑπ᾽ αὐτοῦ Δεκίου κατεσκευασμένα κομίζων, ὡς παρὰ ξένου δή τινος ἰδίου, ἐν οἷς [p.&nbsp;323] ἐδηλοῦτο μέλλων ὁ βασιλεὺς ἀποστέλλειν ἐπὶ τὸ Ῥήγιον πεντακοσίους στρατιώτας ὡς καταληψομένους τὴν πόλιν, ἀνοίξειν ὑπεσχημένων αὐτοῖς Ῥηγίνων τὰς πύλας. [6] τινὲς μὲν λέγουσι τὸν γραμματηφόρον ὑπὸ Φαβρικίου τοῦ ὑπάτου κατὰ σπουδὴν ἀπεστάλθαι, τὴν δ᾽ ἐπιστολὴν ταῦτα περιέχειν, ἃ μικρῷ πρότερον ἔφην, καὶ παραινεῖν Δεκίῳ φθάσαι τοὺς Ῥηγίνους: ἔχει δὲ λόγον ἀμφότερα. ἔδειξε δὴ ταῦτα τοῖς ἐν τῷ συνεδρίῳ παροῦσι, καὶ ἐπεὶ τάχιστα νὺξ ἐγένετο, φράσαντες οἱ ταγματάρχαι τοῖς ἄλλοις στρατιώταις, ἃ διενοοῦντο πράττειν, ἐπὶ τὰς οἰκίας τῶν Ῥηγίνων ἐχώρουν, καὶ τοὺς μὲν εὐωχουμένους ἔτι, τοὺς δὲ κοιμωμένους καταλαβόντες ἐν τοῖς ἰδίοις κατασφάττουσιν ἐφεστίοις ἀντιβολοῦντας καὶ γόνασι προσκυλιομένους καὶ ἀνθ᾽ ὅτου ταῦτα πάσχουσι μαθεῖν ἀξιοῦντας, οὔτε ἡλικίας οὔτε τύχης οὐδεμιᾶς φειδόμενοι. [7] φονεύσαντες δὲ τοὺς ἄνδρας ἔτι δεινότερον ἔργον ἐξειργάσαντο, τάς τε γὰρ γυναῖκας τῶν ἰδίων ξένων καὶ τὰς παρθένους διελόμενοι συνῆσαν ἀκούσαις, ὧν τοὺς πατέρας καὶ τοὺς ἄνδρας ἐν ὀφθαλμοῖς ἀπέκτειναν. [8] Δέκιος δὲ ἀντὶ φρουράρχου τύραννος ἐγεγόνει τῆς Ῥηγίνων πόλεως, καὶ λογιζόμενος, ὅτι δώσει Ῥωμαίοις ὧν ἔδρασε δίκας, Καμπανοῖς τοῖς κατέχουσι Μεσσήνην συμμαχίαν τίθεται μεγίστην ἰσχὺν τῶν ἐν Σικελίᾳ πόλεων ἔχουσι, καὶ τὴν πόλιν διὰ πολλῆς εἶχε φυλακῆς. '''''Esc.''''' [p.&nbsp;324] ;ΚΕΦΑΛΑΙΟΝ Ε΄ [1] ἡ δὲ βουλὴ μαθοῦσα τὰ περὶ τοὺς Ῥηγίνους πάθη παρὰ τῶν διαφυγόντων τὸν ὄλεθρον οὐδὲ τὸν ἐλάχιστον ἀναμείνασα χρόνον ἀποστέλλει στρατιὰν νεοσύλλεκτον ἄγοντα ἑτέραν τὸν κατὰ πόλιν στρατηγόν. [2] φθάσασα δὲ τὴν Ῥωμαίων ἄφιξιν ἡ τοῦ δαιμονίου πρόνοια τὸν ἡγεμόνα τῆς φρουρᾶς Δέκιον ἀντὶ τῶν ἀνοσίων βουλευμάτων εἰς τὰ κυριώτατα τοῦ ζῆν ἐτιμωρήσατο μέρη, νόσον εἰς τοὺς ὀφθαλμοὺς ἐμβαλοῦσα δεινὰς περιωδυνίας φέρουσαν: ἣν ἰάσασθαι προθυμούμενος ἅνθρωπος ἐκ Μεσσήνης ἰατρὸν μεταπέμπεται, Δεξικράτην ὄνομα, πυνθανόμενος ἄριστον εἶναι τῶν κατὰ τὴν αὐτὴν ἡλικίαν ἰατρῶν, ἀγνοῶν δὲ ὅτι Ῥηγῖνος ἦν τὸ γένος: ὃς ἀφικόμενος εἰς τὸ Ῥήγιον ἐναλείφει τοὺς ὀφθαλμοὺς αὐτοῦ καυστικῷ φαρμάκῳ καὶ διακελευσάμενος ἀνέχεσθαι τὰς περιωδυνίας, ἕως ἂν ἀφίκηται, καταβὰς ἐπὶ θάλατταν εἰς τὸ παρεσκευασμένον πορθμεῖον ἐνέβη καὶ πρὶν αἰσθέσθαι τινὰ τὸ πραχθὲν εἰς Μεσσήνην ἀπέπλευσεν. [3] Δέκιος [p.&nbsp;325] δὲ μέχρι μέν τινος ἐκκαιομένης τῆς ὁράσεως ἀλγηδόνας τε δεινὰς ὑπομένων ἠνείχετο τὸν ἰατρὸν προσδεχόμενος, ὡς δὲ πολὺς ἐγίγνετο ὁ χρόνος καὶ τὰς περιωδυνίας ἀδύνατος ἦν ἔτι φέρειν, σπογγίσας τὸ φάρμακον καὶ τοὺς ὀφθαλμοὺς ἀνοίξας ἔγνω τὰς ὄψεις ἐκκεκαυμένος καὶ τὸν ἐξ ἐκείνου χρόνον διέμεινε τυφλός: ἡμέρας τε ὀλίγας ἔτι περιενέγκας ὑποχείριος τοῖς Ῥωμαίοις γίγνεται συλληφθεὶς ὑπὸ τῶν ἰδίων. [4] ταύτην γὰρ οἰόμενοί τινες ἀπολογίαν Φαβρικίου τήν τε πόλιν ἀνέῳξαν τῷ στρατηγῷ καὶ τὸν Δέκιον δήσαντες παρέδοσαν Φαβρικίῳ. ὁ δὲ τὴν μὲν πόλιν ἀποδίδωσι τοῖς περιοῦσι Ῥηγίνων, τοὺς δὲ φρουροὺς ἅπαντα καταλιπεῖν αὐτόθι κελεύσας ἀπήγαγεν οὐδὲν ἐπιφερομένους ἔξω τῶν ὅπλων: [5] ἐξ ὧν τοὺς κορυφαιοτάτους ἄνδρας ἐπιλεξάμενος, οὓς ἀπέφαινον οἱ λοιποὶ τῶν ἀνοσίων βουλευμάτων εἶναι κοινωνούς, δεσμίους εἰς Ῥώμην ἤγαγεν: οὓς ἐν ἀγορᾷ μάστιξιν αἰκισάμενοι, ὡς ἦν πάτριον ἐπὶ τοῖς κακούργοις κείμενον, ἀπέκτειναν τῷ πελέκει τὰς κεφαλὰς ἀποκοπέντας, ἐκτὸς Δεκίου καὶ τοῦ γραμματέως: οὗτοι δὲ παρακρουσάμενοι τοὺς φυλάττοντας ἢ χρήμασιν ὠνησάμενοι τὸ μὴ μεθ᾽ ὕβρεως ἀποθανεῖν ἑαυτοὺς διεχειρίσαντο. καὶ ταῦτα μὲν ἐπὶ τούτοις. '''''Esc.''''' ;ΚΕΦΑΛΑΙΟΝ ΣΤ΄ [1] αὐτὸς δὲ ὁ Πύρρος τοὺς Ὁμηρικοὺς ἐπιφθεγξάμενος στίχους, οὓς Ἕκτωρ αὐτῷ πεποίηται πρὸς Αἴαντα λέγων, ὡς ὑπὸ Ῥωμαίων εἰρημένους πρὸς ἑαυτόν: [p.&nbsp;326] Τῷ σε καὶ οὐκ ἐθέλω βαλέειν, τοιοῦτον ἐόντα, Λάθρη ὀπιπτεύσας, ἀλλ᾽ ἀμφαδόν, αἴ κε τύχοιμι καὶ μετὰ τοῦτ᾽ εἰπών, ὅτι κινδυνεύει πονηρὰν πεποιῆσθαι τὴν ὑπόθεσιν τοῦ πολέμου πρὸς ἀνθρώπους ὁσιωτάτους Ἑλλήνων καὶ δικαιοτάτους, μίαν ἔφη θεωρεῖν ἀπαλλαγὴν τοῦ πολέμου καλὴν καὶ συμφέρουσαν, εἰ φίλους ἀντὶ πολεμίων αὐτοὺς ποιήσαιτο, φιλανθρωπίας τινὸς μεγάλης καταρξάμενος. [2] προαχθῆναι δὲ κελεύσας τοὺς Ῥωμαίων αἰχμαλώτους καὶ δοὺς ἅπασιν ἐσθῆτας ἐλευθέροις πρεπούσας σώμασι καὶ ἐνοδίους δαπάνας, παρεκάλεσεν αὐτοὺς μεμνῆσθαι, οἷος εἰς αὐτοὺς ἐγένετο, καὶ τοῖς ἄλλοις λέγειν, ὅταν δ᾽ εἰς τὰς ἑαυτῶν ἔλθωσι πατρίδας, πάσῃ προθυμίᾳ πράττειν, ὅπως φίλους ποιήσουσι τὰς πόλεις. [3] ἄμαχον δή τινα ἰσχὺν τὸ βασιλικὸν ἔχει χρυσίον, καὶ οὐδεμία εὕρηται πρὸς τοῦτο τὸ βέλος ἀνθρώποις φυλακή. '''''Ambr.''''' ;ΚΕΦΑΛΑΙΟΝ Ζ΄ [1] ὅτι Κλεινίας ὁ Κροτωνιάτης τύραννος ὢν ἀφείλετο τὴν ἐλευθερίαν ταῖς πόλεσι, φυγάδας ἀθροίσας ἐκ παντὸς τόπου καὶ δούλους ἐλευθερώσας: οἷς τὴν τυραννίδα κρατυνάμενος τοὺς ἐπιφανεστάτους Κροτωνιατῶν οὓς μὲν ἀπέκτεινεν, οὓς δὲ ἐξέβαλεν ἐκ τῆς πόλεως: Ἀναξίλας δὲ Ῥηγίνων τὴν ἀκρόπολιν κατελάβετο καὶ πάντα τὸν τοῦ βίου χρόνον κατασχὼν Λεόφρονι τῷ παιδὶ τὴν ἀρχὴν κατέλιπε. καὶ ἄλλοι ἀπὸ τούτων δυναστείας ἐν ταῖς πόλεσι κατασκευάσαν- [p.&nbsp;327] [2] τες πάντα τὰ πράγματα διέφθειραν. ἡ δὲ τελευταία τε καὶ πασῶν μεγίστη κάκωσις ἁπάσαις ταῖς πόλεσιν ἡ Διονυσίου τυραννὶς ἐγένετο τοῦ κρατήσαντος Σικελίας. διέβη γὰρ εἰς Ἰταλίαν ἐπὶ Ῥηγίνους Λοκρῶν ἐπικαλεσαμένων, οἷς ἦσαν οἱ Ῥηγῖνοι διάφοροι: καὶ συνελθόντων ἐπ᾽ αὐτὸν Ἰταλιωτῶν δυνάμεσι μεγάλαις συνάψας μάχην ἀπέκτεινε συχνοὺς καὶ πόλεις αὐτῶν δύο κατὰ κράτος ἐξεῖλεν. [3] εἶτ᾽ αὖθις ἑτέραν ποιησάμενος διάβασιν Ἱππωνιεῖς ἀνέστησεν ἐκ τῆς ἑαυτῶν, οὓς ἀπήγαγεν εἰς Σικελίαν, καὶ Κροτωνιάτας ἐξεῖλε καὶ Ῥηγίνους καὶ διετέλεσεν ἔτη δώδεκα τούτων τυραννῶν τῶν πόλεων. ἔπειθ᾽ οἱ μὲν τὸν τύραννον δεδιότες τοῖς βαρβάροις αὑτοὺς ἐνεχείριζον, οἱ δ᾽ ὑπ᾽ ἐκείνων πολεμούμενοι τῷ τυράννῳ τὰς πόλεις παρεδίδοσαν: ὑφ᾽ ὅτου δὲ πάσχοιεν, ἀεὶ κακῶς δυσχεραίνοντες εὐρίπου δίκην τῇδε καὶ τῇδε πρὸς τὸ συντυχὸν ἐτράποντο. '''''Vales.''''' ;ΚΕΦΑΛΑΙΟΝ Η΄ [1] ὅτι Πύρρος διέβη τὸ δεύτερον εἰς Ἰταλίαν οὐ χωρούντων αὐτῷ τῶν ἐν Σικελίᾳ πραγμάτων κατὰ νοῦν διὰ τὸ μὴ βασιλικὴν φανῆναι τὴν ἡγεμονίαν αὐτοῦ ταῖς ἐπιφανεστάταις πόλεσιν, ἀλλὰ δεσποτικήν. εἰσαχθεὶς γὰρ εἰς Συρακούσας ὑπό τε Σωσιστράτου τοῦ κρατοῦντος τῆς πόλεως τότε καὶ Θοίνωνος τοῦ φρουράρχου, παραλαβὼν παρ᾽ ἐκείνων τὰ χρήματα καὶ ναῦς χαλκεμβόλους ὁμοῦ τι διακοσίας καὶ πᾶσαν ὑφ᾽ ἑαυτῷ ποιησάμενος Σικελίαν πλὴν Λιλυβαίου πόλεως, ἣν ἔτι μόνην Καρχηδόνιοι κατεῖχον, εἰς αὐθάδειαν τυραννικὴν ἐτρέπετο. '''''Vales. & Σουίδας ς. ϝ. Πύρρος.''''' [p.&nbsp;328] τάς τε γὰρ οὐσίας τῶν Ἀγαθοκλέους οἰκείων ἢ φίλων ἀφαιρούμενος τοὺς παρ᾽ ἐκείνου λαβόντας τοῖς ἑαυτοῦ φίλοις ἐχαρίσατο καὶ τὰς μεγίστας ἐν ταῖς πόλεσιν ἀρχὰς τοῖς ἰδίοις ὑπασπισταῖς καὶ λοχαγοῖς προσένειμεν, οὐ κατὰ τοὺς ἐπιχωρίους ἑκάστης πόλεως νόμους οὐδ᾽ εἰς τὸν εἰωθότα χρόνον, ἀλλ᾽ ὡς αὐτῷ [2] φίλον ἦν. δίκας τε καὶ ἀμφισβητήσεις καὶ τὰς ἄλλας πολιτικὰς οἰκονομίας ἁπάσας τὰς μὲν αὐτὸς διῄτα, τὰς δὲ τοῖς περὶ τὴν αὐλὴν ἀναστρέφειν καὶ διακρίνειν ἀπεδίδου ἀνθρώποις οὐθὲν ἕτερον ὁρῶσιν ἢ ὅ τι μὴ κερδαίνειν καὶ καθηδυπαθεῖν τὰς εὐπορίας: καὶ διὰ ταῦτα πάντα βαρὺς ταῖς ὑποδεξαμέναις πόλεσι καὶ [3] μισητὸς ἦν. αἰσθόμενος δ᾽ ὑπούλως ἤδη πολλοὺς πρὸς ἑαυτὸν ἔχοντας εἴς τε τὰς πόλεις φρουρὰς εἰσῆγε πρόφασιν ποιούμενος τὸν ἀπὸ Καρχηδονίων πόλεμον καὶ τοὺς ἐπιφανεστάτους ἄνδρας ἐξ ἑκάστης πόλεως συλλαμβάνων ἀπέκτεινεν, ἐπιβουλὰς καὶ προδοσίας εὑρηκέναι ψευσάμενος: ἐν οἷς ἦν καὶ Θοίνων ὁ φρούραρχος, ὃς ὑπὸ πάντων ὡμολόγητο πλείστην σπουδὴν καὶ προθυμίαν εἴς τε τὴν διάβασιν αὐτῷ καὶ τὴν παράληψιν τῆς νήσου παρεσχῆσθαι: καὶ γὰρ ὑπήντησεν αὐτῷ ναυτικὸν στόλον ἄγων, καὶ τὴν ἐν ταῖς Συρακούσαις νῆσον, ἣν αὐτὸς ἐκράτει, παρέσχεν. [4] ἐπιχειρήσας δὲ καὶ Σωσίστρατον συλλαβεῖν διήμαρτε τῆς ἐλπίδος προαισθομένου τὴν ἐπιβουλὴν τοῦ ἀνδρὸς καὶ φυγόντος ἐκ τῆς πόλεως. ἀρξαμένων δὲ ταράττεσθαι [p.&nbsp;329] τῶν πραγμάτων καὶ ἡ τῶν Καρχηδονίων πόλις καιρὸν ἐπιτήδειον εἰληφέναι νομίζουσα πρὸς ἀνάκτησιν τῶν ἀπολωλότων χωρίων στρατιὰν ἀπέστειλεν ἐπὶ τὴν νῆσον. '''''Vales.''''' ;ΚΕΦΑΛΑΙΟΝ Θ΄ [1] ὅτι ἀμηχανοῦντα τὸν Πύρρον καὶ πόρους παντοδαποὺς ἐπιζητοῦντα ὁρῶντες αὐτὸν οἱ κάκιστοι καὶ ἀνοσιώτατοι τῶν φίλων, Εὐήγορος Θεοδώρου καὶ Βάλακρος Νικάνδρου καὶ Δείναρχος Νικίου, τῶν ἀθέων καὶ ἐξαγίστων δογμάτων ζηλωταί, πόρον ὑποτίθενται χρημάτων ἀνοσίων, τοὺς ἱεροὺς ἀνοῖξαι τῆς Περσεφόνης θησαυρούς. [2] ἦν γὰρ ἱερὸν ἐν τῇ πόλει ταύτῃ ἅγιον καὶ πολὺν χρυσὸν ἐκ παντὸς τοῦ χρόνου πεφυλαγμένον ἄθικτον ἔχον, ἐν ᾧ χρυσός τις ἄβυσσος, ἀόρατος τοῖς πολλοῖς κατὰ γῆς κείμενος. ὑπὸ τούτων ἐξαπατηθεὶς τῶν κολάκων καὶ διὰ τὴν ἀνάγκην κρείττονα παντός, τοῖς εἰσηγησαμένοις τὴν γνώμην ἀνδράσι διακόνοις τῆς ἱεροσυλίας ἐχρήσατο, καὶ τὸν ἐξελαθέντα χρυσὸν ἐκ τοῦ ἱεροῦ ναυσὶν ἐνθέμενος μετὰ τῶν ἄλλων χρημάτων ἀπέστειλεν εἰς Τάραντα πολλῆς μεστὸς εὐθυμίας γενόμενος. '''''Vales. & Σουίδας ς. ϝ. Πύρρος.''''' [p.&nbsp;330] ἡ δὲ δικαία πρόνοια τὴν αὑτῆς δύναμιν ἀπεδείξατο. ὡς γὰρ ἀνήχθησαν αἱ νῆες ἀπὸ τοῦ λιμένος, τὴν μὲν ἀπόγειον αὖραν λαβοῦσαι προέκοψαν: ἄνεμος δ᾽ ἐναντίος γενόμενος καὶ δι᾽ ὅλης νυκτὸς κατασχὼν ἃς μὲν κατέκλυσεν, ἃς δ᾽ εἰς τὸν τῆς Σικελίας πορθμὸν ἐξέβαλεν, ἐν αἷς δὲ παρεκομίζετο τὰ ἀναθήματα καὶ ὁ προσενεχθεὶς ἐκ τῶν ἀναθημάτων χρυσὸς ἐπὶ τοὺς Λοκροὺς ἐξώκειλεν αἰγιαλούς: καὶ τοὺς μὲν πλέοντας ἐν αὐταῖς ἐν τῇ παλιρροίᾳ τῶν κυμάτων κατακλυζομένους διέφθειρε, τὰ δ᾽ ἱερὰ χρήματα διασπασθεισῶν τῶν νεῶν ἐπὶ τὰς ἔγγιστα τῶν Λοκρῶν θῖνας ἐξέβρασεν. [3] ὁ δὲ βασιλεὺς καταπλαγεὶς ἅπαντα τὸν κόσμον καὶ τοὺς θησαυροὺς ἀπέδωκε τῇ θεῷ ὡς παραιτησόμενος αὐτῆς διὰ τοῦτο τὸν χόλον: νήπιος, οὐδὲ τὸ ᾔδει, ὃ οὐ πείσεσθαι ἔμελλεν. οὐ γάρ τ᾽ αἶψα θεῶν τρέπεται νόος αἰὲν ἐόντων, [4] ὡς Ὁμήρῳ εἴρηται. ἀλλ᾽ ἐπειδὴ τῶν ἱερῶν ἐτόλμησεν ἅψασθαι χρημάτων καὶ πόρον ὑποθέσθαι πολέμων, ἀνόνητον ἐποίησε τὴν ἔννοιαν αὐτοῦ τὸ δαιμόνιον, ἵνα παράδειγμα καὶ παίδευμα πᾶσιν ἀνθρώποις γένοιτο τοῖς μεθ᾽ ἑαυτόν. '''''Vales.''''' ;ΚΕΦΑΛΑΙΟΝ Ι΄ [1] διὰ τοῦτο καὶ ὑπὸ Ῥωμαίων ἡττήθη ὁ Πύρρος κατὰ κράτος: οὐ γὰρ στρατιά τις φαύλη καὶ ἀνάσκητος ἦν αὐτῷ, ἀλλ᾽ ἡ κρατίστη τῶν τότε οὐσῶν ἐν Ἕλλησι καὶ πλείστους ἀγωνισαμένη πολέμους: οὐδὲ [p.&nbsp;331] πλῆθος ἀνδρῶν τῶν τότε παραταξαμένων ὀλίγον, ἀλλ᾽ ὅσον καὶ τριπλάσιον εἶναι, οὐδὲ στρατηγὸς τῶν ἐπιτυχόντων τις, ἀλλ᾽ ὃν ἅπαντες ὁμολογοῦσι μέγιστον γενέσθαι τῶν κατὰ τὴν αὐτὴν ἡλικίαν ἀκμασάντων στρατηγῶν, [2] οὐδὲ τόπου φύσις ἄνισος οὔτ᾽ ἐπικουρίας τοῖς ἑτέροις ἄφιξις αἰφνίδιος οὔτ᾽ ἄλλη τις συμφορὰ καὶ πρόφασις ἀπροσδόκητος ἐπιπεσοῦσα συνέτριψε τὰ Πύρρου πράγματα, ἀλλ᾽ ὁ τῆς ἀσεβηθείσης θεᾶς χολός, ὃν οὐδ᾽ αὐτὸς ἠγνόει Πύρρος, ὡς Πρόξενος ὁ συγγραφεὺς ἱστορεῖ καὶ αὐτὸς ὁ Πύρρος ἐν τοῖς ἰδίοις ὑπομνήμασι γράφει. '''''Vales.''''' ;ΚΕΦΑΛΑΙΟΝ ΙΑ΄ [1] ἔμελλον ὅπερ εἰκὸς οἱ ὁπλῖται κράνεσι καὶ θώραξι καὶ θυρεοῖς βαρεῖς πρὸς ὀχθηρὰ χωρία καὶ μακρὰς ἀτραποὺς πορευόμενοι καὶ οὐδὲ ταύτας λεωφόρους, ἀλλ᾽ αἰγότριβας δι᾽ ὕλης τε καὶ κρημνῶν τάξιν τε οὐδεμίαν φυλάξειν, καὶ πρὶν ἐπιφανῆναί σφισι τοὺς πολεμίους ἐξασθενήσειν τὰ σώματα δίψει καὶ κόπῳ. [2] τοὺς τοῖς ἱππικοῖς δόρασιν ἐκ διαλαβῆς ἀμφοτέραις ταῖς χερσὶ κρατουμένοις μαχομένους συστάδην καὶ τὰ πολλὰ κατορθοῦντας ἐν ταῖς μάχαις Πρίγκιπας Ῥωμαῖοι καλοῦσιν. '''''Ambr.''''' ;ΚΕΦΑΛΑΙΟΝ ΙΒ΄ [1] ἐν τῇ νυκτί, ἐν ᾗ τὴν στρατιὰν ἀπάξειν ὁ Πύρρος ἔμελλεν ἐπὶ τὸ ὄρος τῷ Ῥωμαίων ἐπιθησόμενος χάρακι λάθρα, ἔδοξε κατὰ τοὺς ὕπνους [p.&nbsp;332] ἐκπεσεῖν αὐτοῦ τοὺς πλείους ὀδόντας καὶ πλῆθος αἵματος ἐκ τοῦ στόματος φέρεσθαι. [2] ταραχθεὶς δὲ διὰ τὴν ὄψιν καὶ μεγάλην ἔσεσθαι συμφορὰν μαντευόμενος — ἤδη γὰρ αὐτῷ καὶ πρότερον τοιαύτην ὄψιν ἐνυπνίου θεασαμένῳ δεινή τις συνέβη δυσποτμία — ἐβούλετο μὲν ἐπισχεῖν τὴν ἡμέραν ἐκείνην, οὐκ ἴσχυσε δὲ νικῆσαι τὴν πεπρωμένην ἐναντιουμένων τῶν φίλων πρὸς τὴν ἀναβολὴν καὶ μὴ μεθεῖναι τὸν καιρὸν ἐκ τῶν χειρῶν ἀξιούντων. '''''Vales.''''' '''''Ambr.''''' [3] ἀναβάντων δὲ τῶν σὺν τῷ Πύρρῳ μετὰ τῶν ἐλεφάντων αἴσθησιν οἱ Ῥωμαῖοι λαβόντες σκυμνίον ἐλέφαντος τιτρώσκουσιν, ὃ πολλὴν ἀκοσμίαν τοῖς Ἕλλησιν ἐνεποίησε καὶ φυγήν: οἱ δὲ Ῥωμαῖοι δύο μὲν ἐλεφάντας ἀποκτείνουσιν, ὀκτὼ δὲ κατακλείσαντες εἰς χωρίον ἀνέξοδον παραδόντων τῶν ἐπ᾽ αὐτοῖς Ἰνδῶν ζῶντας παραλαμβάνουσι, τῶν δὲ στρατιωτῶν πολὺν φόνον ἐργάζονται. '''''Ambr.''''' ;ΚΕΦΑΛΑΙΟΝ ΙΓ΄ [1] ὁ ὕπατος Φαβρίκιος τιμητὴς γενόμενος ἄνδρα δυσὶ μὲν ὑπατείαις, μιᾷ δὲ δικτατωρείᾳ κεκοσμημένον, Πόπλιον Κορνήλιον Ῥουφῖνον, ἐξέβαλεν ἐκ τοῦ συνεδρίου τῆς βουλῆς, ὅτι πρῶτος ἐν ἀργυρῶν ἐκπωμάτων κατασκευῇ πολυτελὴς ἔδοξε γενέσθαι, δέκα λίτρας ἐκπωμάτων κτησάμενος: αὗται δ᾽ εἰσὶν. ὀλίγῳ πλείους ὀκτὼ μνῶν Ἀττικῶν. '''''Ambr.''''' [2] Ἀθηναῖοι μὲν δόξης ἔτυχον, ὅτι τοὺς ῥᾳθύμους καὶ ἀργοὺς καὶ μηδὲν ἐπιτηδεύοντας τῶν χρησίμων ὡς ἀδικοῦντας τὸ κοινὸν ἐζημίουν, Λακεδαιμόνιοι δέ, ὅτι τοῖς πρεσβυτάτοις ἐπέτρεπον τοὺς ἀκοσμοῦντας [p.&nbsp;333] τῶν πολιτῶν ἐν ὁτῳδήτινι τῶν δημοσίων τόπῳ ταῖς βακτηρίαις παίειν: τῶν δὲ κατ᾽ οἰκίαν γενομένων οὔτε πρόνοιαν οὔτε φυλακὴν ἐποιοῦντο, τὴν αὔλειον θύραν ἑκάστου ὅρον εἶναι τῆς ἐλευθερίας τοῦ βίου νομίζοντες. [3] Ῥωμαῖοι δὲ πᾶσαν ἀναπετάσαντες οἰκίαν καὶ μέχρι τοῦ δωματίου τὴν ἀρχὴν τῶν τιμητῶν προαγαγόντες ἁπάντων ἐποίησαν ἐπίσκοπον καὶ φύλακα τῶν ἐν αὐταῖς γινομένων, οὔτε δεσπότην οἰόμενοι δεῖν ὠμὸν εἶναι περὶ τὰς τιμωρίας οἰκετῶν οὔτε πατέρα πικρὸν ἢ μαλθακὸν πέρα τοῦ μετρίου περὶ τέκνων ἀγωγὰς οὔτε ἄνδρα περὶ κοινωνίαν γαμετῆς γυναικὸς ἄδικον οὔτε παῖδας γηραιῶν ἀπειθεῖς πατέρων οὔτε ἀδελφοὺς γνησίους τὸ πλεῖον ἀντὶ τοῦ ἴσου διώκοντας, οὐ συμπόσια καὶ μέθας παννυχίους, οὐκ ἀσελγείας καὶ φθορὰς ἡλικιωτῶν νέων, οὐχ ἱερῶν ἢ ταφῶν προγονικὰς τιμὰς ἐκλιπούσας, οὐκ ἄλλο τῶν παρὰ τὸ καθῆκον ἢ συμφέρον τῇ πόλει πραττομένων οὐδέν. ἐληίζοντο τὰς κτήσεις τῶν πολιτῶν κατὰ τὴν τοῦ βασιλίζειν αἰτίαν. '''''Ambr.''''' ;ΚΕΦΑΛΑΙΟΝ ΙΔ΄ [1] Νεμέριος Φάβιος Πίκτωρ καὶ Κόιντος Φάβιος Μάξιμος καὶ Κόιντος Ὀγούλνιος πρὸς τὸν Φιλάδελφον Πτολεμαῖον πρεσβεύσαντες περὶ πρεσβείας [p.&nbsp;334] καὶ δωρεαῖς ἰδίαις τιμηθέντες ὐπ᾽ αὐτοῦ: ἦρχε δὲ τῆς Αἰγύπτου δεύτερος μετὰ τὸν Μακεδόνα Ἀλέξανδρον: [2] ἐπειδὴ κατέπλευσαν εἰς τὴν πόλιν, τά τε ἄλλα ἀπήγγειλαν, ὅσα διεπράξαντο κατὰ τὴν ἀποδημίαν, καὶ τὰς δωρεάς, ἃς παρὰ τοῦ βασιλέως ἔλαβον, εἰς τὸ δημόσιον ἀνήνεγκαν: οὓς ἡ βουλὴ πάντων ἀγασθεῖσα τῶν ἔργων οὐκ εἴασε δημοσιῶσαι τὰς βασιλικὰς χάριτας, ἀλλ᾽ εἰς τοὺς ἑαυτῶν οἴκους ἀπενέγκασθαι τιμὰς ἀρετῆς καὶ κόσμους ἐκγόνοις. '''''Ambr.''''' ;ΚΕΦΑΛΑΙΟΝ ΙΕ΄ [1] οἱ Βρέττιοι ἑκόντες ὑποταγέντες Ῥωμαίοις τὴν ἡμίσειαν τῆς ὀρεινῆς παρέδωκαν αὐτοῖς, ἣ καλεῖται μὲν Σίλα, μεστὴ δ᾽ ἐστὶν ὕλης εἰς οἰκοδομάς τε καὶ ναυπηγίας καὶ πᾶσαν ἄλλην κατασκευὴν εὐθέτου: πολλὴ μὲν γὰρ ἐλάτη πέφυκεν οὐρανομήκης ἐν αὐτῇ, πολλὴ δὲ αἴγειρος, πολλὴ δὲ πίειρα πεύκη ὀξύη τε καὶ πίτυς καὶ φηγὸς ἀμφιλαφὴς καὶ μελίαι ταῖς διαρρεούσαις λιβάσι πιαινόμεναι, καὶ πᾶσα ἄλλη βαθεῖα συνυφαινομένη τοῖς κλάδοις ὕλη σκιερὸν ἀποτελοῦσα δἰ ὅλης ἡμέρας τὸ ὄρος. [2] ἐξ ἧς ἡ μὲν ἔγγιστα θαλάττης καὶ ποταμῶν φυομένη τμηθεῖσα τὴν ἀπὸ ῥίζης τομὴν ὁλόκληρος ἐπὶ τοὺς λιμένας τοὺς ἔγγιστα κατάγεται, πάσῃ διαρκὴς Ἰταλίᾳ πρός τε τὰ ναυτικὰ καὶ πρὸς τὰς τῶν οἰκιῶν κατασκευάς: ἡ δὲ ἄνω θαλάττης καὶ ποταμῶν πρόσω κορμασθεῖσα κατὰ μέρη κώπας τε παρέχει καὶ κοντοὺς καὶ ὅπλα παντοῖα καὶ σκεύη τὰ κατοικίδια, φοράδην [p.&nbsp;335] ὑπ᾽ ἀνθρώπων κομιζομένη: ἡ δὲ πλείστη καὶ πιοτάτη πιττουργεῖται καὶ παρέχει πασῶν ὧν ἴσμεν ἡμεῖς εὐωδεστάτην τε καὶ γλυκυτάτην τὴν καλουμένην Βρεττίαν πίτταν: ἀφ᾽ ἧς μεγάλας ὁ τῶν Ῥωμαίων δῆμος καθ᾽ ἕκαστον ἐνιαυτὸν ἐκ τῶν μισθώσεων λαμβάνει προσόδους. '''''Ambr.''''' ;ΚΕΦΑΛΑΙΟΝ ΙΣΤ΄ [1] ἐγένετο δευτέρα ἐπανάστασις ἐν τῇ πόλει τῶν Ῥηγίνων ὑπὸ τῆς καταλειφθείσης αὐτόθι Ῥωμαικῆς καὶ συμμαχικῆς φρουρᾶς, καὶ δι᾽ αὐτὴν σφαγαί τε πολλῶν ἀνθρώπων καὶ φυγαί. τούτους τιμωρησόμενος τοὺς ἀποστάντας ἅτερος τῶν ὑπάτων Γάιος Γενύκιος ἐξήγαγε τὴν στρατιάν: γενόμενος δὲ τῆς πόλεως ἐγκρατὴς Ῥηγίνων μὲν τοῖς φυγάσι ἀπέδωκε τὰ ἑαυτῶν ἔχειν, τοὺς δὲ ἐπιθεμένους τῇ πόλει συλλαβὼν δεσμίους εἰς Ῥώμην ἀπήγαγεν: ἐφ᾽ οἷς οὕτως ὠργίσθη καὶ ἠγανάκτησεν ἥ τε βουλὴ καὶ ὁ δῆμος, ὥστε μηδεμίαν γνώμην ἐπιεικῆ γενέσθαι περὶ αὐτῶν, ἀλλὰ πάσαις ταῖς φυλαῖς ἁπάντων τῶν ἐν ταῖς αἰτίαις τὸν ἐπὶ τοῖς κακουργοῖς τεταγμένον ὑπὸ τῶν νόμων καταψηφισθῆναι θάνατον. [2] κυρωθέντος δὲ τοῦ περὶ τῆς τιμωρίας δόγματος πάτταλοί τε κατεπάγησαν ἐν τῇ ἀγορᾷ, καὶ παραγόμενοι κατὰ τριακοσίους ἄνδρας, περιηγμένοι τοὺς ἀγκῶνας ὀπίσω προσεδοῦντο τοῖς παττάλοις γυμνοί: ἔπειτα μάστιξιν αἰκισθέντες ἁπάντων ὁρώντων ἀπεκόπτοντο τῷ πελέκει τοὺς ὑπὸ [p.&nbsp;336] ταῖς κεφαλαῖς νωτιαίους τένοντας: καὶ μετὰ τούτους ἕτεροι τριακόσιοι, καὶ αὖθις ἄλλοι τοσοῦτοι διεφθάρησαν, οἱ σύμπαντες τετρακισχίλιοι καὶ πεντακόσιοι. καὶ οὐδὲ ταφῆς ἔτυχον, ἀλλ᾽ ἑλκυσθέντες ἐκ τῆς ἀγορᾶς εἰς ἀναπεπταμένον τι πρὸ τῆς πόλεως χωρίον ὑπὸ οἰωνῶν καὶ κυνῶν διεφορήθησαν. '''''Ambr.''''' ;ΚΕΦΑΛΑΙΟΝ ΙΖ΄ [1] τὸ ἄπορον πλῆθος, ᾧ καλῶν καὶ δικαίων φροντὶς ἦν οὐδεμία, παρακρουσθὲν ὑπὸ Σαυνίτου τινὸς εἰς τὸ αὐτὸ συνέρχεται. καὶ τὸ μὲν πρῶτον ἐπὶ τοῖς ὄρεσιν ἄγραυλον καὶ κακόπαθον τὸν βίον εἶχεν, ἐπεὶ δὲ πλεῖον ἤδη καὶ ἀξιόμαχον ἐδόκει γεγονέναι, πόλιν ἐχυρὰν καταλαμβάνεται, ὅθεν ὁρμώμενον ἐληίζετο πᾶσαν τὴν κύκλῳ χώραν. [2] ἐπὶ τούτους ἐξήγαγον στρατιὰν οἱ ὕπατοι καὶ οὐ πολλῇ σὺν πραγματείᾳ τὴν πόλιν αἱρησάμενοι τοὺς μὲν αἰτίους τῆς ἀποστάσεως αἰκισάμενοι ῥάβδοις ἀπέκτειναν, τοὺς δὲ λοιποὺς ἐλαφυροπώλησαν. ἔτυχε τῷ πρότερον ἐνιαυτῷ πεπραμένη μετὰ τῶν ἄλλων δορίκτήτων ἡ γῆ, καὶ τὸ πεσὸν ἀπὸ τῆς τιμῆς ἀργύριον διῃρημένον τοῖς πολίταις. '''''Ambr.''''' {{DEFAULTSORT:Ρωμαικη Αρχαιολογια 20}} n7cscg8tyswgkwh9r4p6upup3r2lr6f Ρωμαϊκή Αρχαιολογία/ιθ 0 23489 148519 100235 2022-08-09T14:04:18Z Αντιγόνη 235 wikitext text/x-wiki {{Κεφαλίδα | τίτλος = Λόγος ιθ΄ | συγγραφέας = Διονύσιος ο Αλικαρνασσεύς | μεταφραστής= | ενότητα = [[Ρωμαϊκή Αρχαιολογία|Ῥωμαϊκὴ Ἀρχαιολογία]] | προηγούμενο= [[Ρωμαϊκή Αρχαιολογία/ιη|Λόγος ιη΄]] | επόμενο = [[Ρωμαϊκή Αρχαιολογία/κ|Λόγος κ΄]] | σημειώσεις = Dionysii Halicarnasei Antiquitatum Romanarum quae supersunt, Vol I-IV. Dionysius of Halicarnassus. Karl Jacoby. In Aedibus B.G. Teubneri. Leipzig. 1885. }} ;ΚΕΦΑΛΑΙΟΝ Α΄ [1] ὅτι Κρότων πόλις ἐν Ἰταλίᾳ ἐστὶ καὶ Σύβαρις ἀπὸ τοῦ παραρρέοντος ποταμοῦ οὕτως κληθεῖσα. [2] ὅτε Λακεδαιμόνιοι Μεσήνην ἐπολέμουν καὶ χῆρος ἀνδρῶν ἡ πόλις ἦν, δεομέναις ταῖς γυναιξὶ καὶ μάλιστα ταῖς ἐν ἀκμῇ παρθένοις μὴ περιιδεῖν τὰς μὲν ἀγάμους, τὰς δὲ ἀτέκνους γινομένας ἐπέμποντό τινες ἀεὶ νέοι παραλλὰξ ἀπὸ τοῦ στρατοπέδου τῆς μίξεως τῶν γυναικῶν ἕνεκα καὶ συνῄεσαν, αἷς ἐπιτύχοιεν: ἐκ τούτων γίνονται τῶν ἀδιακρίτων ἐπιμιξιῶν παῖδες, οὓς ἀνδρωθέντας οἱ Λακεδαιμόνιοι προεπηλάκιζον τά τε ἄλλα καὶ Παρθενίας προσηγόρευον. [3] στάσεως δὲ γενομένης ἡττηθέντες οἱ παρθενίαι ἀναχωροῦσιν ἑκόντες ἐκ τῆς πόλεως καὶ πέμψαντες εἰς Δελφοὺς χρησμὸν ἔλαβον πλεῖν εἰς Ἰταλίαν, ἐξευρόντας δὲ χωρίον τῆς [p. 290] Ἰαπυγίας Σατύριον καὶ ποταμὸν Τάραντα, ἔνθ᾽ ἂν ἴδωσι τράγον τῇ θαλάττῃ τέγγοντα τὸ γένειον, ἐκεῖ [4] τοὺς βίους ἱδρύσασθαι. πλεύσαντες δὲ τόν τε ποταμὸν ἐξεῦρον καὶ κατά τινος ἐρινεοῦ πλησίον τῆς θαλάττης πεφυκότος ἄμπελον ἐθεάσαντο κατακεχυμένην, ἐξ ἧς τῶν ἐπιτράγων τις καθειμένος ἥπτετο τῆς θαλάττης. τοῦτον ὑπολαβόντες εἶναι τὸν τράγον, ὃν προεῖπεν αὐτοῖς ὁ θεὸς ὄψεσθαι τέγγοντα τὸ γένειον τῇ θαλάττῃ, αὐτοῦ μένοντες ἐπολέμουν Ἰάπυγας, καὶ ἱδρύονται τὴν ἐπώνυμον τοῦ ποταμοῦ Τάραντος πόλιν. '''''Ambr.''''' ;ΚΕΦΑΛΑΙΟΝ Β΄ [1] Ἀρτιμήδης ὁ Χαλκιδεὺς λόγιον εἶχεν, ἔνθ᾽ ἂν εὕρῃ τὸν ἄρρενα ὑπὸ τῆς θηλείας ὀπυιόμενον, αὐτόθι μένειν καὶ μηκέτι προσωτέρω πλεῖν: πλεύσας δὲ περὶ τὸ Παλλάντιον τῆς Ἰταλίας καὶ ἰδὼν ἄμπελον ... ἄρρενα δὲ τὸν ἐρινεόν, ὀχείαν δὲ τὴν πρόσφυσιν, τέλος ἔχειν τὸν χρησμὸν ὑπέλαβε: καὶ τοὺς κατέχοντας τὸν τόπον βαρβάρους ἐκβαλὼν οἰκεῖ. [2] Ῥήγιον ὁ τόπος καλεῖται, εἴθ᾽ ὅτι σκόπελος ἦν ἀπορρώξ, εἴθ᾽ ὅτι κατὰ τοῦτον ἡ γῆ τὸν τόπον ἐρράγη [p. 291] καὶ διέστησεν ἀπὸ τῆς Ἰταλίας τὴν ἀντικρὺ Σικελίαν, εἴτε ἀπ᾽ ἀνδρὸς δυνάστου ταύτην ἔχοντος τὴν προσηγορίαν. '''''Ambr.''''' ;ΚΕΦΑΛΑΙΟΝ Γ΄ [1] Λευκίππῳ τῷ Λακεδαιμονίῳ πυνθανομένῳ, ὅπου πεπρωμένον αὐτῷ εἴη κατοικεῖν καὶ τοῖς περὶ αὐτόν, ἔχρησεν ὁ θεὸς πλεῖν μὲν εἰς Ἰταλίαν, γῆν δὲ οἰκίζειν, εἰς ἣν ἂν καταχθέντες ἡμέραν καὶ νύκτα μείνωσι: καταχθέντος δὲ τοῦ στόλου περὶ Καλλίπολιν ἐπίνειόν τι τῶν Ταραντίνων ἀγασθεὶς τοῦ χωρίου τὴν φύσιν ὁ Λεύκιππος πείθει Ταραντίνους συγχωρῆσαί σφισιν ἡμέραν αὐτόθι καὶ νύκτα ἐναυλίσασθαι. [2] ὡς δὲ πλείους ἡμέραι διῆλθον, ἀξιούντων αὐτοὺς ἀπιέναι τῶν Ταραντίνων οὐ προσεῖχεν αὐτοῖς τὸν νοῦν ὁ Λεύκιππος, παρ᾽ ἐκείνων εἰληφέναι λέγων τὴν γῆν καθ᾽ ὁμολογίας εἰς ἡμέραν καὶ νύκτα: ἕως δ᾽ ἂν ᾖ τούτων θάτερον, οὐ μεθήσεσθαι τῆς γῆς. μαθόντες δὴ παρακεκρουσμένους ἑαυτοὺς οἱ Ταραντῖνοι συγχωροῦσιν αὐτοῖς μένειν. '''''Ambr.''''' ;ΚΕΦΑΛΑΙΟΝ Δ΄ [1] ἄκραν τῆς Ἰταλίας Ζεφύριον οἱ Λοκροὶ κατοικήσαντες Ζεφύριοι ὠνομάσθησαν. μένειν αὐτὸν ἐγνώκεσαν ἐφ᾽ ᾧ ἦν τόπῳ καὶ τὸν ἐκεῖθεν ῥέοντα πόλεμον ἀνέχειν. εἰς ὕλας καὶ φάραγγας καὶ τραχῶνας ὀρεινοὺς διεσκεδάσθησαν. [p. 292] [2] Ταραντῖνός τις ἀνὴρ Αἰνησίας καὶ περὶ πάσας τὰς ἡδονὰς ἀσελγὴς ἀπὸ τῆς ἀκολάστου καὶ κακῶς δημοσιευθείσης ἐν παισὶν ὥρας ἐπεκαλεῖτο Θάις. τὸ πλῆθος ἀνδρολογήσαντες ἀπῄεσαν. οἱ σπερμολογώτατοι τῶν κατὰ τὴν πόλιν καὶ ἀναγωγότατοι. '''''Ambr.''''' ;ΚΕΦΑΛΑΙΟΝ Ε΄ [1] ὅτι Ποστόμιος πρέσβυς ἐστάλη πρὸς Ταραντίνους: καί τινα αὐτοῦ διεξιόντος λόγον οὐχ ὅπως προσεῖχον αὐτῷ τὴν διάνοιαν ἢ λογισμοὺς ἐλάμβανον οἱ Ταραντῖνοι σωφρόνων ἀνθρώπων καὶ περὶ πόλεως κινδυνευούσης βουλευομένων, ἀλλ᾽ εἴ τι μὴ κατὰ τὸν ἀκριβέστατον τῆς Ἑλληνικῆς διαλέκτου χαρακτῆρα ὑπ᾽ αὐτοῦ λέγοιτο παρατηροῦντες ἐγέλων, καὶ πρὸς τὰς ἀνατάσεις ἐτραχύνοντο καὶ βαρβάρους ἀπεκάλουν καὶ τελευτῶντες ἐξέβαλλον ἐκ τοῦ θεάτρου. [2] ἀπιόντων δ᾽ αὐτῶν εἷς τῶν ἐφεστηκότων ἐν τῇ παρόδῳ Ταραντίνων, Φιλωνίδης ὄνομα, σπερμολόγος ἄνθρωπος, ὃς ἀπὸ τῆς οἰνοφλυγίας, ᾗ παρὰ πάντα τὸν βίον ἐκέχρητο, προσηγορεύετο Κοτύλη, μεστὸς ὢν ἔτι τῆς [p. 293] χθιζῆς μέθης, ὡς ἐγγὺς ἦσαν οἱ πρέσβεις, ἀνασυράμενος τὴν περιβολὴν καὶ σχηματίσας ἑαυτὸν ὡς αἴσχιστον ὀφθῆναι, τὴν οὐδὲ λέγεσθαι πρέπουσαν ἀκαθαρσίαν κατὰ τῆς ἱερᾶς ἐσθῆτος τοῦ πρεσβευτοῦ κατεσκέδασε. [3] γέλωτος δὲ καταρραγέντος ἐξ ὅλου τοῦ θεάτρου καὶ συγκροτούντων τὰς χεῖρας τῶν ἀγερωχοτάτων ἐμβλέψας εἰς τὸν Φιλωνίδην ὁ Ποστόμιος εἶπεν: δεξόμεθα τὸν οἰωνόν, ὦ σπερμολόγε ἄνθρωπε, ὅτι καὶ τὰ μὴ αἰτούμενα δίδοτε ἡμῖν. ἔπειτα εἰς τὸν ὄχλον ἐπιστραφεὶς καὶ τὴν ὑβρισμένην ἐσθῆτα δεικνύς, ὡς ἔμαθεν ἔτι πλείονα γινόμενον ἐξ ἁπάντων τὸν γέλωτα καὶ φωνὰς ἤκουσεν ἐνίων ἐπιχαιρόντων καὶ τὴν ὕβριν ἐπαινούντων: [4] γελᾶτε, ἔφησεν, ἕως ἔξεστιν ὑμῖν, ἄνδρες Ταραντῖνοι, γελᾶτε: πολὺν γὰρ τὸν μετὰ ταῦτα χρόνον κλαύσετε. ἐκπικρανθέντων δέ τινων πρὸς τὴν ἀπειλήν: καὶ ἵνα γε μᾶλλον, ἔφησεν, ἀγανακτήσητε, καὶ τοῦθ᾽ ὑμῖν λέγομεν, ὅτι πολλῷ τὴν ἐσθῆτα ταύτην αἵματι ἐκπλυνεῖτε. [5] ταῦτα οἱ τῶν Ῥωμαίων πρέσβεις ὑβρισθέντες ὑπὸ τῶν Ταραντίνων ἰδίᾳ τε καὶ δημοσίᾳ καὶ ταύτας τὰς φωνὰς ἐπιθεσπίσαντες ἀπέπλευσαν ἐκ τῆς πόλεως. '''''Ursin.''''' ;ΚΕΦΑΛΑΙΟΝ ΣΤ΄ [1] ἄρτι δ᾽ Αἰμιλίου Βαρβόλα ἐπίκλησιν τὴν ἀρχὴν παρειληφότος παρῆσαν οἱ σὺν τῷ Ποστομίῳ [p. 294] πεμφθέντες εἰς τὸν Τάραντα πρές2βεις, ἀπόκρισιν μὲν οὐδεμίαν φέροντες, τὰς δὲ ὕβρεις ἃς ἦσαν ὑβρισμένοι πρὸς αὐτῶν διεξιόντες, καὶ τὴν ἐσθῆτα τοῦ Ποστομίου πίστιν τῶν λόγων παρεχόμενοι. ἀγανακτήσεως δὲ μεγάλης ἐξ ἁπάντων γενομένης συναγαγόντες τὴν βουλὴν οἱ περὶ τὸν Αἰμίλιον ὕπατοι τί χρὴ πράττειν ἐσκόπουν, ἕωθεν ἀρξάμενοι μέχρι δύσεως ἡλίου: καὶ τοῦτ᾽ ἐποίησαν ἐφ᾽ ἡμέρας συχνάς. [2] ἦν δ᾽ ἡ ζήτησις οὐχ ὑπὲρ τοῦ λελύσθαι τὰς περὶ τῆς εἰρήνης ὁμολογίας ὑπὸ τῶν Ταραντίνων, — τοῦτο γὰρ ἅπαντες ὡμολόγουν — ἀλλ᾽ ὑπὲρ τοῦ χρόνου τῆς ἀποσταλησομένης ἐπ᾽ αὐτοὺς στρατιᾶς. ἦσαν γάρ τινες οἱ παραινοῦντες μήπω τοῦτον ἀναλαμβάνειν τὸν πόλεμον, ἕως Λευκανοί τ᾽ ἀφεστήκασι καὶ Βρέττιοι καὶ τῶν Σαυνιτῶν πολὺ καὶ φιλοπόλεμον ἔθνος, καὶ Τυρρηνία παρ᾽ αὐταῖς οὖσα ταῖς θύραις ἔτι ἀχείρωτος ἦν, ἀλλ᾽ ὅταν ὑποχείρια γένηται τάδε τὰ ἔθνη, μάλιστα μὲν ἅπαντα, εἰ δὲ μή γε, τὰ πρὸς ἀνατολὰς καὶ πλησίον τοῦ Τάραντος κείμενα. [3] τοῖς δὲ τἀναντία τούτοις ἐφαίνετο συμφέρειν μηδὲ τὸν ἐλάχιστον χρόνον ἀναμένειν, ἀλλ᾽ ἐπιψηφίζειν τὸν πόλεμον ἤδη. καὶ ἐπεὶ τὰς γνώμας ἔδει διαριθμεῖσθαι, πλείους ἐφάνησαν οὗτοι τῶν ἀναβάλλεσθαι τὸν πόλεμον εἰς ἑτέρους καιροὺς παραινούντων: καὶ ὁ δῆμος ἐπεκύρωσε τὰ δόξαντα τῇ βουλῇ ζήτει ἐν τῷ περὶ στρατηγημάτων. '''''Ursin.''''' [p. 295] ;ΚΕΦΑΛΑΙΟΝ Ζ΄ [1] ... φύσιν ἔχουσι τοῖς μὲν διασῶσαι τὰ ἑαυτῶν ἀγαθὰ βουλομένοις οἱ περὶ τὸν αὐτὸν ἀναστρεφόμενοι τόπον οἰωνοὶ σχολαιοτέρᾳ τῇ πτήσει πρὸς ἀγαθοῦ εἶναι συμβόλου, τοῖς δὲ τῶν ἀλλοτρίων ἐφιεμένοις οἱ τὴν ἐπίτομον καὶ ταχεῖαν ὀρμὴν ἔχοντες εἰς τὰ πρόσω: οὗτοι μὲν γὰρ πορισταί τε καὶ θηρευταὶ τῶν οὐχ ὑπαρχόντων εἰσίν, ἐκεῖνοι δὲ ἐπίσκοποι καὶ φύλακες τῶν παρόντων. '''''Ambr.''''' [2] ἅπασαν τὴν πολεμίαν διεξῄει ἀρούρας τε ἀκμαῖον ἤδη τὸ σιτικὸν θέρος ἐχούσας πυρὶ διδοὺς καὶ δένδρα καρποφόρα κείρων. παραπλήσιόν τι πάσχουσιν αἱ δημοκρατούμεναι πόλεις τοῖς πελάγεσιν: ἐκεῖνά τε γὰρ ὑπὸ τῶν ἀνέμων ταράττεται φύσιν ἔχοντα ἠρεμεῖν, αὗταί τε ὑπὸ τῶν δημαγωγῶν κυκῶνται μηδὲν ἐν ἑαυταῖς ἔχουσαι κακόν. '''''Ambr.''''' ;ΚΕΦΑΛΑΙΟΝ Η΄ [1] τῶν Ταραντίνων βουλομένων ἐκ τῆς Ἠπείρου Πύρρον μετακαλεῖν ἐπὶ τὸν κατὰ Ῥωμαίων πόλεμον καὶ τοὺς κωλύοντας ἐξελαυνόντων Μέτων τις καὶ αὐτὸς Ταραντῖνος, ἵνα τύχοι προσοχῆς καὶ διδάξειεν αὐτούς, ὅσα μετὰ τῆς βασιλικῆς ἐξουσίας εἰς πόλιν ἐλευθέραν καὶ τρυφῶσαν εἰσελεύσεται, συγκαθημένου τοῦ πλήθους παρῆν εἰς τὸ θέατρον [p. 296] ἐστεφανωμένος ὥσπερ ἐκ συμποσίου, παιδίσκην περιειληφὼς αὐλητρίδα κωμαστικὰ μέλη προσαυλοῦσαν. [2] διαλυθείσης δὲ τῆς ἁπάντων σπουδῆς εἰς γέλωτα, καὶ τῶν μὲν ᾄδειν αὐτὸν κελευόντων, τῶν δὲ ὀρχεῖσθαι περιβλέψας κύκλῳ καὶ τῇ χειρὶ διασημήνας ἡσυχίαν αὐτῷ παρασχεῖν, ἐπειδὴ κατέστειλε τὸν θόρυβον: ἄνδρες, ἔφη, πολῖται, τούτων, ὧν ἐμὲ ποιοῦντα ὁρᾶτε νῦν, οὐδὲν ὑμῖν ἐξέσται ποιεῖν, ἐὰν βασιλέα καὶ φρουρὰν εἰς τὴν πόλιν εἰσελθεῖν ἐάσητε. [3] ὡς δὲ κινουμένους καὶ προσέχοντας εἶδε πολλοὺς καὶ κελεύοντας λέγειν, σώζων ἔτι τὸ προσποίημα τῆς κραιπάλης τὰ συμβησόμενα αὐτοῖς ἠριθμεῖτο κακά: ἔτι δὲ αὐτοῦ λέγοντος οἱ τῶν κακῶν αἴτιοι συλλαβόντες αὐτὸν κατὰ κεφαλῆς ἐξωθοῦσιν ἐκ τοῦ θεάτρου. '''''Ambr.''''' ;ΚΕΦΑΛΑΙΟΝ Θ΄ [1] βασιλεὺς Ἠπειρωτῶν Πύρρος, βασιλέως Αἰακίδου, Ποπλίῳ Οὐαλερίῳ τῷ Ῥωμαίων ὑπάτῳ χαίρειν. πεπύσθαι μὲν εἰκός σε παρ᾽ ἑτέρων, ὅτι πάρειμι μετὰ τῆς δυνάμεως Ταραντίνοις τε καὶ τοῖς ἄλλοις Ἰταλιώταις ἐπικαλεσαμένοις βοηθήσων: καὶ μηδὲ ταῦτα ἀγνοεῖν, τίνων τε ἀνδρῶν ἀπόγονός εἰμι καὶ τίνας αὐτὸς ἀποδέδειγμαι πράξεις καὶ πόσην δύναμιν ἐπάγομαι καὶ ὡς τὰ πολέμια ἀγαθήν. [2] οἰόμενος δή σε τούτων ἕκαστον ἐπιλογιζόμενον μὴ περιμένειν, ἕως ἔργῳ καὶ πείρᾳ μάθῃς τὴν κατὰ τοὺς ἀγῶνας [p. 297] ἡμῶν ἀρετήν, ἀλλ᾽ ἀποστάντα τῶν ὅπλων χωρεῖν ἐπὶ τοὺς λόγους, συμβουλεύω τε σοι, περὶ ὧν ὁ Ῥωμαίων δῆμος διαφέρεται πρὸς Ταραντίνους ἢ Λευκανοὺς ἢ Σαυνίτας ἐμοὶ τὴν διάγνωσιν ἐπιτρέπειν — διαιτήσω γὰρ ἀπὸ παντὸς τοῦ δικαίου τὰ διάφορα — καὶ παρέξω τοὺς ἐμαυτοῦ φίλους ἁπάσας τὰς βλάβας ἀποτίνοντας, [3] ἃς ἂν αὐτῶν ἐγὼ καταγνῶ. ὀρθῶς δὲ ποιήσετε καὶ ὑμεῖς βεβαιωτὰς παρασχόντες ὑπὲρ ὧν ἂν ἐκείνων τινὲς ἐπικαλῶσιν, ὅτι τὰ κριθέντα ὑπ᾽ ἐμοῦ φυλάξετε κύρια. ταῦτα ποιοῦσι μὲν ὑμῖν εἰρήνην ἐπαγγέλλομαι παρέξειν καὶ φίλος ἔσεσθαι καὶ ἐφ᾽ οὓς ἄν με παρακαλῆτε πολέμους προθύμως βοηθήσειν, [4] μὴ ποιοῦσι δ᾽ οὐκ ἂν ἐπιτρέψαιμι χώραν συμμάχων ἀνσδρῶν ἐξερημοῦν καὶ πόλεις Ἑλληνίδας ἀναρπάζειν καὶ σώματα ἐλεύθερα λαφυροπωλεῖν, ἀλλὰ κωλύσω τοῖς ὅπλοις, ἵνα παύσησθε ἤδη ποτὲ ἄγοντες καὶ φέροντες ὅλην Ἰταλίαν καὶ πᾶσιν ἀνθρώποις ὡς δούλοις ἐντρυφῶντες. ἐκδέξομαι δὲ τὰς σὰς ἀποκρίσεις μέχρι δεκάτης ἡμέρας: περαιτέρω γὰρ οὐκ ἂν ἔτι δυναίμην. '''''Ambr.''''' ;ΚΕΦΑΛΑΙΟΝ Ι΄ [1] πρὸς ταῦτα ὁ Ῥωμαίων ὕπατος ἀντιγράφει τήν τε αὐθάδειαν τοῦ ἀνδρὸς ἐπιρραπίζων καὶ τὸ φρόνημα τῆς Ῥωμαίων πόλεως ἐνδεικνύμενος: Πόπλιος Οὐαλέριος Λαβίνιος, στρατηγὸς ὕπατος Ῥωμαίων, [2] βασιλεῖ Πύρρῳ χαίρειν. ἀνδρὸς ἔργον εἶναί [p. 298] μοι δοκεῖ σώφρονος ἀπειλητικὰς πέμπειν ἐπιστολὰς πρὸς τοὺς ὑπηκόους: ὧν δ᾽ οὔτε τὴν δύναμιν ἐξήτακεν οὔτε τὰς ἀρετὰς ἐπέγνωκε, τούτων ὡς φαύλων καὶ μηδενὸς ἀξίων καταφρονεῖν, ἀνοήτου μοι φαίνεται τρόπου τεκμήριον εἶναι καὶ τὸ διάφορον οὐκ ἐπισταμένου. [3] ἡμεῖς δὲ οὐ τοῖς λόγοις τιμωρεῖσθαι τοὺς ἐχθροὺς εἰώθαμεν, ἀλλὰ τοῖς ἔργοις, καὶ οὔτε δικαστὴν ποιούμεθά σε περὶ ὧν Ταραντίνοις ἢ Σαυνίταις ἢ τοῖς ἄλλοις πολεμίοις ἐγκαλοῦμεν οὔτ᾽ ἐγγυητὴν λαμβάνομεν ἐκτίσματος οὐδενός, ἀλλὰ τοῖς ἡμῶν αὐτῶν ὅπλοις τὸν ἀγῶνα κρινοῦμεν καὶ τὰς τιμωρίας, ὡς ἂν αὐτοὶ θέλωμεν, ἀναπράξομεν. ταῦτα δὴ προειδὼς ἀνταγωνιστὴν ἡμῖν παρασκεύαζε σαυτόν, ἀλλὰ [4] μὴ δικαστήν. καὶ περὶ ὧν ἡμᾶς αὐτὸς ἀδικεῖς οὕστινας ἐγγυητὰς ἐκτισμάτων παρέξεις σκόπει: μὴ Ταραντίνους ἀναδέχου μηδὲ τοὺς πολεμίους τὰ δίκαια ὑφέξειν. εἰ δ᾽ ἐκ παντὸς τρόπου πόλεμον αἴρεσθαι πρὸς ἡμᾶς διέγνωκας, ἴσθι σοι ταὐτὸ συμβησόμενον, ὃ πᾶσι συμβαίνειν ἀνάγκη τοῖς μάχεσθαι βουλομένοις, [5] πρὶν ἐξετάσαι πρὸς οὓς ποιήσονται τὴν μάχην. ταῦτα ἐνθυμούμενος, εἴ τινος δέῃ τῶν ἡμετέρων, ἀποθέμενος τὰς ἀπειλὰς καὶ τὸ βασιλικὸν αὔχημα καταβαλὼν ἴθι πρὸς τὴν βουλὴν καὶ δίδασκε καὶ πεῖθε τοὺς συνέδρους, ὡς οὐδενὸς ἀτυχήσων οὔτε τῶν δικαίων οὔτε τῶν εὐγνωμόνων. '''''Ambr.''''' ;ΚΕΦΑΛΑΙΟΝ ΙΑ΄ [1] Λαβίνιος ὁ Ῥωμαίων ὕπατος κατάσκοπον τοῦ Πύρρου συλλαβὼν καθοπλίσας τὴν στρατιὰν [p. 299] πᾶσαν καὶ εἰς τάξιν καταστήσας, ὡς ἐπέδειξε τῷ κατασκόπῳ, φράζειν ἐκέλευσε πρὸς τὸν ἀποστείλαντα πᾶσαν τὴν ἀλήθειαν, καὶ πρὸς οἷς ἐθεάσατο λέγειν, ὅτι Λαβίνιος ὁ Ῥωμαίων ὕπατος αὐτὸν παρακαλεῖ μὴ λάθρα πέμπειν ἑτέρους ἔτι τοὺς κατασκεψομένους, ἀλλ᾽ αὐτὸν ἐλθόντα φανερῶς ἰδεῖν τε καὶ μαθεῖν τὴν Ῥωμαίων δύναμιν. '''''Ambr.''''' ;ΚΕΦΑΛΑΙΟΝ ΙΒ΄ [1] ἀνήρ τις Ὀβλάκος ὄνομα, Οὐλσίνιος ἐπίκλησιν, τοῦ Φερεντανῶν ἔθνους ἡγεμών, ὁρῶν τὸν Πύρρον οὐ μίαν ἔχοντα στάσιν, ἀλλὰ πᾶσι τοῖς μαχομένοις ὀξέως ἐπιφαινόμενον, προσεῖχεν ἐκείνῳ μόνῳ τὸν νοῦν, καὶ ὅποι παριππεύοι τὸν ἴδιον ἀντιπαρῆγεν ἵππον: [2] καί τις ἰδὼν αὐτὸν τῶν μετὰ τοῦ βασιλέως, Λεοννᾶτος Λεοφάντου Μακεδών, ὑποπτεύει τε καὶ δείξας τῷ Πύρρῳ λέγει: τοῦτον τὸν ἄνδρα φυλάττου, βασιλεῦ: πολεμιστὴς γὰρ ἄκρος ταὶ οὐκ ἐφ᾽ ἑνὸς ἑστηκὼς τόπου μάχεται, σὲ δὲ παρατηρεῖ καὶ τέτακεν ἐπὶ [3] σοὶ τὸν νοῦν. τοῦ δὲ βασιλέως λέγοντος: τί δ᾽ ἄν με δράσειεν εἷς ὢν τοσούτους ἔχοντα περὶ ἐμαυτόν; καί τι καὶ νεανιευομένου περὶ τῆς ἑαυτοῦ ῥώμης, ὡς εἰ καὶ συνέλθοι πρὸς ἕνα μόνος οὐκ ἄπεισιν ὀπίσω χαίρων, λαβὼν ὃν ἀνέμενε καιρὸν ὁ Φερεντανὸς Ὀβλάκος ἐλαύνει σὺν τοῖς περὶ αὐτὸν εἰς μέσην τὴν βασιλικὴν ἴλην: διακόψας δὲ τὸ στίφος τῶν πέριξ ἱππέων ἐπ᾽ αὐτὸν ἐφέρετο τὸν βασιλέα, διαλαβὼν ἀμφοτέραις [p. 300] [4] ταῖς χερσὶ τὸ δόρυ: κατὰ τὸν αὐτὸν δὲ χρόνον ὁ μὲν Λεοννᾶτος, ὁ προειπὼν τῷ Πύρρῳ φυλάττεσθαι τὸν ἄνδρα, μικρὸν ἐκνεύσας εἰς τὰ πλάγια τὸν ἵππον αὐτοῦ παίει τῷ ξυστῷ διὰ τῆς λαγόνος, ὁ δὲ Φερεντανὸς ἤδη καταφερόμενος τὸν τοῦ βασιλέως διὰ τοῦ στήθους ἐλαύνει, καὶ συγκαταπίπτουσι τοῖς ἵπποις ἀμφότεροι. [5] τὸν μὲν οὖν βασιλέα τῶν σωματοφυλάκων ὁ πιστότατος ἐπὶ τὸν ἴδιον ἵππον ἀναβιβάσας ἐξελαύνει, τὸν δὲ Ὀβλάκον μέχρι πολλοῦ διαγωνισάμενον, ἔπειτα ὑπὸ πλήθους τῶν τραυμάτων καταπονηθέντα, τῶν ἑταίρων τινὲς ἀράμενοι μεγάλου περὶ [6] τὸν νεκρὸν ἀγῶνος γενομένου διακομίζουσιν. ἐκ τότε δὲ ὁ βασιλεύς, ἵνα μὴ διάσημος εἴη τοῖς πολεμίοις, τὴν μὲν ἰδίαν χλαμύδα, ἣν ἐν ταῖς μάχαις εἰώθει φορεῖν, ἁλουργῆ τε οὖσαν καὶ χρυσόπαστον, καὶ τὸν ὁπλισμὸν πολυτελέστερον ὄντα τῶν ἄλλων τῆς τε ὕλης ἕνεκα καὶ τῆς τέχνης, τὸν πιστότατον τῶν ἑταίρων καὶ κατὰ τοὺς ἀγῶνας ἀνδρειότατον Μεγακλῆν ἐκέλευσεν ἐνδῦναι, τὴν δὲ φαιὰν ἐκείνου χλαμύδα καὶ τὸν θώρακα καὶ τὴν ἐπὶ τῇ κεφαλῇ καυσίαν αὐτὸς ἔλαβεν: ὅπερ αἴτιον αὐτῷ τῆς σωτηρίας ἔδοξε γενέσθαι. '''''Ambr.''''' ;ΚΕΦΑΛΑΙΟΝ ΙΓ΄ [1] ὅτι Πύρρου τοῦ Ἠπειρωτῶν βασιλέως ἐπὶ τὴν Ῥώμην στρατιὰν ἐξαγαγόντος ἐβουλεύσαντο πρεσβευτὰς ἀποστεῖλαι τοὺς ἀξιώσοντας Πύρρον ἀπολυτρῶσαι σφίσι τοὺς αἰχμαλώτους εἴτ᾽ ἀντιδιαλλαξάμενον [p. 301] ἑτέρων σωμάτων εἴτ᾽ ἀργύριον κατ᾽ ἄνδρα ὁρίσαντα, καὶ ἀποδεικνύουσι πρέσβεις Γάιον Φαβρίκιον, ὃς ἐνιαυτῷ τρίτῳ πρότερον ὑπατεύων Σαυνίτας καὶ Λευκανοὺς καὶ Βρεττίους ἐνίκησε μεγάλαις μάχαις καὶ τὴν Θουρίων πολιορκίαν ἔλυσε, καὶ Κόιντον Αἰμίλιον τὸν συνάρξαντα τῷ Φαβρικίῳ καὶ τὴν ἡγεμονίαν τοῦ Τυρρηνικοῦ πολέμου σχόντα, καὶ Πόπλιον Κορνήλιον, ὃς ἐνιαυτῷ τετάρτῳ πρότερον ὑπατεύων Κελτῶν ἔθνος ὅλον, τοὺς καλουμένους Σένωνας ἐχθίστους Ῥωμαίων ὄντας, πολεμῶν ἅπαντας ἡβηδὸν κατέσφαξεν. [2] οὗτοι πρὸς Πύρρον ἀφικόμενοι καὶ διαλεχθέντες, ὅσα τῇ τοιαύτῃ χρείᾳ πρόσφορα ἦν, ὡς ἀτέκμαρτον πρᾶγμα τύχη καὶ ταχεῖαι τῶν πολέμων αἱ τροπαὶ καὶ τῶν συμβησομένων οὐδὲν ἀνθρώποις προειδέναι ῥᾴδιον, ἐπ᾽ ἐκείνῳ τὴν προαίρεσιν ἐποίουν, εἴτ᾽ ἀργύριον ἀντὶ τῶν αἰχμαλώτων ἐβούλετο λαβεῖν εἴτε ἑτέρους αἰχμαλώτους. [3] Πύρρος δὲ μετὰ τῶν φίλων βουλευσάμενος ἀποκρίνεται τάδε αὐτοῖς: σχέτλιόν τι πρᾶγμα ποιεῖτε, ὦ ἄνδρες Ῥωμαῖοι, φιλίαν μὲν οὐ βουλόμενοι συνάψαι πρὸς ἐμέ, τοὺς δὲ ἁλόντας κατὰ πόλεμον ἀξιοῦντες ἀπολαβεῖν, ἵνα τοῖς αὐτοῖς τούτοις σώμασιν εἰς τὸν κατ᾽ ἐμοῦ πόλεμον ἔχητε χρῆσθαι. [4] ἀλλ᾽ εἰ τὰ κράτιστα βουλεύεσθε πράττειν καὶ τὸ κοινῇ συμφέρον ἀμφοτέροις ἡμῖν σκοπεῖτε, σπεισάμενοι τὸν πόλεμον τὸν πρὸς ἐμὲ καὶ τοὺς ἐμοὺς [p. 302] συμμάχους ἀπολάβετε τοὺς ἰδίους προῖκα παρ᾽ ἐμοῦ πολίτας τε καὶ συμμάχους ἅπαντας: ἄλλως δ᾽ οὐκ ἂν ὑπομείναιμι πολλοὺς καὶ ἀγαθοὺς ὑμῖν προέσθαι. '''''Ursin.''''' ;ΚΕΦΑΛΑΙΟΝ ΙΔ΄ [1] ταῦτα μὲν τῶν τριῶν πρεσβευτῶν παρόντων ἔλεξεν, ἰδίᾳ δὲ τὸν Φαβρίκιον ἀπολαβών: ἐγὼ σέ, φησίν, ὦ Φαβρίκιε, πυνθάνομαι κράτιστον ἐν ἡγεμονίαις πολέμων εἶναι κἀν τῷ βίῳ δίκαιον καὶ σώφρονα καὶ τὰς ἄλλας ἁπάσας ἔχοντα ἀρετάς, χρημάτων δ᾽ ἄπορον καὶ καθ᾽ ἓν τὸ μέρος τοῦτο ἐλασσούμενον ὑπὸ τῆς τύχης, ὥστε μηδὲν ἄμεινον τῶν πενεστάτων βουλευτῶν ἐν τοῖς κατὰ τὸν βίον διατελεῖν. [2] τοῦτο δὴ τὸ μέρος ἐκπληρῶσαι προθυμούμενος ἕτοιμός εἰμι διδόναι σοὶ πλῆθος ἀργυρίου καὶ χρυσίου τοσοῦτον, ὅσον κτησάμενος ἅπαντας ὑπερβαλεῖς πλούτῳ τοὺς μάλιστα δοκοῦντας Ῥωμαίων εὐπορεῖν: καλὸν νομίσας ἀνάλωμα καὶ πρέπον ἡγεμόνι τοὺς ἀγαθοὺς ἄνδρας ἀναξίως τῆς ἀρετῆς διὰ πενίαν πράττοντας εὐεργετεῖν καὶ βασιλικοῦ πλούτου τοῦτ᾽ ἀνάθημα καὶ κατασκεύασμα λαμπρότατον. [3] μαθὼν δὲ τὴν ἐμὴν προαίρεσιν, Φαβρίκιε, καὶ πᾶσαν ἀποθέμενος αἰδῶ μέτεχε τῶν παρ᾽ ἡμῖν ὑπαρχόντων ἀγαθῶν, ὡς ἐμοῦ μέλλοντος εἴσεσθαι καὶ μεγάλην σοι χάριν, καὶ μὰ Δί᾽ οὐκ ἐλάττω ... καὶ ξένων τοὺς τιμιωτάτους εἶναι [p. 303] νόμιζε. ἐμοὶ δ᾽ ἀντὶ τούτων μήτ᾽ ἄδικον μήτ᾽ αἰσχρὰν πρᾶξιν ὑπηρετήσῃς μηδεμίαν, ἀλλ᾽ ἐξ ὧν αὐτὸς κρείττων ἔσῃ καὶ τιμιώτερος ἐν τῇ σεαυτοῦ πατρίδι. [4] καὶ πρῶτον μὲν ἐπὶ τὰς διαλλαγάς, ὅση δύναμις ἐν σοί, παρόρμησον τὴν ἄχρι τοῦδε δύσεριν καὶ οὐδὲν τῶν μετρίων φρονοῦσαν βουλήν, διδάσκων, ὡς οὐκ ἐπὶ κακῷ τῆς πόλεως ὑμῶν ἀφῖγμαι Ταραντίνοις καὶ τοῖς ἄλλοις Ἰταλιώταις ὑποσχόμενος βοηθήσειν, οὓς οὔτε ὅσιον οὔτ᾽ εὔσχημόν ἐστί μοι παρόντι μετὰ δυνάμεως καὶ τὴν πρώτην νενικηκότι μάχην ἐγκαταλιπεῖν. καὶ πάνυ πολλὰ καὶ ἀναγκαῖα πράγματα κατὰ τοῦτον γενόμενα τὸν καιρὸν ἐπὶ τὴν ἰδίαν με ἀρχὴν μετακαλεῖ. [5] πίστεις τε ὑπέχομαι πάσας, ὁπόσαι βεβαιοῦσιν ἀνθρώπων ὁμολογίας, καὶ μόνῳ καὶ μετὰ τῶν ἄλλων πρεσβευτῶν περὶ τῆς οἴκαδε ἀνακομιδῆς % εἶναι Ῥωμαῖοι ποιήσαιντο φίλοι, ἵνα θαρρῶν πρὸς τοὺς σεαυτοῦ πολίτας λέγῃς, εἰ δή τισι τὸ τῆς βασιλείας ὄνομα ὕποπτόν ἐστιν ὡς ἀπατηλὸν ἐν ὁμολογίαις, ἐξ ὧν ἕτεροί τινες ἐν ὅρκοις καὶ σπονδαῖς παρανομεῖν ἔδοξαν ὅμοια καὶ περὶ ἐμοῦ τεκμαιρομένοις. [6] γενομένης δὲ τῆς [p. 304] εἰρήνης ἴθι μετ᾽ ἐμοῦ σύμβουλός τε ἁπάντων ἐσόμενος ἐμοὶ καὶ ὑποστράτηγος καὶ τῆς βασιλικῆς εὐτυχίας μέτοχος. ἐμοί τε γὰρ ἀνδρὸς ἀγαθοῦ καὶ πιστοῦ φίλου δεῖ, σοί τε χορηγίας βασιλικῆς καὶ πραγμάτων βασιλικῶν: ἐὰν δὴ συνενέγκωμεν ταῦτ᾽ εἰς τὸ κοινόν, τὰ μέγιστα τῶν ἀγαθῶν παρ᾽ ἀλλήλων ἀποισόμεθα. '''''Ursin.''''' ;ΚΕΦΑΛΑΙΟΝ ΙΕ΄ [1] παυσαμένου δ᾽ αὐτοῦ μικρὸν ἐπισχὼν ὁ Φαβρίκιος εἶπε: περὶ μὲν τῆς ἀρετῆς, ἥτις ἐστὶ περὶ ἡμᾶς ἢ κατὰ τὰς κοινὰς πράξεις ἢ κατὰ τὸν ἴδιον βίον, οὐδὲν ἐμὲ δεῖ ἐπ᾽ ἐμαυτοῦ λέγειν, ἐπειδὴ πέπυσαι παρ᾽ ἑτέρων: οὐδέ γε περὶ τῆς πενίας, ὅτι μοι γήδιον μικρόν ἐστι κομιδῆ καὶ φαῦλον οἰκίδιον καὶ οὔτ᾽ ἀπὸ δανεισμάτων οὔτ᾽ ἀπ᾽ ἀνδραπόδων ὁ βίος: φαίνῃ γὰρ καὶ τούτων ἀκριβῶς ἀκηκοέναι παρ᾽ [2] ἑτέρων. περὶ δὲ τοῦ κάκιόν με Ῥωμαίων τινὸς πράττειν δι᾽ ἀπορίαν καὶ μηδὲν εἶναί μοι πλέον ἀσκοῦντι καλοκαγαθίαν, ὅτι τῶν πλουσίων οὐκ εἰμί, κακῶς ὑπείληφας, εἴτ᾽ ἀκούσας τινὸς εἴτ᾽ αὐτὸς εἰκάζων. ἐμοὶ γὰρ οὐδεμία πώποτε κακοδαιμονίας αἴσθησις παρὰ τὸ μὴ πολλὰ κεκτῆσθαι γέγονεν οὐδ᾽ ἔστιν, οὐδ᾽ ὠδυράμην τὴν ἐμαυτοῦ τύχην οὔτ᾽ ἐν τοῖς κοινοῖς πράγμασιν οὔτ᾽ ἐν τοῖς ἰδίοις. [3] τί γὰρ καὶ παθὼν ἐγκαλοίην ἂν αὐτῇ; πότερον, ὅτι μοι τῶν καλῶν καὶ περιμαχήτων, ἐφ᾽ οἷς ἅπασα φύσις ἐσπούδακεν εὐγενής, οὐδενὸς ἐξεγένετο παρὰ τῆς πατρίδος μεταλαβεῖν διὰ πενίαν; ὃς ἄρχω τε τὰς μεγίστας [p. 305] ἀρχὰς καὶ πρεσβεύω τὰς ἐπιφανεστάτας πρεσβείας καὶ σεβασμοὺς ἱερῶν πιστεύομαι τοὺς ἁγιωτάτους καὶ γνώμην ἀγορεύειν ἀξιούμενος περὶ τῶν ἀναγκαιοτάτων καλοῦμαι ἐν ᾧ προσήκει με τόπῳ, ἐπαινοῦμαί τε καὶ ζηλοῦμαι καὶ οὐδενὸς δεύτερός εἰμι τῶν μέγιστα δυναμένων καὶ παράδειγμα τοῖς ἄλλοις εἶναι δοκῶ καλοκαγαθίας, οὐδὲν ἐκ τῆς ἐμῆς οὐσίας εἰς ταῦτα δαπανῶν, [4] ὥσπερ οὐδὲ τῶν ἄλλων οὐδείς. οὐ γὰρ ἐνοχλεῖ τοῖς ἑκάστου βίοις ἡ πόλις ἡ Ῥωμαίων ὥσπερ τινὲς ἕτεραι, ἐν αἷς ὁ κοινὸς μὲν πλοῦτος ὀλίγος ἐστίν, ὁ δὲ τῶν ἰδιωτῶν πολύς, ἀλλ᾽ αὐτὴ παρέχει τοῖς πρὸς τὰ κοινὰ προσιοῦσιν ἅπαντα, ὅσων δέονται, λαμπρὰς καὶ μεγαλοπρεπεῖς ὑποτιθεῖσα χορηγίας: ὥστε μηδὲν ἀτιμότερον εἶναι τὸν πενέστατον τοῦ πλουσιωτάτου κατὰ τὴν ἐπαξίωσιν τῶν καλῶν, ἀλλὰ πάντας εἶναι Ῥωμαίους, ὅσοι ἂν ὦσι διὰ καλοκαγαθίαν τούτων ἄξιοι τῶν τιμῶν, ἀλλήλοις ἴσους. [5] ὁπότε δὲ πενόμενος οὐδὲν παρὰ τοῦτ᾽ ἔλαττον ἔχω τῶν πολλὰ κεκτημένων, τί παθὼν ἂν κατηγόρησα τῆς τύχης, ὅτι οὐχ ὑμῖν ὅμοιον ἐμὲ ἐποίησε τοῖς βασιλεῦσιν, οἷς ὁ πολὺς θησαυρίζεται χρυσός; ἀλλὰ μὴν ἔν γε τοῖς ἰδίοις τοσοῦτον ἀπέχω κακοδαιμονίας, ὥστ᾽ ἐν ὀλίγοις πάνυ τῶν [p. 306] μακαρίων ἐμαυτὸν εἶναι δοκῶ παρὰ τοὺς πλουσίους ἐξετάζων, καὶ ἐπὶ τούτῳ μέγιστον φρονῶ, ἐπειδὴ τὰ μὲν ἀναγκαῖα τὸ λυπρὸν ἀπόχρη μοι γήδιον φιλεργοῦντι καὶ ταμιευομένῳ παρέχειν, [6] τὰ δ᾽ ἔξω τῶν ἀναγκαίων οὐ βιάζεται ζητεῖν ἡ φύσις, ἀλλὰ καὶ τροφὴ πᾶσα ἡδεῖά μοι, ἣν ἂν ὁ λιμὸς σκευάσῃ, καὶ ποτὸν ἅπαν γλυκύ, ὅταν ἡ δίψα πορίσῃ, καὶ ὕπνος μαλθακός, ὅταν ἡγήσηται κόπος, ἐσθής τε ἡ παρέχουσα μὴ ῥιγοῦν αὐταρκεστάτη, καὶ σκεῦος ὅ τι ἂν εὐτελέστατον τῶν δυναμένων τὰς αὐτὰς παρέχειν χρείας οἰκειότατον. [7] ὥστ᾽ οὐδὲ κατὰ τοῦτο δίκαιος εἴην ἂν τῆς τύχης κατηγορεῖν, ἥ μοι τοσαύτην παρέσχεν οὐσίαν, ὅσην ἡ φύσις ἐβούλετο ἔχειν: τῶν δ᾽ ὑπερβαλλόντων οὔτε πόθον ἐνέφυσεν οὔτ᾽ εὐπορίαν ἔδωκεν. '''''Ursin.''''' ;ΚΕΦΑΛΑΙΟΝ ΙΣΤ΄ [1] νὴ Δί᾽, ἀλλ᾽ οὐ περίεστί μοι τοῖς πλησίον ἐπαρκεῖν, οὐδ᾽ ἐκ περιουσίας ἐπιστήμην ἔδωκέ μοι ὁ θεὸς ἔχειν οὐδὲ μαντικήν, αἷς ὠφέλουν ἂν τοὺς δεομένους, οὐδ᾽ ἄλλα πολλά: ἃ δ᾽ ἐστὶν ἐν ἐμοί, τούτων μεταδιδοὺς καὶ πόλει καὶ φίλοις, καὶ ἀφ᾽ ὧν δύναμαι ποιεῖν εὖ τινας, ταῦτα τὰ κοινὰ τοῖς δεομένοις παρέχων, οὐκ ἂν ἡγησαίμην αἴτιον ἐμαυτόν. ταῦτα δ᾽ ἐστίν, ἃ σὺ κράτιστα νομίζεις εἶναι καὶ πολλῶν [p. 307] [2] χρημάτων αἰτεῖς πρίασθαι. εἰ δὲ δὴ καὶ τὰ μάλιστα διὰ τὰς εὐεργεσίας τῶν δεομένων τὸ πολλὰ κεκτῆσθαι χρήματα μεγάλης ἦν σπουδῆς καὶ φιλοτιμίας ἄξιον, καὶ μακαριωτάτους ὑπῆρχεν εἶναι τοὺς πλουσιωτάτους, ὡς τοῖς βασιλεῦσιν ὑμῖν δοκεῖ, πότερος ἦν μοι τρόπος εὐπορίας κρείττων; ἀφ᾽ ὧν σύ μοι νῦν μεταδίδως αἰσχρῶς ἢ ἀφ᾽ ὧν αὐτὸς ἐκτησάμην καλῶς πρότερον; [3] παρέσχε γάρ μοι τὰ πολιτικὰ πράγματα χρηματισμῶν ἀφορμὰς δικαίας, πολλάκις μὲν καὶ πρότερον, μάλιστα δ᾽, ἐπεὶ ἐπὶ Σαυνίτας καὶ Λευκανοὺς καὶ Βρεττίους στρατιὰν ἄγων ἐστάλην τετάρτῳ πρότερον ἐνιαυτῷ τὴν ὕπατον ἀρχὴν ἔχων, καὶ πολλὴν μὲν χώραν ἐλεηλάτησα, πολλαῖς δὲ μάχαις τοὺς ἀντιταξαμένους ἐνίκησα, πολλὰς δὲ καὶ εὐδαίμονας πόλεις κατὰ κράτος ἑλὼν ἐξεπόρθησα, ἐξ ὧν τὴν στρατιὰν ἅπασαν ἐπλούτισα, καὶ τὰς εἰσφορὰς τοῖς ἰδιώταις, ἃς εἰς τὸν πόλεμον προεισήνεγκαν, ἀπέδωκα, καὶ τετρακόσια τάλαντα μετὰ τὸν θρίαμβον εἰς τὸ ταμιεῖον εἰσήνεγκα. [4] ἔπειτ᾽ ἐκείνων τῶν δορικτήτων ἐξόν μοι λαβεῖν ὁπόσ᾽ ἂν ἐβουλόμην οὐ λαβών, ἀλλὰ καὶ τὸν ἐκ τοῦ δικαίου πλοῦτον ὑπεριδὼν ἕνεκα δόξης, ὡς Οὐαλέριος Ποπλικόλας ἐποίησε καὶ ἄλλοι πλεῖστοι πρὸς τούτῳ [p. 308] συχνοί, δι᾽ οὓς ἡ πόλις ἡμῶν τηλικαύτη γέγονε, τὰς παρὰ σοῦ δέξομαι δωρεὰς καὶ ἀντὶ τῆς κρείττονος εὐπορίας ἀλλάξομαι τὴν χείρονα; ἐκείνῃ μέν γε τῇ κτήσει καὶ τὸ μεθ᾽ ἡδονῆς ποιεῖσθαι τὰς ἀπολαύσεις πρὸς τῷ καλῶς καὶ δικαίως προσῆν: ταύτης δὲ καὶ τοῦτ᾽ ἄπεστι. δανείσματα γάρ ἐστιν, ὅσα προσλαμβάνουσιν ἄνθρωποι παρ᾽ ἑτέρων, βαρύνοντα τὴν ψυχὴν ἕως ἂν ἀποδοθῇ, κἂν ὀνόμασι καλοῖς αὐτὰ κοσμήσῃ τις, φιλανθρωπίας καλῶν καὶ δωρεὰς ἢ χάριτας. [5] φέρε, ἐὰν δὴ μανεὶς δέξωμαι χρυσόν, ὃν δίδως μοι, καὶ τοῦθ᾽ ἅπασι Ῥωμαίοις γένηται φανερόν, ἔπειθ᾽ οἱ τὴν ἀνυπεύθυνον ἔχοντες ἀρχήν, οὓς ἡμεῖς τιμητὰς καλοῦμεν, οἷς ἀποδέδοται τοὺς ἁπάντων Ῥωμαίων ἐξετάζειν βίους καὶ τοὺς ἐκβαίνοντας ἐκ τῶν πατρίων ἐθῶν ζημιοῦν, καλέσαντές με λόγον ἀποδοῦναι κελεύσωσι τῆς δωροδοκίας, ἁπάντων παρόντων ταῦτα προφερόμενοι. '''''Ursin. ετ 308, 11 — 16 Ambr.''''' ;ΚΕΦΑΛΑΙΟΝ ΙΖ΄ [1] ἐπέμψαμέν σε, ὦ Φαβρίκιε, πρεσβευτὴν σὺν ἑτέροις δυσὶν ὑπατικοῖς ἀνδράσι πρὸς βασιλέα Πύρρον ὑπὲρ αἰχμαλώτων λύσεως διαλεξόμενον: ἥκεις ἀπὸ τῆς πρεσβείας τοὺς μὲν αἰχμαλώτους οὐκ ἄγων οὐδὲ ἄλλο τῇ πόλει φέρων ἀγαθὸν οὐθέν, αὐτὸς δὲ βασιλικὰς δωρεὰς εἰληφὼς μόνος τῶν συναποσταλέντων σοι πρέσβεων, καὶ ἣν ὁ δῆμος ἀπεψηφίσατο [p. 309] ποιήσασθαι εἰρήνην, ταύτην ποιήσας μόνος, ἐπ᾽ οὐθενὶ [2] τῆς πόλεως ἀγαθῷ: πόθεν γάρ; ἀλλ᾽ ἵνα προδῷς αὐτὴν τῷ βασιλεῖ, καὶ διὰ σοῦ μὲν ἐκεῖνος ἅπασαν Ἰταλίαν ὑφ᾽ αὑτῷ ποιήσηται, δι᾽ ἐκείνου δὲ σὺ τῆς πατρίδος ἀφέλῃ τὴν ἐλευθερίαν. τοῦτο γάρ ἐστιν, ὃ διώκουσιν ἅπαντες οἱ μὴ τὴν ἀληθινήν, ἀλλὰ τὴν προσποιητὸν ἐπιτηδεύσαντες ἀρετήν, ὅταν εἰς ὄγκον καὶ μέγεθος πραγμάτων προέλθωσιν. [3] εἰ δὲ δὴ μὴ τὸ πρεσβύτερον ἔχων ἀξίωμα, μηδὲ παρὰ τῶν πολεμίων τῆς πατρίδος, μηδ᾽ ἐπὶ προδοσίᾳ καὶ τυραννίδι τῶν σεαυτοῦ πολιτῶν ἐδωροδόκεις, ἀλλ᾽ ἰδιώτης ὢν καὶ παρ᾽ ἀνδρὸς συμμάχου καὶ ἐπ᾽ οὐδενὶ κακῷ τῆς πόλεως, ἆρ᾽ οὐ δι᾽ ἐκεῖνα τῆς μεγάλης ἄξιος εἶ ζημίας, ὅτι διαφθείρεις μὲν τοὺς νέους πλούτου καὶ τρυφῆς καὶ πολυτελείας βασιλικῆς ζῆλον εἰς τοὺς βίους εἰσάγων, οἷς πολλῆς δεῖ σωφροσύνης, εἰ μέλλει σωθήσεσθαι τὰ κοινά: [4] καταισχύνεις δὲ τοὺς σεαυτοῦ προγόνους, ὧν οὐθεὶς ἐξέβη τοὺς πατρίους ἐθισμοὺς οὐδ᾽ ἠλλάξατο πλοῦτον αἰσχρὸν ἀντὶ πενίας καλῆς, ἀλλ᾽ ἅπαντες ἐπ᾽ αὐτῆς ἔμειναν τῆς μικρᾶς οὐσίας, ἣν σὺ [5] παραλαβὼν ἐλάττονα ἢ κατὰ σεαυτὸν ἡγήσω: διαφθείρεις δὲ τὴν ἐκ τῶν προτέρων ἐπιτηδευμάτων γενομένην σοι δόξαν, ὡς ἐγκρατὴς καὶ σώφρων καὶ πάσης αἰσχρᾶς ἐπιθυμίας κρείττων; ἔπειτα χαιρήσεις κακὸς ἐξ ἀγαθοῦ γενόμενος, ὅτ᾽ ἔδει σε, καὶ εἰ πρότερον πονηρὸς ἦσθα, πεπαῦσθαι; ἢ τῶν καλῶν τινος [p. 310] ἔτι μεθέξεις τῶν ὀφειλομένων τοῖς ἀγαθοῖς, ἀλλ᾽ οὐκ ἄπει μάλιστα μὲν ἐκ τῆς πόλεως, εἰ δὲ μή γ᾽ ἐκ τῆς ἀγορᾶς; '''''Ambr.''''' ;ΚΕΦΑΛΑΙΟΝ ΙΗ΄ [1] ἂν ταῦτα λέγοντες ἐκγράψωσί με τῆς βουλῆς καὶ μεταγάγωσιν εἰς τὰς τῶν ἀτίμων φυλάς, τί πρὸς αὐτοὺς ἕξω λέγειν δίκαιον ἢ ποιεῖν; τίνα τὸν μετὰ ταῦτα βίον ζήσομαι τηλικαύτῃ περιπεσὼν ἀτιμίᾳ [2] καὶ τοὺς ἐξ ἐμαυτοῦ πάντας περιλαβών; σοὶ δὲ αὐτῷ τί χρήσιμος ἔτι φανήσομαι τὸ δύνασθαί τι καὶ τιμᾶσθαι παρὰ τοῖς πολίταις ἀποβαλών, δι᾽ ἃ νῦν ἐσπούδακας περὶ ἐμοῦ; λείπεται δὴ τὸν οὐδεμίαν ἔτι χώραν ἐν τῇ πατρίδι κατέχειν δυνάμενον ἀπιέναι πανοικεσίᾳ, τὰς ἀσχήμονας αὑτοῦ καταγνόντα φυγάς. [3] ἔπειτα ποῦ τὸν λοιπὸν ἔσομαι χρόνον; ἢ τίς ὑποδέξεταί με τόπος ἀπαρρησίαστον γενόμενον ὥσπερ εἰκός; ἡ σὴ βασιλεία, νὴ Δία, καὶ παρέξεις μοι σὺ τὴν τυραννικὴν ἅπασαν εὐδαιμονίαν; καὶ τί μοι τηλικοῦτο δώσεις ἀγαθόν, ὅσον ἀφελεῖ τὸ πάντων τιμιώτατον κτημάτων ἀφελόμενος, τὴν ἐλευθερίαν; [4] πῶς δ᾽ ἂν ὑπομεῖναι δυναίμην ἐγὼ τοῦ βίου μεταβολὴν ὀψὲ δουλεύειν διδασκόμενος; ὅπου γὰρ οἱ γεννηθέντες ἐν βασιλείαις καὶ τυραννίσιν, ὅταν εὐγενῶς ἔχωσι, τῆς ἐλευθερίας γλίχονται καὶ πάνθ᾽ ἡγοῦνται τἀγαθὰ ταύτης ἐλάττω, ἦ που οἱ ἐν ἐλευθέρᾳ καὶ ἑτέρων ἄρχειν μαθούσῃ πόλει βιώσαντες πρᾴως οἴσουσι τὴν ἐκ τῶν κρειττόνων ἐπὶ τὰ χείρω μεταβολήν, ἐξ ἐλευθέρων [p. 311] ὑπομείναντες δοῦλοι γενέσθαι, ἵνα λαμπρὰς παρατιθῶνται καθ᾽ ἡμέραν τραπέζας καὶ πολλοὺς θεράποντας περιάγωνται καὶ γυναικῶν καὶ παίδων εὐπρεπῶν ἀφειδεῖς ἀπολαύσεις λαμβάνωσιν, ὥσπερ ἐν τούτοις τῆς ἀνθρωπίνης εὐδαιμονίας κειμένης, ἀλλ᾽ οὐκ ἐν ἀρετῇ; [5] αὐτῶν δὲ τούτων, ἵνα συγχωρήσῃ τις αὐτὰ πολλῆς εἶναι σπουδῆς ἄξια, τίς γένοιτ᾽ ἂν ἱλαρὰ χρῆσις οὐκ ἔχουσα τὸ βέβαιον; ἐφ᾽ ὑμῖν γάρ ἐστι τοῖς παρέχουσι τὰς ἡδονὰς ταύτας, ὅταν αὐτοὶ θέλητε, πάλιν αὐτὰς ἀφαιρεῖσθαι. ἐῶ γὰρ λέγειν τοὺς φθόνους, τὰς διαβολάς, τὸ μηδένα χρόνον ἄνευ κινδύνου καὶ φόβου ζῆν, τἆλλα πολλά, ὅσα φέρει χαλεπὰ καὶ οὐκ ἄξια γενναίου φρονήματος ὁ παρὰ τοῖς βασιλεῦσι βίος. [6] μὴ τοσαύτη μανία κατάσχοι Φαβρίκιον, ὥστε τὴν περιβόητον καταλιπόντα Ῥώμην τὸν ἐν Ἠπείρῳ προελέσθαι βίον, καὶ ἐξὸν ἡγεμόνος ἡγεῖσθαι πόλεως ὑφ᾽ ἑνὸς ἀνδρὸς ἄρχεσθαι μηθὲν ἴσον τοῖς ἄλλοις φρονοῦντος καὶ τὰ πρὸς ἡδονὴν ἀκούειν παρὰ πάντων ἐθισθέντος. [7] ἀλλάξαι μέν γε τὸ φρόνημα καὶ ταπεινὸν ἐμαυτὸν ποιῆσαι βουλόμενος, ἵνα μηδὲν ὑποπτεύῃς ἐξ ἐμοῦ κακόν, οὐκ ἂν δυναίμην: διαμένων δὲ τοιοῦτος, οἷον ἡ φύσις καὶ τὰ ἔθη πεποίηκέ με, βαρὺς φανήσομαί σοι καὶ περισπᾶν δόξω τὴν ἡγεμονίαν εἰς ἐμαυτόν. τὸ δ᾽ ὅλον ἔχω σοι παραινεῖν, μὴ ὅτι Φαβρίκιον, ἀλλὰ μηδ᾽ ἄλλον μηδένα δέχεσθαι τῇ βασιλείᾳ μήτε κρείττονα [p. 312] μήτε ἴσον σεαυτῷ, μηδὲ ὅλως ἄνδρα ἐν ἐλευθέροις ἤθεσι τραφέντα καὶ φρόνημα μεῖζον ἢ κατ᾽ ἰδιώτην ἔχοντα. [8] οὔτε γὰρ ἀσφαλὴς βασιλεῖ σύνοικος ἀνὴρ μεγαλόφρων οὔτε ἡδύς. ἀλλὰ περὶ μὲν τῶν ἰδίων συμφερόντων, ἅ σοι πρακτέον ἐστίν, αὐτὸς διαγνώσῃ, περὶ δὲ τῶν αἰχμαλώτων ἐπιεικές τι βουλευσάμενος ἄφες ἡμᾶς ἀπιέναι. ὡς δὲ ἐπαύσατο λέγων, ἀγασθεὶς αὐτοῦ τὴν εὐγένειαν τῆς ψυχῆς ὁ βασιλεὺς τῆς δεξιᾶς λαμβάνεται καί φησιν: οὐκέτι θαυμάζειν ἐπέρχεταί μοι, διὰ τί περιβόητος ἡ πόλις ὑμῶν ἐστι καὶ τοσοῦτον ἡγεμονίας περιβέβληται μέγεθος, τοιούτων ἀνδρῶν οὖσα τροφός: καὶ μάλιστα μὲν οὖν ἐβουλόμην ἂν ἐξ ἀρχῆς μηδεμίαν συμβῆναί μοι πρὸς ὑμᾶς διαφοράν, ἐπεὶ δὲ συνέβη, καὶ θεῶν τις ἐβούλετο πειραθέντας ἡμᾶς τῆς ἀλλήλων δυνάμεως καὶ ἀρετῆς τότε συναγαγεῖν, ἕτοιμός εἰμι διαλύεσθαι, καὶ ἵνα πρῶτος ἄρξω τῶν φιλανθρώπων, ἐφ᾽ ἃ παρακαλεῖτέ με, χαρίζομαι τῇ πόλει τοὺς αἰχμαλώτους ἅπαντας ἄνευ λύτρων. '''''Ambr.''''' Λιβύην χειρωσάμενος μέχρι καὶ τῶν προσωκεανίων ἐθνῶν. '''''Steph. Byz. ς. ϝ. Ὠκεανός.''''' {{DEFAULTSORT:Ρωμαικη Αρχαιολογια 19}} nfbhsvt0u2ux89nqeu4vkrevhtk6svy Ρωμαϊκή Αρχαιολογία/ιη 0 23490 148518 100236 2022-08-09T14:04:00Z Αντιγόνη 235 wikitext text/x-wiki {{Κεφαλίδα | τίτλος = Λόγος ιη΄ | συγγραφέας = Διονύσιος ο Αλικαρνασσεύς | μεταφραστής= | ενότητα = [[Ρωμαϊκή Αρχαιολογία|Ῥωμαϊκὴ Ἀρχαιολογία]] | προηγούμενο= [[Ρωμαϊκή Αρχαιολογία/ιζ|Λόγος ιζ΄]] | επόμενο = [[Ρωμαϊκή Αρχαιολογία/ιθ|Λόγος ιθ΄]] | σημειώσεις = Dionysii Halicarnasei Antiquitatum Romanarum quae supersunt, Vol I-IV. Dionysius of Halicarnassus. Karl Jacoby. In Aedibus B.G. Teubneri. Leipzig. 1885. }} ;ΚΕΦΑΛΑΙΟΝ Α΄ [1] ὅτι Ποστόμιος ὁ ὕπατος τῆς διαδοχῆς αὐτοῦ ἐγγισάσης μέγα φρονῶν ἐφ᾽ ἑαυτῷ τῆς τ᾽ ἀξιώσεως τοῦ γένους ἕνεκα, καὶ ὅτι διτταῖς ὑπατείαις [2] ἤδη κεκοσμημένος ἦν. ἐφ᾽ οἷς ὁ συνύπατος αὐτοῦ καταρχὰς μὲν ὡς ἀπελαυνόμενος τῶν ἴσων ἠγανάκτει καὶ πολλάκις ἐπὶ τῆς βουλῆς τὰ δίκαια πρὸς αὐτὸν ἔλεγεν, ὕστερον δὲ συγγνοὺς ἑαυτῷ κατά τε προγόνων ὄγκον καὶ φίλων πλῆθος καὶ κατὰ τὰς ἄλλας δυνάμεις ἐλάττονα ἰσχὺν ἔχοντι — δημοτικὸς γὰρ ἦν καὶ τῶν νεωστὶ παρελθόντων εἰς γνῶσιν — εἶξέ τε τῷ συνυπάτῳ καὶ παρεχώρησε τοῦ Σαυνιτικοῦ πολέμου τὴν ἡγεμονίαν. [3] πρῶτον μὲν δὴ τοῦτο διαβολὴν ἤνεγκε τῷ Ποστομίῳ κατὰ πολλὴν αὐθάδειαν γενόμενον καὶ ἕτερον αὖθις ἐπὶ τούτῳ βαρύτερον ἢ ὡς κατὰ Ῥωμαῖον ἡγεμόνα. ἐπιλεξάμενος γὰρ ἐκ τῆς ἑαυτοῦ στρατιᾶς περὶ τοὺς δισχιλίους ἄνδρας εἰς τοὺς ἰδίους ἀγροὺς ἀπήγαγεν, οἷς ἄνευ σιδήρου δρυμὸν ἐκέλευσε κείρειν. καὶ μέχρι πολλοῦ κατέσχε τοὺς ἄνδρας ἐν τοῖς ἀγροῖς θητῶν ἔργα καὶ θεραπόντων ὑπηρετοῦντας. [4] τοσαύτῃ δὲ αὐθαδείᾳ πρὸ τῆς ἐξόδου χρησάμενος ἔτι βαρύτερος ἐφάνη τοῖς κατ᾽ αὐτὴν τὴν στρατείαν ἐπιτελεσθεῖσι καὶ παρέσχε τῇ βουλῇ καὶ τῷ δήμῳ μίσους ἀφορμὰς δικαίου. τὸν γὰρ ὑπατεύσαντα τῷ πρόσθεν ἐνιαυτῷ καὶ νικήσαντα Σαυνιτῶν τοὺς καλουμένους Πέντρους Φάβιον τῆς βουλῆς ψηφισαμένης μένειν ἐπὶ τοῦ στρατοπέδου, καὶ τὴν ἀνθύπατον ἀρχὴν ἔχοντα [p. 287] πρὸς ταύτην τὴν μερίδα τῶν Σαυνιτῶν πολεμεῖν, γράμματα πέμπων ἐκχωρεῖν ἐκ τῆς Σαυνίτιδος ἐκέλευσεν, ὡς αὐτῷ μόνῳ τῆς ἡγεμονίας προσηκούσης. [5] καὶ πρὸς τοὺς ἀποσταλέντας ὑπὸ τῶν συνέδρων πρέσβεις ἀξιοῦντας μὴ κωλύειν τὸν ἀνθύπατον ἐπὶ τοῦ στρατοπέδου μένειν μηδ᾽ ἀντιπράττειν τοῖς ἐψηφισμένοις ὑφ᾽ ἑαυτῶν, ὑπερηφάνους καὶ τυραννικὰς ἔδωκεν ἀποκρίσεις, οὐ τὴν βουλὴν ἄρχειν ἑαυτοῦ φήσας, ἕως ἐστὶν ὕπατος, ἀλλ᾽ αὐτὸν τῆς βουλῆς. [6] ἀπολύσας δὲ τοὺς πρέσβεις ἐπὶ τὸν Φάβιον ἦγε τὴν στρατιάν, ὡς, εἰ μὴ βούλοιτο ἑκὼν παραχωρεῖν τῆς ἀρχῆς, τοῖς ὅπλοις προσαναγκάσων. καταλαβὼν δὲ τοῦτον Κομινίῳ πόλει προσκαθήμενον ἐξεπίεσεν ἐκ τοῦ στρατοπέδου κατὰ πολλὴν ὑπεροψίαν τῶν ἀρχαίων ἐθισμῶν καὶ δεινὴν ὑπερηφανίαν. Φάβιος μὲν αὐτοῦ εἴξας τῇ μανίᾳ τῆς ἡγεμονίας ἐξεχώρησεν. '''''Vales. ετ Σουίδας ς. ϝ. Ποστόμιος.''''' ;ΚΕΦΑΛΑΙΟΝ Β΄ [1] ὅτι ὁ αὐτὸς Ποστόμιος πρῶτον μὲν τὸ Κομίνιον ἐκ πολιορκίας παραλαμβάνει χρόνον οὐ πολὺν ἐν ταῖς προσβολαῖς διατρίψας, ἔπειτα Οὐενουσίαν πολυάνθρωπον καὶ ἄλλας πόλεις πλείστας ὅσας, ἐξ ὧν μύριοι μὲν ἐσφάγησαν, ἑξακισχίλιοι δὲ καὶ [2] διακόσιοι τὰ ὅπλα παρέδοσαν. ταῦτα διαπραξάμενος οὐχ ὅπως χάριτος ἢ τιμῆς τινος ἠξιώθη παρὰ τῆς βουλῆς, ἀλλὰ καὶ τὴν προυπάρχουσαν ἀξίωσιν ἀπέβαλεν. ἀποστελλομένων γὰρ εἰς μίαν τῶν ἁλουσῶν ὑπ᾽ ἐκείνου πόλεων, τὴν καλουμένην Οὐενουσίαν, δισμυρίων ἐποίκων ἕτεροι τῆς ἀποικίας ᾑρέθησαν ἡγεμόνες· [p. 288] ὁ δὲ τὴν πόλιν ἐξελὼν καὶ τὴν γνώμην τῆς ἀποστολῆς τῶν κληρούχων εἰσηγησάμενος οὐδὲ ταύτης ἄξιος ἐφάνη τῆς τιμῆς. [3] εἰ μὲν οὖν σώφρονι λογισμῷ τὰ συμβάντα ἤνεγκε καὶ τὸ χαλεπὸν τοῦ συνεδρίου λόγων τε καὶ ἔργων χρηστῶν θεραπείαις ἐπράυνεν, οὐδεμιᾶς ἂν ἔτι συμφορᾶς εἰς ἀτιμίαν φερούσης ἐπειράθη. νῦν δ᾽ ἀγανακτῶν καὶ ἀντιχαλεπαίνων τάς τ᾽ ὠφελείας ἃς ἔλαβεν ἐκ τῶν πολεμίων ἁπάσας τοῖς στρατιώταις ἐχαρίσατο, καὶ πρὶν ἀποσταλῆναι τὸν διάδοχον τῆς ἀρχῆς ἀπέλυσεν ἀπὸ τῶν σημείων τὰς δυνάμεις, καὶ τελευτῶν ὃν οὔτε ἡ βουλὴ οὔτε ὁ δῆμος συνεχώρησεν αὐτῷ θρίαμβον ἀπὸ τῆς ἑαυτοῦ γνώμης κατήγαγεν. [4] ἐφ᾽ οἷς ἅπασιν ἔτι μείζονος ἐξ ἁπάντων μίσους ἐκκαυθέντος ἅμα τῷ παραδοῦναι τὴν ἀρχὴν τοῖς μεθ᾽ ἑαυτὸν ὑπάτοις εἰς δίκην ὑπάγεται δημοσίαν ὑπὸ δυεῖν δημάρχων. καὶ κατηγορηθεὶς ἐν τῷ δήμῳ πάσαις ταῖς φυλαῖς κατακρίνεται, τίμημα τῆς εἰσαγγελίας ἐχούσης χρηματικὸν πέντε μυριάδας ἀργυρίου. '''''Vales.''''' {{DEFAULTSORT:Ρωμαικη Αρχαιολογια 18}} dv4iqd6w82e4acgy8ocvbg2wxu5c6nl Ρωμαϊκή Αρχαιολογία/ιζ 0 23491 148517 100237 2022-08-09T14:03:43Z Αντιγόνη 235 wikitext text/x-wiki {{Κεφαλίδα | τίτλος = Λόγος ιζ΄ | συγγραφέας = Διονύσιος ο Αλικαρνασσεύς | μεταφραστής= | ενότητα = [[Ρωμαϊκή Αρχαιολογία|Ῥωμαϊκὴ Ἀρχαιολογία]] | προηγούμενο= [[Ρωμαϊκή Αρχαιολογία/ις|Λόγος ις΄]] | επόμενο = [[Ρωμαϊκή Αρχαιολογία/ιη|Λόγος ιη΄]] | σημειώσεις = Dionysii Halicarnasei Antiquitatum Romanarum quae supersunt, Vol I-IV. Dionysius of Halicarnassus. Karl Jacoby. In Aedibus B.G. Teubneri. Leipzig. 1885. }} ;ΚΕΦΑΛΑΙΟΝ Α΄ [1] ὅτι ὁ Σαυνιτικὸς αὖθις ἀνερριπίσθη πόλεμος ἀπὸ τοιαύτης αἰτίας ἀρξάμενος. μετὰ τὰς σπονδάς, ἃς ἐποιήσαντο πρὸς τὴν Ῥωμαίων πόλιν οἱ Σαυνῖται, χρόνον ὀλίγον ἐπισχόντες ἐπὶ Λευκανοὺς ἐστράτευσαν ὁμόρους ὄντας ἐκ παλαιᾶς τινος ὁρμηθέντες ἔχθρας. [2] κατ᾽ ἀρχὰς μὲν οὖν ταῖς ἑαυτῶν δυνάμεσι πιστεύοντες οἱ Λευκανοὶ τόν τε πόλεμον διέφερον· ἐν ἁπάσαις δὲ μειονεκτοῦντες ταῖς μάχαις καὶ πολλὰ μὲν ἀπολωλεκότες ἤδη χωρία, κινδυνεύοντες δὲ καὶ περὶ τῆς ἄλλης γῆς ἁπάσης, ἐπὶ τὴν Ῥωμαίων βοήθειαν ἠναγκάσθησαν καταφυγεῖν, συνειδότες μὲν ἑαυτοῖς ἐψευσμένοις ἃς πρότερον ἐποιήσαντο πρὸς αὐτοὺς ὁμολογίας, ἐν αἷς φιλίαν συνέθεντο καὶ συμμαχίαν, οὐκ ἀπογνόντες δὲ συμπείσειν αὐτούς, ἐὰν ἐξ ἁπάσης τῆς πόλεως τοὺς ἐπιφανεστάτους παῖδας ὁμήρους ἅμα τοῖς πρεσβευταῖς ἀποστείλωσιν· ὅπερ καὶ [p. 284] [3] συνέβη. ἀφικομένων γὰρ τῶν πρέσβεων καὶ πολλὰ δεομένων ἥ τε βουλὴ δέχεσθαι τὰ ὅμηρα ἔγνω καὶ τὴν φιλίαν πρὸς τοὺς Λευκανοὺς συνάψαι, καὶ ὁ [4] δῆμος ἐπεκύρωσε τὰ ψηφισθέντα ὑπ᾽ αὐτῆς. γενομένων δὲ τῶν συνθηκῶν πρὸς τοὺς ἀποσταλέντας ὑπὸ τῶν Λευκανῶν ἄνδρας οἱ πρεσβύτατοι Ῥωμαίων καὶ τιμιώτατοι προχειρισθέντες ὑπὸ τῆς βουλῆς πρέσβεις ἀπεστάλησαν ἐπὶ τὴν κοινὴν τῶν Σαυνιτῶν σύνοδον, δηλώσοντες αὐτοῖς, ὅτι φίλοι καὶ σύμμαχοι Ῥωμαίων εἰσὶ Λευκανοί, καὶ τήν τε χώραν ἣν ἔτυχον αὐτῶν ἀφῃρημένοι παρακαλέσοντες ἀποδιδόναι, καὶ μηδὲν ἔτι πράττειν ἔργον πολεμίων, ὡς οὐ περιοψομένης τῆς Ῥωμαίων πόλεως τοὺς ἑαυτῆς ἱκέτας ἐξελαυνομένους ἐκ τῆς σφετέρας. '''''Ursin.''''' ;ΚΕΦΑΛΑΙΟΝ Β΄ [1] οἱ δὲ Σαυνῖται τῶν πρέσβεων ἀκούσαντες ἠγανάκτουν τε καὶ ἀπελογοῦντο πρῶτον μὲν οὐκ ἐπὶ τούτῳ πεποιῆσθαι λέγοντες τὰς περὶ τῆς εἰρήνης ὁμολογίας, ἐπὶ τῷ μηδένα μήτε φίλον ἴδιον ἡγήσασθαι μήτ᾽ ἐχθρόν, ἐὰν μὴ Ῥωμαῖοι κελεύωσιν· ἔπειθ᾽ ὅτι Λευκανοὺς οὐ πρότερον ἐποιήσαντο Ῥωμαῖοι φίλους, ἀλλ᾽ ἔναγχος πολεμίους ἤδη σφῶν ὄντας, πρόφασιν οὔτε δικαίαν οὔτ᾽ εὐσχήμονα κατασκευαζόμενοι [2] τοῦ καταλῦσαι τὰς σπονδάς. ἀποκρινομένων δὲ τῶν Ῥωμαίων, ὅτι τοὺς ὑπηκόους ὁμολογήσαντας ἕπεσθαι [p. 285] καὶ ἐπὶ τούτῳ τῷ δικαίῳ καταλυσαμένους τὸν πόλεμον ἅπαντα πείθεσθαι δεῖ τοῖς παρειληφόσι τὴν ἀρχήν, καί, εἰ μὴ ποιήσουσι τὰ κελευόμενα ἑκόντες, πολεμήσειν αὐτοῖς ἀπειλούντων, [3] ἀφόρητον ἡγησάμενοι τὴν αὐθάδειαν τῆς πόλεως οἱ Σαυνῖται τοὺς μὲν πρέσβεις ἐκέλευσαν ἀπαλλάττεσθαι παραχρῆμα, αὐτοὶ δὲ τὰ πρὸς τὸν πόλεμον ἐψηφίσαντο κοινῇ τε καὶ κατὰ πόλεις εὐτρεπίζεσθαι. '''''Ursin.''''' ;ΚΕΦΑΛΑΙΟΝ Γ΄ [1] ἡ μὲν δὴ φανερὰ τοῦ Σαυνιτικοῦ πολέμου πρόφασις καὶ πρὸς ἅπαντας εὐπρεπὴς λέγεσθαι ἡ Λευκανῶν ἐγένετο βοήθεια τῶν καταφυγόντων ἐπ᾽ αὐτούς· ὡς κοινὸν δή τι τοῦτο καὶ πάτριον ἔθος τῇ Ῥωμαίων πόλει τοῖς ἀδικουμένοις καὶ καταφεύγουσιν ἐπ᾽ αὐτὴν βοηθεῖν· ἡ δ᾽ ἀφανὴς καὶ μᾶλλον αὐτοὺς ἀναγκάζουσα διαλύεσθαι τὴν φιλίαν ἡ τῶν Σαυνιτῶν ἰσχὺς πολλή τ᾽ ἤδη γεγονυῖα καὶ ἔτι πλείων γενήσεσθαι νομιζομένη, εἰ Λευκανῶν τε χειρωθέντων καὶ δι᾽ αὐτοὺς τῶν προσοίκων ἀκολουθήσειν ἔμελλε τά τε βαρβαρικὰ ἔθνη τὰ προσεχῆ τούτοις. αἵ τε δὴ σπονδαὶ μετὰ τὴν ἄφιξιν τῶν πρεσβευτῶν εὐθὺς ἐλέλυντο, καὶ στρατιαὶ δύο κατεγράφοντο. '''''Ursin.''''' [p. 286] {{DEFAULTSORT:Ρωμαικη Αρχαιολογια 17}} do1ltuxzxb8gvm2wrksryp26knz30f5 Ρωμαϊκή Αρχαιολογία/ις 0 23492 148516 100238 2022-08-09T14:03:27Z Αντιγόνη 235 wikitext text/x-wiki {{Κεφαλίδα | τίτλος = Λόγος ις΄ | συγγραφέας = Διονύσιος ο Αλικαρνασσεύς | μεταφραστής= | ενότητα = [[Ρωμαϊκή Αρχαιολογία|Ῥωμαϊκὴ Ἀρχαιολογία]] | προηγούμενο= [[Ρωμαϊκή Αρχαιολογία/ιε|Λόγος ιε΄]] | επόμενο = [[Ρωμαϊκή Αρχαιολογία/ιζ|Λόγος ιζ΄]] | σημειώσεις = Dionysii Halicarnasei Antiquitatum Romanarum quae supersunt, Vol I-IV. Dionysius of Halicarnassus. Karl Jacoby. In Aedibus B.G. Teubneri. Leipzig. 1885. }} ;ΚΕΦΑΛΑΙΟΝ Α΄ [1] Ῥωμαίων εἰς τὸν κατὰ Σαυνιτῶν τελευταῖον πόλεμον ἐξιόντων κεραυνὸς εἰς τὸν ἐπιφανέστατον τόπον κατασκήψας πέντε μὲν στρατιώτας ἀπέκτεινε, δύο δὲ σημείας διέφθειρεν, ὅπλα δὲ πολλὰ τὰ μὲν κατέκαυσε, τὰ δ᾽ ἐσπίλωσε. κεραυνοὶ δὲ κατηνέχθησαν τοῖς ἔργοις ἔτυμον φέροντες τοὔνομα· κεραϊσμοὶ γάρ τινές εἰσι καὶ μεταβολαὶ τῶν ὑποκειμένων εἰς τἀναντία τρέποντες τὰς ἀνθρωπίνας τύχας. [2] αὐτὸ γὰρ πρῶτον ἠνάγκασται τὴν ἰδίαν ἀλλάξαι φύσιν τὸ κεραύνιον πῦρ, εἴτε δὴ αἴθριον εἴτε μετάρσιόν ἐστι, κάτω φερόμενον· οὐ γὰρ δὴ αὐτῷ θέμις ἐπὶ γῆν βρίθειν κατὰ τὴν ἑαυτοῦ φύσιν, ἀλλ᾽ ἀπὸ γῆς ἄνω μετεωροπολεῖν· ἐν αἰθέρι γὰρ αἱ πηγαὶ τοῦ θείου πυρός. [3] δηλοῖ δὲ καὶ τὸ πῦρ τὸ παρ᾽ ἡμῖν, εἴτε Προμηθέως εἴτε Ἡφαίστου δῶρόν ἐστιν, ὁπότε [p. 277] λύσειε τοὺς δεσμούς, ἐν οἷς ἠνάγκασται μένειν, δι᾽ ἀέρος ἄνω φερόμενον ἐπὶ τὸ συγγενὲς ἐκεῖνο καὶ πᾶσαν ἐν κύκλῳ περιειληφὸς τὴν τοῦ κόσμου φύσιν. τὸ δὴ θεῖον ἐκεῖνο καὶ χωρισθὲν ὕλης φθαρτῆς δι᾽ ἀέρος ὀχούμενον, ὅταν ἐπὶ τὴν γῆν καταφέρηται, βιασθὲν ὑπ᾽ ἀνάγκης τινὸς ἰσχυρᾶς μεταβολὰς μαντεύεται καὶ [4] τροπὰς ἐπὶ τοὔμπαλιν. τοιούτου γοῦν τινος γενομένου καὶ τότε καταφρονήσαντες οἱ Ῥωμαῖοι καὶ ὑπὸ Ποντίου τοῦ Σαυνίτου κατακλεισθέντες εἰς ἀνεξόδους δυσχωρίας, μέλλοντες ἤδη τῷ λιμῷ διαφθείρεσθαι παρέδωκαν ἑαυτοὺς τοῖς πολεμίοις ἀμφὶ τοὺς τετρακισμυρίους ὄντες· καὶ καταλείψαντες τά τε ὅπλα καὶ τὰ χρήματα τὸν ζυγὸν ἅπαντες ὑπῆλθον· τοῦτο δὲ σημεῖον τῶν ὑπὸ χεῖρας ἐλθόντων ἐστί. μετ᾽ οὐ πολὺ δὲ τὰ αὐτὰ καὶ ὁ Πόντιος ὑπὸ Ῥωμαίων ἔπαθε, καὶ τὸν ζυγὸν ὑπῆλθον καὶ αὐτὸς καὶ οἱ σὺν αὐτῷ. '''''Ambr.''''' ;ΚΕΦΑΛΑΙΟΝ Β΄ [1] ἓν τοῦτό σε ἀξιοῦμεν ἤδη κείμενοι καὶ τὸ μηδὲν ὄντες μηδεμίαν ἡμῶν ὕβριν προσθεῖναι ταῖς συμφοραῖς μηδὲ βαρεῖ ποδὶ ταῖς ἀθλίαις ἐπεμβῆναι τύχαις. [2] οὐκ οἶδας, ὅτι πολλοὶ μὲν τῶν ἡμετέρων παῖδας ἐν τοῖς πολέμοις ἀπολωλέκασι, πολλοὶ δὲ ἀδελφούς, πολλοὶ δὲ φίλους; οἷς ἅπασι πῶς ἄκρατον νομίζεις ἐπὶ [p. 278] τῶν σπλάγχνων ἀνθήσειν τὴν χολήν, ἐὰν κωλύῃ τις αὐτοὺς τοσαύταις ψυχαῖς πολεμίων τιμῆσαι τοὺς κατὰ γῆς, αἵπερ μόναι τῶν κατοιχομένων δοκοῦσιν εἶναι τιμαί; [3] φέρε δὴ κεἰ τοῦτο πεισθέντες ἢ βιασθέντες ἢ ὅ τι δή ποτε παθόντες εἴξουσί τε καὶ ζῆν αὐτοὺς ἐάσουσιν, ἆρ᾽ ἔτι σοι δοκοῦσι καὶ τὰ χρήματα αὐτοὺς ἐάσειν ἔχειν καὶ μηδεμιᾶς πειραθέντας ἀσχημοσύνης, ὥσπερ ἡρῶάς τινας ἐπ᾽ ἀγαθῷ τῆσδε τῆς γῆς φανέντας, ὁπότε δόξειεν αὐτοῖς, ἀπελθεῖν, ἀλλ᾽ οὐχ ὥσπερ θηρία περιχυθέντας διασπάσεσθαι ταῦτα λέγειν ἐπιβαλόμενον ἐμέ; [4] οὐχ ὁρᾷς, ὅτι καὶ τοὺς κυνηγοὺς οἱ θηρευταὶ κύνες, ὅταν ἁλῷ θηρίον κατακλεισθὲν ὑπ᾽ αὐτῶν εἰς τὰ λίνα, περιίστανται τὴν ἐπιβάλλουσαν μοῖραν ἀπαιτοῦντες τῆς ἄγρας, καὶ ἐὰν μὴ μεταλάβωσιν εὐθὺς αἵματος ἢ σπλάγχνων, ἀρράζουσιν ἑπόμενοι καὶ σπαράττουσι τὸν κυνηγόν, καὶ οὔτε διωκόμενοι οὔτε παιόμενοι ἀπείργονται; '''''Ambr.''''' ;ΚΕΦΑΛΑΙΟΝ Γ΄ [1] δι᾽ ἡμέρας μὲν ὅλης ἀγωνιζόμενοι τῶν πόνων ἠνείχοντο, ἀφελομένου δὲ τοῦ σκότους τὴν γνῶσιν τῶν τε οἰκείων καὶ τῶν πολεμίων πρὸς τοὺς οἰκείους χάρακας ἀπηλλάγησαν. Ἄππιος Κλαύδιος περὶ τὰς θυσίας παρανομήσας [p. 279] τι ἀπετυφλώθη καὶ Καῖκος προσηγορεύθη· οὕτω γὰρ τοὺς τυφλοὺς Ῥωμαῖοι καλοῦσιν. [2] αἱ ἐντοίχιοι γραφαὶ ταῖς τε γραμμαῖς πάνυ ἀκριβεῖς ἦσαν καὶ τοῖς μίγμασιν ἡδεῖαι, παντὸς ἀπηλλαγμένον ἔχουσαι τοῦ καλουμένου ῥώπου τὸ ἀνθηρόν. τὰς νουμηνίας οἱ Ῥωμαῖοι καλάνδας καλοῦσι, τὰς δὲ διχοτόμους νόννας, τὰς δὲ πανσελήνους εἰδούς. '''''Ambr.''''' [3] τοῖς δὲ κατὰ μέσην ἀγωνιζομένοις τὴν φάλαγγα ἀσπάθητον οὖσαν καὶ λαγαρὰν οἱ τῇδε τεταγμένοι συμπεσόντες ἐξέωσαν τῆς στάσεως. ὁ κατοικίδιός τε καὶ διοπετὴς πόλεμος ἐμάραινε τὴν ἀκμὴν τῆς πόλεως. ἄνδρας ἱεραγωγοὺς καὶ ἱεραφορίᾳ τετιμημένους. φορᾶς ἀβούλου μεστὸς ἀνὴρ καὶ μανικὸν ἔχων τὸ τολμηρόν, ἰδιογνωμονήσας καὶ ὑφ᾽ ἑαυτῷ ποιήσας πάντα τὰ τοῦ πολέμου. [4] ἔπειτα σὺ τολμᾷς κατηγορεῖν τῆς τύχης ὡς κακῶς τοῖς πράγμασι χρησαμένης ἐπὶ περιτραπέντος αὐτὴν καθίσας σκάφους; οὕτω σκαιὸς ἦν. μέλη τὰ μὲν θεραπείας ἔτι δεόμενα, τὰ δὲ τὰς οὐλὰς ἐφέλκοντα νεωστί. '''''Ambr.''''' [p. 280] ;ΚΕΦΑΛΑΙΟΝ Δ΄ [1] ὅτι, φησὶ Διονύσιος, μιᾶς ἔτι μνησθήσομαι πράξεως πολιτικῆς ἀξίας ὑπὸ πάντων ἀνθρώπων ἐπαινεῖσθαι, ἐξ ἧς καταφανὲς ἔσται τοῖς Ἕλλησιν, ὅσον ἦν τὸ μισοπόνηρον ἐν τῇ Ῥώμῃ τότε καὶ τὸ πρὸς τοὺς παραβαίνοντας τὰ κοινὰ νόμιμα τῆς ἀνθρωπίνης φύσεως ἀμείλικτον. [2] Γάιος Λαιτώριος Μέργος ἐπίκλησιν ἐπιφανὴς κατὰ γένος καὶ κατὰ τὰς πολεμικὰς πράξεις οὐκ ἀγεννής, ἑνὸς τῶν ταγμάτων χιλίαρχος ἀποδειχθεὶς ἐν τῷ Σαυνιτικῷ πολέμῳ, νεανίαν τινὰ τῶν ὁμοσκήνων διαφέροντα τὴν ὄψιν ἑτέρων μέχρι μέν τινος ἔπειθεν ἑαυτῷ χαρίσασθαι τὴν τοῦ σώματος ὥραν ἑκόντα. ὡς δ᾽ οὔτε δωρεαῖς οὔτ᾽ ἄλλῃ φιλανθρωπίᾳ τὸ μειράκιον ἡλίσκετο, κατέχειν τὴν ἐπιθυμίαν ἀδύνατος ὢν βίαν προσφέρειν ἐπεβάλετο. [3] περιβοήτου δὲ τῆς ἀκοσμίας τοῦ ἀνδρὸς ἅπασι τοῖς ἐπὶ τοῦ στρατοπέδου γενομένης κοινὸν ἀδίκημα τῆς πόλεως εἶναι νομίσαντες οἱ δήμαρχοι γραφὴν ἀποφέρουσι κατ᾽ αὐτοῦ δημοσίᾳ, καὶ ὁ δῆμος ἁπάσαις ταῖς ψήφοις τοῦ ἀνδρὸς κατέγνω τίμημα δίκης ὁρίσας θάνατον, οὐκ ἀξιῶν εἰς ἐλεύθερα σώματα καὶ προπολεμοῦντα τῆς τῶν ἄλλων ἐλευθερίας τοὺς ἐν ταῖς τιμαῖς ὄντας καὶ ἀρχαῖς ὑβρίζειν τὰς ἀνηκέστους [p. 281] καὶ παρὰ φύσιν τοῖς ἄρρεσιν ὕβρεις. '''''Vales. ετ Σουίδας ς. ϝ. Γάιος Λαιτώριος.''''' ;ΚΕΦΑΛΑΙΟΝ Ε΄ [1] ἔτι δὲ τούτου θαυμασιώτερον ἔπραξαν οὐ πολλοῖς πρότερον χρόνοις, καίτοι περὶ δοῦλον σῶμα γενομένης τῆς ὕβρεως. ἑνὸς γὰρ τῶν παραδόντων Σαυνίταις τὸ στρατόπεδον χιλιάρχων καὶ ὑπὸ ζυγὸν ὑπελθόντων, Ποπλιλίου υἱὸς ὡς ἐν πολλῇ καταλειφθεὶς πενίᾳ δάνειον ἠναγκάσθη λαβεῖν εἰς τὴν ταφὴν τοῦ πατρός, ὡς ἐρανισθησόμενος ὑπὸ τῶν συγγενῶν. διαψευσθεὶς δὲ τῆς ἐλπίδος ἀπήχθη πρὸς τὸ χρέος τῆς προθεσμίας διελθούσης, κομιδῇ νέος ὢν καὶ τῇ ὄψει ὡραῖος. [2] οὗτος τὰ μὲν ἄλλα ὑπηρετῶν, ὅσα δούλους δεσπόταις νόμος ἦν, ἠνείχετο, τὴν δὲ τοῦ σώματος ὥραν χαρίσασθαι κελευόμενος ἠγανάκτει καὶ μέχρι παντὸς ἀπεμάχετο. πολλὰς δὲ διὰ τοῦτο μαστίγων λαβὼν πληγὰς ἐξέδραμεν εἰς τὴν ἀγορὰν καὶ στὰς ἐπὶ μετεώρου τινός, ἔνθα πολλοὺς ἔμελλε τῆς ὕβρεως λήψεσθαι μάρτυρας, τήν τ᾽ ἀκολασίαν τοῦ δανειστοῦ διηγήσατο καὶ τῶν μαστίγων τοὺς μώλωπας ὑπέδειξεν. [3] ἀγανακτήσαντος δὲ τοῦ δήμου καὶ δημοσίας ὀργῆς ἄξιον ἡγησαμένου τὸ πρᾶγμα καὶ τὴν κρίσιν κατηγορούντων τὴν εἰσαγγελίαν τῶν δημάρχων ὦφλε θανάτου δίκην. καὶ δι᾽ ἐκεῖνο τὸ πάθος ἅπαντες οἱ δουλωθέντες [p. 282] πρὸς τὰ χρέα Ῥωμαῖοι νόμῳ κυρωθέντι τὴν ἀρχαίαν ἐλευθερίαν ἐκομίσαντο. '''''Vales. ετ Σουίδας ς. ϝ. Γάιος Λαιτώριος.''''' ;ΚΕΦΑΛΑΙΟΝ ΣΤ΄ [1] ἀξιῶν τὴν βουλὴν ὑπὲρ τῶν ἀπόρων καὶ κατάχρεων. αἱ νεοσφαγεῖς τῶν θυομένων σάρκες μέχρι τούτου διατελοῦσι τρέμουσαί τε καὶ παλλόμεναι, ἕως ἂν τὸ κατεχόμενον ἐν αὐταῖς συγγενὲς πνεῦμα βιασάμενον τοὺς πόρους ἅπαν ἐξαναλωθῇ. [2] τοῦτο σεισμῶν αἴτιον γίνεται καὶ τῇ Ῥώμῃ· ἅπασα γὰρ ὑπόνομος οὖσα μεγάλαις καὶ συνεχέσι τάφροις, δι᾽ ὧν ὀχετεύεται τὸ ὕδωρ, καὶ πολλὰς ἀναπνοὰς στομάτων ἔχουσα, διὰ τούτων ἀνίησι τὸ κατακλεισθὲν πνεῦμα ἐν αὐτῇ· καὶ τοῦτο ἔστιν, ὃ κραδαίνει τε αὐτὴν καὶ σπαράττει τὴν ἐπιφάνειαν, ὅταν πολὺ καὶ βίαιον ἐναποληφθὲν εἴργηται. '''''Ambr.''''' {{DEFAULTSORT:Ρωμαικη Αρχαιολογια 16}} o5gl4i8ikreww67fcp4dcp3e2p5n2ot Ρωμαϊκή Αρχαιολογία/ιε 0 23495 148515 100239 2022-08-09T14:03:10Z Αντιγόνη 235 wikitext text/x-wiki {{Κεφαλίδα | τίτλος = Λόγος ιε΄ | συγγραφέας = Διονύσιος ο Αλικαρνασσεύς | μεταφραστής= | ενότητα = [[Ρωμαϊκή Αρχαιολογία|Ῥωμαϊκὴ Ἀρχαιολογία]] | προηγούμενο= [[Ρωμαϊκή Αρχαιολογία/ιδ|Λόγος ιδ΄]] | επόμενο = [[Ρωμαϊκή Αρχαιολογία/ις|Λόγος ις΄]] | σημειώσεις = Dionysii Halicarnasei Antiquitatum Romanarum quae supersunt, Vol I-IV. Dionysius of Halicarnassus. Karl Jacoby. In Aedibus B.G. Teubneri. Leipzig. 1885. }} ;ΚΕΦΑΛΑΙΟΝ Α΄ [1] τῶν Κελτῶν ἐπιστρατευσάντων τῇ Ῥώμῃ καί τινος βασιλέως εἰς μονομαχίαν προκαλουμένου τῶν Ῥωμαίων, ὅστις εἴη ἀνήρ, Μάρκος Οὐαλέριος, εἷς τῶν χιλιάρχων, ἀπόγονος ὢν Οὐαλερίου Ποπλικόλα τοῦ συνελευθερώσαντος ἀπὸ τῶν βασιλέων τὴν πόλιν, [2] ἐξῄει τῷ Κελτῷ διαγωνίσασθαι. ὡς δὲ συνῄεσαν ὁμόσε, κόραξ καθεζόμενος ἐπὶ τοῦ κράνους αὐτοῦ ἐκεκράγει τε δεινὸν εἰς τὸν βάρβαρον ὁρῶν καί, ὁπότε μέλλοι πληγὴν ἐκφέρειν, πηδῶν ἐπ᾽ αὐτὸν τοτὲ μὲν τοῖς ὄνυξιν ἤμυττε τὰς παρειάς, τοτὲ δὲ τῷ ῥύγχει τοὺς ὀφθαλμοὺς ἔκοπτεν, ὥστε τὸν Κελτὸν ἔξω γενέσθαι τῶν φρενῶν, οὔθ᾽ ὅπως τὸν ἄνδρα ἀμύνοιτο δυνάμενον συμβαλεῖν, οὔθ᾽ ὅπως τὸν κόρακα φυλάττοιτο. [3] ὡς δὲ πολὺς ἐγεγόνει τῇ μάχῃ χρόνος, ὁ μὲν Κελτὸς φέρων ἐπὶ τὸν Οὐαλέριον τὴν μάχαιραν ὡς διὰ τῆς προβολῆς εἰς τὰ πλευρὰ βάψων, ἔπειτ᾽ [p. 260] ἐπιπτάντος αὐτῷ τοῦ κόρακος καὶ τὰς ὄψεις ὀρύττοντος ἀνέτεινε τὸν θυρεὸν ὡς ἀπελάσων τὸν ὄρνιν· ὁ δὲ Ῥωμαῖος ἔτι μετεωρίζοντος τὸ ὅπλον ἀκολουθήσας κάτωθεν ὑποφέρει τὸ ξίφος καὶ ἀναιρεῖ τὸν Κελτόν. [4] ὁ δὲ στρατηγὸς Κάμιλλος χρυσέῳ τοῦτον στεφάνῳ ἐκόσμησεν ἐπωνυμίαν θέμενος αὐτῷ Κορβῖνον ἀπὸ τοῦ συναγωνισαμένου κατὰ τὴν μονομαχίαν ζῴου· κόρβους γὰρ οἱ Ῥωμαῖοι καλοῦσι τοὺς κόρακας· αὐτός τε διετέλεσεν ἐξ ἐκείνου συμβόλῳ κατὰ τοῦ κράνους κοσμούμενος κόρακι, καὶ ταῖς εἰκόσιν αὐτοῦ πάσαις οἱ πλάττοντες καὶ γράφοντες τοῦτο τὸ ζῷον ἐπὶ τὴν κεφαλὴν ἐφήρμοττον. '''''Ambr.''''' ;ΚΕΦΑΛΑΙΟΝ Β΄ [1] ἐπόρθουν τὰς ἐπὶ τῶν ἀγρῶν κτήσεις πολλῆς εὐδαιμονίας γεμούσας. ἀνθρώπους πεπονημένους ὑπὸ πολέμου σώματα καὶ πλὴν ὅσον ἀνέπνεον τὰ λοιπὰ νεκροῖς ὁμοίους. ἔτι θερμῆς τὸ δὴ λεγόμενον οὔσης τῆς τοῦ ἀναιρεθέντος σποδοῦ. [2] τὸν οἴκτιστον ἀπολεῖται τρόπον ὑπ᾽ ἀνδρὸς ἐχθροῦ πολιτικῷ σιτίζοντος αἵματι τὸν φθόνον. μοῖραν οὐκ ἐλαχίστην τῶν ὠφελειῶν τοῖς στρατιώταις χαριζόμενος, ὥστ᾽ ἐπικλύσαι πλούτῳ τὴν ἑκάστου πενίαν. διέφθειραν αὐτῶν ἀκμαζούσας ἤδη σπορολογεῖσθαι τὰς ἀρούρας καὶ τὰ κράτιστα τῆς καρποφόρου ἐλωβήσαντο. '''''Ambr.''''' [p. 261] ;ΚΕΦΑΛΑΙΟΝ Γ΄ [1] ὅτι Κοίντου Σερουιλίου τὸ τρίτον ὑπατεύοντος καὶ Γαίου Μαρκίου Ῥουτίλου ὑπατευόντων κίνδυνοι τὴν Ῥώμην χαλεποὶ καὶ ἀπροσδόκητοι κατέσχον, οὓς εἰ μὴ θεία τις πρόνοια διεσκέδασε, δυεῖν κακῶν θάτερον ἂν αὐτῇ συνέπεσεν, ἢ δόξαν αἰσχίστην ἐνεγκεῖν ξενοκτονίας ἢ φόνων ἅψασθαι πολιτικῶν. ἀφ᾽ ἧς δ᾽ αἰτίας εἰς τούτους ἦλθε τοὺς κινδύνους, μικρὰ τῶν πρόσθεν ἀναλαβὼν δι᾽ ὀλίγων πειράσομαι διελθεῖν. [2] ἐν τῷ παρελθόντι ἐνιαυτῷ τὸν Σαυνιτικὸν πόλεμον ὑπὲρ ἁπάσης Καμπανίας ἡ τῶν Ῥωμαίων πόλις ἀραμένη καὶ τρισὶ νικήσασα μάχαις τοὺς ἀντιταχθέντας ἐβούλετο μὲν ἁπάσας ἀπάγειν τὰς δυνάμεις ὡς οὐθενὸς ἔτι κινδύνου ταῖς πόλεσι καταλειπομένου· δεομένων δὲ τῶν Καμπανῶν μὴ καταλιπεῖν αὐτοὺς συμμάχων ἐρήμους ὡς ἐπιθησομένων σφίσι τῶν Σαυνιτῶν, εἰ μηδεμίαν ἔχοιεν ξενικὴν βοήθειαν, ἔγνω τὸν ἀπαλλάξαντα τοῦ πολέμου τὰς πόλεις ὕπατον Μάρκον Οὐαλέριον ὅσην ἂν αὐτοὶ βουληθῶσι τρέφειν στρατιὰν ἐν ταῖς πόλεσι καταλιπεῖν. [3] γενόμενος δὲ τῆς ἐξουσίας ταύτης κύριος ὁ ὕπατος, ὅσοις ἦν βουλομένοις ὀψώνια καὶ μισθοὺς φέρεσθαι τῆς φυλακῆς, τούτους καθίστησιν ἐν ταῖς πόλεσιν· ἐν οἷς ἦν τὸ πλεῖον μέρος ἀνεστίων καὶ καταχρέων καὶ τὴν οἴκοι πενίαν καὶ ἀγνωσίαν ἀσμένως ἀποδιδρασκόντων. [4] τούτους οἱ Καμπανοὶ ταῖς οἰκίαις ἀναλαμβάνοντες τραπέζαις τε ὑπεδέχοντο [p. 262] λαμπραῖς καὶ ταῖς ἄλλαις ἐξένιζον φιλοφροσύναις. πολυτελὴς δὲ καὶ ἁβροδίαιτος ἱκανῶς τοῖς Καμπανίαν οἰκοῦσι καὶ νῦν ἐστι καὶ τότε ἦν ὁ βίος καὶ πάντα τὸν λοιπὸν ἔσται χρόνον, πολύκαρπόν τε πεδιάδα καὶ πολύβοτον καὶ πρὸς ὑγίειαν ἀνθρώποις γεωργοῦσιν ἀρίστην οὖσαν. [5] κατ᾽ ἀρχὰς μὲν οὖν ἀγαπητῶς οἱ φρουροὶ τὴν φιλοξενίαν τῶν ἀνθρώπων ἐλάμβανον, ἔπειτα διαφθειρόμενοι τὰς ψυχὰς ὑπὸ τοῦ κόρου τῶν ἀγαθῶν πονηροὺς ὑπολογισμοὺς κατὰ μικρὸν ἐλάμβανον καὶ συνιόντες ἀλλήλοις ἔλεγον, ὡς ἀνοήτων ἀνθρώπων ποιήσουσιν ἔργον, εἰ τοσαύτην καταλιπόντες εὐδαιμονίαν ἐπὶ τὸν ἐν Ῥώμῃ βίον ἀνακάμψουσιν, ἔνθα λυπρὰ μὲν ἡ γῆ, πολλαὶ δὲ εἰσφοραί, πολέμων δὲ καὶ κακῶν ἀνάπαυσις οὐδεμία, τὰ δὲ τῶν κοινῶν πόνων ἆθλα παρ᾽ ὀλίγοις. [6] οἱ δὲ ἀσθενεῖς τοῖς βίοις καὶ τῶν καθ᾽ ἡμέραν ἀναγκαίων ἀποροῦντες καὶ ἔτι μᾶλλον οἱ τὰ χρέα μὴ δυνάμενοι διαλῦσαι τοῖς συμβαλοῦσι καὶ τὴν ἀνάγκην ἀποχρῶσαν εἶναι σύμβουλον τῶν συμφερόντων σφίσιν ἀποφαίνοντες ἄνευ τοῦ καλοῦ, οὐδ᾽ εἰ πάντες νόμοι τε καὶ ἄρχοντες τὰς ἐσχάτας τιμωρίας ἀπειλοῖεν αὐτοῖς ἐν Καμπανοῖς ἔτι μεθήσεσθαι τῆς παρούσης εὐδαιμονίας ἔλεγον καὶ τελευτῶντες εἰς τοσαύτην ἀπόνοιαν ἦλθον, ὥστε καὶ λέγειν ἐτόλμων· [7] τί δὴ καὶ δράσομεν δεινόν, ἐὰν Καμπανοὺς ἐκβαλόντες τὰς ἐκείνων πόλεις κατάσχωμεν; οὗτοι γὰρ αὐτοὶ πρότερον οὐκ ἐκ τοῦ δικαίου κτησάμενοι τὴν [p. 263] γῆν κατέσχον, ἀλλ᾽ ἐπιξενωθέντες Τυρρηνοῖς τοῖς κατοικοῦσιν αὐτὴν καὶ τοὺς ἄνδρας ἅπαντας διαφθείραντες τάς τε γυναῖκας αὐτῶν καὶ τοὺς βίους καὶ τὰς πόλεις καὶ τὴν περιμάχητον χώραν παρέλαβον· ὥστε σὺν δίκῃ πείσονται πᾶν ὅ τι ἂν πάθωσιν αὐτοὶ τῆς παρανομίας κατάρξαντες καθ᾽ ἑτέρων. [8] τί δὴ καὶ τὸ κωλῦσον ἡμᾶς ἔσται ταῦτα μέχρι τοῦ παντὸς χρόνου καρποῦσθαι τἀγαθά; Σαυνῖται μέν γε καὶ Σιδικῖνοι καὶ Αὔσονες καὶ πάντες οἱ περίοικοι τοσούτου δεήσουσι Καμπανοῖς τιμωροῦντες ἐφ᾽ ἡμᾶς γε στρατεύειν, ὥστε ἀποχρῆν ὑπολήψονταί σφισιν, εἰ τὰ ἑαυτῶν ἐάσομεν ἑκάστοις ἔχειν. [9] Ῥωμαῖοι δὲ ἴσως μὲν καὶ κατ᾽ εὐχὴν δέξονται τὸ πραχθὲν ἅπασαν ἀξιοῦντες Ἰταλίαν ταῖς αὑτῶν ἀποικίαις κρατεῖσθαι· εἰ δὲ ἀγανακτεῖν προσποιούμενοι πολεμίους ἡμᾶς κρίναντες οὐ τοσαῦτα δεινὰ διαθήσουσιν, ὅσα πείσονται πρὸς ἡμῶν. χώραν τε γὰρ αὐτῶν δῃώσομεν, ὅσον ἂν ἡμῖν δοκῇ, καὶ δεσμώτας ἐκ τῶν ἀγρῶν λύσομεν καὶ θεράποντας ἐλευθερώσομεν καὶ μετὰ τῶν ἐχθίστων αὐτοῖς Οὐολούσκων τε καὶ Τυρρηνῶν καὶ Σαυνιτῶν καὶ τῶν ἔτι ἐνδοιαστῶς ἀκρομωένων Λατίνων στησόμεθα. ἠναγκασμένοις δ᾽ ἀνθρώποις καὶ τὸν ἔσχατον περὶ ψυχῆς τρέχουσι δρόμον [p. 264] οὔτ᾽ ἄπορον οὐδὲν οὔτ᾽ ἀντίπαλον. [10] τοιαῦτα διαλεγόμενοι πρὸς ἀλλήλους ὀλίγοι μὲν τὰ πρῶτα, ἔπειτα πλείους ἔγνωσαν ἐπιχειρεῖν ταῖς πόλεσι καὶ δι᾽ ὅρκων ἐδίδοσαν ἀλλήλοις τὸ πιστόν. ἔφθασε δὲ τὴν ἐπιχείρησιν αὐτῶν εἰς τοὐμφανὲς ἀγαγοῦσα μήνυσις, ἣν τῶν συνομοσάντων τινὲς ἐποιήσαντο πρὸς τὸν ἕτερον τῶν ὑπάτων Μάρκιον, ᾧ τὸν κατὰ Σαυνιτῶν πόλεμον ὁ κλῆρος ἀπένειμεν, ἤδη παρειληφότα τὰς ἐν τῇ Ῥώμῃ καταγραφείσας δυνάμεις καὶ ὄντα ἐν ὁδῷ. ὁ δὲ ὕπατος ἀπροσδοκήτου καὶ δεινοῦ πράγματος ἀκούσας ἔκρινε μὴ δείξειν τὸ πρᾶγμα μηδ᾽ εἰδέναι δοκεῖν, ἀλλὰ δἰ ἀπάτης τινὸς καὶ στρατηγίας κωλῦσαι τὰ συμβησόμενα ταῖς πόλεσιν. [11] ἀποστείλας δή τινας ἅμα τοῖς μηνυταῖς κατασκευαστοὺς εἰς τὰς πόλεις πρὶν αὐτὸς ἐλθεῖν, προσεσκεύασε λέγεσθαι πρὸς τοὺς ἐν ταῖς παραχειμασίαις, ὅτι τὰς μὲν φρουρὰς ἔγνω καταλιπεῖν ἐν ταῖς πόλεσι τὰς τότε οὔσας, ἐπειδὴ βουλομένοις ἐστὶ τοῖς Καμπανοῖς αὐτὰς μένειν, τῇ δ᾽ οἴκοθεν ἀφιγμένῃ σὺν αὐτῷ δυνάμει πολεμεῖν πρὸς Σαυνίτας παρασκευάζεται, καὶ ἔπεισεν ἅπαντας ταῦτα ὑπολαβεῖν. [12] ἀφικόμενος δὲ εἰς τὴν Καμπανίαν μετὰ τῆς στρατιᾶς ἁπάσης εἰς ἑκάστην παρῄει πόλιν καὶ τοὺς ἐν ταῖς φρουραῖς ἀνακαλούμενος διέκρινεν ἁπάντων τοὺς μετασχόντας [p. 265] τῆς συνωμοσίας. ἔπειτα φιλανθρώπως ἑκάστοις διαλεγόμενος οὓς μὲν ἀπέλυσε τῶν σημείων, ὡς ἂν χαριζόμενος τὴν ἄφεσιν τῆς στρατείας, οὓς δὲ τῷ πρεσβευτῇ καὶ τῷ χιλιάρχῳ παραδοὺς ὡς ἐπὶ χρείας δή τινας στρατιωτικὰς ἀπέλυσεν — οὗτοι δ᾽ ἦσαν οἱ πονηρότατοι καὶ οὐχ ὑπομένοντες ἀφεῖσθαι τῆς στρατείας — ἐντειλάμενος τοῖς ἄγουσιν αὐτοὺς εἰς Ῥώμην διακομίσαι καὶ φυλάττειν ἐν ἀδήλοις φυλακαῖς, χωρίσαντας ἄλλους ἀπ᾽ ἄλλων, ἕως ἂν αὐτὸς ἀφίκηται. [13] τοῖς δὲ ἀνδράσιν ἐνθυμουμένοις, ὅτι πάντες οἱ κορυφαιότατοι τῆς συνωμοσίας οἱ μὲν ἀπολύονται τῶν σημείων, οἱ δ᾽ ἀποστέλλονται δίχα τῶν ἄλλων ὁποιδήποτε, λογισμὸς εἰσῆλθε περιφανῆ γεγονέναι σφῶν τὴν συνωμοσίαν καὶ μετὰ τοῦτο δέος, εἰ χωρὶς ἀλλήλων γένοιντο καὶ τὰ ὅπλα θεῖεν, μὴ δίκας ὑπόσχωσιν εἰς Ῥώμην ἀπαχθέντες· συνιόντες τε κατ᾽ ὀλίγους ἐσκόπουν, [14] τί χρὴ πράττειν. ἔπειτα γνώμην τινῶν εἰσηγησαμένων περὶ ἀποστάσεως, ἐπαινέσαντες τὸ βούλευμα καὶ πίστεις ἀπορρήτους ἐν ἀλλήλοις ποιησάμενοι, οἱ τῆς στρατείας ἀφειμένοι περὶ Ταρρακίναν πόλιν ἐν ἐπιτηδείοις χωρίοις παρ᾽ αὐτὴν τὴν ὁδὸν στρατοπεδεύονται. [15] ἔπειθ᾽ οἱ μετὰ τοῦ πρεσβευτοῦ καὶ τῶν χιλιάρχων ἀποστελλόμενοι τοὺς ἡγεμόνας καταλιπόντες, ἐστὶ δ᾽ οὓς καὶ τῶν ἀγόντων σφᾶς στρατιωτῶν πείσαντες ἀποστῆναι, περὶ τὸν αὐτὸν ἱδρύονται τόπον. ὡς δὲ ἅπαξ οὗτοι τὰς παρόδους κατελάβοντο, πολλοὶ προσῄεσαν [p. 266] αὐτοῖς ὁσημέραι, καὶ χεὶρ ἐγένετο περὶ αὐτοὺς καρτερά· ἔπειτα τὰ δεσμωτήρια ἁπάντων, ὅσα κατὰ τοὺς ἀγροὺς ἦν, ἐλύετο καὶ συνέρρει ... '''''Esc.''''' ;ΚΕΦΑΛΑΙΟΝ Δ΄ [1] οἱ δὲ τῶν Ῥωμαίων ὕπατοι πᾶσαν τὴν μεταξὺ γῆν ἀδεῶς διελθόντες τῶν μὲν οὐκ ἐναντιουμένων, τῶν δὲ συμπροπεμπόντων — πολλαὶ δ᾽ εἰσὶ δυσχωρίαι κατὰ τὴν ἐκ Ῥώμης εἰς Καμπανίαν ἄγουσαν ὁδὸν ὄρεσί τε καὶ τέλμασι καὶ θαλάτταις καὶ ποταμοῖς ναυσιπόροις διακλειόμεναι, ἃς οὐ ῥᾴδιον ἦν διελθεῖν ὑπὸ τῶν πολεμίων προκαταληφθείσας — [2] καί τινα καὶ ποταμόν, ὃς διὰ τῆς Κασιλίνων χώρας καὶ πόλεως φέρεται, τριάκοντα τῆς Καπύης ἀπέχοντα στάδια, Οὐολτοῦρνον ὄνομα, τεττάρων οὐκ ἐλάττω πλέθρων ὄντα τὸ πλάτος, ξυλίνῃ γεφύρᾳ διαβάντες, ἣν ἐν τρισὶ κατεσκεύασαν ἡμέραις, διεξῄεσαν, ἵνα τοῖς μὲν τὰ σφέτερα φρονοῦσι Καμπανοῖς θάρσος ὡς τὰ κράτιστα προῃρημένοις ἐγγένηται, τοῖς δὲ τἀναντία δέος. [3] καὶ προελθόντες ἐπέκεινα τῆς πόλεως ἀπὸ τετταράκοντα σταδίων Καπύης στρατοπεδεύονται ἐν ὑψηλῷ τόπῳ θέντες τὸν χάρακα, ἔνθα ὑπομένοντες τὰς παρὰ Σαυνιτῶν ἀγοράς τε καὶ συμμαχίας ἐκαραδόκουν. οἱ δ᾽ ἄρα ὑπισχνοῦντο μὲν αὐτοῖς πλείω τῶν ἱκανῶν, ἐπήρκουν δ᾽ οὐδὲν ὅτι καὶ λόγου ἄξιον, στρατιάν τ᾽ ἀγείρειν ἐκ πάσης πόλεως σκηπτόμενοι κατέτριβον [p. 267] [4] τοὺς χρόνους. ἀπογνόντες δὴ τῆς ἐκεῖθεν ἐπικουρίας καὶ τὰς μὲν ἑαυτῶν δυνάμεις ὁρῶντες οὐθὲν ἰσχύος ἐκ τοῦ χρόνου προσλαμβανούσας, τὰς δὲ τῶν πολεμίων μακρῷ πλείους γιγνομένας, ἐπὶ τὰ ἔργα χωρεῖν ἔγνωσαν. [5] ἐνθυμούμενοι δ᾽ ὅτι πολὺ τῆς στρατιᾶς ἐστι τὸ δυσάγωγον καὶ ταῖς ἐπιταγαῖς τῶν ἡγεμόνων ἀπειθές, ὡς ἐν ἄλλαις τε πολλαῖς πείραις ἐδήλωσε καὶ τὰ τελευταῖα ἐν τῇ Καμπανικῇ παραχειμασίᾳ, ἀφ᾽ ἧς εἰς τοσαύτην ἀπόνοιαν ἦλθον αὐτῶν τινες, ὥστε καὶ πόλεσιν ἐπιθέσθαι καὶ τὸν ὕπατον καταλιπεῖν καὶ κατὰ τῆς πατρίδος ὅπλα ἀναλαβεῖν, τούτους ᾤοντο δεῖν πρῶτον ἀποδεῖξαι σωφρονεστέρους, δεινότερον ποιήσαντες αὐτοῖς τὸν ἀπὸ τῶν ἡγεμόνων φόβον ἢ τὸν ἀπὸ τῶν πολεμίων κίνδυνον. [6] ταῦτα διανοηθέντες ἐκκλησίαν συνῆγον, καὶ λέγει Μάλλιος· ζήτει ἐν τῷ περὶ στρατηγημάτων καὶ δημηγοριῶν. περὶ τοῦ υἱοῦ Μαλλίου τοῦ μονομαχήσαντος. '''''Esc.''''' ;ΚΕΦΑΛΑΙΟΝ Ε΄ [1] ἀλλὰ καὶ διότι τοὺς φίλους αὐτῶν Καμπανοὺς πολλὰ καὶ μεγάλα ἔβλαπτον. ἡ δὲ βουλὴ τῶν Ῥωμαίων Καμπανῶν πολλάκις ἐμφανιζόντων καὶ ἀποδυρομένων κατὰ τῶν Νεαπολιτῶν, πρέσβεις ἐψηφίσατο πρὸς τοὺς Νεαπολίτας ἀποστεῖλαι τοὺς ἀξιώσοντας [p. 268] αὐτοὺς μηθὲν εἰς τοὺς ὑπηκόους τῆς τῶν Ῥωμαίων ἡγεμονίας παρανομεῖν, ἀλλὰ καὶ διδόναι τὰ δίκαια καὶ λαμβάνειν, καί, εἴ γε διαφέρονται πρὸς ἀλλήλους, μὴ δἰ ὅπλων, ἀλλὰ διὰ λόγων, σύμβολα ποιησαμένους πρὸς αὐτούς, καὶ τὸ λοιπὸν εἰρήνην ἄγειν πρὸς ἅπαντας τοὺς περιοικοῦντας τὸ Τυρρηνικὸν πέλαγος, μήτ᾽ αὐτοὺς ἔργα πράττοντας, ἃ μὴ προσήκει Ἕλλησι, μήτε τοῖς πράττουσι συνεργοῦντας· μάλιστα δ᾽ εἰ δύναιντο θεραπείαις τῶν δυνατῶν παρασκευάσοντας ἀποστῆναι μὲν ἀπὸ Σαυνιτῶν τὴν πόλιν, σφίσι δ᾽ αὐτοῖς γενέσθαι φίλην. [2] ἔτυχον δὲ κατὰ τὸν αὐτὸν χρόνον ἀφιγμένοι πρὸς τοὺς Νεαπολίτας πρέσβεις ὑπὸ Ταραντίνων ἀποσταλέντες, ἄνδρες ἐπιφανεῖς καὶ πρόξενοι διὰ γένους τῶν Νεαπολιτῶν· καὶ ἕτεροι ὑπὸ Νωλάνων ὁμόρων ὄντων καὶ σφόδρα τοὺς Ἕλληνας ἀσπαζομένων, τἀναντία τοὺς Νεαπολίτας ἀξιώσοντες μήτε σύμβολα ποιεῖσθαι πρὸς τοὺς Ῥωμαίους ἢ τοὺς ὑπηκόους αὐτῶν μήτε διαλύεσθαι τὴν πρὸς Σαυνίτας φιλίαν. [3] ἐὰν δὲ ταύτην ποιήσωνται Ῥωμαῖοι τοῦ πολέμου τὴν πρόφασιν, μὴ ὀρρωδεῖν, μηδ᾽ ὡς ἄμαχόν τινα τὴν ἰσχὺν αὐτῶν καταπεπλῆχθαι, ἀλλὰ μένειν γενναίως καὶ ὡς προσῆκεν Ἕλλησι πολεμεῖν, τῇ τ᾽ οἰκείᾳ πιστεύοντας [p. 269] δυνάμει καὶ τῇ παρὰ Σαυνιτῶν ἀφιξομένῃ βοηθείᾳ, ναυτικήν τ᾽ ἰσχὺν προσληψομένους ἔξω τῆς ἑαυτῶν, ἣν Ταραντῖνοι πέμψουσιν, ἐὰν ἄρα καὶ ταύτης δέωνται, πολλὴν καὶ ἀγαθήν. '''''Ursin.''''' ;ΚΕΦΑΛΑΙΟΝ ΣΤ΄ [1] συναχθείσης δὲ τῆς βουλῆς καὶ πολλῶν ῥηθέντων ἐν αὐτῇ λόγων, οὓς αἵ τε πρεσβεῖαι διεξῆλθον καὶ οἱ συναγορεύοντες αὐταῖς, διέστησαν αἱ γνῶμαι τῶν συνέδρων, καὶ οἵ γε χαριέστατοι τὰ τῶν Ῥωμαίων ἔδοξαν φρονεῖν. [2] ἐκείνην μὲν οὖν τὴν ἡμέραν οὐδὲν ἐξηνέχθη προβούλευμα, εἰς ἑτέραν δὲ πάλιν ἕδραν ἀναβληθείσης τῆς περὶ τῶν πρεσβειῶν διαγνώσεως, ἀφικόμενοι κατὰ πλῆθος εἰς τὴν Νεάπολιν Σαυνιτῶν οἱ δυνατώτατοι καὶ τοὺς προεστηκότας τῶν κοινῶν θεραπείαις τισὶν οἰκειωσάμενοι πείθουσι τὴν βουλὴν ἐπὶ τῷ δήμῳ ποιῆσαι τὴν τοῦ συμφέροντος αἵρεσιν. [3] καὶ παρελθόντες εἰς τὴν ἐκκλησίαν πρῶτον μὲν τὰς ἑαυτῶν εὐεργεσίας διεξῄεσαν, ἔπειτα τῆς Ῥωμαίων πόλεως πολλὰ κατηγόρουν, ὡς ἀπίστου καὶ δολίου, τελευτῶντες δὲ τοῦ λόγου θαυμαστὰς ἐποιοῦντο τοῖς Νεαπολίταις ὑποσχέσεις, ἐὰν εἰς τὸν πόλεμον καταστῶσι, στρατιάν τε πέμψειν, ὅσης ἂν δέωνται, τὴν φυλάξουσαν αὐτῶν τὰ τείχη, καὶ ταῖς ναυσὶν ἐπιβάτας καὶ τὴν εἰρεσίαν ἅπασαν παρέξειν, οὐ μόνον καταγγέλλοντες τοῖς ἰδίοις στρατεύμασιν, ἀλλὰ κἀκείνοις ἁπάσας τὰς εἰς πόλεμον δαπάνας ἐπιχορηγοῦντες· [4] ἀπωσαμένοις τε τὸ Ῥωμαϊκὸν στράτευμα Κύμην τ᾽ ἀνασώσειν, [p. 270] ἣν δευτέρᾳ γενεᾷ πρότερον ἐξελάσαντες τοὺς Κυμαίους Καμπανοὶ κατέσχον, καὶ συγκατάξειν ἐπὶ τὰ σφέτερα τοὺς περιόντας ἔτι Κυμαίων, οὓς οἱ Νεαπολῖται τῆς πατρίδος ἐκπεσόντας ὑπεδέξαντο καὶ πάντων ἐποιήσαντο κοινωνοὺς τῶν ἰδίων ἀγαθῶν, χώραν τε προσθήσειν τοῖς Νεαπολίταις, ἐξ ἧς οἱ Καμπανοὶ κατεῖχον πάνυ πολλήν. [5] τῶν δὲ Νεαπολιτῶν ὅσον μὲν ἦν μέρος εὔλογον καὶ πρὸ πολλοῦ δυνάμενον ὁρᾶν τὰς καταληψομένας τὴν πόλιν ἐκ τοῦ πολέμου συμφορὰς εἰρήνην ἄγειν ἠξίου· τὸ δὲ φιλόκαινον καὶ τὰς ἐκ τῆς ταραχῆς πλεονεξίας διῶκον ἐπὶ τὸν πόλεμον συνελάμβανον, καταβοαί τ᾽ ἀλλήλων ἐγίνοντο καὶ χειροκρασίαι καὶ προέβη τὸ νεῖκος εἰς λίθων βολάς, καὶ τελευτῶντες ἐκράτησαν οἱ κακίους τῶν κρειττόνων, ὥστε τοὺς πρέσβεις τῶν Ῥωμαίων ἀπράκτους ἀπελθεῖν. διὰ ταύτας τὰς αἰτίας ἡ βουλὴ τῶν Ῥωμαίων στρατιὰν ἐπὶ Νεαπολίτας ἀποστεῖλαι ἐβουλεύθη. '''''Ursin.''''' ;ΚΕΦΑΛΑΙΟΝ Ζ΄ [1] ὅτι μαθόντες οἱ Ῥωμαῖοι Σαυνίτας στρατιὰν ἀγείρειν τὸ μὲν πρῶτον πρέσβεις ἔπεμψαν, οἱ δὲ προχειρισθέντες ἐκ τῶν βουλευτῶν πρέσβεις ἐλθόντες ἐπὶ τοὺς προβούλους τῶν Σαυνιτῶν ἔλεξαν· [2] ἀδικεῖτε, ἄνδρες Σαυνῖται, παραβαίνοντες τὰς ὁμολογίας, ἃς ἐποιήσασθε πρὸς ἡμᾶς, ὄνομα μὲν ὑποδυόμενοι [p. 271] συμμάχων, ἔργα δὲ πράττοντες πολεμίων, πολλαῖς μὲν ἡττηθέντες ὑπὸ Ῥωμαίων μάχαις, δεήσει δὲ μεγάλῃ καταλυσάμενοι τὸν πόλεμον καὶ τυχόντες εἰρήνης οἵας ἐβούλεσθε· τὰ δὲ τελευταῖα φίλοι γενέσθαι τῆς πόλεως ἡμῶν προθυμηθέντες καὶ σύμμαχοι καὶ τοὺς αὐτοὺς Ῥωμαίοις ὀμόσαντες ἕξειν ἐχθροὺς καὶ φίλους. [3] ὧν ἁπάντων ἐπιλαθόμενοι καὶ παρ᾽ οὐδὲν ἡγησάμενοι τοὺς ὅρκους ἐγκατελείπετε μὲν ἡμᾶς ἐν τῷ πρὸς Λατίνους πολέμῳ καὶ πρὸς Οὐολούσκους συστάντι, οὓς δι᾽ ὑμᾶς ἐχθροὺς ἔχομεν οὐ βουλόμενοι τοῦ καθ᾽ ὑμῶν αὐτοῖς συνάρασθαι πολέμου· ἐν δὲ τῷ παρελθόντι ἐνιαυτῷ Νεαπολίτας δεδιότας ἀναδεῖξαι τὸν καθ᾽ ἡμῶν πόλεμον ἁπάσῃ σπουδῇ καὶ προθυμίᾳ χρώμενοι παρωρμήσατε, μᾶλλον δ᾽ ἠναγκάσατε καὶ τὰς δαπάνας ἐπιχορηγεῖτε καὶ τὴν πόλιν δι᾽ ὑμῶν αὐτῶν ἔχετε. [4] νῦν δὲ παρασκευάζεσθε στρατιὰν ἐκ παντὸς ἀγείροντες τόπου, πρόφασιν μὲν ἑτέραν ποιούμενοι, τὸ δ᾽ ἀληθὲς ἐπὶ τοὺς ἡμετέρους ἐγνωκότες ἄγειν ἀποίκους· καὶ ἐπὶ ταύτας τὰς ἀδίκους πλεονεξίας Φουνδανοὺς παρακαλεῖτε καὶ Φορμιανοὺς καὶ ἄλλους τινάς, οἷς ἡμεῖς ἰσοπολιτείας μετεδώκαμεν. [5] οὕτω δὲ φανερῶς καὶ ἀναισχύντως συγχεόντων ὑμῶν τὰ περὶ τῆς φιλίας καὶ συμμαχίας ὅρκια, ποιοῦντες πρεσβείαν πρὸς ὑμᾶς ἐκρίναμεν ἀποστεῖλαι πρῶτον, καὶ μὴ πρότερον ἄρξαι τῶν ἔργων πρὶν ἢ πειραθῆναι [p. 272] τῶν λόγων. ἃ δὲ προκαλούμεθα ὑμᾶς, καὶ ὧν τυχόντες τὴν ἐπὶ τοῖς παρελθοῦσιν ὀργὴν ἀποπληρώσειν οἰόμεθα, ταῦτα ἔστι· πρῶτον μὲν ἀπάγειν ὑμᾶς ἀξιοῦμεν τὴν ἀποσταλεῖσαν Νεαπολίταις συμμαχίαν, ἔπειτα μηδεμίαν ἐκπέμπειν στρατιὰν κατὰ τῶν ἀποίκων τῶν ἡμετέρων μηδὲ τοὺς ὑπηκόους ἐπὶ πάσας τὰς πλεονεξίας παρακαλεῖν· [6] εἰ δὲ μὴ πᾶσι δόξαντα ταῦτα ὑμῖν ἃ ἔπραττόν τινες, ἀλλ᾽ ἀπὸ τῆς ἑαυτῶν γνώμης, παραδοῦναι τοὺς ἄνδρας ἡμῖν ἐπὶ δίκην. τούτων τυχόντες ἀρκούμεθα, μὴ τυχόντες δὲ θεοὺς καὶ δαίμονας, οὓς ἐν ταῖς συνθήκαις ὠμόσατε, μαρτυρόμεθα, καὶ τοὺς εἰρηνοδίκας ἐπὶ τοῦτο ἄγοντες ἐληλύθαμεν. '''''Ursin.''''' ;ΚΕΦΑΛΑΙΟΝ Η΄ [1] τοιαῦτα τοῦ Ῥωμαίου λέξαντος βουλευσάμενοι καθ᾽ αὑτοὺς οἱ πρόβουλοι τῶν Σαυνιτῶν τοιαύτην ἐξήνεγκαν ἀπόκρισιν· [2] τοῦ μὲν ὀψισμοῦ τῆς ἐπὶ τὸν κατὰ Λατίνων πόλεμον συμμαχίας οὐ τὸ κοινὸν αἴτιον — ἐψηφισάμεθα γὰρ ἀποσταλῆναι τὴν στρατιὰν ὑμῖν — οἱ δὲ τὴν ἡγεμονίαν ἔχοντες αὐτῆς πλείονα χρόνον ἀναλώσαντες ἐν τῇ παρασκευῇ, καὶ ὑμεῖς αὐτοὶ θᾶττον ἐπειχθέντες ἐπὶ [p. 273] τὸν ἀγῶνα. τρισὶ γοῦν ἢ τέτταρσιν ἡμέραις ὕστερον τῆς μάχης οἱ πεμφθέντες ὑφ᾽ ἡμῶν ἀφίκοντο. [3] περὶ δὲ τῆς Νεαπολιτῶν πόλεως, ἐν ᾗ τῶν ἡμετέρων τινές εἰσιν, τοσούτου δέομεν ἀδικεῖν ὑμᾶς, εἴ τινα τοῖς κινδυνεύουσι βοήθειαν εἰς σωτηρίαν κοινῇ παρεχόμεθα, ὥστ᾽ αὐτοὶ δοκοῦμεν ὑφ᾽ ὑμῶν ἀδικεῖσθαι μεγάλα. φίλην γὰρ ἡμῶν καὶ σύμμαχον οὖσαν τὴν πόλιν ταύτην οὐκ ἔναγχος οὐδ᾽ ἀφ᾽ οὗ τὰς πρὸς ὑμᾶς ἐποιησάμεθα ὁμολογίας, ἀλλὰ δευτέρᾳ γενεᾷ πρότερον διὰ πολλὰς καὶ μεγάλας εὐεργεσίας, οὐθὲν ἀδικηθέντες ὑμεῖς κατεδουλώσασθε. [4] οὐ μὴν οὐδὲ τούτῳ γε τῷ ἔργῳ τὸ κοινὸν ὑμᾶς τῶν Σαυνιτῶν ἠδίκησεν· ἰδιόξενοι δέ τινές εἰσιν, ὡς πυνθανόμεθα, καὶ φίλοι τῶν Νεαπολιτῶν οἱ κατὰ τὴν ἑαυτῶν προαίρεσιν τῇ πόλει βοηθοῦντες καί τινες καὶ δι᾽ ἀπορίαν ἴσως βίου μισθοφόροι. % φέρειν δὲ τοὺς ὑπηκόους ὑμῶν οὐθὲν δεόμεθα· καὶ γὰρ ἄνευ Φουνδανῶν καὶ Φορμιανῶν ἱκανοὶ βοηθεῖν αὑτοῖς ἐσμεν, ἐὰν καταστῶμεν εἰς ἀνάγκην πολέμου. [5] ἡ δὲ παρασκευὴ τῆς στρατιᾶς ἡμῶν ἐστιν οὐχ ὡς ἀφαιρησομένων τοὺς ὑμετέρους ἀποίκους τὰ ἴδια, ἀλλ᾽ ὡς τὰ ἴδια ἑξόντων διὰ φυλακῆς. ἀντιπροκαλούμεθά τε ὑμᾶς, εἰ βούλεσθε τὰ δίκαια ποιεῖν, ἐκχωρεῖν Φρεγέλλης, ἣν οὐ πρὸ πολλοῦ πολέμῳ κρατησάντων ἡμῶν, ὅσπερ ἐστὶ νόμος κτήσεως δικαιότατος, [p. 274] ὑμεῖς οὐδενὶ δικαίῳ σφετερισάμενοι δεύτερον ἔτος ἤδη κατέχετε. τούτων ἡμεῖς τυχόντες οὐδὲν ὑποληψόμεθα ἀδικεῖσθαι. '''''Ursin.''''' ;ΚΕΦΑΛΑΙΟΝ Θ΄ [1] μετὰ τοῦτο παραλαβὼν τὸν λόγον ὁ τῶν Ῥωμαίων εἰρηνοδίκης εἶπεν· οὐθὲν ἔτι τὸ κωλῦσόν ἐστιν, οὕτω φανερῶς ἀνῃρηκότων ὑμῶν τὰ περὶ τῆς εἰρήνης ὅρκια .... βουλεύεσθε τὸν Ῥωμαίων δῆμον αἰτιάσασθαι. πάντα γὰρ αὐτῷ πέπρακται κατὰ τοὺς ἱερούς τε καὶ πατρίους νόμους, τά τε πρὸς τοὺς θεοὺς ὅσια καὶ τὰ πρὸς ἀνθρώπους δίκαια, δικασταὶ δὲ τῶν μενόντων ἐν ταῖς ὁμολογίαις οἱ λαχόντες πολέμους ἐπισκοπεῖν ἔσονται θεοί. [2] μέλλων δ᾽ ἀπιέναι τήν τε περιβολὴν κατὰ κεφαλῆς εἵλκυσε καὶ τὰς χεῖρας ἀνασχὼν εἰς τὸν οὐρανόν, ὡς ἔθος ἐστίν, ἀρὰς ἐποιήσατο τοῖς θεοῖς· εἰ μὲν ἄδικα πάσχουσα ὑπὸ Σαυνιτῶν ἡ Ῥωμαίων πόλις καὶ μὴ δυναμένη μετὰ λόγου καὶ κρίσεως διαλῦσαι τὰς διαφορὰς ἐπὶ τὰ ἔργα χωρήσαι, βουλάς τ᾽ ἀγαθὰς αὐτῇ θεοὺς καὶ δαίμονας ἐπὶ νοῦν ἄγειν, καὶ % πράξειεν πᾶσι διδόναι τοῖς πολεμίοις ἐντυχεῖν, εἰ δ᾽ αὐτή τι πλημμελοῦσα περὶ τὰ τῆς φιλίας ὅρκια προφάσεις κατασκευάζεται τῆς ἔχθρας οὐκ ἀληθεῖς, μήτε βουλὰς ὀρθοῦν αὐτοῖς μήτε πράξεις. '''''Ursin.''''' [p. 275] ;ΚΕΦΑΛΑΙΟΝ Ι΄ [1] ὡς διελύθησαν ἐκ τοῦ συλλόγου καὶ τὰ λεχθέντα ἐδήλωσαν ἑκάτεροι ταῖς ἑαυτῶν πόλεσι, τὰς ἐναντίας ἔσχον ὑπὲρ ἀλλήλων δόξας ἀμφότεροι, Σαυνῖται μὲν βραδύτερα τὰ τῶν Ῥωμαίων ἔσεσθαι νομίζοντες, ὥσπερ αὐτοῖς ἔθος ἐστὶ ποιεῖν, ὅτε μέλλοιεν ἄρχειν πολέμου, Ῥωμαῖοι δ᾽ ἐν ὀλίγῳ τὴν Σαυνιτῶν στρατιὰν ἥξειν ἐπὶ τοὺς αὑτῶν ἀποίκους Φρεγελλάνους οἰόμενοι. ἔπειτ᾽ αὐτοῖς τὰ εἰκότα παθεῖν συνέβη. [2] οἱ μὲν γὰρ παρασκευαζόμενοι καὶ μέλλοντες ἀπώλεσαν τοὺς καιροὺς τῶν πράξεων, Ῥωμαῖοι δ᾽ ἐν ἑτοίμῳ πᾶσαν ἔχοντες παρασκευὴν ἅμα τῷ πυθέσθαι τὰς ἀποκρίσεις τόν τε πόλεμον ἐψηφίσαντο καὶ τοὺς ὑπάτους ἀπέστειλαν ἀμφοτέρους· καὶ πρὶν αἰσθέσθαι τοὺς πολεμίους τὴν ἔξοδον, ἥ τε νεωστὶ καταγραφεῖσα καὶ ἡ περὶ Οὐολούσκους χειμερίζουσα δύναμις, ἣν εἶχε Κορνήλιος, ἐντὸς ἦν τῶν Σαυνιτικῶν ὅρων. '''''Ursin.''''' {{DEFAULTSORT:Ρωμαικη Αρχαιολογια 15}} acy1d9ymbebl6gm73gv38kwecpjgqt7 Ρωμαϊκή Αρχαιολογία/ιδ 0 23496 148514 100240 2022-08-09T14:02:51Z Αντιγόνη 235 wikitext text/x-wiki {{Κεφαλίδα | τίτλος = Λόγος ιδ΄ | συγγραφέας = Διονύσιος ο Αλικαρνασσεύς | μεταφραστής= | ενότητα = [[Ρωμαϊκή Αρχαιολογία|Ῥωμαϊκὴ Ἀρχαιολογία]] | προηγούμενο= [[Ρωμαϊκή Αρχαιολογία/ιγ|Λόγος ιγ΄]] | επόμενο = [[Ρωμαϊκή Αρχαιολογία/ιε|Λόγος ιε΄]] | σημειώσεις = Dionysii Halicarnasei Antiquitatum Romanarum quae supersunt, Vol I-IV. Dionysius of Halicarnassus. Karl Jacoby. In Aedibus B.G. Teubneri. Leipzig. 1885. }} ;ΚΕΦΑΛΑΙΟΝ Α΄ [1] ἡ δὲ Κελτικὴ κεῖται μὲν ἐν τῷ πρὸς τὴν ἑσπέραν καθήκοντι τῆς Εὐρώπης μέρει μεταξὺ τοῦ τε βορείου πόλου καὶ τῆς ἰσημερινῆς δύσεως· τετράγωνος δὲ οὖσα τῷ σχήματι τοῖς μὲν Ἀλπείοις ὄρεσι μεγίστοις οὖσι τῶν Εὐρωπείων συνάπτει κατὰ τὰς ἀνατολάς, τοῖς δὲ Πυρρηναίοις κατὰ μεσημβρίαν τε καὶ νότον ἄνεμον, τῇ δὲ ἔξω στηλῶν Ἡρακλείων θαλάττῃ κατὰ τὰς δύσεις, τῷ δὲ Σκυθικῷ τε καὶ Θρᾳκίῳ γένει κατὰ βορέαν ἄνεμον καὶ ποταμὸν Ἴστρον, ὃς ἀπὸ τῶν Ἀλπείων καταβαίνων ὀρῶν μέγιστος τῶν τῇδε ποταμῶν καὶ πᾶσαν τὴν ὑπὸ τοῖς ἄρκτοις ἤπειρον διελθὼν εἰς τὸ Ποντικὸν ἐξερεύγεται πέλαγος. [2] τοσαύτη δὲ οὖσα τὸ μέγεθος, ὅση μὴ πολὺ ἀποδεῖν τετάρτη λέγεσθαι μοῖρα τῆς Εὐρώπης, εὔυδρός τε καὶ πίειρα καὶ καρποῖς δαψιλὴς καὶ κτήνεσιν ἀρίστη νέμεσθαι, σχίζεται μέση ποταμῷ Ῥήνῳ, μεγίστῳ μετὰ τὸν Ἴστρον εἶναι δοκοῦντι τῶν κατὰ τὴν Εὐρώπην ποταμῶν. [p. 248] [3] καλεῖται δ᾽ ἡ μὲν ἐπὶ τάδε τοῦ Ῥήνου Σκύθαις καὶ Θρᾳξὶν ὁμοροῦσα Γερμανία, μέχρι δρυμοῦ Ἑρκυνίου καὶ τῶν Ῥιπαίων ὀρῶν καθήκουσα, ἡ δ᾽ ἐπὶ θάτερα τὰ πρὸς μεσημβρίαν βλέποντα μέχρι Πυρρήνης ὄρους, ἡ τὸν Γαλατικὸν κόλπον περιλαμβάνουσα, Γαλατία τῆς θαλάττης ἐπώνυμος. [4] κοινῷ δ᾽ ὀνόματι ἡ σύμπασα πρὸς Ἑλλήνων καλεῖται Κελτική, ὡς μέν τινές φασιν, ἀπό τινος γίγαντος Κελτοῦ αὐτόθι δυναστεύσαντος, ἄλλοι δὲ ἐξ Ἡρακλέους καὶ Ἀστερόπης τῆς Ἀτλαντίδος δύο γενέσθαι μυθολογοῦσι παῖδας, Ἴβηρον καὶ Κελτόν, οὓς θέσθαι ταῖς χώραις, ὧν ἦρξαν ἀμφότεροι, τὰς ὀνομασίας ἀφ᾽ αὑτῶν. [5] οἱ δὲ ποταμὸν εἶναί τινα λέγουσι Κελτὸν ἐκ τῆς Πυρρήνης ἀναδιδόμενον, ἀφ᾽ οὗ πρῶτον μὲν τὴν συνεγγύς, ἔπειτα δὲ καὶ τὴν ἄλλην χώραν σὺν χρόνῳ κληθῆναι Κελτικήν. φασὶ δὲ καί τινες, ὅτι τοῖς πρώτοις Ἕλλησιν εἰς τήνδε τὴν γῆν περαιουμένοις αἱ νῆες ἀνέμῳ βιαίῳ φερόμεναι κατὰ τὸν κόλπον ἔκελσαν τὸν Γαλατικόν, οἱ δ᾽ ἄνδρες, ἐπειδὴ τοῦ αἰγιαλοῦ ἐλάβοντο, Κελσικὴν ἀπὸ τοῦ συμβάντος αὐτοῖς πάθους τὴν χώραν ἐκάλεσαν, ἣν ἑνὸς ἀλλαγῇ γράμματος οἱ μεταγενέστεροι Κελτικὴν ὠνόμασαν. '''''Ambr.''''' ;ΚΕΦΑΛΑΙΟΝ Β΄ [1] Ἀθήνῃσι μὲν ἐν τοῦ γηγενοῦς Ἐρεχθέως τῷ σηκῷ ἱερά τις ὑπ᾽ Ἀθηνᾶς φυτευθεῖσα ἐλαία κατὰ [p. 249] τὴν ἔριν τὴν γενομένην αὐτῇ πρὸς Ποσειδῶνα περὶ τῆς χώρας, ἅμα τοῖς ἄλλοις τοῖς ἐν τῷ ἱερῷ οὖσιν ἐμπρησθεῖσα ὑπὸ τῶν βαρβάρων, ὅτε τῆς ἀκροπόλεως ἐκράτησαν, δευτέρᾳ τῆς ἐμπρήσεως ἡμέρᾳ βλαστὸν ἐκ τοῦ στελέχους ἀνῆκεν ὅσον τε πηχυαῖον, δῆλον ἅπασι ποιῆσαι βουλομένων τῶν θεῶν, ὅτι ταχέως ἑαυτὴν ἡ πόλις ἀναλαβοῦσα βλαστοὺς ἀντὶ τῶν παλαιῶν ἐξοίσει νέους. [2] ἐν δὲ τῇ Ῥώμῃ καλιάς τις Ἄρεος ἱερὰ περὶ τὴν κορυφὴν ἱδρυμένη τοῦ Παλατίου συγκαταφλεγεῖσα ταῖς πέριξ οἰκίαις ἕως ἐδάφους, ἀνακαθαιρομένων τῶν οἰκοπέδων ἕνεκα τῆς ἐπισκευῆς, ἐν μέσῃ τῇ περικαύστῳ σποδῷ τὸ σύμβολον τοῦ συνοικισμοῦ τῆς πόλεως διέσωσεν ἀπαθές, ῥόπαλον ἐκ θατέρου τῶν ἄκρων ἐπικάμπιον, οἷα φέρουσι βουκόλοι καὶ νομεῖς οἱ μὲν καλαύροπας, οἱ δὲ λαγωβόλα καλοῦντες, ᾧ Ῥωμύλος ὀρνιθευόμενος διέγραφε τῶν οἰωνῶν τὰς χώρας, ὅτε τὴν πόλιν οἰκίζειν ἔμελλεν. [3] εὐζώνῳ καὶ οὐδὲν ἔξω τῶν ὅπλων φερούσῃ στρατιᾷ. κρότου καταρραγέντος, ὡς ἐπὶ μεγίστῳ μὲν θεάματι, καλλίστῳ δ᾽ ἀκούσματι, οἵ τε βεβαίως ἄποροι καὶ οἱ πλαττόμενοι τὴν εἰς τὸ παντελὲς ἀπορίαν. '''''Ambr.''''' ;ΚΕΦΑΛΑΙΟΝ Γ΄ [1] ὅτι Μάρκος Φούριος ὁ δικτάτωρ ἀνὴρ ἦν τῶν κατὰ τὴν αὐτὴν ἀκμασάντων ἡλικίαν τά τε πολέμια λαμπρότατος καὶ τὰ πολιτικὰ φρονιμώτατος. '''''Vales.''''' [p. 250] ;ΚΕΦΑΛΑΙΟΝ Δ΄ [1] Μάλλιος ὁ ἀριστεύσας, ὅτε εἰς τὸ Καπιτώλιον Ῥωμαῖοι κατέφυγον, κινδυνεύων διὰ τυραννίδος ἐπίθεσιν ἀπολέσθαι, βλέψας εἰς τὸ Καπιτώλιον καὶ τὰς χεῖρας ἐκτείνας εἰς τὸν ἐν αὐτῷ νεὼν τοῦ Διὸς εἶπεν· οὐδ᾽ ἐκεῖνος ὁ τόπος ἱκανὸς ἔσται με σῶσαι, ὃν ὑπὸ τῶν βαρβάρων κρατηθέντα διέσωσα ὑμῖν ἐγώ; ἀλλὰ καὶ τότε ὑπὲρ ὑμῶν ἀπέθνησκον καὶ νῦν ὑφ᾽ ὑμῶν ἀποθανοῦμαι. τότε μὲν οὖν συμπαθήσαντες ἀφῆκαν αὐτόν, ὕστερον δὲ κατὰ κρημνοῦ ἐρρίφη. αμβρ. ;ΚΕΦΑΛΑΙΟΝ Ε΄ [1] κρατήσας τῶν πολεμίων καὶ τὴν στρατιὰν ἐπικλύσας ταῖς ὠφελείαις Τίτος Κοίντιος δικτατορεύων ἐν ἡμέραις ἐννέα πόλεις ἐννέα πολεμίων ἔλαβεν. ληφθέντες ἀμφοτέρωθεν ἀγεληδὸν οἱ θεοστυγεῖς κατεκόπησαν. '''''Ambr.''''' ;ΚΕΦΑΛΑΙΟΝ ΣΤ΄ [1] ὅτι οἱ Ῥωμαῖοι μεγαλοπρεπεῖς. τῶν γὰρ ἄλλων ὀλίγου δεῖν πάντων ἔν τε τοῖς κοινοῖς τῶν πόλεων πράγμασι καὶ ἐν τοῖς ἰδίοις βίοις πρὸς τὰ τελευταῖα τῶν συμβαινόντων τὰς διανοίας μεθαρμοττομένων καὶ πολλάκις ἔχθρας τε μεγάλας διὰ τὰς τυχούσας φιλανθρωπίας καταλυομένων καὶ φιλίας πολυχρονίους διὰ μικρὰ καὶ φαῦλα προσκρούματα διαιρούντων ἐκεῖνοι τοὐναντίον ἐπὶ τῶν φίλων ᾤοντο χρῆναι ποιεῖν, ταῖς τε παλαιαῖς εὐεργεσίαις χαρίζεσθαι τὰς ἐπὶ τοῖς προσφάτοις ἐγκλήμασιν ὀργάς. [2] θαυμαστὸν μὲν δὴ καὶ τοῦτο τῶν ἀνδρῶν· λέγω δὲ τὸ μηδενὶ μνησικακῆσαι τῶν Τυσκλάνων, ἀλλὰ πάντας ἀφεῖναι τοὺς ἐξαμαρτόντας ἀζημίους· πολλῷ δ᾽ ἔτι τούτου θαυμασιώτερον, [p. 251] ὃ μετὰ τὴν ἄφεσιν τῶν ἐγκλημάτων αὐτοῖς ἐχαρίσαντο. σκοπούμενοι γάρ, ὡς μηδὲν ἔτι τοιοῦτον ἐν τῇ πόλει γενήσεται μηδ᾽ ἀφορμὴν νεωτερισμοῦ λήψονταί τινες, οὔτε φρουρὰν εἰς τὴν ἀκρόπολιν αὐτῶν ᾤοντο δεῖν εἰσάγειν, οὔτε παρὰ τῶν ἐπιφανεστάτων ἀνδρῶν ὅμηρα λαμβάνειν, οὔτε ὅπλα τοὺς ἔχοντας ἀφελέσθαι, οὔτ᾽ ἄλλο σημεῖον οὐδὲν ἀπιστουμένης φιλίας ποιῆσαι· [3] μίαν δὲ πρᾶξιν οἰόμενοι συνέχειν ἅπαντας τοὺς κατὰ συγγένειαν ἢ φιλίαν προσήκοντας ἀλλήλοις τὴν τῶν ἀγαθῶν ἰσομοιρίαν, πολιτείαν ἔγνωσαν τοῖς κρατηθεῖσι χαρίσασθαι, πάντων μεταδόντες ὧν τοῖς φύσει Ῥωμαίοις μετῆν, οὐ τὴν αὐτὴν διάνοιαν λαβόντες τοῖς ἀξιοῦσι τῆς Ἑλλάδος ἄρχειν οὔτ᾽ Ἀθηναίοις οὔτε Λακεδαιμονίοις· [4] τί γὰρ δεῖ περὶ τῶν ἄλλων Ἑλλήνων λέγειν; Ἀθηναῖοι μέν γε Σαμίους ἀποίκους ἑαυτῶν ὄντας, Λακεδαιμόνιοι δὲ Μεσσηνίους ἀδελφῶν οὐδὲν διαφέροντας, ἐπειδὴ προσέκρουσαν αὐτοῖς τι, διαλυσάμενοι τὴν συγγένειαν οὕτως ὠμῶς διεχειρίσαντο καὶ θηριωδῶς, ἐπειδὴ τὰς πόλεις αὐτῶν ὑποχειρίους ἔλαβον, ὥστε μηδὲ τοῖς ἀγριωτάτοις τῶν βαρβάρων ὑπερβολὴν τῆς εἰς τὰ ὁμόφυλα παρανομίας παραλιπεῖν. [5] μυρία τοιαῦτα λέγειν ἄν τις ἔχοι ταῖς πόλεσι ταύταις ἡμαρτημένα, ἃ παρίημι, ἐπεὶ καὶ τούτων μεμνημένος ἄχθομαι· τὸ γὰρ Ἑλληνικὸν οὐκ ὀνόματι διαφέρειν τοῦ βαρβάρου ἠξίουν οὐδὲ διαλέκτου [p. 252] χάριν, ἀλλὰ συνέσει καὶ χρηστῶν ἐπιτηδευμάτων προαιρέσει, μάλιστα δὲ τῷ μηδὲν τῶν ὑπὲρ τὴν ἀνθρωπίνην φύσιν εἰς ἀλλήλους παρανομεῖν. ὅσοις μὲν οὖν ταῦτα ἐπὶ πλεῖον ὑπῆρξεν ἐν τῇ φύσει, τούτους οἶμαι δεῖν λέγειν Ἕλληνας, ὅσοις δὲ τἀναντία βαρβάρους. [6] καὶ τὰς μὲν ἐπιεικεῖς καὶ φιλανθρώπους διανοίας τε καὶ πράξεις αὐτῶν Ἑλληνικὰς εἶναι λογίζομαι, τὰς δ᾽ ὠμὰς καὶ θηριώδεις, ἄλλως τε κἂν περὶ συγγενεῖς τε καὶ φίλους γίνωνται, βαρβαρικάς. Τυσκλανοὶ μὲν δὴ πρὸς τῷ μηδὲν ἀφαιρεθῆναι τῶν σφετέρων ἁλούσης τῆς πόλεως, ἀλλὰ καὶ τὰ τῶν κεκρατηκότων ἀγαθὰ προσλαβόντες ἀπῄεσαν. '''''Vales.''''' ;ΚΕΦΑΛΑΙΟΝ Ζ΄ [1] ὅτι Σολπίκιος Ῥοῦφος ἐπίκλησιν ἀνὴρ ἦν ἔν τε ταῖς πολεμικαῖς πράξεσιν ἐπιφανὴς καὶ πολιτείας προαίρεσιν ἐζηλωκὼς τὴν διὰ μέσου. '''''Vales.''''' ;ΚΕΦΑΛΑΙΟΝ Η΄ [1] οἱ Κελτοὶ τῇ Ῥώμῃ ἐκ δευτέρου ἐπιστρατεύσαντες τὴν χώραν τὴν Ἀλβανὴν ἐπόρθουν· ἔνθα μὲν πολλῆς ἅπαντες ἐδωδῆς ἐμπιμπλάμενοι, πολὺν δὲ πίνοντες ἄκρατον οἶνον — ἔστι δὲ ὁ τῇδε φυόμενος μετὰ τὸν Φαλερινὸν ἥδιστος οἴνων μελικράτῳ μάλιστα προσεμφερής — ὕπνον τε πλείονα τοῦ συνήθους αἱρούμενοι καὶ δίαιταν ὑπὸ σκιαῖς ὡς τὰ πολλὰ ἔχοντες τοσαύτην ἔλαβον ἐπίδοσιν εἰς πολυσαρκίαν τε καὶ ἁπαλότητα καὶ οὕτως ἐξεθηλύνθησαν τὰς δυνάμεις, [p. 253] ὥσθ᾽, ὁπότε γυμνάζειν ἐπιβάλοιντο τὰ σώματα καὶ διαπονεῖν ἐν τοῖς ὅπλοις, κόπτεσθαι μὲν ἄσθματι συνεχεῖ τὰ πνεύματα, ῥεῖσθαι δ᾽ ἱδρῶτι πολλῷ τὰ μέλη, θᾶττον δὲ ἀφίστασθαι τῶν πόνων ἢ κελευσθεῖεν ὑπὸ τῶν ἡγεμόνων. '''''Ambr.''''' ;ΚΕΦΑΛΑΙΟΝ Θ΄ [1] ταῦτα μαθὼν ὁ τῶν Ῥωμαίων δικτάτωρ Κάμιλλος, συγκαλέσας τοὺς ἀμφ᾽ αὑτὸν ἐδημηγόρησε πολλὰ παρορμῶντα εἰς τόλμαν, ἐν οἷς καὶ τάδε· [2] ὅπλα κρείττονα τῶν βαρβαρικῶν ἡμῖν μεμηχάνηται, θώρακες καὶ κράνη καὶ κνημῖδες καὶ κραταιοὶ θυρεοί, ὑφ᾽ ὧν ὅλα τὰ σώματα ἔχομεν ἐν φυλακῇ, ξίφη τε ἀμφίστομα καὶ ἀντὶ λόγχης ὑσσός, ἄφυκτον βέλος· τὰ μὲν σκεπαστήρια, οἷα μὴ ῥαδίως ταῖς πληγαῖς εἴκειν, τὰ δ᾽ ἀμυντήρια, ὡς διὰ πάσης φέρεσθαι προβολῆς. τῶν δὲ γυμναὶ μὲν αἱ κεφαλαί, γυμνὰ δὲ τὰ στέρνα καὶ αἱ λαγόνες, γυμνοὶ δὲ μηροὶ καὶ σκέλη μέχρι ποδῶν, ἔρυμά τε οὐδὲν ἕτερον, ὅ τι μὴ θυρεοί· ἀμυντήρια δὲ [3] λόγχαι καὶ μάχαιραι κοπίδες ὑπερμήκεις. τό τε χωρίον, ἐν ᾧ τὸν ἀγῶνα ποιησόμεθα, σύνεργον ἡμῖν τοῖς ἀπὸ μετεώρου κατιοῦσιν ἐπὶ τὸ πρανές, ἐκείνοις δὲ πολέμιον τοῖς ἐκ τοῦ χθαμαλοῦ πρὸς τὰ μετέωρα χωρεῖν ἀναγκαζομένοις. φοβείσθω δὲ μηδεὶς ὑμῶν [p. 254] μήτε τὸ πλῆθος τῶν πολεμίων μήτε τὸ μέγεθος, μηδ᾽ εἰς ταῦτά τις πλεονεκτήματα αὐτῶν ὁρῶν ἀθυμότερος πρὸς τὸν ἀγῶνα ἔστω, ἀλλ᾽ ἐνθυμείσθω πρῶτον μέν, ὅτι κρεῖττόν ἐστιν ἔλαττον στράτευμα ἐπιστάμενον, ἃ δεῖ πράττειν, ἢ πολὺ ἀμαθές· ἔπειθ᾽ ὅτι τοῖς μὲν ὑπὲρ τῶν ἰδίων ἀγωνιζομένοις ἡ φύσις αὐτὴ θάρσος τέ τι πρὸς τοὺς κινδύνους παρίστησι, καὶ πνεῦμα ἐνθουσιῶδες ὥσπερ τοῖς θεοφορήτοις παρέχει, τοῖς δ᾽ ἁρπάσαι τὰ ἀλλότρια προθυμουμένοις μαλακώτεραι πρὸς τὰ δεινὰ αἱ τόλμαι φιλοῦσι γίνεσθαι. [4] ἀλλὰ μὴν οὐδ᾽ οἷς δεδίττονται τοὺς πολεμίους καὶ πρὶν εἰς χεῖρας ἐλθεῖν ἐκδειματοῦσιν, ὀρρωδητέα ἡμῖν ἐστιν, ὥσπερ ἀπείροις πολέμου. τί γὰρ ἂν δυνήσονται δεινὸν ἐργάσασθαι τοὺς ὁμόσε χωροῦντας αἱ βαθεῖαι κόμαι καὶ τὸ ἐν τοῖς ὄμμασιν αὐτῶν πικρὸν καὶ ὁ βλοσυρὸς τῆς ὄψεως χαρακτὴρ αἵ τε δὴ πλημμελεῖς αὗται σκιρτήσεις καὶ τὰ διὰ κενῆς ἀνασείσματα τῶν ὅπλων καὶ οἱ πολλοὶ τῶν θυρεῶν κτύποι, καὶ ὅσα ἄλλα ὑπὸ βαρβάρου καὶ ἄφρονος ἀλαζονείας κατά τε μορφὰς καὶ φωνὰς ἐν ἀπειλαῖς πολεμίων σπαθᾶται, τίνα παρέχειν πέφυκε τοῖς ἀνοήτως ἐπιοῦσι πλεονεξίαν ἢ τοῖς μετὰ [5] λογισμοῦ παρὰ τὰ δεινὰ ἑστῶσι φόβον; ταῦτα δὴ διανοηθέντες, ὅσοι τε ὑμῶν ἐν τῷ κατὰ Κελτῶν [p. 255] προτέρῳ πολέμῳ παρεγένεσθε καὶ ὅσοι διὰ νεότητα ἀπελείφθητε αὐτοῦ, οἱ μὲν ἵνα τὴν τότε ἀρετὴν μὴ καταισχύνητε τῇ νῦν δειλίᾳ, οἱ δ᾽ ἵνα μηδὲν ἐνδεέστεροι γένησθε τῶν πρεσβυτέρων ἐν ἐπιδείξει καλῶν ἔργων, ἴτε, ὦ γενναῖοι παῖδες ἀγαθῶν ζηλωταὶ πατέρων, ἴτε ἀκαταπλήκτως ἐπ᾽ αὐτοὺς θεούς τε ἀρωγοὺς ἔχοντες, οἳ παρέξουσιν ὑμῖν ἐξουσίαν, οἵας ἐβούλεσθε παρὰ τῶν ἐχθίστων ἀναπράξασθαι δίκας, καὶ στρατηγὸν ἐμέ, ᾧ πολλὴν μὲν εὐβουλίαν μαρτυρεῖτε, πολλὴν δ᾽ εὐποτμίαν· [6] μακάριον μὲν ἕξοντες τὸν ἀπὸ τοῦδε χρόνον, οἷς ἂν ἐγγένηται τὸν ἐπιφανέστατον τῇ πατρίδι στέφανον καταγαγεῖν, καλὴν δὲ καὶ ἀθάνατον εὐκλείαν καταλείψοντες ἀντὶ τοῦ θνητοῦ σώματος νηπίοις παισὶ καὶ γηραιοῖς γονεῦσιν, οἱ ταύτην ἐκπληρώσοντες τὴν τοῦ βίου τελευτήν. οὐκ οἶδ᾽ ὅ τι δεῖ πλείω λέγειν· κινεῖται γὰρ ἤδη τὸ βάρβαρον στράτευμα χωροῦν ἐφ᾽ ἡμᾶς. ἀλλ᾽ ἄπιτε καὶ καθίστασθε εἰς τάξιν. '''''Ambr.''''' ;ΚΕΦΑΛΑΙΟΝ Ι΄ [1] ἡ μὲν οὖν τῶν βαρβάρων μάχη πολὺ τὸ θηριῶδες καὶ μανικὸν ἔχουσα πλημμελής τις ἦν καὶ σοφίας τῆς ἐν ὅπλοις ἄμοιρος. τοτὲ μὲν γὰρ ἀνατείνοντες ἄνω τὰς μαχαίρας τὸν ἄγριον τρόπον ἔπαιον ὅλοις συνεμπίπτοντες τοῖς ἑαυτῶν σώμασιν, ὥσπερ ὑλοτόμοι τινὲς ἢ σκαπανεῖς, τοτὲ δ᾽ ἐκ τῶν πλαγίων ἀστοχάστους πληγὰς ἐξέφερον, ὡς αὐτοῖς σκεπαστηρίοις [p. 256] ὅλα διακόψοντες τὰ σώματα τῶν ἀντιπολέμων· [2] ἔπειτα τὰς ἀκμὰς τῶν σιδήρων ἀπέστρεφον. ἡ δὲ τῶν Ῥωμαίων ἀλκὴ καὶ πρὸς τὸ βάρβαρον αὐτῶν ἀντιτέχνησις εὐπαίδευτος τε ἦν καὶ πολὺ τὸ ἀσφαλὲς ἔχουσα. ἔτι γὰρ αὐτῶν ἀναιρομένων τὰς μαχαίρας ὑποδύνοντες ὑπὸ τοὺς βραχίονας καὶ τοὺς θυρεοὺς εἰς ὕψος ἀνατείνοντες, ἔπειτα γυροὶ καὶ βραχεῖς γινόμενοι, τὰς μὲν ἐκείνων πληγὰς ὑπερπετεῖς γινομένας ἀπράκτους καὶ κενὰς ἐποίουν, αὐτοὶ δὲ ὀρθὰ τὰ ξίφη φέροντες βουβῶνάς τε αὐτῶν ἔπαιον καὶ λαγόνας διῄρουν καὶ διὰ στέρνων ἐπὶ τὰ σπλάγχνα τὰς πληγὰς ἐξέτεινον· ὅσους δὲ ταῦτα τὰ μέρη διὰ φυλακῆς ἔχοντας αἴσθοιντο, γονάτων ἢ σφυρῶν νεῦρα διακείροντες ἐξέχεον ἐπὶ τὴν γῆς βεβρυχότας καὶ τοὺς θυρεοὺς ὀδακτίζοντας καὶ βοὴν ὠρυγῇ παραπλησίαν ὥσπερ τὰ [3] θηρία προϊεμένους. ἥ τε δύναμις ὑπέλειπε πολλοὺς τῶν βαρβάρων ἐκλυομένων τῶν μελῶν ὑπὸ κόπων καὶ τῶν ὅπλων τὰ μὲν ἀπεστόμωτο, τὰ δὲ συνετέθραυστο, τὰ δ᾽ οὐκέτι προσωφελεῖν δυνατὰ ἦν· χωρὶς γὰρ τοῦ καταρρέοντος ἐκ τῶν τραυμάτων αἵματος οἱ δι᾽ ὅλων ἐκχεόμενοι τῶν σωμάτων ἱδρῶτες οὔτε τὰς μαχαίρας εἴων κρατεῖν οὔτε τοὺς θυρεοὺς κατέχειν, περιολισθανόντων ταῖς λαβαῖς τῶν δυκτύλων καὶ τὰς ἁφὰς οὐκέτι κραταιὰς ἐχόντων. Ῥωμαῖοι δὲ πολλῶν ἐθάδες ὄντες πόνων διὰ τὰς ἀτρύτους καὶ συνεχεῖς στρατείας ἅπαντα τὰ δεινὰ γενναίως ἀνέφερον. '''''Ambr.''''' [p. 257] ;ΚΕΦΑΛΑΙΟΝ ΙΑ΄ [1] ἐν Ῥώμῃ πολλὰ μὲν καὶ ἄλλα σημεῖα θεόπεμπτα γέγονε, μέγιστον δ᾽ ἁπάντων τόδε· τῆς ἀγορᾶς κατὰ τὸ μέσον μάλιστα διαρραγῆναι τι τῆς γῆς εἰς βάθος ἄβυσσον καὶ τοῦτ᾽ ἐπὶ πολλὰς ἡμέρας διαμεῖναι. ψηφισαμένης δὲ τῆς βουλῆς οἱ ἐπὶ τῶν Σιβυλλείων χρησμῶν ἐπισκεψάμενοι τὰ βιβλία εἶπον, ὅτι τὰ πλείστου ἄξια τῷ Ῥωμαίων δήμῳ λαβοῦσα ἡ γῆ συνελεύσεταί τε καὶ πολλὴν ἀφθονίαν εἰς τὸν λοιπὸν χρόνον ἁπάντων ἀγαθῶν ἀνήσει. [2] τοιαῦτα τῶν ἀνδρῶν ἀποφηναμένων ἀπαρχὰς ἕκαστος εἰς τὸ χάσμα ἔφερεν, ὧν ᾤετο δεῖν ἀγαθῶν τῇ πατρίδι, ἀπό τε καρπῶν πελάνους καὶ ἀπὸ χρημάτων ἀπαρχάς. [3] Μάρκος δέ τις Κούρτιος ἐν τοῖς πρώτοις τῶν νέων ἀριθμούμενος σωφροσύνης ἕνεκα καὶ τῆς κατὰ πολέμους ἀρετῆς ἔφοδον αἰτησάμενος ἐπὶ τὴν βουλὴν εἶπεν, ὅτι τῶν πάντων ἐστὶν ἀγαθῶν χρῆμα κάλλιστον καὶ πόλει Ῥωμαίων ἀναγκαιότατον ἀνδρῶν ἀρετή· εἰ δὴ καὶ ταύτης ἀπαρχήν τινα ἡ γῆ λάβοι καὶ γένοιτο ἑκὼν ὁ τοῦτο χαριούμενος τῇ πατρίδι, πολλοὺς ἀνήσει ἡ γῆ [4] ἄνδρας ἀγαθούς. ταῦτ᾽ εἰπὼν καὶ μηδενὶ παραχωρήσειν ἑτέρῳ τῆς φιλοτιμίας ταύτης ὑποσχόμενος τά τε ὅπλα περιέθετο καὶ ἐπὶ τὸν πολεμιστὴν ἵππον ἀνέβη· συναχθέντος δ᾽ ἐπὶ τὴν θέαν τοῦ κατὰ τὴν πόλιν ὄχλου πρῶτον μὲν ηὔξατο τοῖς θεοῖς ἐπιτελῆ ποιῆσαι τὰ μαντεύματα καὶ πολλοὺς ἄνδρας ὁμοίους αὐτῷ δοῦναι τῇ πόλει τῇ Ῥωμαίων γενέσθαι· ἔπειτ᾽ ἐφεὶς τῷ ἵππῳ τὰς ἡνίας καὶ τὰ κέντρα προσβαλὼν ἔρριψε κατὰ τοῦ [p. 258] χάσματος ἑαυτόν. ἐπὶ δὲ αὐτῷ πολλὰ μὲν ἱερεῖα, πολλοὶ δὲ καρποί, πολλὰ δὲ χρήματα, πολὺς δὲ κόσμος ἐσθῆτος, πολλαὶ δὲ ἀπαρχαὶ συμπασῶν τεχνῶν δημοσίᾳ κατὰ τοῦ χάσματος ἐρρίφησαν· καὶ αὐτίκα ἡ γῆ συνῆλθεν. '''''Ambr.''''' ;ΚΕΦΑΛΑΙΟΝ ΙΒ΄ [1] ὑπερφυές τι χρῆμα σώματος ἦν ὁ Κελτός, οἷος ὑπεραίρειν πολὺ τὴν κοινὴν φύσιν. '''''Ambr.''''' Λικίνιος Στόλων, ὁ δεκάκις δημαρχήσας καὶ τοὺς νόμους εἰσηγησάμενος ὑπὲρ ὧν ἡ δεκαετὴς στάσις ἐγένετο, ἁλοὺς ἐν δίκῃ καὶ ὑπὸ τοῦ δήμου καταψηφισθεὶς τίμημα ἀργυρικὸν εἶπεν, ὅτι θηρίον οὐδέν ἐστι δήμου μιαρώτερον, ὃς οὐδὲ τῶν σιτιζόντων ἀπέχεται. '''''Ambr.''''' ;ΚΕΦΑΛΑΙΟΝ ΙΓ΄ [1] τοῦ ὑπάτου Μαρκίου Πριβερνάτας πολιορκοῦντος, ἐπεὶ οὐδεμία τούτοις σωτηρίας ἐλπὶς ὑπελείπετο, ἐπρεσβεύοντο πρὸς αὐτόν· τοῦ δ᾽ εἰπόντος· φράσατέ μοι, πῶς αὐτοὶ κολάζετε τοὺς ἀφισταμένους ὑμῶν οἰκέτας; ἀποκρίνεται πρὸς αὐτὸν ὁ πρεσβευτής· ὡς δεῖ κολάζεσθαι τοὺς ποθοῦντας ἀπολαβεῖν τὴν ἔμφυτον ἐλευθερίαν. [2] καὶ ὁ Μάρκιος ἀποδεξάμενος αὐτοῦ τὴν παρρησίαν φησίν· ἐὰν δὲ δὴ καὶ πεισθῶμεν ὑμῖν ἀφεῖναι τὰς ὀργάς, τίνα δώσετε πίστιν ὑπὲρ τοῦ μηδὲν ἔτι ποιήσειν ἐχθρῶν ἔργον; ἀποκρίνεται πάλιν ὁ πρεσβευτής· ἐπὶ σοὶ τοῦτ᾽ ἔστι καὶ τοῖς ἄλλοις Ῥωμαίοις, Μάρκιε· κομισάμενοι μὲν γὰρ ἅμα τῇ πατρίδι καὶ τὴν ἐλευθερίαν βέβαιοι διὰ παντὸς ὑμῖν ἐσόμεθα φίλοι, δουλεύειν δ᾽ ἀναγκασθέντες οὐδέποτε. ἠγάσθη τε δὴ τῆς μεγαλοφροσύνης τοὺς ἄνδρας ὁ Μάρκιος καὶ τὴν πολιορκίαν ἔλυσε. '''''Ambr.''''' {{DEFAULTSORT:Ρωμαικη Αρχαιολογια 14}} 5ncm4f1whwuxmo2kxm3to86vb6tujja Ρωμαϊκή Αρχαιολογία/ιγ 0 23497 148513 100241 2022-08-09T14:02:31Z Αντιγόνη 235 wikitext text/x-wiki {{Κεφαλίδα | τίτλος = Λόγος ιγ΄ | συγγραφέας = Διονύσιος ο Αλικαρνασσεύς | μεταφραστής= | ενότητα = [[Ρωμαϊκή Αρχαιολογία|Ῥωμαϊκὴ Ἀρχαιολογία]] | προηγούμενο= [[Ρωμαϊκή Αρχαιολογία/ιβ|Λόγος ιβ΄]] | επόμενο = [[Ρωμαϊκή Αρχαιολογία/ιδ|Λόγος ιδ΄]] | σημειώσεις = Dionysii Halicarnasei Antiquitatum Romanarum quae supersunt, Vol I-IV. Dionysius of Halicarnassus. Karl Jacoby. In Aedibus B.G. Teubneri. Leipzig. 1885. }} ;ΚΕΦΑΛΑΙΟΝ Α΄ [1] Καμίλλου τὴν Φαλερίων πόλιν πολιορκοῦντος Φαλίσκων τις εἴτ᾽ ἀπεγνωκὼς τὴν πόλιν εἴτε κέρδη θηρώμενος ἴδια παῖδας ἐκ τῶν ἐπιφανεστάτων οἴκων παρακρουσάμενος — ἦν δὲ διδάσκαλος γραμμάτων — ἐξήγαγεν ἐκ τῆς πόλεως, ὡς περιπατήσοντάς τε πρὸ τοῦ τείχους καὶ τὸ Ῥωμαικὸν στρατόπεδον θεασομένους. [2] ὑπαγόμενος δὲ κατὰ μικρὸν αὐτοὺς προσωτέρω τῆς πόλεως ἐπὶ φυλακτήριον Ῥωμαικὸν ἄγει καὶ τοῖς ἐκδραμοῦσι παραδίδωσιν, ὑφ᾽ ὧν ἀχθεὶς ἐπὶ τὸν Κάμιλλον ἔφη: βεβουλεῦσθαι μὲν ἔτι πάλαι τὴν πόλιν ὑπὸ Ῥωμαίων ποιῆσαι, οὐδενὸς δὲ κύριος ὢν οὔτε ἄκρας οὔτε πυλῶν οὔθ᾽ ὅπλων τοῦτον ἐξευρηκέναι τὸν τρόπον, ὑποχειρίους ποιῆσαι τοὺς υἱεῖς τῶν εὐγενεστάτων, ἄφυκτον ἀνάγκην ὑπολαβὼν τοὺς πατέρας αὐτῶν καταλήψεσθαι τῆς σωτηρίας τῶν τέκνων περιεχομένους τάχιον παραδοῦναι Ῥωμαίοις τὴν πόλιν. [3] ὁ μὲν δὴ [p. 237] ταῦτ᾽ ἔλεγε πολλὰς ἐλπίδας ἔχων θαυμαστούς τινας ἐξοίσεσθαι μισθοὺς τῆς προδοσίας. '''''Ambr.''''' ;ΚΕΦΑΛΑΙΟΝ Β΄ [1] ὁ δὲ Κάμιλλος εἰς φυλακὴν παραδιδοὺς τὸν γραμματιστὴν καὶ τοὺς παῖδας ἐπιστέλλει τῇ βουλῇ διὰ γραμμάτων τὰ γενόμενα καὶ τί χρὴ ποιεῖν ἤρετο. [2] ἐπιτρέψαντος δ᾽ αὐτῷ τοῦ συνεδρίου πράττειν, ὅ τι ἂν αὐτῷ φαίνηται κράτιστον, προαγαγὼν ἐκ τοῦ στρατοπέδου τὸν γραμματιστὴν ἅμα τοῖς παισὶ καὶ οὐ μακρὰν ἀπὸ τῶν πυλῶν τὸ στρατηγικὸν βῆμα προστάξας τεθῆναι, πολλοῦ συνδραμόντος ὄχλου, τοῦ μὲν ἐπὶ τὰ τείχη, τοῦ δ᾽ ἐπὶ τὰς πύλας, πρῶτον μὲν ἐδήλωσε τοῖς Φαλίσκοις, οἷα ὁ γραμματιστὴς εἰς αὐτοὺς ἐτόλμησε παρανομεῖν: ἔπειτα περικαταρρῆξαι τὴν ἐσθῆτα τοῦ ἀνδρὸς ἐκέλευσε τοῖς ὑπηρέταις καὶ [3] ξαίνειν τὸ σῶμα μάστιξι πάνυ πολλαῖς. ὡς δὲ ταύτης ἅλις εἶχε τῆς τιμωρίας, ῥάβδους τοῖς παισὶν ἀναδοὺς ἀπάγειν αὐτὸν ἐκέλευσεν εἰς τὴν πόλιν δεδεμένον τὼ χεῖρε ὀπίσω παίοντάς τε καὶ πάντα τρόπον αἰκιζομένους. κομισάμενοι δὲ τοὺς παῖδας οἱ Φαλίσκοι καὶ τὸν γραμματιστὴν ἀξίως τῆς κακῆς διανοίας τιμωρησάμενοι παρέδοσαν τῷ Καμίλλῳ τὴν πόλιν. '''''Ambr.''''' ;ΚΕΦΑΛΑΙΟΝ Γ΄ [1] ὁ αὐτὸς Κάμιλλος ἐπὶ τὴν Οὐιεντανῶν πόλιν στρατεύων ηὔξατο τῇ βασιλείᾳ Ἥρᾳ τῇ ἐν Οὐιεντανοῖς, ἐὰν κρατήσῃ τῆς πόλεως τό τε ξόανον αὐτῆς ἐν Ῥώμῃ καθιδρύσειν καὶ σεβασμοὺς αὐτῇ [p. 238] [2] καταστήσεσθαι πολυτελεῖς. ἁλούσης δὲ τῆς πόλεως ἀπέστειλε τῶν ἱππέων τοὺς ἐπιφανεστάτους ἀρουμένους ἐκ τῶν βάθρων τὸ ἕδος: ὡς δὲ παρῆλθον οἱ πεμφθέντες εἰς τὸν νεών, καί τις ἐξ αὐτῶν εἴτε μετὰ παιδιᾶς καὶ γέλωτος εἴτε οἰωνοῦ δεόμενος, εἰ βούλοιτο μετελθεῖν εἰς Ῥώμην ἡ θεός, ἤρετο, φωνῇ γεγωνῷ τὸ ξόανον ἐφθέγξατο, ὅτι βούλεται. τοῦτο καὶ δὶς γέγονεν: ἀπιστοῦντες γὰρ οἱ νεανίσκοι, εἰ τὸ ξόανον ἦν τὸ φθεγξάμενον, πάλιν ἤροντο τὸ αὐτὸ καὶ τὴν αὐτὴν φωνὴν ἤκουσαν. '''''Ambr.''''' ;ΚΕΦΑΛΑΙΟΝ Δ΄ [1] ἐν δὲ τῇ ἀρχῇ τῶν μετὰ τὸν Κάμιλλον ὑπάτων νόσος εἰς Ῥώμην κατέσκηψε λοιμικὴ τὴν ἀρχὴν ἀπό τε ἀνομβρίας καὶ αὐχμῶν λαβοῦσα ἰσχυρῶν, ὑφ᾽ ὧν κακωθεῖσα ἥ τε δενδρῖτις καὶ ἡ σιτοφόρος ὀλίγους μὲν ἀνθρώποις καρποὺς ἐξήνεγκε καὶ νοσερούς, [2] ὀλίγην δὲ καὶ πονηρὰν βοσκήμασι νομήν. προβάτων μὲν οὖν καὶ τῶν ἄλλων ὑποζυγίων ἀναρίθμητόν τι διεφθάρη πλῆθος οὐ χιλοῦ σπανισάμενον μόνον, ἀλλὰ καὶ ποτοῦ: τοσαύτη γὰρ τῶν τε ποταμίων καὶ τῶν ἄλλων ναμάτων ἐπίλειψις ἐγένετο, ἡνίκα μάλιστα κάμνει πάντα δίψει τὰ βοτά. [3] ἄνθρωποι δὲ ὀλίγοι μὲν τινες διεφθάρησαν, ἃς οὔπω πρότερον ἐπείρασαν προσενεγκάμενοι τροφάς, οἱ δὲ λοιποὶ μικροῦ πάντες εἰς νόσους δεινὰς κατέπεσον ἀρχομένας μὲν ἀπὸ μικρῶν ἐξανθημάτων, ἃ περὶ τοὺς ἔξωθεν χρῶτας ἀνίστατο, [p. 239] κατασκηπτούσας δ᾽ εἰς ἕλκη μεγάλα φαγεδαίναις ὅμοια, πονηρὰν μὲν ὄψιν, δεινὴν δὲ ἀλγηδόνα παρέχοντα. [4] ἦν τε οὐθὲν ἴαμα τῆς περιωδυνίας τοῖς κάμνουσιν, ὅ τι μὴ κνησμοὶ καὶ σπαραγμοὶ συνεχεῖς λωβώμενοι τοῖς χρωσὶ μέχρι γυμνώσεως ὀστέων. '''''Ambr.''''' ;ΚΕΦΑΛΑΙΟΝ Ε΄ [1] μετ᾽ οὐ πολὺ δὲ οἱ δήμαρχοι Καμίλλῳ φθονήσαντες ἐκκλησίαν κατ᾽ αὐτοῦ συνήγαγον καὶ ἐζημίωσαν αὐτὸν δέκα μυριάσιν ἀσσαρίων, οὐκ ἀγνοοῦντες, ὅτι πολλοστόν τι μέρος ὁ βίος ἦν αὐτῷ τοῦ κατακρίματος, ἀλλ᾽ ἵν᾽ ἀπαχθεὶς εἰς τὸ δεσμωτήριον ὑπὸ τῶν δημάρχων ἀσχημονήσῃ ὁ τοὺς ἐπιφανεστάτους κατορθώσας πολέμους. τὸ μὲν οὖν ἀργύριον οἱ πελάται τε καὶ συγγενεῖς αὐτοῦ συνεισενέγκαντες ἐκ τῶν ἰδίων χρημάτων ἀπέδοσαν, ὥστε μηδεμιᾶς πειραθῆναι ὕβρεως, ὁ δ᾽ ἀνὴρ ἀφόρητον ἡγούμενος τὸν προπηλακισμὸν ἐκχωρεῖν ἔγνω τῆς πόλεως. [2] γενόμενος δὲ πλησίον τῶν πυλῶν καὶ τοὺς παρόντας ἀσπασάμενος ὀλοφυρομένους καὶ δακρύοντας, οἵου στέρεσθαι μέλλοιεν ἀνδρός, πολλὰ κατὰ τῶν παρειῶν ἀφεὶς δάκρυα καὶ τὴν κατασχοῦσαν αὐτὸν ἀσχημοσύνην ἀνακλαυσάμενος, εἶπεν: ὦ θεοὶ καὶ δαίμονες, ἔφοροι τῶν ἀνθρωπίνων ἔργων, ὑμᾶς ἀξιῶ δικαστὰς γενέσθαι μοι τῶν τε πρὸς τὴν πατρίδα πολιτευμάτων καὶ παντὸς τοῦ παρεληλυθότος βίου: [3] ἔπειτ᾽, ἐὰν μὲν ἔνοχον εὕρητέ με ταῖς αἰτίαις, ἐφ᾽ αἷς ὁ δῆμος κατεψηφίσατό μου, πονηρὰν καὶ ἀσχήμονα τελευτὴν δοῦναι τοῦ βίου, ἐὰν δ᾽ ἐν ἅπασιν, οἷς ἐπιστεύθην ὑπὸ τῆς πατρίδος ἐν εἰρήνῃ τε καὶ κατὰ πολέμους, εὐσεβῆ καὶ δίκαιον καὶ πάσης [p. 240] ἀσχήμονος ὑποψίας καθαρόν, τιμωροὺς γενέσθαι μοι, τοιούτους ἐπιστήσαντας τοῖς ἠδικηκόσι κινδύνους καὶ φόβους, δι᾽ οὓς ἀναγκασθήσονται μηδεμίαν ἄλλην ἐλπίδα σωτηρίας ὁρῶντες ἐπ᾽ ἐμὲ καταφυγεῖν. ταῦτ᾽ εἰπὼν εἰς πόλιν Ἀρδέαν ᾤχετο. '''''Ambr.''''' ;ΚΕΦΑΛΑΙΟΝ ΣΤ΄ [1] ὑπήκουσαν δὲ αὐτοῦ ταῖς εὐχαῖς οἱ θεοί, καὶ ὑπὸ Κελτῶν μετὰ μικρὸν ἡ πόλις ἑάλω ἄνευ τοῦ Καπιτωλίου. καταφυγόντων δὲ ἐν αὐτῷ τῶν περιφανεστέρων — τὸ γὰρ ἄλλο πλῆθος ἐν ταῖς Ἰταλικαῖς φεῦγον διεσπάρη πόλεσι — καὶ πολιορκουμένων ὑπὸ Κελτῶν, οἳ παρὰ τὴν Οὐιεντανῶν πόλιν καταφυγόντες Ῥωμαῖοι Καιδίκιόν τινα στρατοπεδάρχην ποιοῦσιν: ὁ δὲ Κάμιλλον ἀποδείκνυσι καὶ ταῦτ᾽ ἀπόντα ἡγεμόνα πολέμου καὶ εἰρήνης ἐξουσίαν ἔχοντα αὐτοκράτορα. [2] καὶ γενόμενος ἡγεμὼν τῆς πρεσβείας παρεκάλει Κάμιλλον διαλλαγῆναι πρὸς τὴν πατρίδα, τὰς συμφοράς, ἐν αἷς ἦν, ἐπιλογισάμενον, δι᾽ ἃς ὑπέμεινεν ἐπὶ τὸν ὑβρισθέντα ὑφ᾽ ἑαυτῆς καταφυγεῖν. [3] ὑποτυχὼν δὲ ὁ Κάμιλλος εἶπεν: οὐ δέομαι παρακλήσεως, ὦ Καιδίκιε: αὐτὸς γάρ, εἰ μὴ θᾶττον ὑμεῖς ἀφίκεσθε κοινωνεῖν με τῶν πραγμάτων ἀξιοῦντες, ἕτοιμος ἦν ταύτην ἄγων τὴν δύναμιν, ἣν παροῦσαν ὁρᾶτέ μοι, πρὸς ὑμᾶς ἥκειν. ὑμῖν δέ, ὦ θεοί τε καὶ δαίμονες, ὅσοι τὸν ἀνθρώπινον ἐποπτεύετε βίον, ὧν τε ἤδη τετιμήκατέ [p. 241] μοι πολλὴν οἶδα χάριν, καὶ περὶ τῶν μελλόντων εὔχομαι καλὴν καὶ εὐτυχῆ τῇ πατρίδι γενέσθαι τὴν ἐμὴν κάθοδον. [4] εἰ δὲ ἐνῆν ἀνθρώπῳ τὰ μέλλοντα συμβήσεσθαι προιδεῖν, οὐδέποτ᾽ ἂν εὐξάμην ἐς τοιαύτας ἐλθοῦσαν τυχὰς τὴν πατρίδα δεηθῆναί μου: μυριάκις δ᾽ ἂν εἱλόμην ἄζηλον γενέσθαι μοι καὶ ἄτιμον τὸν μετὰ ταῦτα βίον ἢ βαρβάρων ἀνθρώπων ὠμότητι γενομένην τὴν Ῥώμην ὑποχείριον ἐπιδεῖν καὶ ἐν ἐμοὶ [5] μόνῳ τὰς λοιπὰς ἐλπίδας τῆς σωτηρίας ἔχουσαν. ταῦτ εἰπὼν καὶ τὰς δυνάμεις παραλαβὼν ἄφνω τε τοῖς Κελτοῖς ἐπιφανεὶς εἰς φυγὴν αὐτοὺς τρέπει καὶ ἐμπεσὼν ἀσυντάκτοις τε καὶ τεταραγμένοις δίκην προβάτων κατέσφαξεν. '''''Ambr.''''' ;ΚΕΦΑΛΑΙΟΝ Ζ΄ [1] ἔτι δ᾽ οὖν πολιορκουμένων τῶν ἐν τῷ Καπιτωλίῳ καταφυγόντων νέος τις ἀπὸ τῆς Οὐιεντανῶν πόλεως ὑπὸ Ῥωμαίων πεμφθεὶς εἰς τοὺς ἐν τῷ Καπιτωλίῳ καὶ λαθὼν τοὺς αὐτόθι φυλάσσοντας Κελτοὺς ἀνῆλθέ τε καὶ εἰπών, ὅσα ἔδει, πάλιν ὑπὸ νύκτα ἀπηλλάγη. [2] ὡς δὲ ἡμέρα ἐγένετο, τῶν Κελτῶν τις ἰδὼν τὰ ἴχνη λέγει πρὸς τὸν βασιλέα, ὁ δὲ συγκαλέσας τοὺς ἀνδρειοτάτους ἐδήλωσεν αὐτοῖς τὴν τοῦ Ῥωμαίου ἄνοδον: ἔπειτ᾽ αὐτοὺς ἠξίου τὴν αὐτὴν ἐκείνῳ παρασχομένους τόλμαν πειρᾶσθαι τῆς ἐπὶ τὸ φρούριον ἀναβάσεως, πολλὰς ὑπισχνούμενος τοῖς ἀναβᾶσι δωρεάς. ὁμολογησάντων δὲ συχνῶν παρήγγειλε τοῖς φύλαξιν ἡσυχίαν ἄγειν, ἵνα καθεύδειν αὐτοὺς ὑπολαβόντες οἱ [3] Ῥωμαῖοι καὶ αὐτοὶ πρὸς ὕπνον τράπωνται. ἤδη [p. 242] δὲ τῶν πρώτων ἀναβεβηκότων καὶ τοὺς ὑστερίζοντας ἀναδεχομένων, ἵνα πλείους γενόμενοι τότε ἀποσφάξωσι τοὺς ἐν ταῖς φυλακαῖς καὶ καταλάβωνται τὸ ἔρυμα, ἀνθρώπων μὲν οὐδεὶς ἔμαθεν, ἱεροὶ δέ τινες Ἥρας χῆνες ἐν τῷ τεμένει τρεφόμενοι καταβοῶντες ἅμα καὶ τοῖς βαρβάροις ὁμόσε χωροῦντες κατήγοροι γίνονται τοῦ κακοῦ. [4] ἐκ δὲ τούτου ταραχή τε καὶ κραυγὴ καὶ ὁ δρόμος ἁπάντων ἦν παρακαλούντων ἀλλήλους ἐπὶ τὰ ὅπλα, καὶ οἱ Κελτοὶ δὲ πλείους ἤδη γεγονότες ἐχώρουν ἐνδοτέρω. '''''Ambr.''''' ;ΚΕΦΑΛΑΙΟΝ Η΄ [1] ἐνθάδε τις τῶν ἐσχηκότων τὴν ὕπατον ἀρχήν, Μάρκος Μάλλιος, ἁρπάσας τὰ ὅπλα καὶ συστὰς τοῖς βαρβάροις τόν τε πρῶτον ἀναβάντα καὶ κατὰ τῆς κεφαλῆς αὐτοῦ τὸ ξίφος φέροντα φθάσας παίει κατὰ τοῦ βραχίονος καὶ ἀποκόπτει τὸν ἀγκῶνα: [2] καὶ τὸν ἐπὶ τούτῳ πρὶν ἢ εἰς χεῖρας ἐλθεῖν ὀρθῷ τῷ θυρεῷ πατάξας εἰς τὸ πρόσωπον ἀνατρέπει καὶ κείμενον ἀποσφάττει, ἔπειτα τοὺς ἄλλους τεταραγμένους ἤδη ἐλαύνων ὑπὸ πόδας, οὓς μὲν ἀπέκτεινεν, οὓς δὲ κατὰ τοῦ κρημνοῦ διώκων ἐξέχεεν. ἀντὶ ταύτης εὕρετο τῆς ἀριστείας τὴν πρέπουσαν τῷ τότε καιρῷ δωρεὰν παρὰ τῶν κατεχόντων τὸ Καπιτώλιον, οἴνου καὶ [3] ζέας τὴν ἐφήμερον ἀνδρὸς ἑκάστου τροφήν. περὶ δὲ τῶν ἐν ἐκείνῳ τῷ τόπῳ τὴν φυλακὴν ἐκλιπόντων, [p. 243] καθ᾽ ὃν ἀνέβησαν οἱ Κελτοί, ζητήσεως γενομένης ὅ τι χρὴ ποιεῖν, ἡ μὲν βουλὴ θάνατον ἁπάντων κατεψηφίσατο, ὁ δὲ δῆμος ἐπιεικέστερος γενόμενος ἑνὸς τοῦ [4] ἡγεμόνος αὐτῶν ἠρκέσθη τῇ κολάσει. ἵνα δὲ φανερὸς γένοιτο τοῖς βαρβάροις ὁ θάνατος αὐτοῦ, δεθεὶς τὰς χεῖρας ὀπίσω κατὰ τοῦ κρημνοῦ βάλλεται πρὸς αὐτούς. ἐκείνου δὲ τιμωρηθέντος οὐδὲν ἔτι ῥᾴθυμον ἦν τῶν περὶ τὰς φυλακάς, ἀλλὰ παννύχιοι διετέλουν ἅπαντες ἐγρηγορότες, ὥστε τοὺς Κελτοὺς ἀπογνόντας δἰ ἀπάτης ἢ κλοπῆς καθέξειν τὸ φρούριον περὶ λύτρων διαλέγεσθαι, ἃ τοῖς βαρβάροις δόντες κομιοῦνται τὴν πόλιν. '''''Ambr.''''' ;ΚΕΦΑΛΑΙΟΝ Θ΄ [1] ἐπεὶ δὲ τὰ ὅρκια ἐπετέλεσαν καὶ τὸ χρυσίον οἱ Ῥωμαῖοι κατήνεγκαν, σταθμὸς μὲν ἦν, ὃν ἔδει τοὺς Κελτοὺς λαβεῖν, ε καὶ κ τάλαντα: τεθέντος δὲ τοῦ ζυγοῦ πρῶτον μὲν αὐτὸ τὸ τάλαντον ὁ Κελτὸς βαρύτερον τοῦ δικαίου παρῆν φέρων, ἔπειτα ἀγανακτούντων πρὸς τοῦτο τῶν Ῥωμαίων τοσούτου ἐδέησε μετριάσαι περὶ τὸ δίκαιον, ὥστε καὶ τὴν μάχαιραν ἅμα τῇ θήκῃ καὶ τῷ ζωστῆρι περιελόμενος ἐπέθηκε τοῖς σταθμοῖς. [2] τῷ δὲ ταμίᾳ πυνθανομένῳ, τί θέλει τοῦτ᾽ εἶναι τὸ ἔργον, ἀπεκρίνατο τούτοις τοῖς ὀνόμασιν: ὀδύνη τοῖς κεκρατημένοις. ἐπεὶ δὲ ὁ συγκείμενος σταθμὸς οὐκ ἐξεπληροῦτο διὰ τὴν τοῦ Κελτοῦ πλεονεξίαν, ἀλλὰ καὶ τὸ τρίτον ἐνέδει μέρος, ἀπῄεσαν οἱ Ῥωμαῖοι χρόνον εἰς συμπορισμὸν τοῦ λείποντος αἰτησάμενοι: ὑπέμειναν δὲ ταύτην τὴν ὑπερηφανίαν τῶν βαρβάρων οὐθὲν ἐγνωκότες τῶν ἐπὶ τοῦ στρατοπέδου [p. 244] πραττομένων παρὰ Καιδικίου καὶ Καμίλλου, ὡς ἔφαμεν. '''''Ambr.''''' ;ΚΕΦΑΛΑΙΟΝ Ι΄ [1] ἡ δὲ αἰτία τῆς εἰς Ἰταλίαν τῶν Κελτῶν ἀφίξεως τοιάδε ἦν. Λοκόμων τις Τυρρηνῶν ἡγεμὼν μέλλων τελευτᾶν τὸν βίον ἀνδρὶ πιστῷ Ἄρροντι ὄνομα παρακατέθετο τὸν υἱὸν ἐπιτροπεύειν: τελευτήσαντος δὲ τοῦ Τυρρηνοῦ παραλαβὼν τὴν ἐπιμέλειαν τοῦ παιδίου ὁ Ἄρρων ἐπιμελὴς καὶ δίκαιος γέγονε τῆς πίστεως φύλαξ, καὶ εἰς ἄνδρας ἐλθόντι πᾶσαν ἀπέδειξε τῷ παιδὶ τὴν καταλειφθεῖσαν ὑπὸ τοῦ πατρὸς οὐσίαν. ἀνθ᾽ ὧν οὐχ ὁμοίας ἐκομίσατο παρὰ τοῦ μειρακίου χάριτας. [2] οὔσης γὰρ αὐτῷ γυναικὸς εὐμόρφου καὶ νέας, ἧς περὶ πλείστου τὴν κοινωνίαν ἐποιεῖτο, σώφρονος τὸν ἄλλον χρόνον ἅπαντα γενομένης ἐρασθεὶς ὁ νεανίσκος ἅμα τῷ σώματι καὶ τὴν διάνοιαν τῆς ἀνθρώπου διέφθειρεν, καὶ οὐκέτι κρύβδα, ἀλλ᾽ ἀναφανδὸν ἐζήτει αὐτῇ διαλέγεσθαι. ἀχθόμενος δὴ ὁ Ἄρρων τῷ ἀποσπασμῷ τῆς γυναικὸς καὶ ἐφ᾽ οἷς ὑβρίζετο πρὸς ἀμφοτέρων δυσανασχετῶν, τιμωρίαν δὲ οὐ δυνάμενος παρ᾽ αὐτῶν λαβεῖν, ἀποδημίαν ἐστείλατο πρόφασιν αὐτῆς ποιησάμενος ἐμπορίαν. [3] ἀσμένως δὲ τοῦ νεανίσκου τὴν ἀπαλλαγὴν αὐτοῦ δεξαμένου καὶ παρασχόντος ὅσων εἰς τὴν ἐμπορίαν ἐδεῖτο, πολλοὺς μὲν ἀσκοὺς οἴνου τε καὶ ἐλαίου ταῖς ἁμάξαις ἐπιθέμενος, πολλοὺς δὲ φορμοὺς σύκων ἦγεν εἰς τὴν Κελτικήν. '''''Ambr.''''' [p. 245] ;ΚΕΦΑΛΑΙΟΝ ΙΑ΄ [1] οἱ δὲ Κελτοὶ οὔτε οἶνον ἀμπέλινον εἰδότες τηνικαῦτα οὔτε ἔλαιον, οἷον αἱ παρ᾽ ἡμῖν ἐλαῖαι φέρουσιν, ἀλλ᾽ οἴνῳ μὲν χρώμενοι κριθῆς σαπείσης ἐν ὕδατι χυλῷ δυσώδει, ἐλαίῳ δὲ συείῳ στέατι πεπαλαιωμένῳ τήν τε ὀδμὴν καὶ τὴν γεῦσιν ἀτόπῳ, τότε δὲ πρῶτον ἀπολαύσαντες ὧν οὔπω ἐγεύσαντο καρπῶν, θαυμαστὰς ὅσας ἐφ᾽ ἑκάστῳ ἐλάμβανον ἡδονὰς καὶ τὸν ξένον ἠρώτων, πῶς τε γίνεται τούτων ἕκαστον καὶ [2] παρὰ τίσιν ἀνθρώποις. ὁ δὲ Τυρρηνὸς πρὸς αὐτούς φησιν, ὅτι γῆ μέν ἐστιν ἡ τούτους ἐκφέρουσα τοὺς καρποὺς πολλὴ καὶ ἀγαθή, νέμονται δὲ αὐτὴν ὀλίγοι τινὲς ἄνθρωποι καὶ τὰ εἰς πόλεμον οὐδὲν ἀμείνους γυναικῶν, ὑπέθετό τε αὐτοῖς μὴ δι᾽ ὠνῆς αὐτὰ παρ᾽ ἑτέρων ἔτι λαμβάνειν, ἀλλ᾽ ἐκβαλόντας τοὺς τότε κυρίους ὡς οἰκεῖα καρποῦσθαι. τούτοις δὴ τοῖς λόγοις οἱ Κελτοὶ πειθόμενοι ἦλθον εἰς Ἰταλίαν καὶ Τυρρηνῶν τοὺς καλουμένους Κλουσίνους, ὅθεν ἦν καὶ ὁ πείσας αὐτοὺς πολεμεῖν. '''''Ambr.''''' ;ΚΕΦΑΛΑΙΟΝ ΙΒ΄ [1] ἀποσταλέντων δὲ πρεσβευτῶν ἐκ Ῥώμης ἐπὶ Κελτούς, ἐπεὶ ἤκουσεν εἷς τῶν πρεσβευόντων, Κόιντος Φάβιος, τοὺς βαρβάρους ἐπὶ προνομὴν ἐξεληλυθέναι, συνάπτει πόλεμον αὐτοῖς καὶ τὸν τῶν Κελτῶν ἡγεμόνα ἀναιρεῖ: ἀποστείλαντες δὲ εἰς Ῥώμην οἱ βάρβαροι ἠξίουν παραδιδόναι σφίσι τὸν ἄνδρα καὶ τὸν ἀδελφὸν αὐτοῦ ἐκδότους, ποινὰς ὑφέξοντας τῶν [p. 246] [2] ἀπολωλότων. παρελκούσης δὲ τῆς βουλῆς τὰς ἀποκρίσεις ἐπὶ τὴν Ῥώμην τὸν πόλεμον ἀναγκαίως οἱ Κελτοὶ μετήγαγον. οἱ δὲ Ῥωμαῖοι ἀκούσαντες ἐξῄεσαν ἐκ τῆς πόλεως ἄγοντες ἐκ μὲν τῶν ἐπιλέκτων τε καὶ κατηθλημένων ἐν τοῖς πολέμοις στρατιωτῶν τέτταρα τάγματα ἐντελῆ: ἐκ δὲ τῶν ἄλλων πολιτῶν τοὺς κατοικιδίους τε καὶ σχολαίους καὶ ἧττον ὡμιληκότας πολέμοις πλείους ὄντας ἀριθμῷ τῶν ἑτέρων. τούτους δὴ τρεψάμενοι οἱ Κελτοὶ καὶ σύμπασαν τὴν Ῥώμην ἄνευ τοῦ Καπιτωλίου παρεστήσαντο. '''''Ambr.''''' {{DEFAULTSORT:Ρωμαικη Αρχαιολογια 13}} dlyycqnfgnm43o5znd46bdzoal8mhn4 Ρωμαϊκή Αρχαιολογία/ιβ 0 23498 148509 100242 2022-08-09T14:01:23Z Αντιγόνη 235 wikitext text/x-wiki {{Κεφαλίδα | τίτλος = Λόγος ιβ΄ | συγγραφέας = Διονύσιος ο Αλικαρνασσεύς | μεταφραστής= | ενότητα = [[Ρωμαϊκή Αρχαιολογία|Ῥωμαϊκὴ Ἀρχαιολογία]] | προηγούμενο= [[Ρωμαϊκή Αρχαιολογία/ια|Λόγος ια΄]] | επόμενο = [[Ρωμαϊκή Αρχαιολογία/ιγ|Λόγος ιγ΄]] | σημειώσεις = Dionysii Halicarnasei Antiquitatum Romanarum quae supersunt, Vol I-IV. Dionysius of Halicarnassus. Karl Jacoby. In Aedibus B.G. Teubneri. Leipzig. 1885. }} ;ΚΕΦΑΛΑΙΟΝ Α΄ [1] ὅτι λιμοῦ κατὰ τὴν Ῥώμην γενομένου ἰσχυροῦ ἀνήρ τις οἴκου τε οὐκ ἀφανοῦς καὶ χρήμασιν ἐν τοῖς μάλιστα δυνατός, Σπόριος Μαίλιος Εὐδαίμων ἐπίκλησιν ἐπὶ τῆς πολλῆς εὐπορίας νεωστὶ μὲν παρειληφὼς τὸν οἶκον τοῦ πατρός, ἡλικίαν δὲ καὶ τάξιν ἔχων ἱππικήν, οἷα μήτε ἀρχὰς παραλαμβάνειν μήτε ἄλλην κοινὴν ἐπιμέλειαν μηδεμίαν, λαμπρὸς εἰ καί τις ἄλλος τὰ πολέμια καὶ πολλοῖς κεκοσμημένος ἀριστείοις, κράτιστον ὑπολαβὼν καιρὸν ἐπιθέσει τυραννίδος, ἐπὶ δημαγωγίαν τοῦ πλήθους ἐτράπετο, τὴν ῥᾳστώνην τῶν ἐπὶ τυραννίδα φερουσῶν ὁδῶν. [2] ἔχων δὲ πολλοὺς ἑταίρους καὶ πελάτας ἄλλους ἄλλῃ διέπεμψε χρήματα δοὺς ἐκ τῶν ἰδίων εἰς συναγυρμοὺς τροφῆς καὶ αὐτὸς εἰς Τυρρηνίαν ᾤχετο. ἐν βραχεῖ δὲ χρόνῳ δι᾽ ἑαυτοῦ τε καὶ τῶν ἑταίρων πολλὴν κατακομίσας ἀγορὰν διεμέτρει τοῖς πολίταις, ἀντὶ δώδεκα δραχμῶν διδράχμου ἀπομετρῶν [p. 214] τὸν μόδιον· ὅσους δὲ αἴσθοιτο παντάπασιν ἀδυνάτους καὶ μηδ᾽ ὑπὲρ τῆς ἐφημέρου τροφῆς ἔχοντας προέσθαι τὸ διάφορον ἄνευ τιμῆς χαριζόμενος. [3] ταύτῃ τῇ φιλανθρωπίᾳ τὸν δῆμον ἀναλαβὼν καὶ θαυμαστὴν ὅσην δόξαν ἀπενεγκάμενος ᾤχετο πάλιν ἐμπορευσόμενος ἑτέρας ἀγοράς· καὶ παρῆν οὐ διὰ μακροῦ ποταμηγοὺς ἄγων σκάφας πολλὰς πάνυ μεστὰς τροφῆς καὶ τὸν αὐτὸν τρόπον τοῖς πολίταις ἐμέτρει. [4] οἱ δὲ πατρίκιοι ταῦτα πράττοντα ὁρῶντες αὐτὸν δἰ ὑποψίας τε ἐλάμβανον τῆς ἄγαν φιλοτιμίας τοῦ ἀνδρὸς οὐδὲν ἀγαθὸν ἀπολαύσειν οἰόμενοι καὶ συνιστάμενοι κατὰ τὴν ἀγορὰν ἐσκόπουν, ὅντινα χρὴ τρόπον εὐπρεπέστερον ἄνευ κινδύνου παῦσαι τούτων αὐτὸν τῶν πολιτευμάτων· κρύφα μὲν τὸ πρῶτον καὶ κατ᾽ ὀλίγους συνιόντες καὶ διαλεγόμενοι πρὸς ἀλλήλους, ἔπειτα καὶ ἐκ τοῦ φανεροῦ καταβοῶντες, ἐπειδὴ βαρύς τε καὶ ἀφόρητος ἦν ἔργα τε πράττων ὑπερηφανίας μεστὰ καὶ [5] λόγους διεξιὼν αὐθάδεις ὑπὲρ ἑαυτοῦ· ὅς γε πρῶτον μὲν καθεζόμενος ἐπὶ βήματος περιφανοῦς, ὥσπερ ἔθος ἦν τοῖς τὰς ἀρχὰς ἔχουσιν, ἐχρημάτιζε τοῖς προσιοῦσι δἰ ἡμέρας περὶ τὴν σιτοδοσίαν, ἐκβαλὼν τῆς τιμῆς ταύτης τὸν ἀποδειχθέντα ἔπαρχον ὑπὸ τῆς βουλῆς· [6] ἔπειτα συνεχεῖς ποιούμενος ἐκκλησίας οὐκ ὂν ἐν ἔθει Ῥωμαίοις ἰδιώτην ἐκκλησίαν συνάγειν πολλὰ μὲν τοῦ [p. 215] Μηνυκίου κατηγόρει πρὸς τὸν δῆμον, ὡς ὄνομα φέροντος ἀρχῆς μόνον, ἔργον δὲ οὐδὲν ἀποδειξαμένου τοῖς πένησιν ὠφέλιμον, πολλὰ δὲ τοὺς πατρικίους διέβαλλε πρὸς τὸν δῆμον, ὡς ταῦτα πράττοντας ἐξ ὧν ὀλίγου τε καὶ οὐδενὸς ἄξιος ὁ δῆμος ἔσται καὶ οὐδ᾽ ἐπὶ σιτοδείᾳ φροντίδα τῶν ἀπόρων ἔχοντας οὐδεμίαν, οὔτε κοινῇ πάντας οὔτε ἰδίᾳ τοὺς δυνατούς, παντὸς μάλιστα δέον αὐτοὺς χρήμασί τε καὶ σώμασιν ὥσπερ αὐτὸς δὴ κακοπαθεῖν καὶ πάντοθεν ἐπεισάγειν τῇ πόλει τὰς ἀγοράς. [7] ἠξίου τε πρὸς τὰ τῶν ἄλλων ἔργα πατρικίων τὰ ὑφ᾽ ἑαυτοῦ πραττόμενα ἐξετάζειν, ὡς πολὺ καὶ τὸ πᾶν ἀλλήλων διαφέροντα. ἐκείνους μὲν γὰρ οὐδὲν ἐκ τῶν ἰδίων εἰς τὸ κοινὸν ἀναλίσκοντας ἔτι καὶ τὴν δημοσίαν γῆν σφετερισαμένους πολὺν ἤδη καρποῦσθαι χρόνον, ἑαυτὸν δὲ τῶν δημοσίων οὐδὲν ἔχοντα ἔτι καὶ τὴν πατρῴαν καταχορηγεῖν οὐσίαν εἰς βοήθειαν τῶν ἀπόρων καί, ἐπειδὰν τὰ ὄντα καταναλώσῃ, δανείσματα ποιεῖσθαι παρὰ φίλων οὐθὲν ἀντικαταλλαττόμενον τῆς τοιαύτης φιλοτιμίας ὅτι μὴ τὴν πολιτικὴν εὔνοιαν, ἧς οὐδὲ τὸν ἐξ ἀνθρώπων πλοῦτον ἡγεῖσθαι τιμιώτερον. [8] οἱ δὲ περὶ αὐτὸν συνεστῶτες ἀεὶ σωτῆρα καὶ πατέρα καὶ κτίστην ἀπεκάλουν τῆς πατρίδος καὶ τὴν μὲν ὑπατικὴν ἐξουσίαν ἐλάττονα χάριν ἢ κατὰ τὸ μέγεθος τῶν [p. 216] ἔργων αὐτοῦ γενήσεσθαι δοθεῖσαν ἀπέφαινον, ἄλλῃ δέ τινι μείζονι καὶ λαμπροτέρᾳ τιμῇ κοσμεῖν ἠξίουν αὐτόν, [9] ἣν καὶ γένος ἕξει τὸ ἐξ ἐκείνου. ὡς δὲ καὶ τὴν τρίτην ἔξοδον ποιησάμενος ἐπὶ τὰ παραθαλάττια τῆς Ἰταλίας ἔκ τε Κύμης καὶ τῶν περὶ Μισηνὸν λιμένων σιτηγοὺς ὁλκάδας ἄγων πολλὰς κατέπλευσεν εἰς Ὠστίαν, ὃ τῆς Ῥώμης ἐστὶν ἐπίνειον, καὶ % κατέπαυσε ταῖς τροφαῖς τὴν πόλιν, ὡς μηδὲν ἔτι τῆς ἀρχαίας εὐετηρίας διαφέρειν, ἅπας ὁ δῆμος ἕτοιμος ἦν, εἰ γένοιτο τῆς ψήφου κύριος ἐν ἀρχαιρεσίαις, εἴτε ὑπατείαν εἴτε ἄλλην τινὰ τιμὴν μετίοι, μηδενὸς ἐπιτρέποντος μήτε νόμου κωλύοντος μήτ᾽ ἀνδρὸς ἐναντιουμένου χαρίζεσθαι. [10] ταῦτα ὁρῶντες οἱ προεστηκότες τῆς ἀριστοκρατίας καὶ οὔτε ἐπιτρέπειν ἀξιοῦντες οὔτε κωλύειν δύναμιν ἔχοντες ἐν πολλῇ πάντες ἦσαν ἀθυμίᾳ· καὶ ἔτι μᾶλλον διεταράχθησαν, ἐπειδὴ κωλυόντων ἐκκλησίας συνάγειν αὐτὸν καὶ δημηγορεῖν τῶν τε δημάρχων καὶ ὑπάτων, συστραφεὶς ὁ δῆμος ἐκείνους μὲν ἐξέβαλεν ἐκ τῆς ἀγορᾶς, τῷ δὲ [11] Μαιλίῳ πολλὴν ἄδειαν καὶ ῥώμην παρέσχεν. ἐν τοιαύτῃ δὴ καταστάσει τῆς πόλεως ὑπαρχούσης ὁ τῆς ἀγορᾶς ἀποδειχθεὶς ἔπαρχος, ἀχθόμενος μὲν ἐπὶ τοῖς προπηλακισμοῖς τῶν λόγων, οἷς αὐτὸν ὑβρίζων ὁ Μαίλιος ἐν ταῖς ἐκκλησίαις διετέλει, δεδοικὼς δὲ τὸν ἄνδρα μάλιστα τῶν ἄλλων, εἴ τινος ἐπιλάβοιτο ἀρχῆς, μὴ πρότερον τῆς ἀριστοκρατίας αὑτὸν ποιήσηται ἢ τὸν [p. 217] δῆμον ἐξερεθίσας πρὸς αὐτὸν % ποιήσηται διὰ τῶν ἐκ τῆς ἑταιρείας ἐπιβουλήν τινα κατ᾽ αὐτοῦ μηχανησάμενος, ἀγανακτῶν τε δι᾽ ἀμφότερα ταῦτα καὶ ἀπηλλάχθαι προθυμούμενος ἐκείνου μείζονα ἢ κατ᾽ ἰδιώτην ἐσχὺν ἔχοντος, ἐπιμελῆ ζήτησιν ἐποιεῖτο τῶν ὑπ᾽ αὐτοῦ λεγομένων τε καὶ πραττομένων. [12] πολλῶν δὲ ὄντων, οἷς ὁ ἀνὴρ συνεργοῖς ἐχρῆτο τῶν ἀπορρήτων, καὶ οὔτε τὰς φύσεις ὁμοίων οὔτε τὰς γνώμας παραπλησίων ἔμελλέ τις ὅπερ εἰκὸς οὐ βέβαιος αὐτῷ ἔσεσθαι φίλος, ἢ διὰ φόβον ἢ διὰ κέρδος ἴδιον· ᾧ τὰ πιστὰ δοὺς ὁ Μηνύκιος ὑπὲρ τοῦ μηδενὶ φράσειν ὅστις ἦν, ἅπασαν ἔγνω τήν τε διάνοιαν τοῦ Μαιλίου καὶ τὴν παρασκευήν. [13] ὡς δὲ καὶ τεκμήριον ἔλαβεν ἀναμφίλεκτον καὶ τὴν πρᾶξιν ἐν χερσὶν οὖσαν ἔγνω, λέγει πρὸς τοὺς ὑπάτους· ἐκεῖνοι δ᾽ οὐκ ἀξιοῦντες ἐφ᾽ ἑαυτοῖς ποιῆσαι μόνοις ἐπιχειρήσεως τηλικαύτης ἐξέτασιν εἰς τὴν βουλὴν ᾤοντο δεῖν τὸ πρᾶγμα εἰσφέρειν, καὶ συνεκάλουν τὸ συνέδριον εὐθὺς ὡς περὶ πολέμου δή τινος ὑπερορίου βουλευσόμενοι. [14] πληρωθέντος δὲ τοῦ συνεδρίου διὰ ταχέων παρελθὼν ἅτερος αὐτῶν ἔλεξεν, ὅτι πρᾶξις αὐτοῖς μεμήνυται συσκευαζομένη κατὰ τῆς πόλεως [p. 218] πολλῆς πάνυ καὶ ταχείας φυλακῆς δεομένη διὰ τὸ τοῦ κινδύνου μέγεθος· ταύτης δ᾽ ἔφη μηνυτὴν οὐ τῶν ἐπιτυχόντων εἶναί τινα πολιτῶν, ἀλλ᾽ ὃν αὐτοὶ δι᾽ ἀρετὴν ἐπὶ τῆς μεγίστης τε καὶ ἀναγκαιοτάτης τῷ κοινῷ χρείας ἔταξαν, δοκιμάσαντες αὐτοῦ τήν τε πίστιν καὶ τὴν πρὸς τὰ κοινὰ φιλοτιμίαν ἐκ τῶν παρὰ πάντα τὸν βίον ἐπιτηδευομένων. μετεώρου δὴ τῆς βουλῆς ἐπὶ τῇ προσδοκίᾳ γενομένης ἐκάλει τὸν Μηνύκιον, κἀκεῖνος ἔλεξεν· ζήτει ἐν τῷ περὶ δημηγοριῶν. '''''Esc.''''' ;ΚΕΦΑΛΑΙΟΝ Β΄ [1] ὡς δ᾽ ἐμηνύθη τῇ βουλῇ, δικτάτορα προχειρίζονται, ὁ δὲ τὸν ἱππάρχην ἐκέλευσεν ἔχοντι τοὺς ἱππεῖς ἥκειν ὡς αὐτὸν περὶ μέσας νύκτας, τοῖς δὲ βουλευταῖς εἰς τὸ Καπιτώλιον ἕωθεν ἔτι συλλέγεσθαι, τῷ δὲ Μηνυκίῳ τόν τε μηνυτὴν ἄγοντι καὶ τὰς ἄλλας ἀποδείξεις κομίζοντι πρὸς τὸ βῆμα παρεῖναι, ἅπασι δὲ φυλάττειν ἀπόρρητα πρὸς τοὺς ἔξω τοῦ συνεδρίου τὰ βουλεύματα· μίαν εἶναι λέγων ἀσφάλειαν, εἰ μηδὲν ὁ Μαίλιος ἀκούσειε τῶν περὶ αὐτοῦ λεγομένων τε καὶ [2] πραττομένων. διατάξας δὲ τἆλλα ὅσων ἐδεῖτο, μέχρι δύσεως ἡλίου πάντας ἐν τῷ βουλευτηρίῳ κατασχὼν σκότους ὄντος ἤδη διέλυσε τὸν σύλλογον· ὡς δὲ μέση νὺξ ἐγένετο, προελθὼν ἐκ τῆς οἰκίας ... ἐξῄει περὶ τὸν ὄρθρον τοὺς ἐπιλέκτους ἀμφοτέρων τῶν ὑπάτων ἐπαγόμενος καὶ αὐτοὺς τοὺς ὑπάτους. [3] οὗτοι μὲν οὖν [p. 219] τὸ Καπιτώλιον ἅμα τοῖς βουλευταῖς ἕωθεν κατειληφότες ἐφρούρουν· ὁ δὲ Μαίλιος οὐδὲν ἀκηκοὼς τούτων ἡμέρας γενομένης προελθὼν εἰς τὴν ἀγορὰν ἐχρημάτιζε τοῖς δεομένοις ἐπὶ τοῦ βήματος καθεζόμενος· καὶ μετ᾽ οὐ πολὺ παρῆν ὁ ἵππαρχος Σερουίλιος πρὸς αὐτὸν ἄγων τοὺς ἀκμαιοτάτους τῶν ἱππέων ἔχοντας ὑπὸ τοῖς ἱματίοις ξίφη καὶ στὰς πλησίον αὐτοῦ λέγει· [4] ὁ δικτάτωρ σε κελεύει, Μαίλιε, πρὸς αὐτὸν ἥκειν· κἀκεῖνος ὑποτυχών, ποῖος, ἔφη, κελεύει με, Σερουίλιε, δικτάτωρ πρὸς αὐτὸν ἐλθεῖν, ὁ ποῦ καὶ πότε γενόμενος; καὶ ἅμα διαταραχθεὶς περιέβλεψεν εἰς τοὺς περὶ τὸ βῆμα. ἀφασίας δὲ ἅπαντας κατασχούσης διὰ τὸ μηδένα γιγνώσκειν τὰ πραχθέντα ὑπὸ τῆς βουλῆς λέγει πάλιν ὁ Σερουίλιος· εἰσηγγέλθης χθὲς εἰς τὴν βουλήν, ὦ Μαίλιε, νεωτέροις ἐπιχειρεῖν πράγμασιν, ἴσως οὐκ ἀληθῶς· οὐδενὸς γὰρ ἄξιον ἀπὸ τῆς αἰτίας προκαταγιγνώσκειν. [5] ταύτην ἐξετάσαι τὴν μήνυσιν ἡ βουλὴ προελομένη δικτάτορος ἔφησε δεῖν τοῖς πράγμασιν, ὡς οὐ τὸν ἐλάχιστον τῶν κινδύνων τρέχουσα, καὶ ἀπέδειξε τῆς ἐξουσίας ταύτης κύριον Λεύκιον Κοίντιον Κικιννᾶτον, ὃν οἶσθα δήπου καὶ σὺ κράτιστον ὄντα τῶν πατρικίων καὶ δὶς ἤδη ταύτην ἀνεπιλήπτως τετελεκότα τὴν ἀρχήν. [6] οὗτος ὁ ἀνὴρ δικαστήριόν σοι καθίσαι καὶ λόγον ἀποδοῦναι βουλόμενος ἀπέσταλκεν ἡμᾶς, ἐμὲ τὸν ἵππαρχον ἅμα τοῖσδε τοῖς ἀνδράσιν, ἄξοντας σε ἀσφαλῶς ἐπὶ τὴν ἀπολογίαν. εἰ δὲ μηδὲν ἀδικεῖν πέποιθας, ἴθι καὶ λέγε τὰ δίκαια περὶ σαυτοῦ πρὸς [p. 220] ἄνδρα φιλόπολιν, ὃς οὔτε διὰ τὸν κοινὸν φθόνον οὔτε δι᾽ ἄλλην ἄδικον πρόφασιν οὐδεμίαν ἐκποδὼν ποιῆσαί [7] σε βουλήσεται. ὁ δ᾽ ὡς ἤκουσεν, ἀναπηδᾷ τε καὶ μεγάλα ἀναβοήσας, ἄνδρες, ἔφη, δημοτικοί, βοηθεῖτέ μοι συναρπαζομένῳ διὰ τὴν πρὸς ὑμᾶς εὔνοιαν ὑπὸ τῶν δυνατῶν· οὐ γὰρ ἐπὶ δίκην καλοῦμαι πρὸς αὐτῶν, ἀλλ᾽ ἐπὶ θάνατον καλοῦμαι. βοῆς δὲ γενομένης καὶ θορύβου πολλοῦ περὶ τὸ βῆμα συγγνούς, ὅτι πλείους εἰσὶ τῶν βοηθούντων οἱ συλλαμβάνειν μέλλοντες αὐτόν, καὶ οὐ μακρὰν ἑτέρους ὑποκαθῆσθαι ἐν ὅπλοις, καταπηδᾷ ταχέως ἀπὸ τοῦ βήματος καὶ διὰ τῆς ἀγορᾶς ἐχώρει δρόμῳ σπεύδων εἰς τὴν οἰκίαν καταφυγεῖν. [8] καταλαμβανόμενος δ᾽ ὑπὸ τῶν ἱππέων εἰς ἐργαστήριον εἰστρέχει μαγειρικὸν καὶ κοπίδα τῶν κρεοκόπων ἁρπάσας παίει τὸν πρῶτον αὐτῷ προσελθόντα. ἔπειτα πολλῶν ἐπιπεσόντων ἀθρόων ἀμυνόμενος καὶ βραχὺν ἀντισχὼν χρόνον ἀπεκόπη ὑπό τινος τὸν βραχίονα καὶ πίπτει καὶ κατακοπεὶς ὥσπερ θηρίον ἀποθνήσκει. [9] Μαίλιος μὲν δὴ μεγάλων ὀρεχθεὶς πραγμάτων καὶ μικροῦ πάνυ δεήσας τὴν Ῥωμαίων ἡγεμονίαν κατασχεῖν οὕτως ἀζήλου καὶ πικρᾶς καταστροφῆς ἔτυχεν. ἐξενεχθέντος δ᾽ εἰς τὴν ἀγορὰν τοῦ νεκροῦ καὶ γενηθέντος πᾶσι φανεροῦ δρόμος ἦν καὶ βοὴ καὶ θόρυβος ἁπάντων τῶν κατὰ τὴν ἀγορὰν τῶν μὲν οἰκτειρόντων, τῶν δὲ ἀγανακτούντων, τῶν δὲ [p. 221] [10] ὁμόσε τοῖς δεδρακόσι χωρεῖν ἐσπουδακότων. τοιαύτης δὲ ταραχῆς γενομένης μαθὼν ὁ δικτάτωρ, ὅτι διαπέπρακται τοῖς ἱππεῦσι τὸ προσταχθὲν ἔργον, κατέβαινεν ἀπὸ τῆς ἄκρας εἰς τὴν ἀγορὰν τούς τε βουλευτὰς ἐπαγόμενος ἅπαντας καὶ τοὺς ἱππεῖς περὶ ἑαυτὸν ἔχων γυμνὰ φαίνοντας ξίφη· καὶ δημηγορήσας ἐπ᾽ ἐκκλησίας ἀπέλυσε τὸν ὄχλον. '''''Esc.''''' ;ΚΕΦΑΛΑΙΟΝ Γ΄ [1] ...... ἔχων περὶ ἑαυτὸν ἀνθρώπους ἐξ ἁπάσης συνειλεγμένους κακίας, οὓς ἐσίτιζεν ὥσπερ θηρία κατὰ τῆς πατρίδος. εἰ μὲν οὖν ὑπήκουσέ μοι καὶ παρέσχεν ἑαυτὸν ἐν τοῖς νόμοις μένοντα, μεγίστην ἂν τοῦτ᾽ αὐτῷ παρέσχε ῥοπὴν εἰς τὴν ἀπολογίαν, καὶ τεκμήριον οὐκ ἐλάχιστον ἦν τοῦ μηδὲν βεβουλεῦσθαι κατὰ τῆς πατρίδος· νῦν δ᾽ ὑπὸ τῆς συνειδήσεως ἐλαυνόμενος, ὃ πάσχουσιν ἅπαντες οἱ τὰς ἀνοσίους βουλὰς κατὰ τῶν ἀναγκαιοτάτων σφίσι ποιησάμενοι, τοῦτο ἔπαθε· φυγεῖν τὸν ἔλεγχον ἔγνω, καὶ τοὺς ἥκοντας ἐπ᾽ αὐτὸν ἱππεῖς μαγειρικῇ κοπίδι παίων ἀπήλαυνεν ... '''''Ambr.''''' ;ΚΕΦΑΛΑΙΟΝ Δ΄ [1] τῶν δὲ δημοτικῶν οἱ <μὲν οὐ> συμβουλεύσαντες τῇ καταλύσει τῆς πολιτείας ἠγανάκτουν καὶ δι᾽ ὀργῆς τὴν ἐπιχείρησιν τοῦ ἀνδρὸς ἐλάμβανον, οἱ δὲ κοινωνήσαντες τῆς συνωμοσίας ἀφειμένοι τοῦ φόβου χαίρειν τε προσεποιοῦντο καὶ τὸ συνέδριον τῶν βουλευμάτων ἐπῄνουν· ὀλίγοι δέ τινες ἐξ αὐτῶν οἱ πονηρότατοι [p. 222] λογοποιεῖν ἐτόλμων ἐν ταῖς ἑξῆς ἡμέραις ὡς ἀνηρπασμένου πρὸς τῶν δυνατῶν τοῦ Μαιλίου καὶ διαστασιάζειν τὸν δῆμον ἐπεχείρουν· οὓς ἀφανεῖ θανάτῳ διαχρησάμενος ὁ δικτάτωρ, ἐπειδὴ κατέπαυσε τοῦ θορύβου, τὴν ἀρχὴν ἀποτίθεται. [2] οἱ μὲν δὴ τὰ πιθανώτατά μοι δοκοῦντες γράφειν περὶ τῆς Μαιλίου τελευτῆς οὕτω παραδεδώκασι· λεγέσθω δὲ καὶ ὁ δοκῶν ἧττον εἶναί μοι πιθανὸς λόγος, ᾧ κέχρηται Κίγκιος καὶ Καλπούρνιος, ἐπιχώριοι συγγραφεῖς· οἵ φασιν οὔτε δικτάτορα ὑπὸ τῆς βουλῆς ἀποδειχθῆναι τὸν Κοίντιον οὔτε ἱππάρχην ὑπὸ τοῦ [3] κοιντίου τὸν Σερουίλιον. γενομένης δὲ μηνύσεως ὑπὸ τοῦ Μηνυκίου τοὺς παρόντας ἐν τῷ συνεδρίῳ πιστεύσαντας ἀληθῆ τὰ λεγόμενα εἶναι, γνώμην ἀποδειξαμένου τῶν πρεσβυτέρων τινὸς ἄκριτον ἦ μὴν ἀποκτεῖναι τὸν ἄνδρα παραχρῆμα πεισθέντας, καὶ οὕτω τὸν Σερουίλιον ἐπὶ τοῦτο τάξαι τὸ ἔργον, νέον ὄντα καὶ κατὰ χεῖρα γενναῖον. [4] τοῦτον δέ φασι λαβόντα τὸ ξιφίδιον ὑπὸ μάλης ἐλθεῖν πρὸς τὸν Μαίλιον πορευόμενον ἐκ τῆς ἀγορᾶς καὶ προσελθόντα εἰπεῖν, ὅτι βούλεται περὶ πράγματος ἀπορρήτου καὶ μεγάλου διαλεχθῆναι πρὸς αὐτόν. κελεύσαντος δὲ τοῦ Μαιλίου μικρὸν ἀποχωρῆσαι τοὺς ἐγγὺς αὐτῷ παρόντας, ἐπειδὴ [p. 223] μονωθέντα τῆς φυλακῆς ἔλαβε, γυμνώσαντα τὸ ξίφος βάψαι κατὰ τῆς σφαγῆς· τοῦτο δὲ πράξαντα δρόμῳ χωρεῖν εἰς τὸ βουλευτήριον ἔτι συγκαθημένων τῶν συνέδρων, ἔχοντα τὸ ξίφος ᾑμαγμένον κεκραγότα πρὸς τοὺς διώκοντας, ὅτι κελευσθεὶς ὑπὸ τῆς βουλῆς ἀνῄρηκε τὸν τύραννον. [5] ἀκούσαντας δὲ τὸ τῆς βουλῆς ὄνομα τοὺς ὡρμηκότας παίειν τε καὶ βάλλειν αὐτὸν ἀποτραπέσθαι καὶ μηδὲν εἰς αὐτὸν παρανομῆσαι. ἐκ τούτου καὶ τὴν ἐπωνυμίαν τὸν Ἄλαν αὐτῷ τεθῆναι λέγουσιν, ὅτι τὸ ξίφος ἔχων ὑπὸ μάλης ἦλθεν ἐπὶ τὸν ἄνδρα· ἄλας γὰρ καλοῦσι Ῥωμαῖοι τὰς μάλας. [6] ἀναιρεθέντος δὲ τοῦ ἀνδρὸς καθ᾽ ἕτερον τρόπον συνελθοῦσα ἡ βουλὴ τήν τε οὐσίαν αὐτοῦ εἶναι δημοσίαν ἐψηφίσατο καὶ τὴν οἰκίαν ἕως ἐδάφους κατασκαφῆναι. οὗτος ὁ τόπος ἔτι καὶ εἰς ἐμὲ ἦν ἐν πολλαῖς ταῖς πέριξ οἰκίαις μόνος ἀνειμένος ἔρημος, καλούμενος ὑπὸ Ῥωμαίων Αἰκυμήλιον· ὡς ἂν ἡμεῖς εἴποιμεν ἰσόπεδον Μήλιον. αἶκον γὰρ ὑπὸ Ῥωμαίων τὸ μηδεμίαν ἔχον ἐξοχὴν καλεῖται· τόπον οὖν τινα Αἶκον Μήλιον ἐξ ἀρχῆς κληθέντα, ὕστερον συμφθαρέντων δὲ ἀλλήλοις κατὰ τὴν μίαν ἐκφορὰν τῶν ὀνομάτων Αἰκυμήλιον ἐκάλεσαν. τῷ δὲ τὴν κατὰ τοῦ [p. 224] Μαιλίου μήνυσιν ἀποδόντι Μηνυκίῳ στάσιν ἀνδριάντος ἐψηφίσατο ἡ βουλή. '''''Esc. et pag. 223, 18—22 Ambr.''''' ;ΚΕΦΑΛΑΙΟΝ Ε΄ [1] Τυρρηνῶν καὶ Φειδηναίων καὶ Οὐιεντανῶν πολεμούντων Ῥωμαίοις καὶ Λάρου Τολουμνίου τοῦ βασιλέως Τυρρηνῶν πανδεινὰ ποιοῦντος κατ᾽ αὐτῶν χιλίαρχός τις Ῥωμαῖος, Αὖλος Κορνήλιος Κόσσος ἐπίκλησιν, ἐλαύνει τὸν ἵππον κατὰ τοῦ Τολουμνίου· καὶ ἐπειδὴ ἀγχοῦ ἐγένετο, φέρουσι κατ᾽ ἀλλήλων τὰ δόρατα. [2] ὁ μὲν οὖν Τολούμνιος τὸν ἵππον αὐτοῦ παίει διὰ τοῦ στήθους, ὃς ἀναχαιτίσας ῥιπτεῖ τὸν ἐπιβάτην· ὁ δὲ Κορνήλιος διὰ θυρεοῦ τε καὶ θώρακος ἐλάσας τὴν αἰχμὴν εἰς τὰ πλευρὰ περιτρέπει τὸν Τολούμνιον ἀπὸ τοῦ ἵππου, καὶ ἔτι διανισταμένου φέρει διὰ [3] <τοῦ> βουβῶνος τὸ ξίφος. ἀποκτείνας δὲ αὐτὸν καὶ τὰ σκῦλα ἀφελόμενος οὐ μόνον τοὺς ὁμόσε χωροῦντας ἱππεῖς τε καὶ πεζοὺς ἀνέστειλεν, ἀλλὰ καὶ τοὺς ἐπὶ τῶν κεράτων ἀμφοτέρων ἀντέχοντας εἰς ἀθυμίαν καὶ δέος κατέστησεν. '''''Ambr.''''' ;ΚΕΦΑΛΑΙΟΝ ΣΤ΄ [1] δεύτερον ὑπατεύοντος Αὔλου Κορνηλίου Κόσσου καὶ Τίτου Κοιντίου αὐχμῷ μεγάλῳ κακωθεῖσα ἡ γῆ πάντων ἐσπάνισεν οὐ μόνον τῶν ὀμβρίων, ἀλλὰ καὶ τῶν ναματιαίων ὑδάτων· ἐκ δὲ τούτου προβάτων μὲν καὶ ὑποζυγίων καὶ βοῶν ἐπίλειψις παντελὴς ἐγένετο, εἰς δὲ τοὺς ἀνθρώπους νόσοι κατέσκηψαν πολλαὶ μὲν καὶ ἄλλαι, μάλιστα δὲ ἡ ψωρώδης καλουμένη, [p. 225] δεινὰς ὀδύνας παρέχουσα τοῖς χρωσὶ κατὰ τοὺς ὀδαξησμοὺς καὶ πρὸς τὰς ἑλκώσεις ἔτι μᾶλλον ἀγριαινομένη· πάθος ἐλεεινὸν ἐν τοῖς πάνυ καὶ τοῦ ταχίστου τῶν ὀλέθρων αἴτιον. '''''Ambr.''''' [2] οὐκ ἐδόκει τοῖς προεστηκόσι τοῦ συνεδρίου βαθεῖαν εἰρήνην καὶ πολυχρόνιον ἄγειν σχολὴν ἐνθυμουμένοις, ὅτι ῥᾳθυμία καὶ τρυφὴ συνεισπορεύεται ταῖς πόλεσι μετὰ τῆς εἰρήνης, καὶ ἅμα τὰς πολιτικὰς ὀρρωδοῦσι ταραχάς. καὶ αὗται γὰρ ἅμα τῷ καταλυθῆναι τοὺς ὑπερορίους πολέμους χαλεπαὶ καὶ συνεχεῖς ἐξ ἁπάσης προφάσεως ἀνίσταντο. [3] κρεῖττον ταῖς φιλανθρωπίαις περιεῖναι τῶν ἐχθρῶν ἢ ταῖς τιμωρίαις, δι᾽ ἃς κεἰ μηδὲν ἕτερον αἱ γέ τοι παρὰ τῶν θεῶν ἐλπίδες ἡδίους αὐτοῖς ὑπάρχουσιν. '''''Ambr.''''' [4] ὡς ἔμαθε τοὺς πολεμίους ἐκ τῶν κατόπιν προσιόντας, ἐπιστρέφειν μὲν ὀπίσω περιεχόμενος ὑπὸ τῶν πολεμίων πανταχόθεν ἀπέγνω ἐνθυμούμενος, ὅτι κινδυνεύσουσιν ἅπαντες οὐθὲν ἀποδειξάμενοι γενναῖον ἔργον αἴσχιστα διαφθαρῆναι, ὀλίγοι τε πρὸς πολλοὺς μαχόμενοι καὶ τεθωρακισμένοι πρὸς ἐλαφρούς. ἰδὼν δὲ ὄχθον τινὰ ὑψηλὸν ἐπιεικῶς, ὃς ἦν αὐτῷ οὐ πρόσω, τοῦτον ἔγνω καταλαβέσθαι. '''''Ambr.''''' Ἀγρίππας Μενήνιος καὶ Πόπλιος Λουκρήτιος καὶ Σερούιος Ναύτιος, χιλίαρχοι † τιμηθέντες, [p. 226] ἐπίθεσίν τινα κατὰ τῆς πόλεως γενομένην ὑπὸ δούλων ἐφώρασαν. [5] ἔμελλον δὲ οἱ μετέχοντες τῆς συνωμοσίας πῦρ ἐμβαλόντες ταῖς οἰκίαις κατὰ πολλοὺς ἅμα τόπους νύκτωρ, ὁπότε μάθοιεν ἐπὶ τὴν τῶν καιομένων βοηθείαν ὡρμηκότας ἅπαντας τό τε Καπιτώλιον καὶ τοὺς ἄλλους ἐρυμνοὺς καταλαμβάνεσθαι τόπους, ἐγκρατεῖς δὲ γενόμενοι τῶν καρτερῶν τῆς πόλεως, ἐπὶ τὴν ἐλευθερίαν τοὺς ἄλλους δούλους παρακαλεῖν, καὶ σὺν ἐκείνοις ἀποκτείναντες τοὺς δεσπότας τὰς τῶν πεφονευμένων γυναῖκάς τε καὶ κτήσεις παραλαμβάνειν. [6] τῆς δὲ πράξεως περιφανοῦς γενομένης συλληφθέντες οἱ πρῶτοι συνθέντες τὴν ἐπιβουλὴν καὶ μαστιγωθέντες ἐπὶ τοὺς σταυροὺς ἀπήχθησαν· τῶν δὲ μηνυσάντων αὐτούς, ὄντων δυεῖν, ἐλευθερίαν τε καὶ δραχμὰς χιλίας ἑκάτερος ἔλαβεν ἐκ τοῦ δημοσίου. '''''Ambr.''''' ;ΚΕΦΑΛΑΙΟΝ Ζ΄ [1] ἔσπευδε τὸν πόλεμον συντελέσαι ἐν ὀλίγαις ἡμέραις ὁ Ῥωμαίων χιλίαρχος ὡς δὴ ῥᾴδιόν τι πρᾶγμα καὶ κατὰ χειρὸς αὐτῷ γενησόμενον ὑποχειρίους ποιήσασθαι μίᾳ μάχῃ τοὺς πολεμίους. [2] τῷ δὲ ἡγεμόνι τῶν πολεμίων ἐνθυμουμένῳ τό τε ἐμπειροπόλεμον τῶν Ῥωμαίων καὶ τὸ ἐν τοῖς κινδύνοις καρτερικὸν μάχην μὲν ἐκ παρατάξεως ἴσην καὶ φανερὰν ποιεῖσθαι πρὸς αὐτοὺς οὐκ ἐδόκει, διαστρατηγεῖν δὲ τὸν πόλεμον ἀπάταις τισὶ καὶ δόλοις καὶ παρατηρεῖν, εἴ τι πλεονέκτημα καθ᾽ ἑαυτῶν ἐκεῖνοι παρέξουσιν. '''''Ambr.''''' [p. 227] Τραυματίας καὶ παρασχεδὸν ἐλθὼν ἀποθανεῖν. '''''Ambr.''''' ;ΚΕΦΑΛΑΙΟΝ Η΄ [1] ἐν Ῥώμῃ χειμῶνος γενομένου βιαίου, ἔνθα ἡ ἐλαχίστη χιὼν κατενίφθη, οὐκ ἐλάττων ἦν ἑπτὰ ποδῶν τὸ βάθος. καὶ συνέπεσεν ἀνθρώπους τε ὑπὸ τοῦ νιφετοῦ διαφθαρῆναί τινας καὶ πρόβατα πολλὰ καὶ τῶν ἄλλων κτηνῶν καὶ ὑποζυγίων μοῖραν οὐκ ὀλίγην, τὰ μὲν ὑπὸ τοῦ κρυμοῦ σφακελίσαντα, [2] τὰ δὲ νομῆς τῆς συνήθους ἀπορίᾳ. δένδρων τε καρποφόρων, ὅσα μὴ πέφυκεν ὑπερβολὰς νιφετῶν ὑπομένειν, τὰ μὲν εἰς τέλος ἐξηράνθη, τὰ δὲ ἐπικαέντα τοὺς βλαστοὺς ἄκαρπα ἐπὶ πολλοὺς χρόνους ἐγένετο. συνεχύθησάν τε καὶ τῶν οἰκιῶν συχναὶ καί τινες καὶ περιετράπησαν, μάλιστα δὲ ὅσαι ἐκ τῶν λίθων κατὰ [3] τὴν διάλυσίν τε καὶ ἀπότηξιν τῆς χιόνος. τοῦτο τὸ πάθος οὔτε πρότερόν ποτε γενόμενον ἐν ἱστορίας γραφῇ περὶ ταῦτα τὰ χωρία παρειλήφαμεν οὔθ᾽ ὕστερον ἕως τοῦ καθ᾽ ἡμᾶς χρόνου, μετρίῳ γέ τινι βορειότερα τοῦ μέσου, κατὰ τὸν ὑπὲρ Ἀθηνῶν γραφόμενον δἰ Ἑλλησπόντου παράλληλον. τότε δὲ πρῶτον καὶ μόνον ἐξέβη τῆς εἰωθυίας κράσεως ἡ τοῦ περιέχοντος τήνδε τὴν γῆν φύσις. '''''Ambr.''''' ;ΚΕΦΑΛΑΙΟΝ Θ΄ [1] ἑορτὰς ἦγον οἱ Ῥωμαῖοι τὰς καλουμένας τῇ ἐπιχωρίῳ γλώττῃ στρωμνὰς ὑπὸ τῶν Σιβυλλείων κελευσθέντες χρησμῶν. νόσος γάρ τις λοιμώδης γενομένη θεόπεμπτός τε καὶ ὑπὸ τέχνης ἀνθρωπίνης [p. 228] ἀνίατος εἰς ζήτησιν αὐτοὺς ἤγαγε τῶν χρησμῶν. [2] ἐκόσμησάν τε στρωμνὰς τρεῖς, ὡς ἐκέλευον οἱ χρησμοί, μίαν μὲν Ἀπόλλωνι καὶ Λητοῖ, ἑτέραν δὲ Ἡρακλεῖ καὶ Ἀρτέμιδι, τρίτην δὲ Ἑρμῇ καὶ Ποσειδῶνι· καὶ διετέλουν ἐφ᾽ ἡμέρας ἑπτὰ δημοσίᾳ τε καταθύοντες καὶ ἰδίᾳ κατ᾽ οἰκείαν δύναμιν ἅπαντες τοῖς θεοῖς ἀπαρχόμενοι, ἑστιάσεις τε λαμπροτάτας ἐπιτελοῦντες καὶ [3] ξένων τοὺς παρεπιδημοῦντας ὑποδεχόμενοι. Πείσων δὲ ὁ τιμητικὸς ἐν ταῖς ἐνιαυσίοις ἀναγραφαῖς καὶ ταῦτ᾽ ἔτι προστίθησιν· ὅτι λελυμένων μὲν τῶν θεραπόντων ὅσους πρότερον ἐν τοῖς δεσμοῖς εἶχον οἱ δεσπόται, πληθυούσης ὄχλου ξενικοῦ τῆς πόλεως, ἀναπεπταμένων τῶν οἰκιῶν διὰ ἡμέρας τε καὶ νυκτός, καὶ δίχα κωλύσεως εἰσιόντων εἰς αὐτὰς τῶν βουλομένων, οὔτε χρῆμα οὐδὲν ἀπολωλεκέναι τις ᾐτιάσατο οὔτε ἠδικῆσθαί τινα ὑπ᾽ οὐδενός, καίτοι πολλὰ φέρειν εἰωθότων πλημμελῆ καὶ παράνομα τῶν ἑορταίων καιρῶν διὰ τὰς μέθας. '''''Ambr.''''' ;ΚΕΦΑΛΑΙΟΝ Ι΄ [1] Οὐιεντανοὺς πολιορκούντων Ῥωμαίων περὶ τὴν ἐπιτολὴν τοῦ κυνός, ὅτε μάλιστα λίμναι τε ἐπιλείπουσι καὶ ποταμοὶ πάντες, ὅ τι μὴ μόνος ὁ Αἰγύπτιος Νεῖλος, λίμνη τις ἀπέχουσα τῆς Ῥώμης οὐ μεῖον ρκ᾽ σταδίων ἐν τοῖς Ἀλβανοῖς καλουμένοις ὄρεσι, παρ᾽ ᾗ τὸ ἀρχαῖον ἡ τῶν Ῥωμαίων μητρόπολις ᾠκεῖτο, οὔτε ὑετῶν γενομένων οὔτε νιφετῶν οὔτ᾽ ἄλλης τινὸς αἰτίας ἀνθρώποις φανερᾶς, τοσαύτην ἔλαβεν ἐκ τῶν ἐν αὐτῇ ναμάτων ἐπίδοσιν, ὥστε πολλὴν μὲν ἐπικλύσαι [p. 229] τῆς παρορείου, πολλὰς δὲ οἰκήσεις γεωργικὰς καταβαλεῖν, τελευτῶσαν δὲ καὶ τὸν μεταξὺ τῶν ὀρῶν αὐλῶνα διασπάσαι καὶ ποταμὸν ἐκχέαι κατὰ τῶν ὑποκειμένων πεδίων ἐξαίσιον. [2] τοῦτο μαθόντες οἱ Ῥωμαῖοι κατ᾽ ἀρχὰς μέν, ὡς δαιμονίου τινὸς μηνίοντος τῇ πόλει, θυσίαις ἐξιλάσασθαι τοὺς κατέχοντας τὸν τόπον θεοὺς καὶ δαίμονας ἐψηφίσαντο καὶ τοὺς ἐπιχωρίους μάντεις ἀνέκρινον, εἴ τι λέγειν ἔχουσιν· ἐπεὶ δ᾽ οὔτε ἡ λίμην τὴν ἑαυτῆς τάξιν ἀπελάμβανεν, οὔτε οἱ μάντεις ἀκριβὲς οὐδὲν ἔλεγον, ἀλλὰ τῷ θεῷ χρῆσθαι παρῄνουν, ἐπὶ τὸ Δελφικὸν μαντεῖον ἀπέστειλαν θεοπρόπους. '''''Ambr.''''' ;ΚΕΦΑΛΑΙΟΝ ΙΑ΄ [1] ἐν δὲ τῷ μεταξὺ χρόνῳ Οὐιεντανῶν τις ἔμπειρος τῆς ἐπιχωρίου μαντικῆς διὰ προγόνων ἐτύγχανε φυλακὴν ἔχων τοῦ τείχους, ἐγεγόνει δέ τις αὐτῷ τῶν ἀπὸ τῆς Ῥώμης λοχαγῶν ἐκ παλαιοῦ γνώριμος. οὗτος ὁ λοχαγὸς ἐγγὺς τοῦ τείχους ποτὲ γενόμενος καὶ τοὺς συνήθεις ἀσπασμοὺς τῷ ἀνδρὶ ἀποδοὺς οἰκτείρειν αὐτὸν ἔφη τῆς καταληψομένης ἅμα τοῖς ἄλλοις συμφορᾶς, ἐὰν ἡ πόλις ἁλῷ. [2] καὶ ὁ Τυρρηνὸς ἀκηκοὼς τὴν ὑπέρχυσιν τῆς Ἀλβανίδος λίμνης καὶ τὰ παλαιὰ περὶ αὐτῆς προειδὼς θέσφατα ἀναγελάσας· οἷον, ἔφησεν, ἐστὶν ἀγαθὸν τὸ προειδέναι τὰ μέλλοντα. ὑμεῖς δὲ κατὰ τὴν ἀγνωσίαν τῶν ἀποβησομένων πόλεμον ἀτελῆ καὶ πόνους ἀνηνύτους ἀντλεῖτε τὴν Οὐιεντανῶν πόλιν ἀναστήσειν οἰόμενοι. εἰ δέ τις ὑμῖν ἐδήλωσεν, ὅτι τῇ πόλει τῇδε [p. 230] τότε πέπρωται ἁλῶναι, ὅταν ἡ πρὸς Ἀλβανῷ λίμνη σπανίσασα τῶν αὐθιγενῶν ναμάτων μηκέτι μίσγηται θαλάττῃ, ἐπαύσασθε ἂν αὐτοί τε δαπανώμενοι καὶ [3] ἡμᾶς ἐνοχλοῦντες. ταῦτα ὁ Ῥωμαῖος μαθὼν πολὺς ἐν τῷ σκοπεῖν καθ᾽ ἑαυτὸν γενόμενος, τότε μὲν ἀπῄει, τῇ δ᾽ ἑξῆς προειπὼν τοῖς χιλιάρχοις, ἃ διενοεῖτο, παρῆν ἐπὶ τὸν αὐτὸν τόπον ἄνοπλος, ὥστε μηδεμίαν ὑποψίαν ἐπιβουλῆς τὸν Τυρρηνὸν ὑπὲρ αὐτοῦ λαβεῖν. χρησάμενος δὲ τοῖς συνήθεσιν ἀσπασμοῖς πρῶτον μὲν ὑπὲρ τῆς κατεχούσης τὸ Ῥωμαικὸν στρατόπεδον ἀμηχανίας διελέγετο ἄλλ᾽, ἐφ᾽ οἷς ἡσθήσεσθαι τὸν Τυρρηνὸν ὑπελάμβανεν, ἔπειτα ἐξηγητὴν αὑτῷ γενέσθαι ἠξίου σημείων τινῶν καὶ τεράτων νεωστὶ τοῖς χιλιάρχοις γεγονότων. [4] πείθεται τοῖς λόγοις ὁ μάντις οὐδεμίαν δεδοικὼς ἐξαπάτην καὶ τοὺς συνόντας αὐτῷ μεταστῆναι κελεύσας αὐτὸς ἠκολούθει μόνος τῷ λοχαγῷ. ὁ δὲ Ῥωμαῖος ὑπαγόμενος αὐτὸν ἀπωτέρω τοῦ τείχους διὰ τῶν πρὸς ἀπάτην μηχανηθέντων λόγων, ὡς ἐγγὺς ἐγένετο τοῦ περιτειχίσματος, περιλαβὼν ταῖς χερσὶν ἀμφοτέραις μέσον αἴρεταί τε καὶ πρὸς τὸ Ῥωμαικὸν ἀποφέρεται στρατόπεδον. '''''Ambr.''''' ;ΚΕΦΑΛΑΙΟΝ ΙΒ΄ [1] τοῦτον τὸν ἄνδρα οἱ χιλίαρχοι λόγοις τε θεραπεύοντες καὶ βασάνων ἀπειλαῖς δεδιττόμενοι ἅπαντα παρεσκεύασαν ἐξειπεῖν, ἃ περὶ τῆς Ἀλβανίδος λίμνης ἀπέκρυπτεν· εἶτα καὶ πρὸς τὴν βουλὴν αὐτὸν [p. 231] ἀναπέμπουσι. τοῖς δ᾽ ἐκ τοῦ συνεδρίου οὐχ ἡ ὁμοία παρέστη δόξα, ἀλλὰ τοῖς μὲν ἐδόκει πανοῦργός τις εἶναι καὶ γόης ὁ Τυρρηνὸς καὶ καταψεύδεσθαι τὸῦ δαιμονίου τὰ περὶ τὸν χρησμόν, τοῖς δ᾽ ἀπὸ πάσης ἀληθείας εἰρηκέναι. [2] ἐν τοιαύτῃ δ᾽ ἀμηχανίᾳ τῆς βουλῆς ὑπαρχούσης παρῆσαν οἱ προαποσταλέντες εἰς Δελφοὺς θεόπροποι χρησμοὺς κομίζοντες τοῖς ὑπὸ τοῦ Τυρρηνοῦ πρότερον ἀπηγγελμένοις συνᾴδοντας· ὅτι θεοὶ καὶ δαίμονες οἱ λαχόντες τὴν Οὐιεντανῶν πόλιν τοσοῦτον αὐτοῖς ἐγγυῶνται χρόνον ἀσάλευτον φυλάξαι τὴν ἐκ προγόνων παραδοθεῖσαν εὐδαιμονίαν, ὅσον ἂν διαμένωσιν αἱ πηγαὶ τῆς ἐν Ἀλβανῷ λίμνης ὑπερχεόμεναι καὶ μέχρι θαλάττης ἀπορρέουσαι· [3] ὅταν δ᾽ ἐκεῖναι φύσιν τε τὴν ἑαυτῶν καὶ ὁδοὺς τὰς ἀρχαίας ἐκλιποῦσαι καθ᾽ ἑτέρας ἐκτραπῶσιν, ὡς μηκέτι μίσγεσθαι τῇ θαλάττῃ, τότε καὶ τὴν πόλιν αὐτῶν ἀνάστατον ἔσεσθαι· τοῦτο δ᾽ οὐκ εἰς μακρὰν ὑπὸ Ῥωμαίων γενήσεσθαι, ἐὰν ὀρύγμασι καθ᾽ ἕτερα χωρία γενομένοις ἐκτρέψωσι τὴν πλήμμυραν τῶν ὑδάτων εἰς τὰ πρόσω τῆς θαλάττης πεδία. ταῦτα μαθόντες οἱ Ῥωμαῖοι εὐθὺς ἐπέστησαν τοῖς ἔργοις τοὺς χειροτέχνας. '''''Ambr.''''' ;ΚΕΦΑΛΑΙΟΝ ΙΓ΄ [1] ὡς δὲ ταῦτ᾽ ἤκουσαν Οὐιεντανοὶ παρ᾽ αἰχμαλώτου τινός, ἐπικηρυκεύεσθαι πρὸς τοὺς πολιορκοῦντας ἤθελον περὶ καταλύσεως τοῦ πολέμου, πρὶν ἁλῶναι κατὰ κράτος τὴν πόλιν, καὶ ἀποδείκνυνται πρέσβεις οἱ πρεσβύτατοι. [2] ἀποψηφισαμένης δὲ [p. 232] τῆς βουλῆς τῶν Ῥωμαίων τὰς διαλλαγὰς οἱ μὲν ἄλλοι πρέσβεις ἀπῄεσαν ἐκ τοῦ βουλευτηρίου σιωπῇ, ὁ δὲ ἐπιφανέστατος ἐξ αὐτῶν καὶ κατὰ τὴν μαντικὴν ἐμπειρίαν δοκιμώτατος, ἐπιστὰς ταῖς θύραις καὶ περιβλέψας εἰς ἅπαντας τοὺς παρόντας ἐν τῷ συνεδρίῳ· καλόν, ἔφησεν, ὦ Ῥωμαῖοι, δόγμα ἐξενηνόχατε καὶ μεγαλοπρεπές, οἱ τὴν ἡγεμονίαν ἀξιοῦντες ἔχειν τῶν περιοίκων δι᾽ ἀρετήν, πόλιν οὔτε μικρὰν οὔτε ἄσημον ἀποτιθεμένην τὰ ὅπλα καὶ παραδιδοῦσαν ὑμῖν ἑαυτὴν οὐκ ἀξιοῦντες ὑπήκοον ἔχειν, ἀλλὰ πρόρριζον ἀνελεῖν βουλόμενοι, οὔτε τὸν ἐκ τοῦ θείου δείσαντες χόλον, [3] οὔτε τὴν παρ᾽ ἀνθρώπων ἐντραπέντες νέμεσιν. ἀνθ᾽ ὧν ὑμῖν δίκη τιμωρὸς ἥξει παρὰ θεῶν εἰς τὰ ὅμοια ζημιοῦσα· Οὐιεντανοὺς γὰρ ἀφελόμενοι τὴν πατρίδα μετ᾽ οὐ πολὺ τὴν ἑαυτῶν ἀποβαλεῖτε. '''''Ambr.''''' [4] μετὰ βραχὺ δὲ ἁλισκομένης τῆς πόλεως οἱ μὲν ὁμόσε τοῖς πολεμίοις χωροῦντες ἄνδρες ἀγαθοὶ γενόμενοι καὶ πολλοὺς ἀποκτείναντες κατεκόπησαν, οἱ δ᾽ αὐτοχειρίᾳ σφάξαντες αὑτοὺς διεφθάρησαν· ὅσοις δὲ δι᾽ ἀνανδρίαν τε καὶ ταπεινότητα ψυχῆς πάντ᾽ ἐφαίνετο τοῦ τεθνάναι τὰ δεινὰ μετριώτερα, ῥίψαντες τὰ ὅπλα παρεδίδοσαν τοῖς κεκρατηκόσιν ἑαυτούς. '''''Ambr.''''' ;ΚΕΦΑΛΑΙΟΝ ΙΔ΄ [1] ὁ δὲ δικτάτωρ Κάμιλλος, οὗ στρατηγίᾳ ἡ πόλις ἥλω, ἐπὶ μετεώρου τινὸς ἑστὼς ἅμα τοῖς ἐπιφανεστάτοις Ῥωμαίων, ὅθεν ἅπασα ἡ πόλις [p. 233] ἦν καταφανής, πρῶτον μὲν ἐμακάρισεν ἑαυτὸν τῆς παρούσης εὐτυχίας, ὅτι καθελεῖν αὐτῷ μεγάλην καὶ εὐδαίμονα πόλιν ἐξεγένετο δίχα πόνου, ἣ Τυρρηνίας μὲν ἀνθούσης τότε καὶ πλεῖστον τῶν κατοικούντων τὴν Ἰταλίαν ἐθνῶν δυναμένης οὐκ ἐλαχίστη μοῖρα ἦν, Ῥωμαίοις δὲ περὶ τῆς ἡγεμονίας διαφερομένη καὶ πολλοὺς ὑπομείνασα πολέμους ἄχρι δεκάτης γενεᾶς διετέλεσεν, ἐξ οὗ δ᾽ ἤρξατο πολεμεῖν καὶ πολιορκεῖσθαι συνεχῶς, δέκα διήνεγκε τὴν πολιορκίαν ἔτη πάσης πειραθεῖσα τύχης. [2] ἔπειτ᾽ ἐνθυμηθείς, ὡς ἐπὶ μικρᾶς αἰωρεῖται ῥοπῆς ἡ τῶν ἀνθρώπων εὐδαιμονία, καὶ βέβαιον οὐδὲν διαμένει τῶν ἀγαθῶν, διατείνας εἰς οὐρανὸν τὰς χεῖρας εὔξατο τῷ τε Διὶ καὶ τοῖς ἄλλοις θεοῖς, μάλιστα μὲν ἀνεπίφθονον ἑαυτῷ τε καὶ τῇ πατρίδι γίνεσθαι τὴν παροῦσαν εὐδαιμονίαν· εἰ δέ τις ἔμελλε κοινῇ συμφορὰ τὴν Ῥωμαίων πόλιν ἢ τὸν αὐτοῦ βίον καταλαμβάνειν ἀντίπαλος τῶν παρόντων ἀγαθῶν, ἐλαχίστην γενέσθαι ταύτην καὶ μετριωτάτην. '''''Ambr.''''' ;ΚΕΦΑΛΑΙΟΝ ΙΕ΄ [1] ἦν δὲ ἡ Οὐιεντανῶν πόλις οὐθὲν ὑποδεεστέρα τῆς Ῥώμης ἐνοικεῖσθαι γῆν τε πολλὴν καὶ πολύκαρπον ἔχουσα, τὴν μὲν ὀρεινήν, τὴν δὲ πεδιάδα, καὶ τὸν ὑπερκείμενον ἀέρα καθαρώτατον καὶ [p. 234] πρὸς ὑγιείαν ἀνθρώποις ἄριστον, οὔτε ἕλους πολησίον ὄντος, ὅθεν ἕλκονται βαρεῖς ἀτμοὶ καὶ δυσώδεις, οὔτε ποταμοῦ τινος ψυχρὰς ἕωθεν ἀνιέντος αὔρας, ὑδάτων τε οὐ σπανίων ὄντων οὐδ᾽ ἐπακτῶν, ἀλλ᾽ αὐθιγενῶν καὶ πλουσίων καὶ πίνεσθαι κρατίστων. '''''Ambr.''''' ;ΚΕΦΑΛΑΙΟΝ ΙΣΤ΄ [1] Αἰνείαν λέγουσι τὸν ἐξ Ἀγχίσου καὶ Ἀφροδίτης, ὅτε κατέσχεν εἰς Ἰταλίαν, θῦσαι προαιρούμενον ὅτῳ δή τινι θεῶν, μετὰ τὴν εὐχὴν μέλλοντα τοῦ παρεσκευασμένου πρὸς τὴν θυσίαν ἱερείου κατάρχεσθαι, τῶν Ἀχαιῶν ἰδεῖν τινα πρόσωθεν ἐρχόμενον, εἴτε Ὀδυσσέα, ὅτε τῷ περὶ τὸν Ἄορνον μαντείῳ χρῆσθαι ἔμελλεν, εἴτε Διομήδην, ἡνίκα Δαύνῳ [2] σύμμαχος ἀφίκετο· ἀχθόμενον δὲ τῷ συγκυρήματι καὶ πολεμίαν ὄψιν ἐφ᾽ ἱεροῖς φανεῖσαν ὡς πονηρὸν οἰωνὸν ἀφοσιώσασθαι βουλόμενον, ἐγκαλύψασθαί τε καὶ στραφῆναι· μετὰ δὲ τὴν ἀπαλλαγὴν τοῦ πολεμίου χερνιψάμενον αὖθις ἐπιτελέσαι τὴν θυσίαν. [3] γενομένων δὲ τῶν ἱερῶν κρειττόνων ἡσθῆναί τε τῷ συγκυρήματι καὶ φυλάττειν ἐπὶ πάσης εὐχῆς τὸ αὐτὸ ἔθος, τούς τε ἀπ᾽ ἐκείνου γενομένους ὡς ἕν τι τῶν περὶ τὰς ἱερουργίας νομίμων καὶ τοῦτο διατηρεῖν. [4] ἑπόμενος δὴ τοῖς πατρικοῖς ὁ Κάμιλλος νόμοις, ἐπειδὴ τὴν εὐχὴν ἐποιήσατο καὶ κατὰ τῆς κεφαλῆς εἵλκυσε τὸ ἱμάτιον, ἐβούλετο μὲν στραφῆναι, τῆς δὲ βάσεως ὑπενεχθείσης οὐ δυνηθεὶς ἀναλαβεῖν αὑτὸν ὕπτιος ἐπὶ τὴν γῆν φέρεται. [5] τοῦτον τὸν οἰωνὸν οὔτε μαντείας [p. 235] οὔτ᾽ ἐνδοιασμοῦ δεόμενον, ἀλλὰ καὶ τῷ φαυλοτάτῳ ῥᾴδιον ὄντα συμβαλεῖν, ὅτι πεσεῖν αὐτῷ πᾶσα ἀνάγκη πτῶμα ἄσχημον, οὔτε φυλακῆς οὔτε ἀφοσιώσεως ἄξιον ὑπέλαβεν, ἀλλ᾽ ἐπὶ τὸ κεχαρισμένον ἑαυτῷ μετήνεγκεν, ὡς ὑπακηκοότων αὐτοῦ ταῖς εὐχαῖς τῶν θεῶν καὶ τὸ κακὸν ἐλάχιστον παρεσκευακότων γενέσθαι. '''''Ambr.''''' {{DEFAULTSORT:Ρωμαικη Αρχαιολογια 12}} 69zlyqqnwjs12qdp36u0d6ew1s1tt99 Ρωμαϊκή Αρχαιολογία/ζ 0 23517 148468 100258 2022-08-09T13:14:16Z Αντιγόνη 235 wikitext text/x-wiki {{Κεφαλίδα | τίτλος = Λόγος ζ΄ | συγγραφέας = Διονύσιος ο Αλικαρνασσεύς | μεταφραστής= | ενότητα = [[Ρωμαϊκή Αρχαιολογία|Ῥωμαϊκὴ Ἀρχαιολογία]] | προηγούμενο= [[Ρωμαϊκή Αρχαιολογία/ς|Λόγος ς΄]] | επόμενο = [[Ρωμαϊκή Αρχαιολογία/η|Λόγος η΄]] | σημειώσεις = }} * [[Ρωμαϊκή Αρχαιολογία/ζ/01|Κεφάλαια 01–10]] * [[Ρωμαϊκή Αρχαιολογία/ζ/11|Κεφάλαια 11–20]] * [[Ρωμαϊκή Αρχαιολογία/ζ/21|Κεφάλαια 21–30]] * [[Ρωμαϊκή Αρχαιολογία/ζ/31|Κεφάλαια 31–40]] * [[Ρωμαϊκή Αρχαιολογία/ζ/41|Κεφάλαια 41–50]] * [[Ρωμαϊκή Αρχαιολογία/ζ/51|Κεφάλαια 51–60]] * [[Ρωμαϊκή Αρχαιολογία/ζ/61|Κεφάλαια 61–70]] * [[Ρωμαϊκή Αρχαιολογία/ζ/71|Κεφάλαια 71–73]] {{DEFAULTSORT:Ρωμαικη Αρχαιολογια 07}} bi78chq2a75qstb3l9y644hkvz0rtw3 Ρωμαϊκή Αρχαιολογία/η 0 23518 148497 100259 2022-08-09T13:38:04Z Αντιγόνη 235 wikitext text/x-wiki {{Κεφαλίδα | τίτλος = Λόγος η΄ | συγγραφέας = Διονύσιος ο Αλικαρνασσεύς | μεταφραστής= | ενότητα = [[Ρωμαϊκή Αρχαιολογία|Ῥωμαϊκὴ Ἀρχαιολογία]] | προηγούμενο= [[Ρωμαϊκή Αρχαιολογία/ζ|Λόγος ζ΄]] | επόμενο = [[Ρωμαϊκή Αρχαιολογία/θ|Λόγος θ΄]] | σημειώσεις = }} * [[Ρωμαϊκή Αρχαιολογία/η/01|Κεφάλαια 01–10]] * [[Ρωμαϊκή Αρχαιολογία/η/11|Κεφάλαια 11–20]] * [[Ρωμαϊκή Αρχαιολογία/η/21|Κεφάλαια 21–30]] * [[Ρωμαϊκή Αρχαιολογία/η/31|Κεφάλαια 31–40]] * [[Ρωμαϊκή Αρχαιολογία/η/41|Κεφάλαια 41–50]] * [[Ρωμαϊκή Αρχαιολογία/η/51|Κεφάλαια 51–60]] * [[Ρωμαϊκή Αρχαιολογία/η/61|Κεφάλαια 61–70]] * [[Ρωμαϊκή Αρχαιολογία/η/71|Κεφάλαια 71–80]] * [[Ρωμαϊκή Αρχαιολογία/η/81|Κεφάλαια 81–91]] {{DEFAULTSORT:Ρωμαικη Αρχαιολογια 08}} 5ujbm6t9kbavrnzct3bej9j9fvu59n3 Ρωμαϊκή Αρχαιολογία/θ 0 23519 148508 100260 2022-08-09T14:00:46Z Αντιγόνη 235 wikitext text/x-wiki {{Κεφαλίδα | τίτλος = Λόγος θ΄ | συγγραφέας = Διονύσιος ο Αλικαρνασσεύς | μεταφραστής= | ενότητα = [[Ρωμαϊκή Αρχαιολογία|Ῥωμαϊκὴ Ἀρχαιολογία]] | προηγούμενο= [[Ρωμαϊκή Αρχαιολογία/η|Λόγος η΄]] | επόμενο = [[Ρωμαϊκή Αρχαιολογία/ι|Λόγος ι΄]] | σημειώσεις = }} * [[Ρωμαϊκή Αρχαιολογία/θ/01|Κεφάλαια 01–10]] * [[Ρωμαϊκή Αρχαιολογία/θ/11|Κεφάλαια 11–20]] * [[Ρωμαϊκή Αρχαιολογία/θ/21|Κεφάλαια 21–30]] * [[Ρωμαϊκή Αρχαιολογία/θ/31|Κεφάλαια 31–40]] * [[Ρωμαϊκή Αρχαιολογία/θ/41|Κεφάλαια 41–50]] * [[Ρωμαϊκή Αρχαιολογία/θ/51|Κεφάλαια 51–60]] * [[Ρωμαϊκή Αρχαιολογία/θ/61|Κεφάλαια 61–71]] {{DEFAULTSORT:Ρωμαικη Αρχαιολογια 09}} 1www3hkbjyklrev83gwaozc6ppk7r2x Ρωμαϊκή Αρχαιολογία/ι 0 23520 148511 100261 2022-08-09T14:01:55Z Αντιγόνη 235 wikitext text/x-wiki {{Κεφαλίδα | τίτλος = Λόγος ι΄ | συγγραφέας = Διονύσιος ο Αλικαρνασσεύς | μεταφραστής= | ενότητα = [[Ρωμαϊκή Αρχαιολογία|Ῥωμαϊκὴ Ἀρχαιολογία]] | προηγούμενο= [[Ρωμαϊκή Αρχαιολογία/θ|Λόγος θ΄]] | επόμενο = [[Ρωμαϊκή Αρχαιολογία/ια|Λόγος ια΄]] | σημειώσεις = }} * [[Ρωμαϊκή Αρχαιολογία/ι/01|Κεφάλαια 01–10]] * [[Ρωμαϊκή Αρχαιολογία/ι/11|Κεφάλαια 11–20]] * [[Ρωμαϊκή Αρχαιολογία/ι/21|Κεφάλαια 21–30]] * [[Ρωμαϊκή Αρχαιολογία/ι/31|Κεφάλαια 31–40]] * [[Ρωμαϊκή Αρχαιολογία/ι/41|Κεφάλαια 41–50]] * [[Ρωμαϊκή Αρχαιολογία/ι/51|Κεφάλαια 51–60]] {{DEFAULTSORT:Ρωμαικη Αρχαιολογια 10}} nccrzc8xunliwrgglewyq907dn0z9dj Ρωμαϊκή Αρχαιολογία/ια 0 23521 148469 100262 2022-08-09T13:14:45Z Αντιγόνη 235 wikitext text/x-wiki {{Κεφαλίδα | τίτλος = Λόγος ια΄ | συγγραφέας = Διονύσιος ο Αλικαρνασσεύς | μεταφραστής= | ενότητα = [[Ρωμαϊκή Αρχαιολογία|Ῥωμαϊκὴ Ἀρχαιολογία]] | προηγούμενο= [[Ρωμαϊκή Αρχαιολογία/ι|Λόγος ι΄]] | επόμενο = [[Ρωμαϊκή Αρχαιολογία/ιβ|Λόγος ιβ΄]] | σημειώσεις = }} * [[Ρωμαϊκή Αρχαιολογία/ια/01|Κεφάλαια 01–10]] * [[Ρωμαϊκή Αρχαιολογία/ια/11|Κεφάλαια 11–20]] * [[Ρωμαϊκή Αρχαιολογία/ια/21|Κεφάλαια 21–30]] * [[Ρωμαϊκή Αρχαιολογία/ια/31|Κεφάλαια 31–40]] * [[Ρωμαϊκή Αρχαιολογία/ια/41|Κεφάλαια 41–50]] * [[Ρωμαϊκή Αρχαιολογία/ια/51|Κεφάλαια 51–60]] * [[Ρωμαϊκή Αρχαιολογία/ια/61|Κεφάλαια 61–63]] {{DEFAULTSORT:Ρωμαικη Αρχαιολογια 11}} 9g08ydhq7vjyu8iwo3jkwvodi2j8hgg Ρωμαϊκή Αρχαιολογία/ζ/71 0 23546 148496 100281 2022-08-09T13:37:48Z Αντιγόνη 235 wikitext text/x-wiki {{Κεφαλίδα | τίτλος = Κεφάλαια 71–73 | συγγραφέας = Διονύσιος ο Αλικαρνασσεύς | μεταφραστής= | ενότητα = [[Ρωμαϊκή Αρχαιολογία/ζ|Ῥωμαϊκὴ Ἀρχαιολογία: Λόγος ζ΄]] | προηγούμενο= [[Ρωμαϊκή Αρχαιολογία/ζ/61|Κεφάλαια 61–70]] | επόμενο = | σημειώσεις = Dionysii Halicarnasei Antiquitatum Romanarum quae supersunt, Vol I-IV. Dionysius of Halicarnassus. Karl Jacoby. In Aedibus B.G. Teubneri. Leipzig. 1885. }} ;ΚΕΦΑΛΑΙΟΝ ΟΑ΄ [1] ἕτερος μὲν οὖν ἀποχρῆν ἂν ὑπέλαβε καὶ αὐτὰ τὰ νῦν πραττόμενα ἐν τῇ πόλει μηνύματα οὐ μικρὰ τῶν παλαιῶν ἐπιτηδευμάτων ὑπολαβεῖν· ἐγὼ δ᾽, ἵνα μή τις ἀσθενῆ τὴν πίστιν εἶναι ταύτην ὑπολάβῃ εἴτε κατ᾽ ἐκείνην τὴν ἀπίθανον ὑπόληψιν, ὅτι παντὸς τοῦ Ἑλληνικοῦ κρατήσαντες ἀσμένως ἂν τὰ κρείττω μετέμαθον ἔθη τῶν ἐπιχωρίων ὑπεριδόντες, ἐξ ἐκείνου [p. 112] ποιήσομαι τοῦ χρόνου τὴν τέκμαρσιν, ὅτ᾽ οὔπω τὴν τῆς Ἑλλάδος εἶχον ἡγεμονίαν οὐδὲ ἄλλην διαπόντιον οὐδεμίαν ἀρχήν, Κοίντῳ Φαβίῳ βεβαιωτῇ χρώμενος καὶ οὐδεμιᾶς ἔτι δεόμενος πίστεως ἑτέρας· παλαιότατος γὰρ ἁνὴρ τῶν τὰ Ῥωμαϊκὰ συνταξαμένων, καὶ πίστιν οὐκ ἐξ ὧν ἤκουσε μόνον, ἀλλὰ καὶ ἐξ ὧν αὐτὸς ἔγνω παρεχόμενος. [2] ταύτην δὴ τὴν ἑορτὴν ἐψηφίσατο μὲν ἡ βουλὴ τῶν Ῥωμαίων ἄγειν, ὡς καὶ πρότερον ἔφην, κατὰ τὰς γενομένας εὐχὰς ὑπὸ τοῦ δικτάτορος Αὔλου Ποστομίου, ὅτ᾽ ἔμελλεν ἀγωνίζεσθαι πρὸς τὰς ἀποστάσας Λατίνων πόλεις κατάγειν ἐπιχειρούσας Ταρκύνιον ἐπὶ τὴν ἀρχήν· ἀναλοῦσθαι δ᾽ ἔταξε καθ᾽ ἕκαστον ἐνιαυτὸν εἴς τε τὰς θυσίας καὶ τοὺς ἀγῶνας ἀργυρίου πεντακοσίας μνᾶς· καὶ μέχρι τοῦ Φοινικικοῦ πολέμου ταῦτ᾽ ἐδαπάνων εἰς τὴν ἑορτήν. [3] ἐν δὲ ταῖς ἱεραῖς ἡμέραις ταύταις πολλὰ μὲν καὶ ἄλλα ἐγίνετο νόμοις Ἑλληνικοῖς κατὰ τε πανηγυρισμοὺς καὶ ξένων ὑποδοχὰς καὶ ἐκεχειρίας, ἃ πολὺ ἂν ἔργον εἴη λέγειν, τὰ δὲ περὶ πομπήν τε καὶ θυσίαν καὶ τὰ κατὰ τοὺς ἀγῶνας· ἀπόχρη γὰρ ἐκ τούτων καὶ τὰ μὴ λεχθέντα ἐξετάζειν· τοιάδε. ;ΚΕΦΑΛΑΙΟΝ ΟΒ΄ [1] πρὶν ἄρξασθαι τῶν ἀγώνων, πομπὴν ἔστελλον τοῖς θεοῖς οἱ τὴν μεγίστην ἔχοντες ἐξουσίαν, ἀπὸ τοῦ Καπιτωλίου τε καὶ δι᾽ ἀγορᾶς ἄγοντες ἐπὶ τὸν μέγαν ἱππόδρομον. ἡγοῦντο δὲ τῆς πομπῆς πρῶτον [p. 113] μὲν οἱ παῖδες αὐτῶν οἱ πρόσηβοί τε καὶ τοῦ πομπεύειν ἔχοντες ἡλικίαν, ἱππεῖς μέν, ὧν οἱ πατέρες τιμήματα ἱππέων εἶχον, πεζοὶ δ᾽ οἱ μέλλοντες ἐν τοῖς πεζοῖς στρατεύεσθαι· οἱ μὲν κατ᾽ ἴλας τε καὶ κατὰ λόχους, οἱ δὲ κατὰ συμμορίας τε καὶ τάξεις ὡς εἰς διδασκαλεῖον πορευόμενοι· ἵνα φανερὰ γίνοιτο τοῖς ξένοις ἡ μέλλουσα ἀνδροῦσθαι τῆς πόλεως ἀκμὴ πλῆθός τε καὶ [2] κάλλος οἵα τις ἦν. τούτοις ἠκολούθουν ἡνίοχοι τὰ τέθριππά τε καὶ τὰς συνωρίδας καὶ τοὺς ἀζεύκτους ἵππους ἐλαύνοντες· μεθ᾽ οὓς οἱ τῶν ἀθλημάτων ἀγωνισταὶ τῶν τε κούφων καὶ τῶν βαρέων τὸ μὲν ἄλλο σῶμα γυμνοί, τὸ δὲ περὶ τὴν αἰδῶ καλυπτόμενοι. τοῦτο καὶ εἰς ἐμὲ τὸ ἔθος ἐν Ῥώμῃ διέμενεν, ὡς ἐξ ἀρχῆς ἐγίνετο παρ᾽ Ἕλλησιν· ἐν δὲ τῇ Ἑλλάδι καταλέλυται Λακεδαιμονίων αὐτὸ καταλυσάντων. [3] ὁ δὲ πρῶτος ἐπιχειρήσας ἀποδυθῆναι τὸ σῶμα καὶ γυμνὸς Ὀλυμπίασι δραμὼν ἐπὶ τῆς πεντεκαιδεκάτης ὀλυμπιάδος Ἄκανθος ὁ Λακεδαιμόνιος ἦν. τὰ δὲ πρὸ τούτων δι᾽ αἰσχύνης εἶχον ἅπαντες Ἕλληνες ὅλα γυμνὰ φαίνειν ἐν ταῖς ἀγωνίαις τὰ σώματα, ὡς Ὅμηρος τεκμηριοῖ, μαρτύρων ἀξιοπιστότατός τε καὶ ἀρχαιότατος ὢν ζωννυμένους τοὺς ἥρωας ποιῶν. τὴν γοῦν Αἴαντος καὶ Ὀδυσσέως πάλην ἐπὶ τῇ Πατρόκλου ταφῇ γενομένην ἀφηγούμενός φησι· :τὼ δὲ ζωσαμένω βήτην ἐς μέσσον ἀγῶνα· [p. 114] [4] καὶ ἔτι σαφέστερον ἐν Ὀδυσσείᾳ τοῦτο ποιεῖ φανερὸν ἐπὶ τῆς Ἴρου καὶ Ὀδυσσέως πυγμῆς ἐν τοῖσδε τοῖς ἔπεσιν· :ὥς ἔφαθ᾽· οἱ δ᾽ ἄρα πάντες ἐπῄνεον· αὐτὰρ Ὀδυσσεὺς :ζώσατο μὲν ῥάκεσιν περὶ μήδεα, φαῖνε δὲ μηροὺς :καλούς τε μεγάλους τε. φάνεν δέ οἱ εὐρέες ὦμοι :στήθεά τε στιβαροί τε βραχίονες. τὸν δὲ πτωχὸν οὐκέτι βουλόμενον μάχεσθαι, ἀλλ᾽ ἀποδειλιῶντα εἰσάγων τάδε εἴρηκεν· :ὡς ἂρ ἔφαν· Ἴρῳ δὲ κακῶς ὠρίνετο θυμός· :ἀλλὰ καὶ ὣς μνηστῆρες ἄγον ζώσαντες ἀνάγκῃ. τοῦτο δὴ τὸ ἔθος ἀρχαῖον ἐν τοῖς Ἕλλησιν ὂν οἱ φυλάττοντες μέχρι τοῦδε Ῥωμαῖοι δῆλοί εἰσιν οὐ προσμαθόντες παρ᾽ ἡμῶν ὕστερον, ἀλλ᾽ οὐδὲ μεταθέμενοι σὺν χρόνῳ καθάπερ ἡμεῖς. [5] ἠκολούθουν δὲ τοῖς ἀγωνισταῖς ὀρχηστῶν χοροὶ πολλοὶ τριχῇ νενεμημένοι, πρῶτοι μὲν ἀνδρῶν, δεύτεροι δ᾽ ἀγενείων, τελευταῖοι δὲ παίδων, οἷς παρηκολούθουν αὐληταί τ᾽ ἀρχαϊκοῖς ἐμφυσῶντες αὐλίσκοις βραχέσιν, ὡς καὶ εἰς τόδε χρόνου γίνεται, καὶ κιθαρισταὶ λύρας ἑπταχόρδους ἐλεφαντίνας καὶ τὰ καλούμενα βάρβιτα κρέκοντες. ὧν παρὰ μὲν Ἕλλησιν ἐκλέλοιπεν ἡ χρῆσις ἐπ᾽ ἐμοῦ πάτριος οὖσα· παρὰ δὲ Ῥωμαίοις ἐν ἁπάσαις φυλάττεται ταῖς ἀρχαίαις θυηπολίαις. [6] σκευαὶ δὲ τῶν ὀρχηστῶν ἦσαν χιτῶνες φοινίκεοι ζωστῆρσι χαλκέοις ἐσφιγμένοι, καὶ ξίφη παρηρτημένα, [p. 115] καὶ λόγχαι βραχύτεραι τῶν μετρίων· τοῖς δ᾽ ἀνδράσι καὶ κράνη χάλκεα λόφοις ἐπισήμοις κεκοσμημένα καὶ πτεροῖς. ἡγεῖτο δὲ καθ᾽ ἕκαστον χορὸν εἷς ἀνήρ, ὃς ἐνεδίδου τοῖς ἄλλοις τὰ τῆς ὀρχήσεως σχήματα, πρῶτος εἰδοφορῶν τὰς πολεμικὰς καὶ συντόνους κινήσεις ἐν τοῖς προκελευσματικοῖς ὡς τὰ πολλὰ ῥυθμοῖς. [7] Ἑλληνικὸν δ᾽ ἄρα καὶ τοῦτ᾽ ἦν ἐν τοῖς πάνυ παλαιὸν ἐπιτήδευμα, ἐνόπλιος ὄρχησις ἡ καλουμένη πυρρίχη, εἴτ᾽ Ἀθηνᾶς πρώτης ἐπὶ Τιτάνων ἀφανισμῷ χορεύειν καὶ ὀρχεῖσθαι σὺν τοῖς ὅπλοις τἀπινίκια ὑπὸ χαρᾶς ἀρξαμένης, εἴτε παλαίτερον ἔτι Κουρήτων αὐτὴν καταστησαμένων, ὅτε τὸν Δία τιθηνούμενοι θέλγειν ἐβούλοντο κτύπῳ τε ὅπλων καὶ κινήσει μελῶν ἐνρύθμῳ καθάπερ ὁ μῦθος ἔχει. [8] δηλοῖ δὲ καὶ τούτου τὴν ἀρχαιότητα ὡς ἐπιχωρίου τοῖς Ἕλλησιν Ὅμηρος πολλαχῇ μὲν καὶ ἄλλῃ, μάλιστα δ᾽ ἐν ἀσπίδος κατασκευῇ, ἣν Ἀχιλλεῖ δωρήσασθαί φησιν Ἥφαιστον. ὑποθέμενος γὰρ ἐν αὐτῇ δύο πόλεις τὴν μὲν εἰρήνῃ κοσμουμένην, τὴν δὲ πολέμῳ κακοπαθοῦσαν, ἐν ᾗ τὴν ἀμείνω καθίστησι τύχην ἑορτὰς ποιῶν καὶ γάμους καὶ θαλίας ὥσπερ εἰκὸς καὶ ταῦτα λέγει· :κοῦροι δ᾽ ὀρχηστῆρες ἐδίνεον· ἐν δ᾽ ἄρα τοῖσιν :αὐλοὶ φόρμιγγές τε βοὴν ἔχον· αἱ δὲ γυναῖκες :ἱστάμεναι θαύμαζον ἐπὶ προθύροισιν ἑκάστη. [p. 116] [9] καὶ αὖθις ἕτερον ἐν αὐτῇ λέγων διακεκοσμῆσθαι Κρητικὸν ἠιθέων τε καὶ παρθένων χορὸν ὧδε εἴρηκεν· :ἐν δὲ χορὸν ποίκιλλε περικλυτὸς ἀμφιγυήεις, :τῷ ἴκελον οἷόν ποτ᾽ ἐνὶ Κνωσσῷ εὐρείῃ :Δαίδαλος ἤσκησεν καλλιπλοκάμῳ Ἀριάδνῃ. :ἔνθα μὲν ἠίθεοι καὶ παρθένοι ἀλφεσίβοιαι :ὠρχεῦντ᾽ ἀλλήλων ἐπὶ καρπῷ χεῖρας ἔχουσαι. κόσμον τ᾽ αὐτοῦ ἀφηγούμενος, ἵνα δῆλον ἡμῖν ποιήσειεν, ὅτι ἡ τῶν ἀρρένων κίνησις ἐνόπλιος ἦν, τάδε λέγει· :καί ῥ᾽ αἱ μὲν καλὰς στεφάνας ἔχον, οἱ δὲ μαχαίρας :εἶχον χρυσείας ἐξ ἀργυρέων τελαμώνων. ἡγεμόνας τε τῆς ὀρχήσεως αὐτῶν τοὺς ἐνδιδόντας τοῖς ἄλλοις καὶ προκαταρχομένους εἰσάγων τοιάδε γράφει· :πολλὸς δ᾽ ἱμερόεντα χορὸν περιΐσταθ᾽ ὅμιλος :τερπόμενοι· δοιὼ δὲ κυβιστητῆρε κατ᾽ αὐτοὺς :μολπῆς ἐξάρχοντες ἐδίνευον κατὰ μέσσους. [10] οὐ μόνον δ᾽ ἐκ τῆς ἐναγωνίου τε καὶ κατεσπουδασμένης ὀρχήσεως τῶν χορῶν, ᾗ παρὰ τὰς θυηπολίας τε καὶ πομπὰς ἐχρῶντο Ῥωμαῖοι, τὸ συγγενὲς ἄν τις αὐτῶν τὸ πρὸς τοὺς Ἕλληνας ἴδοι, ἀλλὰ καὶ ἐκ τῆς κερτόμου καὶ τωθαστικῆς. μετὰ γὰρ τοὺς ἐνοπλίους χοροὺς οἱ τῶν σατυριστῶν ἐπόμπευον χοροὶ τὴν Ἑλληνικὴν εἰδοφοροῦντες σίκιννιν. σκευαὶ δ᾽ αὐτοῖς ἦσαν τοῖς μὲν εἰς Σιληνοὺς εἰκασθεῖσι μαλλωτοὶ χιτῶνες, οὓς ἔνιοι χορταίους καλοῦσι, καὶ περιβόλαια ἐκ παντὸς [p. 117] ἄνθους· τοῖς δ᾽ εἰς Σατύρους περιζώματα καὶ δοραὶ τράγων καὶ ὀρθότριχες ἐπὶ ταῖς κεφαλαῖς φόβαι καὶ ὅσα τούτοις ὅμοια. οὗτοι κατέσκωπτόν τε καὶ κατεμιμοῦντο τὰς σπουδαίας κινήσεις ἐπὶ τὰ γελοιότερα μεταφέροντες. [11] δηλοῦσι δὲ καὶ αἱ τῶν θριάμβων εἴσοδοι παλαιὰν καὶ ἐπιχώριον οὖσαν Ῥωμαίοις τὴν κέρτομον καὶ σατυρικὴν παιδιάν. ἐφεῖται γὰρ τοῖς κατάγουσι τὰς νίκας ἰαμβίζειν τε καὶ κατασκώπτειν τοὺς ἐπιφανεστάτους ἄνδρας αὐτοῖς στρατηλάταις, ὡς Ἀθήνησι τοῖς πομπευταῖς τοῖς ἐπὶ τῶν ἁμαξῶν πρότερον ἅμα τοῖς σκώμμασι παροχουμένοις, νῦν δὲ ποιήματ᾽ ᾄδουσιν αὐτοσχέδια. [12] εἶδον δὲ καὶ ἐν ἀνδρῶν ἐπισήμων ταφαῖς ἅμα ταῖς ἄλλαις πομπαῖς προηγουμένους τῆς κλίνης τοὺς σατυριστῶν χοροὺς κινουμένους τὴν σίκιννιν ὄρχησιν, μάλιστα δ᾽ ἐν τοῖς τῶν εὐδαιμόνων κήδεσιν. ὅτι δ᾽ οὔτε Λιγύων οὔτ᾽ Ὀμβρικῶν οὔτ᾽ ἄλλων τινῶν βαρβάρων τῶν ἐν Ἰταλίᾳ κατοικούντων εὕρημα ἡ σατυρικὴ παιδιὰ καὶ ὄρχησις ἦν, ἀλλ᾽ Ἑλλήνων, δέδοικα, μὴ καὶ ὀχληρὸς εἶναί τισι δόξω, λόγοις πλείοσι πιστοῦσθαι ὁμολογούμενον πρᾶγμα βουλόμενος. [13] μετὰ δὲ τοὺς χοροὺς τούτους κιθαρισταί τ᾽ ἀθρόοι καὶ αὐληταὶ πολλοὶ παρεξῄεσαν· καὶ μετ᾽ αὐτοὺς οἵ τε τὰ θυμιατήρια κομίζοντες, ἐφ᾽ ὧν ἀρώματα καὶ λιβανωτὸς παρ᾽ ὅλην ὁδὸν ἐθυμιᾶτο, καὶ οἱ τὰ πομπεῖα παραφέροντες ἀργυρίου καὶ χρυσίου πεποιημένα τά τε ἱερὰ καὶ τὰ δημόσια. τελευταῖα δὲ πάντων αἱ τῶν [p. 118] θεῶν εἰκόνες ἐπόμπευον ὤμοις ὑπ᾽ ἀνδρῶν φερόμεναι, μορφάς θ᾽ ὁμοίας παρέχουσαι ταῖς παρ᾽ Ἕλλησι πλαττομέναις καὶ σκευὰς καὶ σύμβολα καὶ δωρεάς, ὧν εὑρεταὶ καὶ δοτῆρες ἀνθρώποις ἕκαστοι παραδίδονται, οὐ μόνον Διὸς καὶ Ἥρας καὶ Ἀθηνᾶς καὶ Ποσειδῶνος καὶ τῶν ἄλλων, οὓς Ἕλληνες ἐν τοῖς δώδεκα θεοῖς καταριθμοῦσιν, ἀλλὰ καὶ τῶν προγενεστέρων, ἐξ ὧν οἱ δώδεκα θεοὶ μυθολογοῦνται γενέσθαι, Κρόνου καὶ Ῥέας καὶ Θέμιδος καὶ Λητοῦς καὶ Μοιρῶν καὶ Μνημοσύνης καὶ τῶν ἄλλων ἁπάντων, ὅσων ἐστὶν ἱερὰ καὶ τεμένη παρ᾽ Ἕλλησι· καὶ τῶν ὕστερον, ἀφ᾽ οὗ τὴν ἀρχὴν Ζεὺς παρέλαβε, μυθολογουμένων γενέσθαι, Περσεφόνης Εἰλειθυίας Νυμφῶν Μουσῶν Ὡρῶν Χαρίτων Διονύσου, καὶ ὅσων ἡμιθέων γενομένων αἱ ψυχαὶ τὰ θνητὰ ἀπολιποῦσαι σώματα εἰς οὐρανὸν ἀνελθεῖν λέγονται, καὶ τιμὰς λαχεῖν ὁμοίας θεοῖς, Ἡρακλέους Ἀσκληπιοῦ Διοσκούρων Σελήνης Πανὸς ἄλλων μυρίων. [14] καίτοι εἰ βάρβαροι ἦσαν οἱ τὴν Ῥώμην οἰκίσαντες καὶ τὴν ἑορτὴν ταύτην καταστησάμενοι, τί προσῆκεν αὐτοῖς τοὺς μὲν Ἑλληνικοὺς ἅπαντας σέβειν θεούς τε καὶ δαίμονας, τῶν δὲ πατρίων ὑπερορᾶν; ἢ δειξάτω τις ἡμῖν ἔξω τοῦ Ἑλληνικοῦ φῦλον ἕτερον, ᾧ πάτριά ἐστι ταῦτα τὰ ἱερά, καὶ τότε διαβαλλέτω ταύτην τὴν ἀπόδειξιν ὡς οὐχ ὑγιῆ. [15] συντελεσθείσης δὲ τῆς πομπῆς ἐβουθύτουν εὐθὺς οἵ θ᾽ ὕπατοι καὶ τῶν ἱερέων οἷς ὅσιον, καὶ ὁ τῶν θυηπολιῶν τρόπος ὁ αὐτὸς ἦν τῷ [p. 119] παρ᾽ ἡμῖν. χερνιψάμενοί τε γὰρ αὐτοὶ καὶ τὰ ἱερὰ καθαρῷ περιαγνίσαντες ὕδατι καὶ Δημητρίους καρποὺς ἐπιρράναντες αὐτῶν ταῖς κεφαλαῖς, ἔπειτα κατευξάμενοι, θύειν τότε τοῖς ὑπηρέταις αὐτὰ ἐκέλευον. τῶν δ᾽ οἱ μὲν ἑστῶτος ἔτι τοῦ θύματος σκυτάλῃ τοὺς κροτάφους ἔπαιον, οἱ δὲ πίπτοντος ὑπετίθεσαν τὰς σφαγίδας, καὶ μετὰ τοῦτο δείραντές τε καὶ μελίσαντες ἀπαρχὰς ἐλάμβανον ἐξ ἑκάστου σπλάγχνου καὶ παντὸς ἄλλου μέλους, ἃς ἀλφίτοις ζέας ἀναδεύσαντες προσέφερον τοῖς θύουσιν ἐπὶ κανῶν· οἱ δ᾽ ἐπὶ τοὺς βωμοὺς ἐπιθέντες ὑφῆπτον καὶ προσέσπενδον οἶνον κατὰ [16] τῶν ἁγνιζομένων. ἕκαστον δ᾽ ὅτι κατὰ νόμους ἐγίνετο τοὺς ἀμφὶ θυσίαν ὑφ᾽ Ἑλλήνων κατασταθέντας, ἐκ τῆς Ὁμήρου ποιήσεως γνῶναι ῥᾴδιον. καὶ γὰρ χερνιπτομένους εἰσάγει τοὺς ἥρωας καὶ οὐλαῖς χρωμένους ἐν οἷς φησι· :χερνίψαντο δ᾽ ἔπειτα καὶ οὐλοχύτας ἀνέλοντο. τριχοτομοῦντάς τ᾽ ἀπὸ τῆς κεφαλῆς τὰς τρίχας καὶ τιθέντας ἐπὶ τὸ πῦρ ὧδε γράφων· :ἀλλ᾽ ὅ γ᾽ ἀπαρχόμενος κεφαλῆς τρίχας ἐν πυρὶ βάλλε. σκυτάλαις τε παίοντας τὰ μέτωπα τῶν ἱερείων καὶ τὰ πεσόντα θύοντας, ὡς ἐπὶ τῆς Εὐμαίου ποιεῖ θυσίας· :κόψε δ᾽ ἀπαρχόμενος σχίζῃ δρυός, ἣν λίπε κείων. :τὸν δ᾽ ἔλιπε ψυχή· τοὶ δ᾽ ἔσφαξάν τε καὶ εὗσαν. [17] ἀπαρχάς τ᾽ ἀπὸ τῶν σπλάγχνων καὶ ἀπὸ τῶν ἄλλων [p. 120] λαμβάνοντας μελῶν, καὶ ταύτας ἀλφίτοις δεύοντας καὶ καθαγίζοντας ἐπὶ τῶν βωμῶν, ὡς ἐπὶ τῆς αὐτῆς ποιεῖ θυσίας· :ὁ δ᾽ ὠμοθετεῖτο συβώτης, :πάντοθεν ἀρχόμενος μελέων ἐς πίονα δημόν· :καὶ τὰ μὲν πυρὶ βάλλε παλύνας ἀλφίτου ἀκτῇ. [18] ταῦτα δὲ Ῥωμαίους ἔτι καὶ εἰς ἐμὲ πράττοντας ἐπὶ ταῖς θυσίαις ἰδὼν ἐπίσταμαι· καὶ μιᾷ πίστει τῇδε ἀρκούμενος οὐ βαρβάρους ἐπείσθην εἶναι τοὺς οἰκιστὰς τῆς Ῥώμης, ἀλλ᾽ ἐκ πολλῶν τόπων συνεληλυθότας Ἕλληνας. ὀλίγα μὲν γὰρ ἐπιτηδεύματα περὶ θυσίας τε καὶ ἑορτὰς ὁμοίως Ἕλλησι καὶ βαρβάρους τινὰς ἐπιτελεῖν ἐνδέχεται, πάντα δὲ ταὐτὰ πράττειν ἀπίθανον. ;ΚΕΦΑΛΑΙΟΝ ΟΓ΄ [1] λοιπὸν δ᾽ ἔτι μοι καὶ περὶ τῶν ἀγώνων, οὓς μετὰ τὴν πομπὴν ἐπετέλουν, ὀλίγα διελθεῖν. πρῶτος ὁ τῶν τεθρίππων τε καὶ συνωρίδων καὶ τῶν ἀζεύκτων ἵππων ἐγίνετο δρόμος, ὡς παρ᾽ Ἕλλησι τὸ [2] ἀρχαῖον Ὀλυμπίασί τε καὶ μέχρι τοῦ παρόντος. ἐν δὲ ταῖς ἱππικαῖς ἁμίλλαις ἐπιτηδεύματα δύο τῶν πάνυ παλαιῶν ὡς ἐξ ἀρχῆς ἐνομοθετήθη φυλαττόμενα ὑπὸ Ῥωμαίων μέχρι τῶν κατ᾽ ἐμὲ διάκειται χρόνων, τό τε περὶ τὰ τρίπωλα τῶν ἁρμάτων, ὃ παρ᾽ Ἕλλησι μὲν ἐκλέλοιπεν, ἀρχαῖον ὄν ἐπιτήδευμα καὶ ἡρωικόν, ᾧ ποιεῖ τοὺς Ἕλληνας Ὅμηρος ἐν ταῖς μάχαις χρωμένους· [p. 121] δυσὶ γὰρ ἵπποις ἐζευγμένοις, ὃν τρόπον ζεύγνυται συνωρίς, τρίτος παρείπετο σειραῖος ἵππος ῥυτῆρι συνεχόμενος, ὃν ἀπὸ τοῦ παρῃωρῆσθαί τε καὶ μὴ συνεζεῦχθαι παρῄορον ἐκάλουν οἱ παλαιοί· ἕτερον δὲ παρ᾽ ὀλίγαις ἔτι φυλαττόμενον πόλεσιν Ἑλληνίσιν ἐν ἱερουργίαις τισὶν ἀρχαϊκαῖς, ὁ τῶν παρεμβεβηκότων τοῖς ἅρμασι δρόμος. [3] ὅταν γὰρ τέλος αἱ τῶν ἱππέων ἅμιλλαι λάβωνται, ἀποπηδῶντες ἀπὸ τῶν ἁρμάτων οἱ παροχούμενοι τοῖς ἡνιόχοις, οὓς οἱ ποιηταὶ μὲν παραβάτας, Ἀθηναῖοι δὲ καλοῦσιν ἀποβάτας, τὸν σταδιαῖον ἁμιλλῶνται δρόμον αὐτοὶ πρὸς ἀλλήλους. τελεσθέντων δὲ τῶν ἱππικῶν δρόμων οἱ τοῖς ἑαυτῶν σώμασιν ἀγωνιζόμενοι τότ᾽ εἰσῄεσαν δρομεῖς τε καὶ πύκται καὶ παλαισταί. τρία γὰρ ἀθλήματα παρὰ τοῖς ἀρχαίοις Ἕλλησι ταῦτ᾽ ἦν, ὡς Ὅμηρος ἐπὶ τῇ Πατρόκλου δηλοῖ ταφῇ. [4] ἐν δὲ τοῖς διὰ μέσου τῶν ἀθλημάτων χρόνοις Ἑλληνικώτατον καὶ κράτιστον ἁπάντων ἐθῶν ἀπεδείκνυντο, στεφανώσεις καὶ ἀναρρήσεις ποιούμενοι τιμῶν, αἷς ἐτίμων τοὺς ἑαυτῶν εὐεργέτας, ὡς Ἀθήνησιν ἐν ταῖς Διονυσιακαῖς ἐγίνετο θυσίαις, καὶ σκύλων, ὅσων ἐκ πολέμων λάβοιεν, ἐπιδείξεις τοῖς εἰς θέαν συνεληλυθόσιν. [5] ἀλλὰ γὰρ ὑπὲρ μὲν τούτων οὔτε μηθένα ποιήσασθαι λόγον ἀπαιτούσης τῆς ὑποθέσεως καλῶς εἶχεν, οὔτε μηκύνειν πέρα τοῦ δέοντος ἥρμοττε. καιρὸς δ᾽ ἐπὶ τὴν ἀπολειπομένην διήγησιν ἐπανάγειν. ὡς γὰρ δὴ τὰ περὶ τὸν ἀπαχθέντα ἐπὶ τιμωρίαν ὑπὸ τοῦ δεσπότου [p. 122] καὶ προηγησάμενον τῆς πομπῆς ἔμαθεν ἡ βουλὴ παρὰ τοῦ τὸ πραχθὲν ἀνανεωσαμένου, τοῦτον ὑπολαβοῦσα ὑπὸ τοῦ θεοῦ λέγεσθαι τὸν οὐ καλὸν ἔπαρχον τῶν ὀρχηστῶν, ὥσπερ ἔφην, ἀναζητήσασα τὸν τῷ θεράποντι λωβησάμενον καὶ ζημίαν ἐπιβαλοῦσα, ἧς ἄξιος ἦν, ἑτέραν ἐψηφίσατο τῷ θεῷ πομπὴν ἐπιτελεσθῆναι καὶ ἀγῶνας ἐξ ἀρχῆς ἑτέρους ἀπὸ διπλασίων χρημάτων ἢ πρότερον ἐγένοντο. καὶ τὰ μὲν ἐπὶ τούτων συντελεσθέντα τῶν ὑπάτων τοιάδε ἦν. {{DEFAULTSORT:Ρωμαικη Αρχαιολογια 07 71}} sci7lta6h02v0j1q3mijra4m6bulhym Ρωμαϊκή Αρχαιολογία/ζ/61 0 23547 148495 100282 2022-08-09T13:37:09Z Αντιγόνη 235 wikitext text/x-wiki {{Κεφαλίδα | τίτλος = Κεφάλαια 61–70 | συγγραφέας = Διονύσιος ο Αλικαρνασσεύς | μεταφραστής= | ενότητα = [[Ρωμαϊκή Αρχαιολογία/ζ|Ῥωμαϊκὴ Ἀρχαιολογία: Λόγος ζ΄]] | προηγούμενο= [[Ρωμαϊκή Αρχαιολογία/ζ/51|Κεφάλαια 51–60]] | επόμενο = [[Ρωμαϊκή Αρχαιολογία/ζ/71|Κεφάλαια 71–73]] | σημειώσεις = Dionysii Halicarnasei Antiquitatum Romanarum quae supersunt, Vol I-IV. Dionysius of Halicarnassus. Karl Jacoby. In Aedibus B.G. Teubneri. Leipzig. 1885. }} ;ΚΕΦΑΛΑΙΟΝ ΞΑ΄ [1] παυσαμένου δὲ τοῦ Μηνυκίου παρελθὼν ὁ δήμαρχος Σικίννιος οὔτ᾽ αὐτὸς ἔφη προδώσειν τὴν ἐλευθερίαν τῶν δημοτῶν οὔτε τοῖς προδιδοῦσιν ἐπιτρέψειν ἑκών, ἀλλ᾽ εἰ τῷ ὄντι παρέχουσιν οἱ πατρίκιοι τὸν ἄνδρα ἐπὶ δίκην τοῖς δημοτικοῖς, ἀναδώσειν περὶ αὐτοῦ ψῆφον, ἄλλο δὲ ποιήσειν παρὰ ταῦτ᾽ οὐδέν. [2] μετὰ ταῦτα παρελθὼν ὁ Μηνύκιος εἶπεν· ἐπειδὴ πάντως, ὦ δήμαρχοι, ψῆφον ἐπενεχθῆναι περὶ τοῦ ἀνδρὸς προθυμεῖσθε, μηθὲν ἔξω τοῦ ἐγκλήματος κατηγορεῖτε· ἀλλ᾽ ἐπειδὴ τυραννίδι αὐτὸν ἐπιχειρεῖν εἰσηγγείλατε, τοῦτο διδάσκετε καὶ περὶ τούτου τὰς πίστεις φέρετε. λόγων δ᾽, ὧν αὐτὸν αἰτιᾶσθε κατὰ τοῦ δήμου πρὸς τὴν βουλὴν εἰπεῖν, μήτε μέμνησθε μήτε κατηγορεῖτε. ἀφεῖσθαι γὰρ αὐτὸν ἐψηφίσατο ταύτης τῆς αἰτίας τὸ συνέδριον, καὶ ἐπὶ ῥητοῖς ἥκειν εἰς τὸν δῆμον ἐδικαίωσε. [3] καὶ μετὰ τοῦτ᾽ ἀνέγνω τὸ προβούλευμα. ὁ μὲν δὴ ταῦτ᾽ εἰπών τε καὶ ἐπιμαρτυράμενος κατέβη. τῶν δὲ δημάρχων πρῶτος μὲν διέθετο τὴν κατηγορίαν Σικίννιος [p. 97] ἐκ πολλῆς ἐπιμελείας καὶ παρασκευῆς, πάνθ᾽ ὅσα πράττων ἢ λέγων ὁ ἀνὴρ κατὰ τοῦ δήμου διετέλεσεν εἰς κατασκευὴν τυραννίδος ἀναφέρων· ἔπειτα μετ᾽ ἐκεῖνον οἱ δυνατώτατοι τῶν δημάρχων εἰπεῖν. ;ΚΕΦΑΛΑΙΟΝ ΞΒ΄ [1] ὡς δὲ παρέλαβεν ὁ Μάρκιος τὸν λόγον, ἀρξάμενος ἄνωθεν ἀπὸ τῆς πρώτης ἡλικίας διῆλθεν, ὅσας ἐστρατευμένος ἦν ὑπὲρ τῆς πόλεως στρατείας, καὶ ὅσους εἰληφὼς ἐπινικίους παρὰ τῶν στρατηγῶν στεφάνους πολεμίων τε τοὺς ληφθέντας αἰχμαλώτους ὑπ᾽ αὐτοῦ καὶ πολιτῶν τοὺς διασωθέντας ἐν τοῖς ἀγῶσι· καὶ παρ᾽ ἕκαστον τῶν λεγομένων τά τ᾽ ἀριστεῖα ἐπεδείκνυτο καὶ τοὺς στρατηγοὺς μάρτυρας παρείχετο καὶ τῶν πολιτῶν τοὺς διασωθέντας ἐξ ὀνόματος ἐκάλει. [2] οἱ δὲ παρῄεσαν ὀλοφυρόμενοι καὶ δεόμενοι τῶν πολιτῶν, μὴ τὸν αἴτιον σφίσι τῆς σωτηρίας ὡς πολέμιον ἀπολέσαι, μίαν τ᾽ ἀντὶ πολλῶν ψυχὴν αἰτούμενοι καὶ παραδιδόντες ἑαυτοὺς ἀντ᾽ ἐκείνου χρῆσθαι, ὅ τι βούλονται. ἦσαν δ᾽ οἱ πλείους αὐτῶν ἐκ τοῦ δημοτικοῦ γένους καὶ πολλὰ τῷ κοινῷ χρήσιμοι· ὧν τάς τ᾽ ὄψεις καὶ τὰς δεήσεις δι᾽ αἰσχύνης ὁ δῆμος λαμβάνων εἰς οἴκτους καὶ δάκρυα ἐτράπετο. [3] ὡς δὲ καὶ τὴν ἐσθῆτα ὁ Μάρκιος περιρρηξάμενος ἐπεδείξατο τὰ στέρνα τραυμάτων μεστὰ καὶ πᾶν τὸ ἄλλο μέρος τοῦ σώματος ἀνάπλεων τῶν πληγῶν, καὶ ἐπύθετο, εἰ τῶν αὐτῶν ἀνθρώπων ἔργα εἶναι νομίζουσι σώζειν μὲν ἐκ τῶν πολέμων τοὺς πολίτας, ἀπολλύναι δὲ τοὺς σωθέντας ἐν εἰρήνῃ· καὶ εἰ τυραννίδα κατασκευαζόμενός τις τὸ δημοτικὸν ἐλαύνει μέρος ἐκ πόλεως, ὑφ᾽ οὗ μάλιστ᾽ [p. 98] αὔξεταί τε καὶ τρέφεται τυραννίς· ἔτι δ᾽ αὐτοῦ λέγοντος ὅσον μὲν ἦν τοῦ δημοτικοῦ μέρους ἐπιεικὲς καὶ φιλόχρηστον ἀπολύειν ἐβόα τὸν ἄνδρα, καὶ δι᾽ αἰσχύνης ἐλάμβανεν, εἰ καὶ δίκην ὑπεῖχε τὴν ἀρχὴν περὶ τοιαύτης αἰτίας ἀνὴρ τοσαυτάκις ὑπεριδὼν τῆς ἑαυτοῦ ψυχῆς ἕνεκα τῆς ἁπάντων φυλακῆς. [4] ὅσοι δ᾽ ἦσαν φύσει βάσκανοι καὶ μισόχρηστοι καὶ πρὸς πᾶσαν εὐκίνητοι στάσιν, ἤχθοντο μὲν ἀπολύειν τὸν ἄνδρα μέλλοντες, οὐκ εἶχον δ᾽, ὅ τι ἂν ἄλλο ποιῶσι διὰ τὸ μηδεμίαν εὑρίσκειν ἀφορμὴν τυραννίδος ἐπιθέσεως φαινομένην, ὑπὲρ ἧς τὰς ψήφους ἀνειλήφεσαν. ;ΚΕΦΑΛΑΙΟΝ ΞΓ΄ [1] τοῦτο καταμαθὼν ὁ Δέκιος ἐκεῖνος, ὁ καὶ τοὺς ἐν τῇ βουλῇ ποιησάμενος λόγους καὶ τὸ προβούλευμα περὶ τῆς δίκης γραφῆναι παρασκευάσας, ἀνέστη καὶ σιωπὴν γενέσθαι κελεύσας ἔλεξεν· ἐπειδή, ὦ δημόται, τῶν ἐν τῇ βουλῇ λεχθέντων ὑπὸ Μαρκίου λόγων, καὶ τῶν διὰ τούτους ἀκολουθησάντων ἔργων βιαίων τε καὶ ὑπερηφάνων ἀπολύουσιν αὐτὸν οἱ πατρίκιοι καὶ οὐδ᾽ ἡμῖν ἐπιτρέπουσι κατηγορεῖν, ἀκούσατε, οἷον ὑμῖν ἔργον ἕτερον ἔξω τῶν λόγων ὁ γενναῖος οὗτος ἀνὴρ τυγχάνει διαπεπραγμένος, ὡς αὔθαδες καὶ τυραννικόν, καὶ οἷον ὑμῶν κατέλυσε νόμον αὐτὸς ἰδιώτης ὢν μάθετε. [2] ἴστε δήπου πάντες, ὅτι τὰ ἐκ τῶν πολέμων λάφυρα, ὅσων ἂν ἡμῖν ὑπάρχῃ τυχεῖν δι᾽ ἀρετήν, δημόσια εἶναι κελεύει ὁ νόμος, καὶ τούτων οὐχ ὅπως τις ἰδιώτης γίνεται κύριος, ἀλλ᾽ οὐδ᾽ αὐτὸς ὁ τῆς [p. 99] δυνάμεως ἡγεμών· ὁ δὲ ταμίας αὐτὰ παραλαβὼν ἀπεμπολᾷ καὶ εἰς τὸ δημόσιον ἀναφέρει τὰ χρήματα· καὶ τοῦτον τὸν νόμον, ἐξ οὗ τήνδε οἰκοῦμεν τὴν πόλιν, οὐχ ὅπως κατέλυσέ τις, ἀλλ᾽ οὐδ᾽ ᾐτιάσατο μὴ οὐχὶ καλῶς ἔχειν· ἀλλ᾽ οὗτος ὁ Μάρκιος πρῶτος καὶ μόνος ὑπεριδὼν αὐτοῦ κειμένου καὶ κυρίου ὄντος ἠξίωσε σφετερίσασθαι τὰ κοινὰ ἡμῶν, ὦ δημόται, λάφυρα, πέρυσι καὶ οὐ πάλαι. [3] ποιησαμένων γὰρ ὑμῶν καταδρομὴν τῆς Ἀντιατῶν γῆς καὶ πολλὰ μὲν σώματα, πολλὰ δὲ βοσκήματα, πολὺν δὲ σῖτον, πολλὰ δ᾽ ἄλλα χρήματα περιβαλομένων οὔτε τῷ ταμίᾳ ταῦτ᾽ ἀπέδειξεν οὔτ᾽ αὐτὸς ἀποδόμενος εἰς τὸ δημόσιον ἀνήνεγκε τὸ ἀργύριον, ἀλλὰ διένειμε καὶ κατεχαρίσατο τοῖς ἑαυτοῦ φίλοις ἅπασαν τὴν λείαν· τοῦτο δὴ τυραννίδος τεκμήριον εἶναι φημὶ τὸ ἔργον· πῶς γὰρ οὔ; ὃς τοὺς ἑαυτοῦ κόλακάς τε καὶ σωματοφύλακας καὶ τῆς μελλούσης τυραννίδος συνεργοὺς ἐκ τῶν δημοσίων εὐηργέτει χρημάτων· [4] καὶ νόμου κατάλυσιν εἶναι φανερὰν ταύτην λέγω. δυεῖν δὴ θάτερον ἀποφηνάτω παρελθὼν Μάρκιος, ἢ ὡς οὐ διένειμε τὰ λάφυρα τοῖς ἑαυτοῦ φίλοις, ἃ ἔλαβεν ἐκ τῆς πολεμίας, ἢ ὡς ταῦτα ποιῶν οὐ καταλύει τοὺς νόμους· ὧν οὐδέτερον ἕξει πρὸς ὑμᾶς εἰπεῖν. αὐτοὶ γὰρ ἀμφότερα ἴστε, καὶ τὸν νόμον καὶ τὸ ἔργον, καὶ οὐκ ἔνεσθ᾽ ὑμῖν ἀποψηφισαμένοις αὐτοῦ τὰ δίκαια καὶ [p. 100] τὰ εὔορκα δοκεῖν ἐγνωκέναι. ἐάσας δὴ τοὺς στεφάνους καὶ τὰ ἀριστεῖα καὶ τὰ τραύματα καὶ τὴν ἄλλην τερατείαν πρὸς ταῦτα λέγε, ὦ Μάρκιε· παραδίδωμι γὰρ ἤδη σοὶ τὸν λόγον. ;ΚΕΦΑΛΑΙΟΝ ΞΔ΄ [1] τοῦτο τὸ κατηγόρημα πολλὴν ἐποίησε τὴν ἐπὶ θάτερα μεταβολήν. οἱ μὲν γὰρ ἐπιεικέστεροί τε καὶ σπουδάζοντες ὑπὲρ ἀφέσεως τοῦ ἀνδρὸς μαλακώτεροι τούτων ἀκούσαντες ἐγένοντο, τὸ δὲ κακόηθες ἅπαν, ὃ τοῦ δήμου πλεῖστον μέρος ἦν, ἐκ παντὸς ἀπολέσαι τὸν ἄνδρα δήπου προθυμούμενον, ἔτι μᾶλλον εἰς ταῦτ᾽ ἐπερρώσθη μεγάλης ἀφορμῆς καὶ φανερᾶς [2] λαβόμενον. ἦν γὰρ ἀληθὴς ἡ τῶν λαφύρων διάδοσις, οὐ μὴν ἐκ προαιρέσεώς γε πονηρᾶς καὶ ἐπὶ κατασκευῇ τυραννίδος, ὡς ὁ Δέκιος ᾐτιᾶτο, γενομένη, ἀλλ᾽ ἀπὸ παντὸς τοῦ βελτίστου καὶ ἐπανορθώσεως ἕνεκα τῶν κατεχόντων τὰ κοινὰ κακῶν. στασιάζοντος γὰρ ἔτι καὶ διεστηκότος ἀπὸ τῶν πατρικίων τοῦ πλήθους τότε καταφρονήσαντες οἱ πολέμιοι καταδρομὰς τῆς χώρας ἐποιοῦντο καὶ λεηλασίας συνεχεῖς· καὶ ὁπότε δόξειε τῇ βουλῇ τὴν κωλύσουσαν ταῦτα δύναμιν ἐξελθεῖν, οὐδεὶς ἐξῄει τῶν δημοτῶν, ἀλλ᾽ ἐπέχαιρόν τε καὶ περιεώρων τὰ γινόμενα· ἡ δὲ τῶν πατρικίων χεὶρ οὐκ ἦν καθ᾽ [3] ἑαυτὴν ἀξιόμαχος. τοῦτο καταμαθὼν ὁ Μάρκιος ὑπέσχετο τοῖς ὑπάτοις, ἐὰν ἐπιτρέψωσιν αὐτῷ τὴν ἡγεμονίαν, στρατιὰν ἄξειν ἑκούσιον ἐπὶ τοὺς πολεμίους καὶ δίκην λήψεσθαι παρ᾽ αὐτῶν ἐν τάχει. λαβὼν δὲ τὴν ἐξουσίαν συνεκάλει τούς τε πελάτας καὶ τοὺς φίλους [p. 101] καὶ τῶν ἄλλων πολιτῶν οἷς ἦν βουλομένοις ἀπολαῦσαί τι τῆς τοῦ στρατηγοῦ τύχης κατὰ τὰ πολέμια καὶ ἀρετῆς. ὡς δ᾽ αὐτῷ χεὶρ ἀξιόμαχος ἐδόκει συνεληλυθέναι, προῆγεν ἐπὶ τοὺς πολεμίους οὐθέν πω προειδότας. [4] ἐμβαλὼν δ᾽ εἰς χώραν πολλῶν ἀγαθῶν μεστὴν γενόμενος ἀφθόνου λείας κύριος ἐφῆκε τοῖς στρατιώταις ἅπαντα τὰ ληφθέντα διανείμασθαι, ἵν᾽ οἱ μὲν συναράμενοι τοῦ ἔργου τὸν τῶν πόνων καρπὸν κομισάμενοι προθύμως ἐπὶ τὰς ἄλλας στρατείας ἀπαντῶσιν· οἱ δ᾽ ἀποκνήσαντες ἐνθυμηθέντες, ὅσων ἀγαθῶν αὐτοῖς ἐξὸν μεταλαβεῖν, διὰ τὸ στασιάζειν ἀπεκωλύθησαν εἰς τὰς λοιπὰς ἐξόδους γένωνται φρονιμώτεροι. [5] διάνοια μὲν τοῦ ἀνδρὸς ἥδε ἐγένετο περὶ τὸ ἔργον· χόλῳ δ᾽ ὑπούλῳ καὶ φθόνῳ δυσμενῶν αὐτὴ καθ᾽ αὑτὴν ἡ πρᾶξις ἐξεταζομένη δημαγωγία τις ἐφαίνετο εἶναι καὶ δεκασμὸς τυραννικός. ὥστε βοῆς καὶ θορύβου πᾶσα ἦν ἀνάπλεως ἡ ἀγορά, καὶ οὔθ᾽ ὁ Μάρκιος πρὸς ταῦτ᾽ εἶχεν, ὅ τι ἀπολογήσαιτο, οὔθ᾽ ὁ ὕπατος οὔτ᾽ ἄλλος οὐδείς, οἷα δὴ παραδόξου καὶ ἀπροσδοκήτου φανείσης ἐπὶ σφίσι τῆς αἰτίας. [6] ἐπειδὴ δ᾽ οὐδεὶς οὐκέτι ἀπελογεῖτο, ἀνέδωκαν οἱ δήμαρχοι τὴν ψῆφον ταῖς φυλαῖς τίμημα ἐπιγράψαντες τῇ δίκῃ φυγὴν ἀίδιον, κατὰ δέος, οἶμαι, τοῦ μὴ ἂν ἁλῶναι τὸν ἄνδρα θανάτου αὐτῷ τιμησάντων. ὡς δ᾽ ἐπεψήφισαν ἅπαντες, [p. 102] διαριθμουμένων τῶν ψήφων οὐ μέγα τὸ διάλλαγμα ἐφάνη. μιᾶς γὰρ καὶ εἴκοσι τότε φυλῶν οὐσῶν, οἷς ἡ ψῆφος ἀνεδόθη, τὰς ἀπολυούσας φυλὰς ἔσχεν ὁ Μάρκιος ἐννέα· ὥστ᾽ εἰ δύο προσῆλθον αὐτῷ φυλαί, διὰ τὴν ἰσοψηφίαν ἀπελέλυτ᾽ ἄν, ὥσπερ ὁ νόμος ἠξίου. ;ΚΕΦΑΛΑΙΟΝ ΞΕ΄ [1] αὕτη πρώτη κατ᾽ ἀνδρὸς πατρικίου πρόσκλησις εἰς τὸν δῆμον ἐγένετο ἐπὶ δίκῃ. καὶ ἀπ᾽ ἐκείνου τοῦ χρόνου τοῖς ὕστερον λαμβάνουσι τὴν τοῦ δήμου προστασίαν ἔθος κατέστη καλεῖν οὓς δόξειε τῶν πολιτῶν δίκην ὑφέξοντας ἐπὶ τοῦ δήμου· καὶ ἐνθένδε ἀρξάμενος ὁ δῆμος ἤρθη μέγας, ἡ δ᾽ ἀριστοκρατία πολλὰ τοῦ ἀρχαίου ἀξιώματος ἀπέβαλε βουλῆς τε μετέχειν ἐπιτρέπουσα τοῖς δημοτικοῖς καὶ ἀρχὰς μετιέναι συγχωροῦσα ἱερῶν τε προστασίας λαμβάνειν οὐ κωλύουσα καὶ ὅσα ἄλλα τιμιώτατα ἦν καὶ ἴδια τῶν πατρικίων μόνων ἅπασι κοινωσαμένη, τὰ μὲν ὑπ᾽ ἀνάγκης τε καὶ ἄκουσα, τὰ δ᾽ ἐκ προνοίας τε καὶ σοφίας, ὑπὲρ ὧν κατὰ τὸν οἰκεῖον καιρὸν ἐρῶ. [2] τοῦτο μέντοι τὸ ἔθος, λέγω δὲ τὸ καλεῖσθαι τοὺς ἐν τῇ πόλει δυναστεύοντας ἐπὶ δίκην, ἧς ὁ δῆμος ἐγίνετο κύριος, πολλὰς ἂν παράσχοι λόγων ἀφορμὰς τοῖς ἐπαινεῖν αὐτὸ βουλομένοις ἢ ψέγειν. πολλοὶ μὲν γὰρ ἤδη καλοὶ καὶ ἀγαθοὶ ἄνδρες οὐκ ἄξια τῆς ἀρετῆς ἔπαθον, αἰσχρῶς καὶ κακῶς τὰς ψυχὰς ὑπὸ τῶν δημάρχων ἀφαιρεθέντες· πολλοὶ δ᾽ αὐθάδεις καὶ τυραννικοὶ τοὺς τρόπους λόγον [p. 103] ἀναγκασθέντες ὑποσχεῖν τοῦ βίου καὶ τῶν ἐπιτηδευμάτων δίκας τὰς προσηκούσας ἔδοσαν. [3] ὁπότε μὲν οὖν ἀπὸ τοῦ κρατίστου γένοιντο αἱ διαγνώσεις, καὶ καθαιρεθείη τὰ τῶν μεγάλων αὐχήματα σὺν δίκῃ, μέγα τι καὶ θαυμαστὸν ἐφαίνετο εἶναι χρῆμα καὶ ὑπὸ πάντων ἐπῃνεῖτο, ὁπότε δ᾽ ἀρετὴ φθονηθεῖσα ἀνδρὸς τὰ κοινὰ εὖ διοικοῦντος ἀδίκως ἀναιρεθείη, δεινόν τι τοῖς ἄλλοις κατεφαίνετο, καὶ οἱ τοῦ ἔθους ἄρξαντες κατηγοροῦντο. πολλάκις τε βουλευσάμενοι οἱ Ῥωμαῖοι, πότερα χρὴ καταλῦσαι αὐτὸ ἢ φυλάττειν, οἷον παρὰ τῶν προγόνων παρέλαβον, οὐθὲν ἐπέθηκαν τῇ βουλῇ πέρας. [4] εἰ δὲ δεῖ καὶ αὐτὸν ἀποφήνασθαι περὶ τηλικούτων πραγμάτων γνώμην, ἐμοὶ δοκεῖ τὸ μὲν ἔθος αὐτὸ καθ᾽ ἑαυτὸ ἐξεταζόμενον χρήσιμον εἶναι καὶ πόλει τῇ Ῥωμαίων ἀναγκαιότατον, κρεῖττον δὲ καὶ χεῖρον γίνεσθαι παρὰ τοὺς τῶν δημάρχων τρόπους. ὅταν μὲν γὰρ τύχωσι τῆς ἐξουσίας ταύτης ἄνδρες δίκαιοι καὶ σώφρονες καὶ τὰ κοινὰ ἀναγκαιότερα τῶν ἰδίων τιθέμενοι, ὁ μὲν ἀδικῶν τὰ κοινὰ τιμωρίαν δούς, ἣν προσῆκε, πολὺ δέος τοῖς ὅμοια παρεσκευασμένοις δρᾶν ἐνειργάσατο, ὁ δ᾽ ἀγαθὸς καὶ ἀπὸ τοῦ κρατίστου πρὸς τὰ κοινὰ παριὼν οὔτε δίκην ἀσχήμονα ὑπέσχεν οὔτ᾽ εἰς αἰτίας ἀλλοτρίους τῶν ἐπιτηδευμάτων κατέστη. [5] ὅταν δὲ πονηροὶ καὶ ἀκόλαστοι καὶ φιλοκερδεῖς ἄνθρωποι τηλικαύτης ἐξουσίας τύχωσι, τἀναντία τούτων γίνεται. ὥστ᾽ οὐ τὸ ἔθος ἐπανορθοῦσθαι προσῆκεν ὡς ἡμαρτημένον, ἀλλὰ σκοπεῖν, ὅπως ἄνδρες καλοὶ καὶ ἀγαθοὶ τοῦ δήμου [p. 104] γενήσονται προστάται καὶ μὴ τοῖς τυχοῦσι τὰ μέγιστα εἰκῆ ἐπιτραπήσεται. ;ΚΕΦΑΛΑΙΟΝ ΞΣΤ΄ [1] ἡ μὲν δὴ πρώτη Ῥωμαίοις ἐμπεσοῦσα μετὰ τὴν ἐκβολὴν τῶν βασιλέων στάσις ἔσχε τοιαύτας αἰτίας καὶ εἰς τοῦτο κατέσκηψε τὸ τέλος· ἐμήκυνα δὲ τὸν ὑπὲρ αὐτῶν λόγον τοῦ μή τινα θαυμάσαι, πῶς ὑπέμειναν οἱ πατρίκιοι τηλικαύτης ἐξουσίας ποιῆσαι τὸν δῆμον κύριον, οὔτε σφαγῆς τῶν ἀρίστων ἀνδρῶν γενομένης οὔτε φυγῆς, οἷον ἐν ἄλλαις πολλαῖς ἐγένετο πόλεσι. ποθεῖ γὰρ ἕκαστος ἐπὶ τοῖς παραδόξοις ἀκούσμασι τὴν αἰτίαν μαθεῖν καὶ τὸ πιστὸν ἐν ταύτῃ τίθεται μόνῃ. [2] ἐλογιζόμην οὖν, ὅτι μοι πολλοῦ καὶ τοῦ παντὸς δεήσει πιστὸς εἶναι ὁ λόγος, εἰ τοσοῦτον ἔφην μόνον, ὅτι παρῆκαν οἱ πατρίκιοι τοῖς δημοτικοῖς τὴν ἑαυτῶν δυναστείαν, καὶ ἐξὸν αὐτοῖς ἐν ἀριστοκρατίᾳ πολιτεύεσθαι τὸν δῆμον ἐποίησαν τῶν μεγίστων κύριον, δι᾽ ἃς δὲ συνεχωρήθη ταῦτ᾽ αἰτίας παρέλιπον· διὰ τοῦτ᾽ ἐπεξῆλθον ἁπάσας. [3] καὶ ἐπειδὴ οὐχ ὅπλοις ἀλλήλους βιασάμενοι καὶ προσαναγκάσαντες, ἀλλὰ λόγοις πείσαντες μεθήρμοσαν, παντὸς μάλιστ᾽ ἀναγκαῖον ἡγησάμην εἶναι τοὺς λόγους αὐτῶν διεξελθεῖν, οἷς τότ᾽ οἱ δυναστεύσαντες ἐν ἑκατέροις ἐχρήσαντο. θαυμάσαιμι δ᾽ ἄν, εἴ τινες τὰς ἐν τοῖς πολέμοις πράξεις ἀκριβῶς οἴονται δεῖν ἀναγράφειν, καὶ περὶ μίαν ἔστιν ὅτε μάχην πολλοὺς ἀναλίσκουσι λόγους, τόπων τε φύσεις καὶ ὁπλισμῶν ἰδιότητας καὶ τάξεων τρόπους καὶ στρατηγῶν παρακλήσεις καὶ τἆλλα διεξιόντες ὅσα τῆς νίκης αἴτια [p. 105] τοῖς ἑτέροις ἐγένετο· πολιτικὰς δὲ κινήσεις καὶ στάσεις ἀναγράφοντες οὐκ οἴονται δεῖν ἀπαγγέλλειν τοὺς λόγους, δἰ ὧν αἱ παράδοξοι καὶ θαυμασταὶ πράξεις ἐπετελέσθησαν. [4] εἰ γάρ τι καὶ ἄλλο τῆς Ῥωμαίων πόλεως μέγα ἐγκώμιόν ἐστι καὶ ζηλοῦσθαι ὑπὸ πάντων ἀνθρώπων ἄξιον κἀκεῖνο ἐγένετο κατ᾽ ἐμὴν δόξαν τὸ ἔργον, μᾶλλον δ᾽ ὑπὲρ ἅπαντα πολλὰ καὶ θαυμαστὰ ὄντα λαμπρότατον, τὸ μήτε τοὺς δημοτικοὺς καταφρονήσαντας τῶν πατρικίων ἐπιχειρῆσαι αὐτοῖς, καὶ πολὺν ἐργασαμένους τῶν κρατίστων φόνον ἅπαντα τἀκείνων παραλαβεῖν, μήτε τοὺς ἐν τοῖς ἀξιώμασιν ἢ διὰ σφῶν αὐτῶν ἢ ξενικαῖς ἐπικουρίαις χρησαμένους διαφθεῖραι τὸ δημοτικὸν ἅπαν καὶ τὸ λοιπὸν οἰκεῖν ἀδεῶς τὴν πόλιν· [5] ἀλλ᾽ ὥσπερ ἀδελφοὺς ἀδελφοῖς ἢ παῖδας γονεῦσιν ἐν οἰκίᾳ σώφρονι περὶ τῶν ἴσων καὶ δικαίων διαλεγομένους πειθοῖ καὶ λόγῳ διαλύεσθαι τὰ νείκη, ἀνήκεστον δ᾽ ἢ ἀνόσιον ἔργον μηθὲν ὑπομεῖναι δρᾶσαι κατ᾽ ἀλλήλων· οἷα Κερκυραῖοί τε κατὰ τὴν στάσιν εἰργάσαντο καὶ Ἀργεῖοι καὶ Μιλήσιοι καὶ Σικελία πᾶσα καὶ συχναὶ ἄλλαι πόλεις. ἐγὼ μὲν οὖν διὰ ταῦτα προειλόμην ἀκριβεστέραν μᾶλλον ἢ βραχυτέραν ποιήσασθαι τὴν διήγησιν· κρινέτω δ᾽ ἕκαστος ὡς βούλεται. ;ΚΕΦΑΛΑΙΟΝ ΞΖ΄ [1] τότε δ᾽ οὖν τῆς δίκης τοῦτο λαβούσης τὸ τέλος ὁ μὲν δῆμος ἀπελύετο προσειληφὼς ἀνόητον αὔχημα καὶ καθῃρηκέναι τὴν ἀριστοκρατίαν οἰόμενος, οἱ δὲ πατρίκιοι κατηφεῖς τε καὶ ταπεινοὶ καὶ δι᾽ αἰτίας [p. 106] ἔχοντες τὸν Οὐαλέριον, ὑφ᾽ οὗ πεισθέντες ἐπέτρεψαν τῷ δήμῳ τὴν δίκην· ἦν τ᾽ οἰμωγὴ καὶ δάκρυα τῶν οἰκτειρόντων τε καὶ προπεμπόντων τὸν Μάρκιον. [2] αὐτὸς δ᾽ ὁ Μάρκιος οὔτ᾽ ἀνακλαυσάμενος ὤφθη τὰς αὑτοῦ τύχας οὔτ᾽ ἀποιμώξας οὔτ᾽ ἄλλο εἰπὼν ἢ δράσας ἀνάξιον τῆς ἑαυτοῦ μεγαλοφροσύνης οὐδ᾽ ὁτιοῦν· ἔτι δὲ μᾶλλον ἐδήλωσε τὴν γενναιότητα καὶ τὴν καρτερίαν τῆς γνώμης, ἐπειδὴ οἴκαδε ἀφικόμενος γυναῖκά τ᾽ εἶδε καὶ μητέρα καταρρηγνυμένας τοὺς πέπλους καὶ τὰ στέρνα τυπτούσας καὶ οἷα εἰκός ἐστιν ἐπὶ τοιαύταις συμφοραῖς λέγειν τὰς ἀποζευγνυμένας ἀπὸ τῶν ἀναγκαιοτάτων σφίσι θανάτοις ἢ φυγαῖς ἀναβοώσας. [3] οὐθὲν γὰρ πρὸς τὰ δάκρυα καὶ τοὺς θρήνους τῶν γυναικῶν ἔπαθεν, ἀσπασάμενος δ᾽ αὐτὰς μόνον, καὶ παρακαλέσας γενναίως φέρειν τὰς συμφοράς, τούς τε παῖδας αὐταῖς παρακαταθέμενος· ὁ γὰρ πρεσβύτερος τῶν παίδων ἦν δέκα γεγονὼς ἔτη, ὁ δὲ νεώτερος ἔτι ὑπαγκάλιος· ἄλλο δ᾽ οὐθὲν οὔτε φιλοφρονησάμενος οὔτε διοικησάμενος οἷς εἰς τὴν φυγὴν χρήσεσθαι ἔμελλεν, ἐξῄει κατὰ σπουδὴν ἐπὶ τὰς πύλας οὐθενὶ δηλώσας, ὅποι τὴν ἀπαλλαγὴν ποιήσοιτο. ;ΚΕΦΑΛΑΙΟΝ ΞΗ΄ [1] ὀλίγαις δ᾽ ὕστερον ἡμέραις καθῆκε μὲν ὁ τῶν ἀρχαιρεσιῶν καιρός, ὕπατοι δ᾽ ἀπεδείχθησαν ὑπὸ τοῦ δήμου Κόιντος Σουλπίκιος Καμερῖνος καὶ Σέργιος [p. 107] Λάρκιος Φλαύιος τὸ δεύτερον. ταραχαὶ δέ τινες ἐνέπιπτον ἐκ δειμάτων δαιμονίων τῇ πόλει συχναί· ὄψεις τε γὰρ οὐκ εἰωθυῖαι ἐφαίνοντο πολλοῖς, καὶ φωναὶ ἠκούοντο οὐδενὸς ὄντος τοῦ φθεγγομένου, γοναί τ᾽ ἀνθρώπων καὶ βοσκημάτων πολὺ ἐκ τοῦ κατὰ φύσιν ἐκβεβηκυῖαι εἰς τὸ ἄπιστόν τε καὶ τερατῶδες ἐφέροντο, χρησμοί τ᾽ ᾔδοντο ἐν πολλοῖς χωρίοις, καὶ θειασμοῖς κάτοχοι γυναῖκες οἰκτρὰς ἐμαντεύοντο καὶ δεινὰς τῇ [2] πόλει τύχας. ἥψατο δέ τις καὶ νόσος τοῦ πλήθους λοιμικὴ καὶ πολλὴν ἐποίησε βοσκημάτων φθοράν· ἀνθρώπων μέντοι θάνατος οὐ πολὺς ἐγένετο, ἀλλ᾽ ἄχρι νόσων τὸ δεινὸν ἐχώρησεν· τοῖς μὲν δὴ ταῦτ᾽ ἐδόκει κατὰ θεοῦ γενέσθαι γνώμην νεμεσῶντος, ὅτι τὸν ἄριστον τῶν πολιτῶν ἐξήλασαν τῆς πατρίδος, τοῖς δ᾽ οὐθὲν τῶν γινομένων θεοῦ ἔργον, ἀλλὰ τυχηρὰ καὶ [3] ταῦτα καὶ τἆλλα πάντα ἀνθρώπεια εἶναι πάθη. ἔπειθ᾽ ἧκέ τις ἐπὶ τὸ συνέδριον τῆς βουλῆς ἄρρωστος ἐπὶ κλινιδίου κομιζόμενος, Τῖτος Λατίνιος ὄνομα, πρεσβύτερός τ᾽ ἀνὴρ καὶ οὐσίας ἱκανῆς κύριος, αὐτουργὸς δὲ καὶ τὸν πλείω χρόνον τοῦ βίου ζῶν ἐν ἀγρῷ. οὗτος εἰς τὴν βουλὴν ἐνεχθεὶς ἔφη δόξαι καθ᾽ ὕπνον ἐπιστάντα τὸν Καπιτώλιον Δία λέγειν αὐτῷ· ἴθι, Λατίνιε, καὶ λέγε τοῖς πολίταις, ὅτι μοι τῆς νεωστὶ πομπῆς τὸν ἡγούμενον ὀρχηστὴν οὐ καλὸν ἔδωκαν, ἵν᾽ ἀναθῶνται τὰς ἑορτὰς καὶ ἐξ ἀρχῆς ἑτέρας ἐπιτελέσωσιν· οὐ γὰρ [p. 108] [4] δέδεγμαι ταύτας. αὐτὸς δ᾽ ἐκ τῶν ὕπνων ἔφησεν ἀνστὰς παρ᾽ οὐδὲν ἡγήσασθαι τὸ ὄναρ, ἀλλ᾽ ἕν τι τῶν πολλῶν καὶ ἀπατηλῶν ὑπολαβεῖν. ἔπειτ᾽ αὐτῷ πάλιν κατὰ τοὺς ὕπνους ἐπιφανὲν ταὐτὸ εἴδωλον τοῦ θεοῦ χαλεπαίνειν τε καὶ ἀγανακτεῖν, ὅτι οὐκ ἀπήγγειλε πρὸς τὴν βουλὴν τὰ κελευσθέντα, καὶ ἀπειλεῖν, εἰ μὴ τοῦτο δράσει διὰ ταχέων, ὅτι σὺν μεγάλῳ μαθήσεται κακῷ μὴ ὀλιγωρεῖν τῶν δαιμονίων. ἰδὼν δὲ καὶ τὸ δεύτερον ὄναρ, τὴν αὐτὴν ἔφη ποιήσασθαι περὶ αὐτοῦ δόξαν, καὶ ἅμα δι᾽ αἰσχύνης ἔχειν τὸ πρᾶγμα λαβεῖν, ἀνὴρ αὐτουργὸς καὶ γέρων ὀνείρατα πρὸς τὴν βουλὴν ἐκφέρειν ὀττείας καὶ δειμάτων μεστά, μὴ καὶ γέλωτα ὄφλῃ. [5] ὀλίγαις δ᾽ ὕστερον ἡμέραις τὸν υἱὸν αὐτοῦ νέον ὄντα καὶ καλὸν οὔτε ὑπὸ νόσων οὔτε ὑπ᾽ ἄλλης τινὸς αἰτίας φανερᾶς ἀναρπασθέντα αἰφνιδίως ἀποθανεῖν· καὶ αὖθις τὴν τοῦ θεοῦ ὄψιν φανεῖσαν ἐν τοῖς ὕπνοις δηλοῦν, ὅτι τῆς ὑπεροψίας καὶ τῆς καταφρονήσεως τῶν αὐτοῦ λόγων τὴν μὲν ἤδη δέδωκε δίκην τὸν υἱὸν ἀφαιρεθείς, [6] τὰς δ᾽ ὀλίγον ὕστερον δώσει. ταῦτα δ᾽ ἀκούσας ἔφη καθ᾽ ἡδονὴν δέξασθαι τὸν λόγον, εἰ μέλλοι θάνατος αὐτῷ ἐλεύσεσθαι παρημεληκότι τοῦ βίου· τὸν δὲ θεὸν οὐ ταύτην αὐτῷ προσθεῖναι τὴν τιμωρίαν, ἀλλ᾽ εἰς ἅπαντα τὰ μέλη τοῦ σώματος ἀφορήτους καὶ δεινὰς ἐμβαλεῖν ἀλγηδόνας, ὥστε μηδὲν ἄρθρον ἄνευ κατατάσεως τῆς ἐσχάτης δύνασθαι κινεῖν. τότε δὴ τοῖς φίλοις [p. 109] κοινωσάμενος τὰ συμβεβηκότα καὶ κελευσθεὶς ὑπ᾽ ἐκείνων ἥκειν ἐπὶ τὴν βουλήν. διεξιὼν δὲ ταῦτα κατὰ μικρὸν ἐδόκει τῶν ἀλγηδόνων ἀπαλλάττεσθαι· καὶ ἐπειδὴ πάντα διεξῆλθεν ἀναστὰς ἐκ τοῦ κλινιδίου καὶ τὸν θεὸν ἀναβοήσας ἀπῄει τοῖς ἑαυτοῦ ποσὶ διὰ τῆς πόλεως οἴκαδε ὑγιής. ;ΚΕΦΑΛΑΙΟΝ ΞΘ΄ [1] ἡ δὲ βουλὴ δέους ἀνάπλεως ἐγένετο, καὶ ἀχανὴς ἦν ἕκαστος οὐκ ἔχων συμβαλεῖν, ὅ τι τὸ δηλούμενον ἦν ὑπὸ τοῦ θεοῦ, καὶ τίς ποτε ὁ τῆς πομπῆς ὀρχηστὴς προηγούμενος οὐ καλὸς αὐτῷ ἐφάνη. ἔπειτα λέγει τις ἐξ αὐτῶν ἀναμνησθεὶς τὸ γενόμενον, καὶ πάντες ἐμαρτύρησαν. ἦν δὲ τοιόνδε· ἀνὴρ Ῥωμαῖος οὐκ ἀφανὴς θεράποντα ἴδιον ἐπὶ τιμωρίᾳ θανάτου παραδοὺς τοῖς ὁμοδούλοις ἄγειν, ἵνα δὴ περιφανὴς ἡ τιμωρία τοῦ ἀνθρώπου γένηται, δι᾽ ἀγορᾶς αὐτὸν ἐκέλευσε μαστιγούμενον ἕλκειν καὶ εἴ τις ἄλλος ἦν τῆς πόλεως τόπος ἐπιφανὴς ἡγούμενον τῆς πομπῆς, ἣν ἔστελλε τῷ θεῷ κατ᾽ ἐκεῖνον τὸν καιρὸν ἡ πόλις. [2] οἱ δ᾽ ἄγοντες τὸν θεράποντα ἐπὶ τὴν τιμωρίαν τὰς χεῖρας ἀποτείναντες ἀμφοτέρας καὶ ξύλῳ προσδήσαντες παρὰ τὰ στέρνα τε καὶ τοὺς ὤμους καὶ μέχρι τῶν καρπῶν διήκοντι παρηκολούθουν ξαίνοντες μάστιξι γυμνὸν ὄντα. ὁ δ᾽ ἐν τοιᾷδε ἀνάγκῃ κρατούμενος ἐβόα τε φωνὰς δυσφήμους, ἃς ἡ ἀλγηδὼν ἐβούλετο, καὶ κινήσεις διὰ τὴν αἰκίαν ἀσχήμονας ἐκινεῖτο. τοῦτον δὴ πάντες ἐνόμισαν [p. 110] εἶναι τὸν ὑπὸ τοῦ θεοῦ μηνυόμενον ὀρχηστὴν οὐ καλόν. ;ΚΕΦΑΛΑΙΟΝ Ο΄ [1] ἐπεὶ δὲ κατὰ τοῦτο γέγονα τῆς ἱστορίας τὸ μέρος, οὐκ οἴομαι δεῖν τὰ περὶ τὴν ἑορτὴν ἐπιτελούμενα ὑπ᾽ αὐτῶν παρελθεῖν, οὐχ ἵνα μοι χαριεστέρα γένηται προσθήκας λαβοῦσα θεατρικὰς καὶ λόγους ἀνθηροτέρους ἡ διήγησις, ἀλλ᾽ ἵνα τῶν ἀναγκαίων τι πιστώσηται πραγμάτων, ὅτι τὰ συνοικίσαντα ἔθνη τὴν Ῥωμαίων πόλιν Ἑλληνικὰ ἦν ἐκ τῶν ἐπιφανεστάτων ἀποικισθέντα τόπων, ἀλλ᾽ οὐχ ὥσπερ ἔνιοι νομίζουσι βάρβαρα καὶ ἀνέστια· [2] ὑπεσχόμην γὰρ ἐπὶ τῷ τέλει τῆς πρώτης γραφῆς, ἣν περὶ τοῦ γένους αὐτῶν συνταξάμενος ἐξέδωκα, μυρίοις βεβαιώσειν τεκμηρίοις τὴν πρόθεσιν, ἔθη καὶ νόμιμα καὶ ἐπιτηδεύματα παλαιὰ παρεχόμενος αὐτῶν, ἃ μέχρι τοῦ κατ᾽ ἐμὲ φυλάττουσι χρόνου, οἷα παρὰ τῶν προγόνων ἐδέξαντο· οὐχ ἡγούμενος ἀποχρῆν τοῖς ἀναγράφουσι τὰς ἀρχαίας καὶ τοπικὰς ἱστορίας, ὡς παρὰ τῶν ἐπιχωρίων αὐτὰς παρέλαβον, ἀξιοπίστως διελθεῖν, ἀλλὰ καὶ μαρτυριῶν οἰόμενος αὐταῖς δεῖν πολλῶν καὶ δυσαντιλέκτων, εἰ μέλλουσι πισταὶ [3] φανήσεσθαι. ἐν αἷς πρῶτα καὶ κυριώτατα πάντων εἶναι πείθομαι τὰ γινόμενα καθ᾽ ἑκάστην πόλιν περὶ θεῶν καὶ δαιμόνων πατρίους σεβασμούς. ταῦτα γὰρ ἐπὶ μήκιστον χρόνον διὰ φυλακῆς ἔχει Ἑλλάς τε καὶ βάρβαρος χώρα, καὶ οὐθὲν ἀξιοῖ καινοτομεῖν εἰς αὐτὰ ὑπὸ [4] δείματος κρατουμένη μηνιμάτων δαιμονίων. μάλιστα δὲ τοῦτο πεπόνθασιν οἱ βάρβαροι διὰ πολλὰς αἰτίας, [p. 111] ἃς οὐ καιρὸς ἐν τῷ παρόντι λέγειν, καὶ χρόνος οὐθεὶς μέχρι τοῦ παρόντος ἀπομαθεῖν ἢ παρανομῆσαί τι περὶ τοὺς ὀργιασμοὺς τῶν θεῶν ἔπεισεν οὔτ᾽ Αἰγυπτίους οὔτε Λίβυας οὔτε Κελτοὺς οὔτε Σκύθας οὔτ᾽ Ἰνδοὺς οὔτ᾽ ἄλλο βάρβαρον ἔθνος οὐδὲν ἁπλῶς· εἰ μή τινες ὑφ᾽ ἑτέρων ἐξουσίᾳ ποτὲ γενόμενοι τὰ τῶν κρατησάντων ἠναγκάσθησαν ἐπιτηδεύματα μεταλαβεῖν. τῇ δὲ Ῥωμαίων πόλει τοιαύτης οὐδέποτε πειραθῆναι συνέβη τύχης, ἀλλ᾽ αὐτὴ τὰ δίκαια τάττει διὰ παντὸς ἑτέροις. [5] εἰ δὴ βάρβαρον αὐτῶν τὸ γένος ἦν, τοσούτου ἂν ἐδέησαν αὐτοὶ τὰ πατρῷα ἱερὰ καὶ τοὺς ἐπιχωρίους ἐθισμοὺς ἀπομαθεῖν, δι᾽ οὓς εἰς τοσαύτην προῆλθον εὐδαιμονίαν, ὥστε καὶ τοῖς ἄλλοις ἅπασιν, ὧν ἦρχον, ἐν καλῷ κατέστησαν τοὺς θεοὺς τοῖς σφετέροις τιμᾶν νομίμοις· καὶ οὐθὲν ἂν ἐκώλυσεν ἅπαν ἐκβεβαρβαρῶσθαι τὸ Ἑλληνικὸν ὑπὸ Ῥωμαίων ἑβδόμην ἤδη κρατούμενον ὑπ᾽ αὐτῶν γενεάν, εἴπερ ἦσαν βάρβαροι. {{DEFAULTSORT:Ρωμαικη Αρχαιολογια 07 61}} q8okgsrutgjimv08qog77y9y87iesds Ρωμαϊκή Αρχαιολογία/ζ/51 0 23548 148492 100283 2022-08-09T13:30:59Z Αντιγόνη 235 wikitext text/x-wiki {{Κεφαλίδα | τίτλος = Κεφάλαια 51–60 | συγγραφέας = Διονύσιος ο Αλικαρνασσεύς | μεταφραστής= | ενότητα = [[Ρωμαϊκή Αρχαιολογία/ζ|Ῥωμαϊκὴ Ἀρχαιολογία: Λόγος ζ΄]] | προηγούμενο= [[Ρωμαϊκή Αρχαιολογία/ζ/41|Κεφάλαια 41–50]] | επόμενο = [[Ρωμαϊκή Αρχαιολογία/ζ/61|Κεφάλαια 61–70]] | σημειώσεις = Dionysii Halicarnasei Antiquitatum Romanarum quae supersunt, Vol I-IV. Dionysius of Halicarnassus. Karl Jacoby. In Aedibus B.G. Teubneri. Leipzig. 1885. }} ;ΚΕΦΑΛΑΙΟΝ ΝΑ΄ [1] ταύτας ὑμῖν ὁ δῆμος, ὦ βουλή, τὰς καλὰς ἀμοιβὰς ἀνθ᾽ ὧν ἔπαθεν ἀγαθῶν πολλῶν ὄντων καὶ μεγάλων τὰς μὲν ἀπέδωκεν ἤδη, τὰς δ᾽ ἀποδώσειν ἔμελλεν, εἰ μὴ τὸ κωλῦσον παρ᾽ ὑμᾶς ἐγένετο. ἄγε δὴ νῦν κἀκεῖνα ἐνθυμήθητε πάλιν, ἃ μετὰ τοῦτο τὸ γενναῖον καὶ σῶφρον ὑμῶν ἔργον ἔδρασεν, ἵνα γνῶτε, [2] ὅντινα χρὴ τρόπον αὐτῷ προσφέρεσθαι. ἐκεῖνος τοίνυν ὡς ἔμαθεν ὑμᾶς οὐκέτι φέροντας αὐτοῦ τὴν ὕβριν, [p. 77] ἀλλ᾽ ὁμόσε χωρεῖν παρεσκευασμένους, ἔπτηξε καὶ μικρὸν ἀναλαβὼν ἑαυτὸν ὥσπερ ἐκ μέθης καὶ μανίας ἀπὸ μὲν τοῦ βιάζεσθαι κατέβη, ἐπὶ τὸ δικάζεσθαι δ᾽ ἐτράπετο· καὶ προειπὼν ἡμέραν ῥητὴν εἰς αὐτὴν ἐκάλει τὸν ἄνδρα ὡς δίκην ὑφέξοντα, ἧς αὐτὸς ἔμελλεν ἔσεσθαι κατήγορός τε καὶ μάρτυς καὶ δικαστὴς καὶ τοῦ [3] μεγέθους τῆς τιμωρίας κύριος. ἐπειδὴ δὲ καὶ πρὸς τοῦτ᾽ ἐνέστητε νομίσαντες οὐκ ἐπὶ δίκην, ἀλλ᾽ ἐπὶ τιμωρίαν καλεῖσθαι τὸν ἄνδρα, ὁρῶν ὡς οὐδενὸς αὐτοκράτωρ ἐστὶ πράγματος, ἀλλ᾽ ὅσ᾽ ἂν ὑμεῖς προβουλεύσητε, ταῦτ᾽ ἐπιψηφίσαι κύριος, τῆς τ᾽ αὐθαδείας, ἧς πολὺς ἔπνει τότε, ὑφεῖται νυνὶ καὶ δεησόμενος ὑμῶν ἥκει συγχωρῆσαι καὶ ταύτην αὐτῷ τὴν χάριν. [4] ἐνθυμούμενοι δὴ ταῦτ᾽ αἴσθεσθε ἤδη ποτὲ καὶ μάθετε, ὅτι πάνθ᾽, ὅσα μὲν εὐηθέστερα βουλευσάμενοι μᾶλλον ἢ φρονιμώτερα ἐχαρίσασθε, αὐτῷ συμφορὰς ὑμῖν ἐνήνοχε καὶ βλάβας, ὅσα δὲ μετὰ τοῦ γενναίου στάντες τοῖς παρανόμοις αὐτοῦ καὶ βιαίοις ἠναντιώθητε, ταῦθ᾽ ὑμῖν εἰς δέον ἐκβέβηκε. [5] τί οὖν ὑμῖν ἐπισταμένοις ταῦτα παραινῶ πράττειν καὶ τίνα γνώμην ὑπὲρ τῶν παρόντων ἀποφαίνομαι; ὅσα μὲν ἐχαρίσασθε καὶ συνεχωρήσατε τῷ δήμῳ τὴν ἔχθραν διαλλαττόμενοι ὁπωσδήποτε φυλάττειν κύρια, καὶ μὴ λύειν τῶν τότε συγχωρηθέντων μηθέν, οὐχ ὡς καλῶν καὶ τῆς πόλεως ἀξίων ὄντων· πόθεν γάρ; ἀλλ᾽ ὡς ἀναγκαίων καὶ μηκέτι δεχομένων διόρθωσιν· ὅσα δ᾽ ἂν ἔξω τούτου βιαζόμενος καὶ παρανομῶν ἀκόντων ὑμῶν ἐπιχειρῇ λαμβάνειν μήτε συγχωρεῖν [p. 78] αὐτῷ μήτ᾽ ἐπιτρέπειν, ἀλλ᾽ ἀντιπράττειν λόγοις τε καὶ ἔργοις καὶ ὁμοῦ πάντας καὶ ἕνα ἕκαστον ἰδίᾳ. [6] οὐ γάρ, ἂν ἅπαξ ἁμάρτῃ τις εἴτ᾽ ἀπατηθεὶς εἴτ᾽ ἀναγκασθείς, καὶ τὰ λοιπὰ ὅμοια δεῖ πράττειν, ἀλλ᾽ ἐκείνου μεμνημένους τἆλλα ὅπως μὴ τοιαῦτα γενήσεται σκοπεῖν. ταῦτα μὲν οὖν ἐστιν, ἃ κοινῇ πάντας ὑμᾶς οἴομαι δεῖν ἐγνωκότας εἶναι, καὶ παρεσκευάσθαι πρὸς τὰς ἀδίκους τοῦ δήμου πλεονεξίας παραινῶ. ;ΚΕΦΑΛΑΙΟΝ ΝΒ΄ [1] ὡς δὲ καὶ τοῦτο, περὶ οὗ νυνὶ πρόκειται σκοπεῖν ὅμοιόν ἐστι τοῖς ἄλλοις ἐγχειρήμασιν αὐτοῦ τοῖς ἀδίκοις καὶ παρανόμοις, καὶ οὐχ, οἷον ὁ δήμαρχος ἐξαπατῶν ὑμᾶς ἐπειρᾶτο ἀποφαίνειν, δίκαιον καὶ μέτριον, μάθετε οἱ μήπω σαφῶς εἰδότες. ὁ μὲν οὖν νόμος ὁ περὶ τῶν δικαστηρίων τῶν δημοτικῶν, ᾧ Δέκιος ἐκρατύνατο μάλιστα, οὐ καθ᾽ ὑμῶν ἐγράφη τῶν πατρικίων, ἀλλ᾽ ὑπὲρ ἀσφαλείας τῶν κατισχυομένων δημοτικῶν, ὡς αὐτός τε δηλοῖ γραφὰς ἔχων οὐκ ἀμφιβόλους, καὶ [2] ὑμεῖς τοῦτο πάντες ἀεὶ λέγετε καλῶς ἐπιστάμενοι. μέγα δὲ τούτου σημεῖόν ἐστιν, ὃ καὶ παντὸς ἀμφισβητουμένου δικαίου κριτήριον εἶναι δοκεῖ κράτιστον, ὁ χρόνος ἐννεακαιδεκέτης ἤδη γεγονώς, ἐξ οὗ ὁ νόμος οὗτος ἐτέθη· ἐν ᾧ παντὶ Δέκιος οὐκ ἂν ἔχοι δεῖξαι δίκην οὐδεμίαν οὔτε δημοσίαν κατ᾽ οὐδενὸς τῶν πατρικίων ἐν τῷ νόμῳ δεδικασμένην, οὔτ᾽ ἰδίαν· εἰ δὲ φήσει, [p. 79] [3] δειξάτω καὶ μηθὲν ἔτι δεόμεθα λόγου. αἱ δ᾽ ὁμολογίαι, καθ᾽ ἃς διελύσασθε πρὸς τοὺς δημότας αἱ νεωστὶ γενόμεναι· χρὴ γὰρ καὶ περὶ τούτων ὑμᾶς μαθεῖν, ἐπειδὴ πονηρὸς ἐξηγητὴς ὁ δήμαρχος αὐτῶν ἐγένετο· δύο ταῦτα συγχωρήματα περιέχουσιν· ἀφεῖσθαι τοὺς δημοτικοὺς τῶν χρεῶν, καὶ τὴν ἀρχὴν τήνδε ἀποδείκνυσθαι καθ᾽ ἕκαστον ἐνιαυτὸν ἐπικουρίας ἕνεκα τῶν κατισχυομένων καὶ κωλύσεως, ἄλλο δὲ παρὰ ταῦτ᾽ οὐδέν. [4] μέγιστον δ᾽ ὑμῖν γενέσθω τεκμήριον, ὅτι οὔθ᾽ ὁ νόμος οὔθ᾽ αἱ συνθῆκαι κατ᾽ ἀνδρὸς πατρικίου δικάζειν τῷ δήμῳ δεδώκασιν ἐξουσίαν, ὃ ποιεῖ νῦν αὐτὸς ὁ δῆμος. αἰτεῖται γὰρ αὐτὸ παρ᾽ ὑμῶν τήμερον, ὡς πρότερόν γ᾽ οὐκ ἔχων· οὐδεὶς δ᾽ ἂν ἀξιώσειέ τι παρ᾽ ἄλλων λαμβάνειν, [5] ὧν ἐστι νόμῳ κύριος. δίκαιον δὲ φύσεως ἀνομοθέτητον, ὦ βουλή, πῶς ἂν εἴη τοῦτο· καὶ γὰρ τοῦτο Δέκιος ὑμᾶς ᾤετο δεῖν σκοπεῖν· τοῖς μὲν δημόταις, ἅς τ᾽ ἂν φύγωσι δίκας ὑπὸ τῶν πατρικίων καὶ ἃς ἂν ἐκείνους διώκωσι, τὸν δῆμον δικάζειν, τοῖς δὲ πατρικίοις μήθ᾽ ὅταν ἐπάγωσί τινα τῶν δημοτικῶν δίκην μήθ᾽ ὅταν αὐτοὶ κινδυνεύσωσι τοὺς πατρικίους τὰ νείκη διαιτᾶν, ἀλλὰ τούτοις μὲν ἀμφότερα ἐξεῖναι πλεονεκτεῖν, [6] ἡμῖν δ᾽ οὐδετέρου τῶν δικαίων μετέχειν; εἰ [p. 80] δέ τι Μάρκιος ἀδικεῖ τὸν δῆμον, ἢ καὶ ἄλλος τῶν πατρικίων ὁστισοῦν καὶ δίκαιός ἐστιν ἀποθανεῖν ἢ τῆς πόλεως ἐκπεσεῖν, μὴ παρ᾽ αὐτοῖς, ἀλλ᾽ ἐνθάδε κριθεὶς διδότω δίκας, ὥσπερ ἐστὶ νόμιμον. εἰ μὴ ἄρα, ὦ Δέκιε, ὁ μὲν δῆμος ἴσος ἔσται δικαστὴς καὶ οὐθὲν ἂν χαρίσαιτο αὑτῷ πρὸς ἀνδρὸς ἐχθροῦ τὴν ψῆφον ἐπιφέρων· οὗτοι δ᾽ εἰ γένοιντο τῆς ψήφου κύριοι τὸν ἀδικοῦντα περὶ πλείονος ποιήσονται τῆς ἀδικουμένης ὑπ᾽ αὐτοῦ πόλεως, μέλλοντες ἀρὰν καὶ ἐπιορκίαν καὶ μῖσος μὲν παρ᾽ ἀνθρώπων, χόλον δὲ παρὰ θεῶν ἐκ τῆς δίκης ἀποίσεσθαι καὶ μετὰ πονηρῶν ἐλπίδων ζῆν. [7] οὐκ ἀξιῶ ταῦτα περὶ τῆς βουλῆς ὑμᾶς, ὦ δημόται, σκοπεῖν, ᾗ τιμὰς καὶ ἀρχὰς καὶ τὰ κράτιστα τῶν ἐν τῇ πόλει παραχωρεῖν ὁμολογεῖτε δι᾽ ἀρετήν, καὶ πολλὰς χάριτας εἰδέναι φατὲ τῆς προθυμίας, ἣν ἀπεδείξατο περὶ τὴν κάθοδον ὑμῶν. μάχεται ταῦτ᾽ ἀλλήλοις· καὶ οὐκ ἔχει λόγον, οὓς ἐπαινεῖτε, τούτους φοβεῖσθαι καὶ ἅμα τοῖς αὐτοῖς περὶ μὲν τῶν μειζόνων ἐπιτρέπειν, περὶ δὲ [8] τῶν ἄλλων ἀπιστεῖν. τί δ᾽ οὐχὶ μιᾷ χρώμενοι γνώμῃ ἢ πάντα πιστεύετε αὐτοῖς ἢ περὶ πάντων ἀπιστεῖτε; ἀλλὰ προβουλεῦσαι μὲν αὐτοὺς τὰ δίκαια ἱκανοὺς εἶναι νομίζετε, δικάσαι δὲ περὶ αὐτῶν τούτων ὧν προβουλεύουσιν οὐχ ἱκανούς. πολλὰ καὶ ἄλλα περὶ τῶν δικαίων εἶχον, ὦ βουλή, λέγειν, ἀλλὰ καὶ ταῦθ᾽ ἱκανά. ;ΚΕΦΑΛΑΙΟΝ ΝΓ΄ [1] ἐπειδὴ δὲ καὶ περὶ τοῦ συμφέροντος ἐπειρᾶτο λέγειν Δέκιος, ὡς ἀγαθὸν μὲν ὁμόνοια, δεινὸν [p. 81] δὲ στάσις, καὶ θεραπεύοντες μὲν τὸν δῆμον ἐν ὁμονοίᾳ πολιτευσόμεθα, κωλύσαντες δ᾽ οὓς βούλονται τῶν πατρικίων ἀνδρηλατεῖν ἢ μιαιφονεῖν εἰς πόλεμον ἐμφύλιον καταστησόμεθα, πολλὰ λέγειν ἔχων ὀλίγοις πάνυ χρήσομαι. [2] πρῶτον μὲν οὖν θαυμάσαι ἔχω Δέκιον τῆς εἰρωνείας· οὐ γὰρ ἠλιθιότητός γε· εἰ κρεῖττον οἴεται τὰ συμφέροντα τῷ κοινῷ φρονεῖν ἑαυτόν, ὃς ἄρτι παρελήλυθεν εἰς πολιτικὰς πράξεις, ἡμῶν τῶν καταγεγηρακότων ἐν αὐταῖς καὶ μεγάλην ἐκ μικρᾶς πεποιηκότων τὴν πόλιν. ἔπειτ᾽ εἰ πείσειν ὑπέλαβεν ὑμᾶς, ὡς χρὴ παραδοῦναί τινα ἔκδοτον ἐπὶ τιμωρίᾳ τοῖς ἐχθροῖς καὶ ταῦτα πολίτην ὑμέτερον καὶ οὐχὶ τῶν ἀφανῶν τινα πολιτῶν ἢ φαύλων, ἀλλ᾽ ὃν αὐτοὶ καὶ τὰ πολέμια λαμπρότατον ἡγεῖσθε εἶναι καὶ τὸν βίον σωφρονέστατον τά τε πολιτικὰ πράττειν οὐθενὸς χείρονα. [3] καὶ ταῦτ᾽ ἐτόλμησεν εἰπεῖν εἰδὼς ὑμᾶς πλείστην αἰδῶ ποιουμένους ἱκετῶν, καὶ μηδὲ πολεμίων τοὺς καταφεύγοντας ἐνθάδε ταύτης ἀποκλείοντας τῆς φιλανθρωπίας. εἰ δὲ τἀναντία ἡμᾶς ἐγίγνωσκες ἐπιτηδεύοντας, ὦ Δέκιε, ἀνόσια μὲν φρονοῦντας περὶ θεούς, ἄδικα δὲ πράττοντας πρὸς ἀνθρώπους, τί ἂν ἡμῖν τούτου συνεβούλευες ἔργον ὑπομεῖναι δεινότερον, ἀφ᾽ οὗ πρόρριζοι καὶ πανώλεις, μισηθέντες θεοῖς τε καὶ ἀνθρώποις, διαφθαρησόμεθα; [4] οὐ δεόμεθά σου συμβούλου, Δέκιε, οὔτε περὶ πολιτῶν ἐκδόσεως οὔτε περὶ ἄλλου χρήματος ὧν ἡμῖν πρακτέον οὐδενός· οὐδὲ ὀθνείᾳ φρονήσει νέων ἀνδρῶν τὰ οἰκεῖα συμφέροντα κρίνειν οἰόμεθα δεῖν οἱ [p. 82] μέχρι τῆσδε τῆς ἡλικίας διὰ πολλῆς πείρας κακῶν τε καὶ ἀγαθῶν ἐληλυθότες. πολέμου δ᾽ ἀπειλάς, αἷς χρώμενοι φοβεῖτε ἡμᾶς, οὐ νῦν πρῶτον ἐπαγομένας ὑφ᾽ ὑμῶν, ἀλλὰ πολλάκις ἤδη καὶ ὑπὸ πολλῶν ἐπανασεισθείσας τῇ συνήθει πρᾳότητι παραδόντες ἀκαταπλήκτως οἴσομεν. [5] καὶ εἰ δήπερ δράσετε τὰ ὅμοια οἷς λέγετε, ἀμυνούμεθα θεούς τε συναγωνιστὰς ἔχοντες, οἳ νεμεσῶσι τοῖς ἄρχουσι πολέμου ἀδίκου, καὶ ἀνθρώπων ἕξοντες χεῖρα οὐκ ὀλίγην σύμμαχον. Λατῖνοί τε γὰρ ἅπαντες, οἷς νεωστὶ τὴν ἰσοπολιτείαν δεδώκαμεν, σὺν ἡμῖν στήσονται, ὡς περὶ πατρίδος ἤδη τῆς πόλεως τῆσδε ἀγωνιζόμενοι, αἵ τ᾽ ἐνθένδε ἀποικισθεῖσαι πόλεις πολλαὶ καὶ ἀγαθαὶ περὶ παντὸς ποιούμεναι σώζεσθαι τὴν μητρόπολιν ἀμυνοῦσιν αὐτῇ. [6] εἰ δ᾽ εἰς ἀνάγκην ἡμᾶς κατακλείσετε τῆς πανταχόθεν ἐπικουρίας περιέχεσθαι, ὑπομενοῦμεν, ὦ Δέκιε, καὶ θεράποντας εἰς ἐλευθερίαν προκαλούμενοι καὶ πολεμίους εἰς φιλίαν καὶ πάντας ἀνθρώπους εἰς κοινωνίαν τῶν ἐκ τῆς νίκης ἐλπίδων ὁμόσε χωρεῖν ὑμῖν. μηθενὸς δὲ τούτων δεήσειεν, ὦ Ζεῦ καὶ θεοὶ πάντες οἱ πόλιν τὴν Ῥωμαίων κατέχοντες, ἀλλ᾽ εἴη μέχρι λόγων τὰ φοβερὰ ταῦτ᾽ ἐλθεῖν, ἔργον δὲ μηθὲν ἐξ αὐτῶν γένοιτ᾽ ἄχαρι. ;ΚΕΦΑΛΑΙΟΝ ΝΔ΄ [1] ταῦτα μὲν Ἄππιος εἶπεν. Μάνιος δὲ Οὐαλέριος ὁ δημοτικώτατος τῶν ἐκ τοῦ συνεδρίου καὶ περὶ [p. 83] τὰς διαλλαγὰς πλείστην ἀποδειξάμενος προθυμίαν φανερῶς καὶ τότε τῷ δήμῳ συνελάμβανε καὶ λόγον διεξῆλθε μετὰ πολλῆς συγκείμενον φροντίδος, ἐπιτιμῶν μὲν τοῖς οὐκ ἐῶσι μίαν εἶναι τὴν πόλιν, ἀλλὰ διαιροῦσι τὸ δημοτικὸν ἀπὸ τῶν πατρικίων καὶ διὰ μικρὰς προφάσεις πολέμους ἀναζωπυροῦσιν ἐμφυλίους· ἐπαινῶν δὲ τοὺς ἓν τὸ συμφέρον καὶ κοινὸν ἡγουμένους καὶ πάντ᾽ ἐλάττω τῆς ὁμονοίας τιθεμένους, διδάσκων, ὡς, εἰ γένοιτο τῆς δίκης ὁ δῆμος, ὥσπερ ἀξιοῖ, κύριος, καὶ ταύτην παρὰ τοῦ συνεδρίου τὴν χάριν ἑκόντος λάβοι, τάχα μὲν οὐδ᾽ ἐπέξεισιν ἄχρι τέλους, ἀλλ᾽ ἀρκεσθεὶς αὐτῷ τῷ κεκρατηκέναι τοῦ σώματος ἐπιεικέστερον μᾶλλον ἢ χαλεπώτερον αὐτῷ χρήσεται. [2] εἰ δ᾽ ἄρα ἐκ παντὸς οἰομένων τρόπου τῶν δημάρχων τέλος ἐπιθεῖναι δεῖν νόμιμον τῇ δίκῃ τῆς ψήφου γενήσεται κύριος, ἀπολύσει τὸν ἄνδρα τῆς αἰτίας αἰδούμενος μὲν αὐτὸ τὸ κινδυνεῦον σῶμα, οὗ πολλὰ καὶ καλὰ ἔργα ἔχει μεμνῆσθαι, ἀνταποδιδοὺς δὲ ταύτην τὴν χάριν τῇ παρασχούσῃ τὴν ἐξουσίαν αὐτῷ βουλῇ καὶ πρὸς μηδὲν ἐναντιωθείσῃ [3] τῶν μετρίων. παρεῖναι μέντοι τῇ δίκῃ συνεβούλευε καὶ συναπολογεῖσθαι τῷ ἀνδρὶ καὶ τὸν δῆμον ἀξιοῦν μηθὲν διαγνῶναι περὶ αὐτοῦ χαλεπὸν τούς θ᾽ ὑπάτους καὶ τοὺς ἐκ τοῦ συνεδρίου πάντας καὶ τοὺς ἄλλους πατρικίους κατὰ πλῆθος ἀφικομένους· συνοίσειν [p. 84] γὰρ οὐ μικρὰ τῷ κινδυνεύοντι καὶ τούτους εἰς σωτηρίας ῥοπήν· καὶ μὴ μόνον αὐτοὺς οὕτως ἔχειν ταῖς γνώμαις, ἀλλὰ καὶ πελάτας ἕκαστον τοὺς αὑτοῦ παρακαλεῖν καὶ φίλους συνάγειν, καὶ εἴ τινας οἰκείως ἔχειν σφίσι τῶν δημοτικῶν δι᾽ εὐεργεσίας ὑπολαμβάνουσι, καὶ τούτους νυνὶ τὴν πρότερον ὀφειλομένην χάριν ἐπὶ [4] τῆς ψηφοφορίας ἀπαιτεῖν. τό τε φιλόχρηστον καὶ μισοπόνηρον οὐκ ὀλίγον ἀπέφηνεν ἐκ τοῦ δήμου μέρος ἐσόμενον, καὶ ἔτι πλεῖον τούτου, ὃ πρὸς τὰς τύχας πάσχειν τι τὰς ἀνθρωπίνας καὶ ἐλεεῖν οἶδε τοὺς ἐν τοῖς ἀξιώμασιν, ὅταν εἰς ταπεινὰ πέσωσιν αὐτῶν αἱ [5] τύχαι. ὁ δὲ πλείων λόγος ἐγίνετο αὐτῷ πρὸς τὸν Μάρκιον παράκλησιν ἔχων νουθετήσει μεμιγμένην καὶ δέησιν ἀνάγκῃ. ἠξίου γὰρ αὐτόν, ἐπεὶ διιστάναι τὸν δῆμον ἀπὸ τῆς βουλῆς αἰτίαν ἔχει καὶ τυραννικὸς εἶναι διαβάλλεται διὰ τὴν αὐθάδειαν τοῦ τρόπου, δέος τε παρέστηκεν ἅπασι, μὴ δι᾽ αὐτὸν ἀρχὴ γένηται στάσεως καὶ κακῶν ἀνηκέστων, ἃ φέρουσιν ἐμφύλιοι πόλεμοι, μὴ ποιεῖν ἀληθεῖς καὶ κυρίας τὰς κατ᾽ αὐτοῦ διαβολὰς μένοντα ἐν τῷ φθονουμένῳ τοῦ βίου, ἀλλὰ σχῆμα ταπεινὸν μεταλαβεῖν καὶ τοῖς ἀδικεῖσθαι λέγουσι τὴν ἐξουσίαν τοῦ σώματος παρασχεῖν, καὶ μὴ φεύγειν ἄδικον ἔγκλημα λόγῳ μετὰ δίκης ἀπολυόμενον. [6] ταῦτα γὰρ αὐτῷ πρός τε σωτηρίαν ἀσφαλέστατα εἶναι καὶ πρὸς εὐδοξίαν, ἧς ὀρέγεται, λαμπρότατα καὶ τοῖς προυπηργμένοις [p. 85] ἔργοις ἀκόλουθα. εἰ δ᾽ αὐθαδέστερος ἔσται μᾶλλον ἢ μετριώτερος, καὶ τὴν βουλὴν ἀξιώσει πάντα κίνδυνον δι᾽ ἑαυτὸν ὑπομένειν, κακὴν μὲν ἧτταν, αἰσχρὰν δὲ νίκην τοῖς πεισθεῖσι προσάψειν αὐτὸν ἀπέφαινεν· ἦν τ᾽ ἐνταῦθα πολὺς ὀλοφυρόμενος καὶ τῶν καταλαμβανόντων κακῶν τὰς πόλεις ἐν ταῖς διχοστασίαις τὰ μέγιστα καὶ φανερώτατα ἐπιλεγόμενος. ;ΚΕΦΑΛΑΙΟΝ ΝΕ΄ [1] διεξιὼν δὲ ταῦτα μετὰ πολλῶν δακρύων οὐ προσποιητῶν καὶ πεπλασμένων, ἀλλ᾽ ἀληθινῶν, ἀνὴρ ἡλικίας τε καὶ ἀρετῆς ἀξιώσει προὔχων, ὡς ἔμαθε κινούμενον ἐπὶ τοῖς λεγομένοις τὸ συνέδριον, ἐκ τοῦ τεθαρρηκότος ἤδη τὸ λοιπὸν ἐξύφαινε τῶν λόγων· εἰ δέ τινες ὑμῶν, ὦ βουλευταί, λέγων, ταράττονται δοκοῦντες ἔθος εἰσάγειν πονηρὸν εἰς τὴν πόλιν, ἐὰν τῷ δήμῳ συγχωρήσητε ψῆφον ἐπιφέρειν κατὰ τῶν πατρικίων, καὶ ἐπ᾽ οὐδενὶ ἀγαθῷ νομίζουσι τὴν τῶν δημάρχων ἐξουσίαν πολλὴν ἰσχὺν λαβοῦσαν γενήσεσθαι, μαθέτωσαν ἁμαρτάνοντες τῆς δόξης καὶ τἀναντία ἢ [2] προσῆκεν ὑπειληφότες. εἰ γάρ τι καὶ ἄλλο σωτηρίας αἴτιον ἔσται τῇ πόλει τῇδε καὶ τοῦ μηδέποτε τὴν ἐλευθερίαν μηδὲ τὴν ἰσχὺν ἀφαιρεθῆναι, ὁμονοοῦσαν δ᾽ ἀεὶ καὶ μιᾷ γνώμῃ περὶ πάντων χρωμένην διατελεῖν, ὁ δῆμος αἰτιώτατος ἔσται συμπαραληφθεὶς ἐπὶ τὰ πράγματα· καὶ τὸ μὴ μίαν εἶναι τὴν διοικοῦσαν τὰ κοινὰ πολιτείαν ἄκρατον μήτε μοναρχίαν μήτ᾽ ὀλιγαρχίαν [p. 86] μήτε δημοκρατίαν, ἀλλὰ τὴν μικτὴν ἐξ ἁπασῶν τούτων κατάστασιν, τοῦτο ὑπὲρ ἅπαντα ἡμᾶς ὠφελήσει. [3] ῥᾷστα γὰρ εἰς ὕβρεις ἀποσκήπτει καὶ παρανομίας τούτων ἕκαστον τῶν πολιτευμάτων αὐτὸ καθ᾽ ἑαυτὸ γινόμενον, ὅταν δ᾽ ἀνακερασθῇ πάντα μετρίως, τὸ παρακινοῦν μέρος αἰεὶ καὶ ἐκβαῖνον ἐκ τοῦ συνήθους κόσμου ὑπὸ τοῦ σωφρονοῦντος καὶ μένοντος ἐν τοῖς ἰδίοις ἤθεσι κατείργεται. μοναρχία μὲν ὠμὴ καὶ αὐθάδης γενηθεῖσα καὶ τυραννικὰ διώκειν ἀρξαμένη ζηλώματα ὑπ᾽ ἀνδρῶν ὀλίγων καὶ ἀγαθῶν καταλύεται. [4] ὀλιγαρχία δ᾽ ἐκ τῶν ἀρίστων ἀνδρῶν συνεστηκυῖα, ᾗ χρῆσθε καὶ ὑμεῖς νυνί, ὅταν πλούτῳ καὶ ἑταιρίαις ἐπαρθεῖσα δικαιοσύνης καὶ τῆς ἄλλης ἀρετῆς μηθένα ποιῆται λόγον, ὑπὸ δήμου φρονίμου καταλύεται. δῆμος δὲ σωφρονῶν καὶ κατὰ νόμους πολιτευόμενος ὅταν ἀκοσμεῖν ἄρξηται καὶ παρανομεῖν ὑπὸ τοῦ κρατίστου ἀνδρὸς βίᾳ καταληφθεὶς δικαιοῦται. [5] ὑμῖν δ᾽, ὦ βουλή, μονάρχου μὲν ἐξουσίας, ἵνα μὴ τυραννὶς γένηται, τὰ δυνατὰ εὕρηται βοηθήματα. δύο τε γὰρ ἀνθ᾽ ἑνὸς ἀποδείξαντες τῆς πόλεως κυρίους καὶ τούτοις οὐκ ἀόριστον χρόνον ἐπιτρέψαντες ἔχειν τὴν ἀρχήν, ἀλλ᾽ ἐνιαύσιον οὐδὲν ἧττον ἀποδείκνυτε φύλακας αὐτῶν τριακοσίους ἄνδρας ἐκ τῶν πατρικίων τοὺς κρατίστους τε καὶ πρεσβυτάτους, ἐξ ὧν ἥδε ἡ βουλὴ συνέστηκεν· ὑμῶν δ᾽ αὐτῶν, ἵνα μένητε [p. 87] ἐν τῷ προσήκοντι κόσμῳ, φυλακὴν οὐδεμίαν ἄχρι τοῦδε φαίνεσθε πεποιημένοι. [6] καὶ περὶ μὲν ὑμῶν οὔπω ἔδεισα, μὴ διαφθαρῆτε τὰς διανοίας ὑπό τε μεγέθους καὶ πλήθους ἀγαθῶν, οἳ τυραννίδος τε πολυχρονίου ἠλευθερώκατε τὴν πόλιν ἔναγχος καὶ οὔπω σχολὴν ἐσχήκατε ὑβρίζειν καὶ τρυφᾶν διά τοὺς συνεχεῖς καὶ μακροὺς πολέμους· περὶ δὲ τῶν μεθ᾽ ὑμᾶς ἐσομένων ἐνθυμούμενος ὅσας ὁ μακρὸς αἰὼν φέρει μεταβολὰς δέδοικα, μή τι παρακινήσαντες οἱ δυνατοὶ οἱ ἐκ τοῦ συνεδρίου λάθωσιν εἰς μοναρχίαν τὸ πολίτευμα περιστήσαντες τυραννικήν. ;ΚΕΦΑΛΑΙΟΝ ΝΣΤ΄ [1] ἐὰν οὖν κοινωνήσητε καὶ τῷ δήμῳ τῶν πολιτευμάτων, οὐθὲν ὑμῖν ἐνθάδε φύσεται κακόν, ἀλλ᾽ ὁ πλέον ἔχειν τῶν ἄλλων ἀξιῶν καὶ τῆς βουλῆς προσεταιρισάμενος τὸν βουλόμενον συννοσεῖν καὶ συναδικεῖν· πάντα γὰρ τὰ εἰκότα χρὴ περὶ πόλεως βουλευομένους προνοεῖν· κληθεὶς ὑπὸ τῶν δημάρχων εἰς τὸ πλῆθος ὁ μέγας ἐκεῖνος καὶ σεμνὸς ἀποδώσει τῷ δήμῳ τῷ φαύλῳ καὶ ταπεινῷ λόγον ὧν πράττει τε καὶ διανοεῖται, κἂν ἀδικῶν φαίνηται δίκης, ἧς ἂν ἄξιος ᾖ, τεύξεται. [2] αὐτὸν δὲ τὸν δῆμον, ἵνα μὴ τρυφᾷ τηλικαύτης ἔξουσίας γενόμενος κύριος, μηδ᾽ ὑπὸ τῶν κακίστων ἐκδημαγωγούμενος τοῖς κρατίστοις πολεμῇ· καὶ γὰρ ἐν ὄχλῳ φιλεῖ γίνεσθαι τυραννίς· φυλάξει τε καὶ οὐδὲν ἐάσει παρανομεῖν ὁ διαφέρων φρονήσει ἀνὴρ δικτάτωρ ὑφ᾽ ὑμῶν αἱρεθείς, ὃς αὐτοκράτορι καὶ ἀνυπευθύνῳ χρώμενος [p. 88] ἐξουσίᾳ τό τε νοσοῦν ἐξελεῖ τῆς πόλεως μέρος, καὶ τὸ μήπω διεφθαρμένον οὐκ ἐάσει κακωθῆναι, ἔθη τε καὶ νόμιμα καὶ ζηλώματα βίων τὰ κράτιστα μεθαρμοσάμενος ἀρχάς τ᾽ ἀποδείξας ἃς ἂν ἡγῆται σωφρονέστατα τῶν κοινῶν ἐπιτροπεύσειν· καὶ ταῦτ᾽ ἐντὸς ἓξ μηνῶν διοικησάμενος ἰδιώτης αὖθις ἔσται τὸ τιμᾶσθαι μόνον ἐκ τούτων λαβών, ἄλλο δ᾽ οὐθέν. [3] ταῦτ᾽ οὖν ἐνθυμηθέντες καὶ τὸ σχῆμα τῆς πολιτείας τοῦθ᾽ ἡγησάμενοι κράτιστον εἶναι μηθενὸς ἀπελαύνετε τὸν δῆμον, ἀλλ᾽ ὥσπερ ἀρχὰς ἀποδεικνύναι τὰς καθ᾽ ἕκαστον ἐνιαυτὸν ἡγησομένας τῆς πόλεως, καὶ νόμους τοὺς μὲν ἐπικυροῦν, τοὺς δ᾽ ἀναιρεῖν, καὶ περὶ πολέμου καὶ εἰρήνης διαγιγνώσκειν, ἃ μέγιστα καὶ κυριώτατά ἐστι τῶν ἐν τῇ πόλει διαπραττομένων, μεταδεδώκατε αὐτῷ καὶ οὐθενὸς τούτων αὐτοκράτορα πεποιήκατε τὴν βουλήν· οὕτως καὶ τῶν δικαστηρίων μεταδίδοτε, καὶ μάλισθ᾽ ὑπὲρ ὧν ἄν τις αἰτίαν ἔχῃ τὴν πόλιν ἀδικεῖν στάσιν εἰσάγων ἢ τυραννίδα κατασκευαζόμενος ἢ περὶ προδοσίας τοῖς πολεμίοις διαλεγόμενος ἢ τοιοῦτό τι ἄλλο κακὸν ἐπιχειρῶν πράττειν. [4] ὅσῳ γὰρ ἂν φοβερώτερον κατασκευάσητε τὸ παραβαίνειν τοὺς νόμους καὶ τὰ ἔθη κινεῖν τοῖς ὑβρισταῖς καὶ πλεονέκταις, πολλοὺς ὀφθαλμοὺς καὶ φύλακας αὐτῶν ἀποδείξαντες, τοσούτῳ κρεῖττον ὑμῖν ἕξει τὰ κοινά. ;ΚΕΦΑΛΑΙΟΝ ΝΖ΄ [1] ταῦτα καὶ τὰ παραπλήσια τούτοις εἰπὼν ἐπαύσατο. τῶν δὲ βουλευτῶν οἱ μετ᾽ αὐτὸν ἀνιστάμενοι πλὴν ὀλίγων οἱ λοιποὶ ταύτῃ προσέθεντο τῇ [p. 89] γνώμῃ. καὶ ἐπειδὴ τὸ προβούλευμα ἔδει γράφεσθαι, λόγον αἰτησάμενος ὁ Μάρκιος εἶπεν· οἷος μέν, ὦ βουλή, πρὸς τὰ κοινὰ ἐγὼ γέγονα, καὶ ὡς διὰ τὴν πρὸς ὑμᾶς εὔνοιαν εἰς τοῦτον τὸν κίνδυνον ἐλήλυθα, καὶ ὅτι παρὰ γνώμην ἀπήντηταί μοι τὰ παρ᾽ ὑμῶν, ἅπαντες ἴστε καὶ ἔτι μᾶλλον εἴσεσθε, ὅταν τὰ κατ᾽ ἐμὲ [2] σχῇ τέλος. ἐπεὶ δ᾽ ἡ Οὐαλερίου γνώμη νικᾷ, συνενέγκειε μὲν ταῦτα ὑμῖν, καὶ γενοίμην ἐγὼ κακὸς εἰκαστὴς τῶν ἐσομένων. ἵνα δὲ καὶ ὑμεῖς οἱ τὸ προβούλευμα γράφοντες εἰδῆτε ἐφ᾽ οἷς παραδιδόναι με τῷ δήμῳ μέλλετε, κἀγὼ μὴ ἀγνοῶ, περὶ τίνος ἀγωνιοῦμαι, κελεύσατε δὴ τοὺς δημάρχους εἰπεῖν ἐναντίον ὑμῶν, τί τὸ ἀδίκημά ἐστιν, ἐφ᾽ οὗ μέλλουσί μου κατηγορεῖν, καὶ ποταπὸν ὄνομα ἐπιγράψουσι τῇ δίκῃ. ;ΚΕΦΑΛΑΙΟΝ ΝΗ΄ [1] ὁ μὲν δὴ ταῦτ᾽ ἔλεγε δοκῶν ἐπὶ τοῖς λόγοις, οἷς εἶπεν ἐν τῇ βουλῇ, τὴν δίκην ὑφέξειν, καὶ βουλόμενος ὁμολογῆσαι τοὺς δημάρχους, ὅτι ταύτης ἕνεκα τῆς αἰτίας μέλλουσιν αὐτοῦ κατηγορεῖν. οἱ δὲ δήμαρχοι βουλευσάμενοι κατὰ σφᾶς τυραννίδι ἐπιβουλεύειν αὐτὸν ᾐτιάσαντο καὶ πρὸς ταύτην ἐκέλευον ἥκειν τὴν αἰτίαν ἀπολογησόμενον, οὐ βουλόμενοι τὸ ἔγκλημα εἰς μίαν αἰτίαν κατακλεῖσαι καὶ ταύτην οὔτ᾽ ἰσχυρὰν οὔτε τῇ βουλῇ κεχαρισμένην, ἀλλ᾽ ἑαυτοῖς τε πράττοντες ἐξουσίαν ὅσα βούλονται ἐγκαλεῖν, καὶ βοήθειαν ἀφαιρήσεσθαι τοῦ Μαρκίου τὴν ἐκ τῶν συνέδρων οἰόμενοι. καὶ ὁ Μάρκιος εἶπεν· ἀλλ᾽ ἤτοι, εἰ ἐπὶ ταύτῃ γε κριθήσομαι τῇ διαβολῇ, δίδωμι ἐμαυτὸν ὑπόδικον τοῖς [p. 90] δημόταις, καὶ μηδὲν ἔστω τὸ κωλῦον γράφεσθαι τὸ [2] προβούλευμα. ἐγένετο δὲ καὶ τοῖς πλείστοις τῶν συνέδρων ἀσμένοις ἐπὶ τούτῳ γενέσθαι τῷ ἐγκλήματι τὴν δίκην κατ᾽ ἀμφότερα, καὶ ὅτι οὐκ ἔσται τὸ λέγειν ἃ φρονεῖ τις ἐν τοῖς συνέδροις ὑπαίτιον, καὶ ὅτι ῥᾳδίως ἀπολύσεται τὴν διαβολὴν ὁ ἀνὴρ βίον ἐζηκὼς σώφρονα καὶ ἀνεπίληπτον. [3] γράφεται τὸ προβούλευμα μετὰ ταῦθ᾽ ὑπὲρ τῆς δίκης, καὶ χρόνος εἰς παρασκευὴν τῆς ἀπολογίας ὁρίζεται τῷ ἀνδρὶ μέχρι τῆς τρίτης ἀγορᾶς· αἱ δ᾽ ἀγοραὶ Ῥωμαίοις ἐγίνοντο ὡς καὶ μέχρι τῶν καθ᾽ ἡμᾶς χρόνων δι᾽ ἡμέρας ἐνάτης. ἐν δὲ ταύταις συνιόντες ἐκ τῶν ἀγρῶν εἰς τὴν πόλιν οἱ δημοτικοὶ τάς τ᾽ ἀμείψεις ἐποιοῦντο τῶν ὠνίων καὶ τὰς δίκας παρ᾽ ἀλλήλων ἐλάμβανον, τά τε κοινά, ὅσων ἦσαν κύριοι κατὰ τοὺς νόμους καὶ ὅσα ἡ βουλὴ ἐπιτρέψειεν αὐτοῖς,ψῆφον ἀναλαμβάνοντες ἐπεκύρουν· τὰς δὲ μεταξὺ τῶν ἀγορῶν ἑπτὰ ἡμέρας αὐτουργοί τ᾽ ὄντες οἱ [4] πολλοὶ καὶ πένητες ἐν τοῖς ἀγροῖς διέτριβον. ἐπειδὴ δὲ τὸ προβούλευμα ἔλαβον οἱ δήμαρχοι, προελθόντες εἰς τὴν ἀγορὰν συνεκάλεσαν εἰς ἐκκλησίαν τὸν δῆμον καὶ πολλὰ ἐγκώμια τῆς βουλῆς διελθόντες καὶ τὰ δόγματα αὐτῆς ἀναγνόντες προεῖπον ἡμέραν, ἐν ᾗ τὴν δίκην ἔμελλον ἐπιτελεῖν, εἰς ἣν ἅπαντες ἠξίουν ἥκειν τοὺς πολίτας ὡς ὑπὲρ τῶν μεγίστων διαγνωσομένους. ;ΚΕΦΑΛΑΙΟΝ ΝΘ΄ [1] ὡς δὲ διεβοήθη ταῦτα, πολλὴ σπουδὴ καὶ παράταξις ἐγίνετο τῶν τε δημοτικῶν καὶ τῶν πατρικίων· τῶν μὲν ὡς τιμωρησομένων τὸν αὐθαδέστατον, [p. 91] τῶν δ᾽ ἵνα μὴ γένοιτο ὑποχείριος τοῖς ἐχθροῖς ὡς ὑπὲρ τῆς ἀριστοκρατίας ἀγωνιζόμενος. ἐδόκει δὲ πᾶσα κινδυνεύεσθαι ἡ τοῦ βίου καὶ τῆς ἐλευθερίας δικαίωσις ἐν τῷ τότε ἀγῶνι ἀμφοτέροις. ἐπιστάσης δὲ τῆς τρίτης ἀγορᾶς ὁ μὲν ἐκ τῶν ἀγρῶν ὄχλος, ὅσος οὔπω πρότερον, συνεληλυθὼς εἰς τὴν πόλιν ἕωθεν εὐθὺς κατεῖχε τὴν ἀγοράν· οἱ δὲ δήμαρχοι συνεκάλουν τὸ πλῆθος ἐπὶ τὴν φυλέτιν ἐκκλησίαν, χωρία τῆς ἀγορᾶς περισχοινίσαντες, ἐν οἷς ἔμελλον αἱ φυλαὶ στήσεσθαι καθ᾽ αὑτάς. [2] καὶ τότε πρῶτον ἐγένετο Ῥωμαίοις ἐκκλησία κατ᾽ ἀνδρὸς ψηφοφόρος ἡ φυλετικὴ πολλὰ δὲ ἐναντιουμένων τῶν πατρικίων, ἵνα μὴ τοῦτο γένηται, καὶ τὴν λοχῖτιν ἀξιούντων συνάγειν ἐκκλησίαν, ὥσπερ αὐτοῖς πάτριον ἦν. ἐν γὰρ τοῖς πρότερον χρόνοις, ὅτε μέλλοι ψῆφον ἐπιφέρειν ὁ δῆμος ὑπὲρ ὁτουδήτινος ὧν ἐπιτρέψειεν ἡ βουλή, ἐκάλουν μὲν οἱ ὕπατοι τὴν λοχῖτιν ἐκκλησίαν, ἱερὰ πρότερον ἐπιτελέσαντες, ἃ νόμος αὐτοῖς ἐστι, καὶ μέχρι τοῦ καθ᾽ ἡμᾶς χρόνου τινὰ ἐξ αὐτῶν ἔτι γίνεται. [3] συνῄει δὲ τὸ πλῆθος εἰς τὸ πρὸ τῆς πόλεως Ἄρειον πεδίον ὑπό τε λοχαγοῖς καὶ σημείοις τεταγμένον ὥσπερ ἐν πολέμῳ, ἐπέφερον δὲ τὴν ψῆφον οὐχ ἅπαντες ἀναλαβόντες, ἀλλὰ κατὰ τοὺς ἰδίους ἕκαστοι λόχους, ὁπότε κληθεῖεν ὑπὸ τῶν ὑπάτων. ὄντων δὲ τῶν συμπάντων τριῶν καὶ ἐνενήκοντα καὶ ἑκατὸν [p. 92] λόχων καὶ τούτων εἰς ἓξ διῃρημένων συμμορίας πρώτη μὲν ἐκαλεῖτο συμμορία καὶ τὴν ψῆφον ἐπέφερεν ἡ τῶν ἐχόντων τὸ μέγιστον τίμημα τῆς οὐσίας καὶ τὴν πρώτην λαμβανόντων τάξιν ἐν πολέμοις· ἐν οἷς ἦσαν ἱππέων μὲν ὀκτωκαίδεκα λόχοι, πεζῶν δ᾽ ὀγδοήκοντα. [4] δευτέρα δ᾽ ἐψηφοφόρει συμμορία τῶν ὑποδεεστέρων τοῖς βίοις καὶ τὴν ὑποβεβηκυῖαν τάξιν ἐν ταῖς μάχαις μαχομένων καὶ ὁπλισμὸν οὐ τὸν αὐτὸν ἐχόντων τοῖς πρωτοστάταις, ἀλλ᾽ ἐλάττονα· τοῦτο δὲ τὸ πλῆθος εἰς εἴκοσι λόχους συντεταγμένον ἦν, προσέκειντο δ᾽ αὐτοῖς δύο ἶλαι τεκτόνων καὶ χαλκοτύπων καὶ ὅσοι ἄλλοι πολεμικῶν ἔργων ἦσαν χειροτέχναι. οἱ δ᾽ ἐν τῇ τρίτῃ συμμορίᾳ καλούμενοι λόχους μὲν ἐξεπλήρουν εἴκοσι, τίμημα δ᾽ εἶχον ἔλαττον τῶν δευτέρων καὶ τάξιν τὴν ἐπ᾽ ἐκείνοις ἐλάττονα, καὶ ὅπλα οὐκ ἴσα τοῖς πρὸ [5] αὐτῶν ἔφερον. οἱ δὲ μετὰ τούτους καλούμενοι τίμημά τ᾽ οὐσίας ἔλαττον εἶχον καὶ τάξιν ἐν πολέμῳ τὴν ἀσφαλεστέραν ἐλάμβανον καὶ ὁπλισμὸν εὐσταλέστερον εἶχον· διῄρηντο δ᾽ εἰς εἴκοσι καὶ οὗτοι λόχους· συνετάττοντο δὲ καὶ τούτοις δύο λόχοι βυκανιστῶν καὶ σαλπιστῶν. πέμπτη δ᾽ ἐκαλεῖτο συμμορία τῶν ὀλίγου πάνυ τετιμημένων ἀργυρίου, ὅπλα δ᾽ ἦν αὐτῶν σαυνία καὶ σφενδόναι· οὗτοι τάξιν οὐκ εἶχον ἐν φάλαγγι, ἀλλὰ ψιλοὶ καὶ κοῦφοι συνεστρατεύοντο τοῖς ὁπλίταις εἰς τριάκοντα λόχους διῃρημένοι. [6] οἱ δ᾽ ἀπορώτατοι τῶν πολιτῶν οὐκ [p. 93] ἐλάττους τῶν ἄλλων ἁπάντων ὄντες ἔσχατοι τὴν ψῆφον ἀνελάμβανον, ἕνα μόνον ἔχοντες λόχον· οὗτοι στρατειῶν τ᾽ ἦσαν ἐλεύθεροι τῶν ἐκ καταλόγου καὶ εἰσφορῶν τῶν κατὰ τιμήματα γινομένων ἀτελεῖς καὶ δι᾽ [7] ἄμφω ταῦτ᾽ ἐν ταῖς ψηφοφορίαις ἀτιμότατοι. εἰ μὲν οὖν ἐπὶ τῶν πρώτων λόχων, οὓς οἵ θ᾽ ἱππεῖς ἐξεπλήρουν καὶ τῶν πεζῶν οἱ τὴν πρώτην τάξιν ἐν τοῖς πολέμοις λαμβάνοντες, ταὐτὸ φρονήσαιεν ἑπτὰ καὶ ἐνενήκοντα λόχοι, τέλος εἶχεν ἡ ψηφοφορία, καὶ οὐκέτι τοῖς λοιποῖς ἓξ καὶ ἐνενήκοντα λόχοις ἀνεδίδοτο ἡ ψῆφος· εἰ δὲ μὴ τοῦτο γένοιτο, ἡ δευτέρα συμμορία τῶν δύο καὶ εἴκοσι λόχων ἐκαλεῖτο, καὶ ἡ τρίτη· καὶ τοῦτο συνέβαινεν, ἕως οὗ ταὐτὸ φρονήσωσιν ἑπτὰ καὶ ἐνενήκοντα λόχοι. [8] καὶ τὰ μὲν πολλὰ τῶν ἀγωνισμάτων ἐπὶ τῶν πρώτων κλήσεων τέλος ἐλάμβανεν, ὥστε μηδὲν ἔτι δεῖν τῶν ἐσχάτων. σπανίως δέ που πρᾶγμα οὕτως ἐνδοιαζόμενον ἐνέπιπτεν, ὥστε μέχρι τῆς ἐσχάτης ψήφου τῆς τῶν ἀπορωτάτων προελθεῖν· καὶ ἦν ὥσπερ τέρας τοῦτο σχισθέντων δίχα τῶν προτέρων δύο καὶ ἐνενήκοντα καὶ ἑκατὸν λόχων τὴν τελευταίαν ψῆφον ἐπενεχθεῖσαν ἐκείναις αἰτίαν γενέσθαι τῆς ἐπὶ θάτερα ῥοπῆς. [9] οἱ μὲν οὖν συναγωνιζόμενοι Μαρκίῳ ταύτην ἠξίουν καλεῖν τὴν ἀπὸ τῶν τιμημάτων ἐκκλησίαν ὑπολαμβάνοντες τάχα μὲν ἐπὶ τῆς πρώτης κλήσεως ὑπὸ τῶν ὀκτὼ καὶ ἐνενήκοντα λόχων ἀπολυθήσεσθαι τὸν [p. 94] ἄνδρα, εἰ δὲ μή γ᾽ ὑπὸ τῆς δευτέρας ἢ τρίτης. οἱ δὲ δήμαρχοι ταῦθ᾽ ὑφορώμενοι καὶ αὐτοὶ τὴν φυλετικὴν ἐκκλησίαν ᾤοντο δεῖν συνάγειν καὶ τοῦ ἀγῶνος ἐκείνην ποιῆσαι κυρίαν, ἵνα μήθ᾽ οἱ πένητες τῶν πλουσίων μειονεκτῶσι μήθ᾽ οἱ ψιλοὶ τῶν ὁπλιτῶν ἀτιμοτέραν χώραν ἔχωσι, μήτ᾽ ἀπερριμμένον εἰς τὰς ἐσχάτας κλήσεις τὸ δημοτικὸν πλῆθος ἀποκλείηται τῶν ἴσων, ἰσόψηφοι δὲ καὶ ὁμότιμοι πάντες ἀλλήλοις γενόμενοι μιᾷ κλήσει τὴν ψῆφον ἐπενέγκωσι κατὰ φυλάς. [10] καὶ ἐδόκουν δικαιότερα οὗτοι τῶν ἑτέρων ἀξιοῦν δημοτικὸν οἰόμενοι δεῖν, ἀλλ᾽ οὐκ ὀλιγαρχικὸν εἶναι τὸ τοῦ δήμου δικαστήριον, καὶ τὴν περὶ τῶν ἀδικούντων τὸ κοινὸν διάγνωσιν ἁπάντων εἶναι κοινήν. ;ΚΕΦΑΛΑΙΟΝ Ξ΄ [1] συγχωρηθέντος δ᾽ αὐτοῖς καὶ τούτου μόγις ὑπὸ τῶν πατρικίων, ἐπειδὴ τὴν δίκην ἐχρῆν λέγεσθαι, πρῶτος ἀνέβη Μηνύκιος, ἅτερος τῶν ὑπάτων, καὶ ἔλεξεν οὓς ἐπέστειλεν αὐτῷ λόγους ἡ βουλή· πρῶτον μὲν ἁπάσας τὰς εὐεργεσίας ὑπομιμνήσκων, ὅσας ἦν εἰληφὼς ὁ δῆμος παρὰ τῶν πατρικίων, ἔπειτ᾽ ἀξιῶν ἀντὶ πολλῶν καὶ καλῶν ἔργων μίαν ἀποδοθῆναι παρὰ τοῦ δήμου δεομένοις σφίσιν ἀναγκαίαν χάριν ἐπὶ τῷ κοινῷ [2] τῆς πόλεως ἀγαθῷ. πρὸς δὲ τούτοις ἐπαινῶν μὲν ὁμόνοιαν καὶ εἰρήνην, καὶ ὅσης εὐδαιμονίας ἑκάτερον τούτων αἴτιόν ἐστι ταῖς πόλεσιν ἐπιλεγόμενος, κατηγορῶν [p. 95] δὲ διχοστασίας καὶ πολέμων ἐμφυλίων, ἐξ ὧν πόλεις αὐτάνδρους ἀπέφαινεν ἀνῃρῆσθαι καὶ ἔθνη ὅλα διολωλέναι· παρακαλῶν δὲ μὴ τὰ χείρω αἱρεῖσθαι πρὸ τῶν κρειττόνων ὀργῇ ἐπιτρέψαντας, ἀλλ᾽ ἐκ λογισμοῦ σώφρονος τὰ μέλλοντα ὁρᾶν, μηδὲ τοῖς κακίστοις τῶν πολιτῶν χρῆσθαι συμβούλοις περὶ τῶν μεγίστων βουλευομένους, ἀλλὰ τοῖς κρατίστοις σφίσιν εἶναι δοκοῦσιν, ὑφ᾽ ὧν ᾔδεσαν ἐν εἰρήνῃ τε καὶ κατὰ πολέμους πολλὰ ὠφελημένην τὴν πατρίδα, οἷς οὐκ ἂν δικαιώσωσιν ὡς μεταβεβλημένοις τὴν φύσιν ἀπιστεῖν. [3] ἓν δὲ κεφάλαιον ἦν ἁπάντων τῶν λόγων, μηδεμίαν αὐτοὺς ἐπενεγκεῖν κατὰ τοῦ Μαρκίου ψῆφον, ἀλλὰ μάλιστα μὲν δι᾽ αὐτὸν ἀφεῖναι τῆς δίκης τὸν ἄνδρα ἀναμιμνησκομένους, οἷος εἰς τὰ κοινὰ ἐγένετο καὶ ὅσους κατώρθωσεν ὑπὲρ τῆς κοινῆς ἐλευθερίας τε καὶ ἡγεμονίας πολέμους, καὶ ὡς οὔτε ὅσια οὔτε δίκαια οὔτε προσήκοντα σφίσι ποιήσουσι, λόγων μὲν αὐτῷ μνησικακοῦντες φαύλων, ἔργων δ᾽ [4] ἀχαριστοῦντες καλῶν. εἶναι δὲ καὶ τὸν καιρὸν τῆς ἀφέσεως καλόν, ὅτε γ᾽ αὐτὸς ἥκει παρέχων τὸ σῶμα τοῖς διαφόροις καὶ στέρξων, ὅ τι ἂν ἐκεῖνοι περὶ αὐτοῦ διαγνῶσιν. εἰ δ᾽ οὐχ οἷοί τέ εἰσι διαλύσασθαι πρὸς ἐκεῖνον, ἀλλὰ χαλεπῶς καὶ ἀπαραιτήτως ἔχουσιν, ἐνθυμηθέντας, ὅτι ἡ βουλὴ δεησομένη περὶ αὐτοῦ πάρεισιν, ἄνδρες οἱ κράτιστοι τῆς πόλεως τριακόσιοι, παθεῖν τι καὶ ἐπικλασθῆναι τὰς γνώμας, καὶ μὴ δι᾽ ἑνὸς ἐχθροῦ τιμωρίαν τοσούτων δέησιν ἀπώσασθαι φίλων, ἀλλὰ [p. 96] πολλῶν καὶ ἀγαθῶν ἀνδρῶν χάριτι δίκην ἀνδρὸς ἑνὸς ὑπεριδεῖν. ταῦτα καὶ παραπλήσια τούτοις εἰπὼν τελευταῖον ἐκεῖνον ἐπέθηκε τὸν λόγον, ὅτι ψήφου μὲν ἐπαχθείσης, ἐὰν ἀπολύσωσι τὸν ἄνδρα, διὰ τὸ μηδὲν ἀδικεῖσθαι τὸν δῆμον ὑπ᾽ αὐτοῦ δόξουσιν ἀφεικέναι· [5] ἐὰν δὲ κωλύσωσιν ἐπιτελεσθῆναι τὴν δίκην τοῖς δεομένοις ὑπὲρ αὐτοῦ φανήσονται κεχαρισμένοι. {{DEFAULTSORT:Ρωμαικη Αρχαιολογια 07 51}} 8s2qwcotj9uf99ch7pbeg1sfpd6orkm Ρωμαϊκή Αρχαιολογία/ζ/41 0 23549 148491 100284 2022-08-09T13:30:21Z Αντιγόνη 235 wikitext text/x-wiki {{Κεφαλίδα | τίτλος = Κεφάλαια 41–50 | συγγραφέας = Διονύσιος ο Αλικαρνασσεύς | μεταφραστής= | ενότητα = [[Ρωμαϊκή Αρχαιολογία/ζ|Ῥωμαϊκὴ Ἀρχαιολογία: Λόγος ζ΄]] | προηγούμενο= [[Ρωμαϊκή Αρχαιολογία/ζ/31|Κεφάλαια 31–40]] | επόμενο = [[Ρωμαϊκή Αρχαιολογία/ζ/51|Κεφάλαια 51–60]] | σημειώσεις = Dionysii Halicarnasei Antiquitatum Romanarum quae supersunt, Vol I-IV. Dionysius of Halicarnassus. Karl Jacoby. In Aedibus B.G. Teubneri. Leipzig. 1885. }} ;ΚΕΦΑΛΑΙΟΝ ΜΑ΄ [1] ἐρῶ δὲ περὶ τοῦ δικαίου πρῶτον. ὑμεῖς δή, ὦ βουλή, ὅτε τοὺς βασιλεῖς ἀπηλλάξατε συμμάχους ἔχοντες ἡμᾶς καὶ τὴν πολιτείαν, ἐν ᾗ νῦν ἐσμεν, κατεστήσατε, ἣν οὐ ψέγομεν, μειονεκτοῦντας ἐν ταῖς δίκαις τοὺς δημοτικοὺς ὁρῶντες, ὁπότε συμβαίη τι διάφορον αὐτοῖς πρὸς τοὺς πατρικίους· πολλὰ δ᾽ ἦν ταῦτα· νόμον ἐκυρώσατε Ποπλίου Οὐαλερίου θατέρου τῶν ὑπάτων γνώμῃ χρησάμενοι, ἐξεῖναι τοῖς κατισχυομένοις ὑπὸ τῶν πατρικίων δημόταις προκαλεῖσθαι τὰς κρίσεις ἐπὶ τὸν δῆμον· καὶ παρ᾽ οὐδὲν οὕτως ἕτερον ὡς τὸν νόμον τόνδε τήν τε πόλιν ἐν ὁμονοίᾳ διεφυλάξατε καὶ [2] τοὺς βασιλεῖς ἐπιόντας ἀπεώσασθε. τοῦτον δὴ προφερόμενοι τὸν νόμον, ὑπὲρ ὧν ἅπαντες ἀδικεῖσθαί τε καὶ κατισχύεσθαι λέγομεν ὑπὸ Γαΐου Μαρκίου τουδί, καλοῦμεν αὐτὸν ἐπὶ τὸν δῆμον καὶ τὰ δίκαια παραγγέλλομεν ἐκεῖ λέγειν. καὶ προβουλεύματος ἐνταῦθ᾽ οὐκ ἔδει. περὶ ὧν γὰρ οὐκ εἰσὶ νόμοι, περὶ τούτων ὑμεῖς τοῦ [p. 61] προβουλεύεσθαι κύριοι καὶ ὁ δῆμος ἐπιψηφίσαι· νόμου δ᾽ ὄντος ἀκινήτου, κἂν μηδὲν ὑμεῖς προβουλεύσητε, [3] τούτῳ δήπου χρηστέον. οὐ γὰρ δὴ τοῦτό γ᾽ ἂν εἴποι τις, ὅτι τῶν μὲν ἰδιωτῶν ὄντων οἷς τὸ μειονεκτεῖν συμβαίνει περὶ τὰς κρίσεις κυρίαν εἶναι δεῖ τὴν ἐπὶ τὸν δῆμον πρόκλησιν, ἡμῖν δὲ τοῖς δημάρχοις ἄκυρον. νόμου μὲν δὴ συγχωρήματι τῷδε ἰσχυριζόμενοι καὶ διὰ τοῦτο παρακινδυνεύσαντες ὑφ᾽ ὑμῖν γενέσθαι δικασταῖς ἥκομεν. [4] ἐπ᾽ ἀγράφῳ δὲ καὶ ἀνομοθετήτῳ φύσεως δικαίῳ τόδε ἀξιοῦμεν, ὦ βουλή, μήτε πλέον ἔχειν ὑμῶν τὸν δῆμον μήτε μεῖον, ἐν γοῦν τῷ δικαίῳ, οἱ πολλοὺς καὶ μεγάλους συνδιενέγκαντες ὑμῖν πολέμους καὶ περὶ τὴν ἀπαλλαγὴν τῶν πολέμων πλείστην ἐπιδειξάμενοι προθυμίαν, καὶ τοῦ μηδενὶ τὸ κελευόμενον ποιεῖν τὴν πόλιν, ἀλλ᾽ αὐτὴν ἑτέροις ἐπιτάττειν τὰ δίκαια, οὐκ ἐλαχίστην μοῖραν παρασχόμενοι. [5] οὕτω δ᾽ ἂν ἡμῖν τὸ μὴ μεῖον ἔχειν τῶν δικαίων ἀποδοίητε, ὦ πατέρες, εἰ τοὺς ἐπιχειροῦντας εἰς τὰ σώματα ἡμῶν καὶ τὴν ἐλευθερίαν παρανομεῖν κωλύοιτε τὸν ἐκ [p. 62] τῆς δίκης ἐφιστάντες αὐτοῖς φόβον. ἀρχὰς μὲν δὴ καὶ προεδρίας καὶ τιμὰς τοῖς ἀρετῇ καὶ τύχῃ προὔχουσιν ἡμῶν οἰόμεθα δεῖν ἀπονέμειν· τὸ δὲ μηδὲν ἀδικεῖσθαι καὶ τὸ δίκας ὧν ἄν τις πάθῃ προσηκούσας λαμβάνειν ἴσα καὶ κοινὰ τοῖς ἅμα πολιτευομένοις εἶναι δικαιοῦμεν. [6] ὥσπερ οὖν τῶν λαμπρῶν καὶ μεγάλων ἀφιστάμεθ᾽ ὑμῖν, οὕτως τῶν ἴσων καὶ κοινῶν οὐ μεθιέμεθα. ἱκανὰ ταῦτ᾽ εἰρήσθω περὶ τοῦ δικαίου πολλῶν ἐνόντων καὶ ἄλλων λέγεσθαι. ;ΚΕΦΑΛΑΙΟΝ ΜΒ΄ [1] ὡς δὲ καὶ συνοίσει τῷ κοινῷ ταῦθ᾽ ὡς ὁ δῆμος ἀξιοῖ γινόμενα, μικρὰ διεξιόντος ἀνέχεσθέ μου. φέρε γάρ, εἴ τις ὑμᾶς ἔροιτο, τί μέγιστον οἴεσθε εἶναι τῶν καταλαμβανόντων κακῶν τὰς πόλεις, καὶ τοῦ ταχίστου τῶν ὀλέθρων αἴτιον, ἆρ᾽ οὐχὶ τὴν διχοστασίαν εἴποιτ᾽ ἄν; ἐμοὶ γοῦν δοκεῖ. [2] τίς γὰρ ὑμῶν οὕτως ἠλίθιός ἐστιν ἢ σκαιὸς ἢ πέρα τοῦ μετρίου μισῶν τὴν ἰσηγορίαν, ὃς οὐκ οἶδεν, ὅτι δοθείσης ἐξουσίας τῷ δήμῳ κρίνειν ἃς ἔξεστιν αὐτῷ δίκας κατὰ τὸν νόμον ἐν ὁμονοίᾳ πολιτευσόμεθα,εἰ δὲ τἀναντία γνοίητε καὶ ἀφέλοισθ᾽ ἡμῶν τὴν ἐλευθερίαν· ἐλευθερίαν γὰρ ἀφαιρήσεσθε δίκην καὶ νόμον ἀφαιρούμενοι· στασιάζειν ἡμᾶς αὖθις ἀναγκάσετε καὶ πολεμεῖν ὑμῖν; ἐξ ἧς γὰρ ἂν ἐξελασθῇ πόλεως δίκη καὶ νόμος, εἰς ταύτην στάσις εἰσπορεύεσθαι φιλεῖ καὶ πόλεμος. [3] καὶ ὅσοι μὲν οὐκ [p. 63] ἦλθον εἰς πεῖραν ἐμφυλίων διαφορῶν, οὐδὲν θαυμαστόν, εἰ δι᾽ ἀπειρίαν τῶν κακῶν μήτ᾽ ἄχθονται τοῖς γεγονόσι δεινοῖς μήτε κωλύουσιν ἐκ πολλοῦ τὰ μέλλοντα. ὅσοι δ᾽ ὥσπερ ὑμεῖς εἰς τοὺς ἐσχάτους κινδύνους καταστάντες ἀγαπητῶς ἀπηλλάγησαν, ἣν ὁ καιρὸς ἀπῄτει ποιησάμενοι τῶν κακῶν λύσιν, τίς εὐπρεπὴς ἢ μετρία πρόφασις ἀπολείπεται τούτοις, ἐὰν ἔτι ταῖς αὐταῖς συμφέρωνται τύχαις; [4] τίς δ᾽ οὐκ ἂν ὑμῶν καταγνοίη πολλὴν ἄνοιαν καὶ μανίαν ἐνθυμούμενος, ὅτι μικρὸν μὲν ἔμπροσθεν ὑπὲρ τοῦ μὴ στασιάζειν τοὺς δημότας πολλὰ παρὰ γνώμην ὑπεμείνατε, ὧν ἔνια οὔτε κάλλιστα ἦν ἴσως οὔτε λυσιτελέστατα· νῦν δ᾽ οὔτ᾽ εἰς χρήματα βλάπτεσθαι μέλλοντες οὔτ᾽ εἰς εὐδοξίαν οὔτ᾽ εἰς ἄλλο τῶν κοινῶν οὐδ᾽ ὁτιοῦν, ἵνα χαρίζησθε τοῖς μισοδημοτάτοις, τὸ δημοτικὸν αὖθις ἐκπολεμώσετε; οὔκ, [5] ἐάν γε σωφρονῆτε. ἡδέως δ᾽ ἂν ὑμᾶς ἐροίμην, τίνα γνώμην λαβόντες τότε τὴν κάθοδον ἡμῖν συνεχωρήσατε ἐφ᾽ οἷς ἠξιοῦμεν, πότερα λογισμῷ προϊδόμενοι τὸ κράτιστον ἢ τῇ ἀνάγκῃ εἴξαντες; εἴπερ γὰρ ταῦθ᾽ ὑπελαμβάνετε ὠφελιμώτατα εἶναι τῇ πόλει, τί οὐ μένετε καὶ νῦν ἐν αὐτοῖς; εἰ δ᾽ ἀναγκαῖα καὶ οὐκ ἐνδεχόμενα ἄλλως γενέσθαι, τί χαλεπαίνετε γενομένοις; τὴν ἀρχὴν [p. 64] γὰρ ἴσως ἔδει μὴ συγχωρῆσαι, εἰ δύναμις ἦν ὑμῖν, συγχωρήσαντας δὲ μηκέτι τοῖς πεπραγμένος ἐγκαλεῖν. ;ΚΕΦΑΛΑΙΟΝ ΜΓ΄ [1] ἐμοὶ μὲν γὰρ δοκεῖτε, ὦ βουλή, περὶ μὲν τὰς διαλύσεις γνώμῃ τῇ βελτίστῃ κεχρῆσθαι ... οἷς ἀνάγκη εἴκειν ... τοῦ βέβαια τηρεῖν τὰ συγκείμενα. θεοὺς γὰρ ἡμῖν ἐγγυητὰς ἐδώκατε τῶν ὁμολογιῶν, πολλὰ καὶ δεινὰ ἐπαρασάμενοι τοῖς παραβᾶσι τὰς συνθήκας αὐτοῖς τε καὶ ἐγγόνοις εἰς τὸν ἀεὶ χρόνον. ἀλλ᾽ ὅτι μὲν δὴ τά τε δίκαια ἀξιοῦμεν καὶ τὰ συμφέροντα, ἃ καὶ πολλὴ ἀνάγκη ποιεῖν ὑμᾶς μεμνημένους τῶν ὅρκων, ὡς πρὸς εἰδότας ἅπαντας οὐκ οἶδ᾽ ὅ τι δεῖ πλείω λέγοντα ἐνοχλεῖν. [2] ὡς δ᾽ οὐ μικρὰ τὰ διαφέροντα ἡμῖν ἐστι τόνδε μὴ ἐκλιπεῖν τὸν ἀγῶνα μήτε βίᾳ εἴξαντας μήτ᾽ ἀπάτῃ παραχθέντας, ἀλλὰ κατὰ πολλὴν ἀνάγκην εἰς αὐτὸν ἀφίγμεθα, δεινὰ καὶ πέρα δεινῶν πεπονθότες ὑπὸ τοῦδε τοῦ ἀνδρός, μάθετε, ὦ πατέρες, μᾶλλον δ᾽ ἀναμνήσθητε· οὐδὲν γὰρ ὅ τι οὐ πρὸς εἰδότας ὑμᾶς ἅπαντας ἐρῶ· καὶ ἅμα γνώμῃ χρήσασθε οἰκείᾳ πρὸς τὰ λεγόμενα ἐνθυμηθέντες, εἰ τῶν δημοτῶν ἡμῶν ἐπεχείρησέ τις ἐν τῷ πλήθει τοιαῦτα λέγειν ἢ πράττειν [p. 65] καθ᾽ ὑμῶν, οἷα Μάρκιος ἐτόλμησεν ἐνθάδε εἰπεῖν, ποῖόν ποτ᾽ ἂν ὑμῖν παρέστη πρὸς αὐτὸν πάθος. ;ΚΕΦΑΛΑΙΟΝ ΜΔ΄ [1] τὰς γὰρ ὑπὲρ τῆς ὁμονοίας τῇ βουλῇ ἀκινήτους ὁμολογίας καὶ μόνον οὐκ ἀδαμαντίνοις δεσμοῖς ἠσφαλισμένας, ἃς οὔτε ὑμῖν τοῖς ὀμωμοκόσιν οὔτε τοῖς ἐξ ὑμῶν ἐσομένοις καταλύειν θέμις, ἕως ἂν ἡ πόλις ἥδε οἰκῆται, πρῶτος ἐπεχείρησε λύειν ἐξ ὑμῶν οὑτοσὶ Μάρκιος οὔπω τέταρτον ἔτος ἐξ οὗ γεγενημένας, οὐ σιγῇ πράττων τὴν κατάλυσιν, οὐδ᾽ εἰς ἀφανές που καταδὺς χωρίον, ἀλλ᾽ ἀναφανδὸν ἐν τῷδε τῷ τόπῳ πάντων παρόντων ὑμῶν γνώμην ἀποφηνάμενος, ὡς χρὴ τὴν δημαρχικὴν ἐξουσίαν μηκέτι συγχωρεῖν ἡμῖν, ἀλλ᾽ ἀνελεῖν, ᾗ πρώτῃ καὶ μόνῃ τῆς ἐλευθερίας φυλακῇ [2] πιστεύσαντες ἐποιησάμεθα τὰς διαλύσεις. καὶ οὐκ ἐνταῦθ᾽ ἔστη τῆς ἀλαζονείας, ἀλλ᾽ ὕβριν τὴν ἐλευθερίαν τῶν πενήτων καὶ τυραννίδα τὴν ἰσηγορίαν ὀνομάζων ἀφελέσθαι παρῄνει ταύτην ὑμῖν. ὃ δὲ πάντων ἀνοσιώτατον ἦν τῶν τότε ὑπὸ τούτου ἀξιωθέντων, ἀναμνήσθητε, ὦ πατέρες, ὅτ᾽ ἀπέφαινε καλὸν εἶναι καιρὸν ἀπομηνμονεῦσαι πρὸς τὸ δημοτικὸν ἁπάσας τὰς ἐπὶ τοῖς προτέροις ἐγκλήμασιν ὀργάς, καὶ παρῄνει νῦν, ἐν ᾧ τετρύχωταί θ᾽ ὑπ᾽ ἀχρηματίας καὶ πολὺν ἤδη χρόνον τῆς ἀναγκαίου σπανίζεται τροφῆς, ἅπαν αὐτὸ ἐπιτρῖψαι, διακατασχόντας ἐπὶ τῆς αὐτῆς ἀπορίας τῶν [p. 66] [3] ἐπιτηδείων τὴν ἀγοράν. οὐ γὰρ ἀνθέξειν ἡμᾶς ἐπὶ πολὺν χρόνον ὀλίγα σιτία πολλοῦ ὠνουμένους ἀργυρίου πένητας ἀνθρώπους, ἀλλὰ τοὺς μὲν οἰχήσεσθαι τὴν πόλιν ἐκλείποντας, ὅσοι δ᾽ ἂν ὑπομείνωσι τῷ κακοδαιμονεστάτῳ διαφθαρήσεσθαι τῶν μόρων. οὕτω δ᾽ ἄρα παρεφρόνει καὶ θεοβλαβὴς ἦν ταῦτα πείθων ὑμᾶς, ὥστ᾽ οὐδ᾽ ἐκεῖνο ἠδυνήθη καταμαθεῖν, χωρὶς τῶν ἄλλων ὧν προσετρίβετο τὰς τῆς βουλῆς σπονδὰς λύειν ἀξιῶν, ὅτι πένητες ἄνθρωποι τῆς ἀναγκαίου τροφῆς ἀποκλειόμενοι τοσοῦτοι τὸ πλῆθος ὄντες ὁμόσε χωρεῖν ἀναγκασθήσονται τοῖς αἰτίοις τῆς συμφορᾶς οὐθὲν ἔτι φίλιον ἡγούμενοι. [4] ὥστ᾽ εἰ μανέντες ὑμεῖς ἐπεκυρώσατε τὰς γνώμας αὐτοῦ, μηθὲν ἂν γενέσθαι τὸ διὰ μέσου, ἀλλ᾽ ἤτοι τὸ δημοτικὸν ἀπολωλέναι πλῆθος ἅπαν, ἢ μηδὲ τὸ τῶν πατρικίων περιλελεῖφθαι γένος. οὐ γὰρ ἂν οὕτως ἀνδραποδωδῶς παρέσχομεν ἑαυτούς, οἱ μὲν ἐκπεσεῖν, οἱ δ᾽ ἀποθανεῖν, ἀλλὰ θεοὺς μάρτυρας ὧν ἐπάσχομεν καὶ δαίμονας ἐπικαλεσάμενοι, πολλῶν ἂν ἐξεπληρώσαμεν, εὖ ἴστε, τὰς ἀγορὰς καὶ τοὺς στενωποὺς νεκρῶν, καὶ μέγαν αἵματος κρατῆρα πολιτικοῦ στήσαντες οὕτως ἂν ἐδεξάμεθα τὴν ὀφειλομένην μοῖραν. τοιούτων ὑμῖν δυσσεβημάτων εἰσηγητής, ὦ πατέρες, ἐγένετο, καὶ τοιαῦτα δημηγορεῖν ᾤετο δεῖν. ;ΚΕΦΑΛΑΙΟΝ ΜΕ΄ [1] καὶ οὐχὶ λέγειν μὲν ὁ Μάρκιος, ἐξ ὧν διαστήσει τὴν πόλιν, ἐπεχείρησε, πράττειν δ᾽ οὐχ οἷα [p. 67] ἔλεγεν ἐπεβάλετο, ἀλλὰ καὶ στῖφος ἀνθρώπων εἰς ἅπασαν ὑπηρεσίαν ἑτοίμων παρ᾽ ἑαυτῷ ἔχων, καλούμενος ἐπὶ τὴν ἀρχὴν ἡμῶν οὐκ ἀπαντᾷ, καὶ τοῖς ὑπηρέταις τοῖς ἡμετέροις, ὁπότε κελευσθέντες ἄγειν αὐτὸν ἐπιβάλλοιντο, πληγὰς ἐντρίβεται, καὶ οὐδὲ τῶν ἡμετέρων σωμάτων τὼ χεῖρε τελευτῶν ἀπέχεται. [2] ὥστε περίεστιν ἡμῖν, τό γ᾽ ἐπὶ τοῦτον εἶναι μέρος, ὄνομα μὲν εὐπρεπὲς ἀσύλου ἀρχῆς ἐπὶ χλευασμῷ κείμενον ἔχειν, ἔργον δὲ τῶν ἀποδεδομένων τῇ ἀρχῇ μηδ᾽ ὁτιοῦν πράττειν. πῶς δ᾽ ἂν ἑτέροις ἀδικεῖσθαι λέγουσι βοηθήσαιμεν, οἷς γε μηδ᾽ αὐτοῖς ὑπάρχει τἀσφαλές; ταύτας μέντοι τὰς ὕβρεις οἱ πένητες ὑβριζόμενοι πρὸς ἑνὸς ἀνδρὸς οὔπω τυραννοῦντος, ἀλλ᾽ ἔτι μέλλοντος, καὶ τὰ μὲν ἤδη πεπονθότες, ὦ βουλή, δεινά, τὰ δ᾽ εἰ μὴ τὸ πλεῖον ὑμῶν μέρος ἐμποδὼν ἐγένετο παρασχεδὸν ἐλθόντες παθεῖν, ἄρα εἰκότως ἀγανακτοῦμεν καὶ βοηθείας τινὸς οἰόμεθα δεῖν οὐκ ἄνευ τῆς ὑμετέρας συναγανακτήσεως τυχεῖν, ἐπὶ δίκην αὐτὸν ἴσην καὶ νόμιμον, ὦ βουλή, προσκαλούμενοι, περὶ ἣν ἅπασα ἡ πληθὺς μερισθεῖσα κατὰ φυλὰς λόγου δοθέντος τοῖς δεομένοις ἔνορκον ἐποίσει τὴν ψῆφον. [3] ἴθι ἐκεῖ, Μάρκιε, καὶ ταῦθ᾽, ἃ μέλλεις λέγειν ἐνθάδε, πρὸς ἅπαντας τοὺς πολίτας ἀθρόους ἀπολογοῦ, εἴτε ὡς ἀπὸ τοῦ βελτίστου [p. 68] τὰ κράτιστα συνεβούλευες τούτοις καὶ συνήνεγκεν ἂν τῇ πόλει ταῦτα γενόμενα, εἴτε ὡς οὐκ ἔστι δίκαιον λόγων εὐθύνας ὑπέχειν τοὺς ἀποφαινομένους ἐνθάδε τὰς γνώμας, εἴτε ὡς οὐκ ἐκ προνοίας οὐδὲ ἐπιβουλῆς, ἀλλ᾽ ὀργῇ ἐπιτρέψας τὰ μιαρὰ ταῦτα παραινεῖν προήχθης, [4] εἴθ᾽ ὁτιδήποτε ἄλλο ἀπολόγημα ἔχεις. καταβίβασον ἀπὸ τῶν ὑπερηφάνων καὶ τυραννικῶν αὐχημάτων ἐκείνων σεαυτὸν ἐπὶ τὸ δημοτικώτερον, ὦ πονηρέ, καὶ ποίησον ἤδη ποτὲ τοῖς ἄλλοις ἀνθρώποις ὅμοιον. ἡμαρτηκότος λαβὲ καὶ παραιτουμένου σχῆμα ταπεινὸν καὶ ἐλεεινόν, οἷον ἀπαιτοῦσιν αἱ συμφοραί. μὴ βιαζόμενος τοὺς κακῶς πεπονθότας, ἀλλ᾽ ὑπερχόμενος ἀξίου σώζεσθαι. [5] γενέσθω σοι παράδειγμα τῆς ἐπιεικείας, ᾗ χρώμενος ἂν εἴης πρὸς τοὺς ἅμα πολιτευομένους ἀνεπίληπτος, τὰ τῶν ἀγαθῶν τούτων ἔργα, οἳ τοσοῦτοι μὲν ὄντες τὸ πλῆθος, ὅσους νῦν αὐτὸς ὁρᾷς, τοσαύτας δ᾽ ἀρετὰς ἀποδεδειγμένοι καὶ πολεμικὰς καὶ πολιτικάς, ἃς οὐδ᾽ ἐν πολλῷ πάνυ χρόνῳ διελθεῖν ῥᾴδιον, οὐδὲν ὠμὸν οὐδ᾽ ὑπερήφανον ἐξήνεγκαν τέλος καθ᾽ ἡμῶν τῶν φαύλων καὶ ταπεινῶν οἱ σεμνοὶ καὶ μεγάλοι, ἀλλὰ καὶ λόγων ἦρξαν συμβατηρίων αὐτοὶ πρότεροι προτείνοντες διαλλαγάς, ὅτε διεῖλεν ἡμᾶς ἀπ᾽ ἀλλήλων ἡ τύχη, καὶ τὰς συμβάσεις οὐχ ὡς ἑαυτοῖς ὑπελάμβανον ἄριστα ἕξειν, ἀλλ᾽ ὡς ἡμεῖς ἠξιοῦμεν [p. 69] συνεχώρησαν γενέσθαι, καὶ τὰ τελευταῖς ταυτὶ τὰ περὶ τὴν σιτοδοσίαν ἔναγχος τοῦ χρόνου προσκρούματα, ἐφ᾽ οἷς δι᾽ αἰτίας εἴχομεν αὐτούς, περὶ πολλοῦ ἐποιήσαντο ἀπολύσασθαι. ;ΚΕΦΑΛΑΙΟΝ ΜΣΤ΄ [1] ἐῶ τἆλλα, ἀλλ᾽ ὑπὲρ αὐτοῦ σοῦ καὶ τῆς σῆς θεοβλαβείας τίνας οὐκ ἐποιήσαντο δεήσεις ἁπάντων κοινῇ τε καὶ καθ᾽ ἕκαστον τῶν δημοτικῶν παραιτούμενοί σε τῆς τιμωρίας; ἔπειτα τοῖς μὲν ὑπάτοις καὶ τῇ βουλῇ τοσαύτην πόλιν ἐπιτροπευούσῃ καλῶς εἶχεν, ὦ Μάρκιε, δικαστὴν τὸν δῆμον ὑπὲρ ὧν ἐνεκαλοῦντο ὑπομένειν, σοὶ δ᾽ ἆρ᾽ οὐχὶ καλῶς ἔχει; [2] καὶ δεῖσθαί γε τῶν δημοτῶν ὑπὲρ ἀφέσεως τῆς σῆς οὗτοι μὲν ἅπαντες οὐδὲν αἰσχρὸν εἶναι νομίζουσι, σὺ δὲ δι᾽ αἰσχύνης λαμβάνεις τὸ αὐτὸ τοῦτο; καὶ οὐκ ἀπόχρη σοι ταῦτ᾽, ὦ γενναῖε, ἀλλ᾽ ὥσπερ τι καλὸν ἐξειργασμένος ὑψαυχενῶν καὶ μεγαληγορῶν περιέρχῃ καὶ μηδὲν ὑφεῖναι τοῦ φρονήματος ἀπομαχόμενος· ἐῶ γάρ, ὅτι καὶ λοιδορούμενος τῷ δήμῳ καὶ προσεγκαλῶν καὶ ἀπειλῶν. [3] ἔπειτ᾽ οὐ νεμεσᾶτε αὐτῷ τῆς ὑπερηφανίας, ὦ πατέρες, εἰ τηλικούτων αὑτὸν ἀξιοῖ μόνος, ἡλίκων οὐδ᾽ ἅπαντες ὑμεῖς ἑαυτούς; ὃν ἐχρῆν, εἰ καὶ πάντες ὑμεῖς ἀνεδέχεσθε τὸν ὑπὲρ αὐτοῦ πόλεμον ψηφίσασθαι, τὸ μὲν εὔνουν καὶ πρόθυμον ὑμῶν ἀγαπᾶν, μὴ δέχεσθαι δὲ χάριν ἰδίαν ἐπὶ κοινῇ βλάβῃ, ἀλλ᾽ ὑπομένειν ἀπολογούμενον καὶ δίκην ὑπέχοντα εἰ δέοι καὶ πάντα [p. 70] [4] πάσχοντα. ταῦτα γὰρ ἦν ἔργα ἀγαθοῦ πολίτου καὶ τὸ καλὸν ἔργοις ἀσκοῦντος, οὐ λόγοις. ἃ δὲ νῦν οὗτος βιάζεται, τίνος ἐστὶ σημεῖα βίου; ποίων μηνύματα προαιρέσεων, ὅρκους παραβαίνειν, δεξιὰς παρασπονδεῖν, ὁμολογίας ἀναιρεῖν, δήμῳ πολεμεῖν, εἰς ἀρχόντων σώματα ὑβρίζειν, καὶ μηδ᾽ ἐφ᾽ ἑνὶ τούτων τὸ σῶμα ὑπεύθυνον ποιεῖν, ἀλλ᾽ ἄκριτον ἀναπολόγητον μηδενὸς δεηθέντα μηθένα φοβηθέντα μηθενὶ τῶν τοσούτων πολιτῶν ἴσον γενόμενον ἀδεῶς περινοστεῖν; ἆρ᾽ οὐ τυραννικοῦ [5] τρόπου σημεῖα ταῦτ᾽ ἐστίν; ἔμοιγε δοκεῖ. καὶ τοῦτον ὅμως εἰσί τινες οἱ παραψύχοντες καὶ παρακροτοῦντες ἐξ ὑμῶν αὐτῶν, οἷς ἐντέτηκε τὸ πρὸς τοὺς δημοτικοὺς μῖσος ἀδιάλλακτον, καὶ οὐ δύνανται συνιδεῖν, ὅτι οὐθὲν μᾶλλον κατὰ τοῦ ταπεινοτέρου μέρους τῶν ἐν τῇ πόλει φύεται τουτὶ τὸ κακὸν ὡς καὶ κατὰ τοῦ σεμνοτέρου· ἀλλ᾽ οἴονται τοῦ διαφόρου φύσει καταδουλωθέντος καὶ δὴ τὸ καθ᾽ ἑαυτοὺς ἕξειν ἀσφαλῶς. [6] οὐχ οὕτως ἔχει τἀληθές, ὦ γνώμης ἁμαρτάνοντες τῆς ἀρίστης· διδάσκαλον δὲ τὴν πεῖραν ἣν ὁ Μάρκιος παρέχεται καὶ τὸν χρόνον λαβόντες, ὀθνείοις θ᾽ ἅμα καὶ οἰκείοις σωφρονισθέντες παραδείγμασι γνοίητ᾽ ἄν, ὅτι μοσχευομένη κατὰ τοὺ δήμου τυραννὶς καθ᾽ ὅλης τῆς πόλεως μοσχεύεται, καὶ νῦν μὲν ἀφ᾽ ἡμῶν ἄρχεται, κρατήσασα δ᾽ οὐδ᾽ ὑμῶν φείσεται. ;ΚΕΦΑΛΑΙΟΝ ΜΖ΄ [1] τοιαῦτα διεξιόντος τοῦ Δεκίου καὶ τῶν [p. 71] ἄλλων δημάρχων ἃ παραλιπεῖν αὐτοῖς ἐκεῖνος ἐδόκει συναγορευσάντων, ἐπειδὴ γνώμας ἔδει τοὺς συνέδρους ἀποφαίνεσθαι, πρῶτοι μὲν οἱ πρεσβύτατοι τῶν ὑπατικῶν καλούμενοι κατὰ τὸν εἰωθότα κόσμον ὑπὸ τῶν ὑπάτων ἀνίσταντο, ἔπειθ᾽ οἱ τούτων ὑποδεέστεροι κατ᾽ ἄμφω ταῦτα, τελευταῖοι δ᾽ οἱ νεώτατοι λόγον μὲν οὐθένα λέγοντες· ἔτι γὰρ ἦν δι᾽ αἰσχύνης τότε Ῥωμαίοις τοῦτο, καὶ νέος οὐδεὶς ἠξίου ἑαυτὸν σοφώτερον εἶναι πρεσβύτου· ἐπεκύρουν δὲ τὰς κειμένας ὑπὸ τῶν ὑπατικῶν γνώμας. [2] ἅπασι δὲ προσετάττετο παριοῦσι καθάπερ ἐν δικαστηρίῳ μεθ᾽ ὅρκου τὴν ψῆφον ἐπιφέρειν. Ἄππιος μὲν οὖν Κλαύδιος, ὑπὲρ οὗ καὶ πρότερον ἔφην, ὅτι μισοδημότατος ἦν τῶν πατρικίων καὶ οὐδέποτε ταῖς πρὸς τὸ δημοτικὸν ἠρέσκετο διαλλαγαῖς, οὐκ εἴα γενέσθαι τὸ προβούλευμα τοιούτοις λόγοις χρώμενος. ;ΚΕΦΑΛΑΙΟΝ ΜΗ΄ [1] ἐβουλόμην μὲν ἂν ἔγωγε καὶ τοῖς θεοῖς ηὐξάμην πολλάκις ἐμαυτὸν μὲν ἁμαρτεῖν τῆς γνώμης, ἣν εἶχον ὑπὲρ τῶν πρὸς τὸν δῆμον διαλύσεων, ὡς οὔτε καλὴν καὶ δικαίαν οὔτε συμφέρουσαν ἡμῖν ὑπελάμβανον ἔσεσθαι τὴν τῶν φυγάδων κάθοδον καὶ διὰ παντός, ὁσάκις περὶ τούτου προὐτέθη σκοπεῖν, πρῶτός τε τῶν ἄλλων καὶ τελευτῶν μόνος, ἐπειδὴ οἱ λοιποὶ ἀπέστησαν, ἠναντιούμην· ὑμᾶς δ᾽, ὦ βουλή, τοὺς ἐπὶ τὰ κρείττω τὴν ἐλπίδα λαμβάνοντας καὶ πάντα [p. 72] τῷ δήμῳ δίκαιά τε καὶ ἄδικα προθύμως χαριζομένους ἄμεινον ἐμοῦ δόξαι φρονεῖν. [2] ἐπειδὴ δ᾽ οὐχ, ὡς ἐβουλόμην τε καὶ τοῖς θεοῖς ηὐχόμην, τὰ πράγματα ὑμῖν κεχώρηκεν, ἀλλ᾽ ὡς ᾤμην, καὶ περιεστήκασιν αἱ χάριτες ὑμῖν εἰς φθόνους καὶ μίση, τὸ μὲν ἐπιτιμᾶν τοῖς ἡμαρτημένοις ὑμῖν καὶ λυπεῖν ὑμᾶς διὰ κενῆς, ὃ ῥᾷστόν ἐστι καὶ πᾶσιν ὡς τὰ πολλὰ ποιεῖν σύνηθες, οὐκ ἐν καιρῷ νυνὶ γενησόμενον ὁρῶν ἐάσω. ἐξ ὧν δὲ τά τε παρελθόντα ἐπανορθωσόμεθα, ὅσα μὴ παντάπασιν ἀνιάτως ἔχει, καὶ περὶ τῶν παρόντων ἄμεινον φρονήσομεν, [3] ταῦτα πειράσομαι λέγειν. καίτοι με οὐ λέληθεν, ὅτι μαίνεσθαι καὶ θανατᾶν δόξω τισὶν ὑμῶν γνώμην περὶ τούτων ἐλευθέραν ἀποφαινόμενος ἐνθυμουμένοις, ἡλίκους ἔχει κινδύνους ὁ μετὰ παρρησίας λόγος, καὶ τὰς Μαρκίου συμφοράς, ὃς οὐ δι᾽ ἕτερόν τι νυνὶ τὸν ὑπὲρ τῆς ψυχῆς ἀγῶνα τρέχει, λογιζομένοις. [4] ἀλλ᾽ οὐκ οἴομαι δεῖν τῆς ἰδίας ἀσφαλείας πλείω ποιεῖσθαι πρόνοιαν ἢ τῆς κοινῆς ὠφελείας. δέδοται γὰρ ἤδη τοῖς ὑπὲρ ὑμῶν κινδύνοις τὸ σῶμα τοὐμόν, ὦ βουλή, καὶ καθωσίωται τοῖς ὑπὲρ τῆς πόλεως ἀγῶσιν, ὥστε ὅ τι ἂν τῷ δαίμονι δοκῇ, μετὰ πάντων τε καὶ σὺν ὀλίγοις, εἰ δ᾽ ἀνάγκη καὶ μόνος εὐγενῶς πείσομαι· ἕως δ᾽ ἂν ἔχω τὴν ψυχήν, οὐδείς με ἀφέξει φόβος μὴ οὐχ ἃ φρονῶ λέγειν. [p. 73] ;ΚΕΦΑΛΑΙΟΝ ΜΘ΄ [1] πρῶτον μὲν οὖν τοῦθ᾽ ὑμᾶς ἤδη ποτὲ ἀξιῶ βεβαίως μαθεῖν, ὅτι δυσμενῆ καὶ πολέμιον ἔχετε τῇ καθεστώσῃ πολιτείᾳ τὸν δημοτικὸν ὄχλον, καὶ πάνθ᾽ ὅσα μαλακισθέντες αὐτῷ συνεχωρήσατε μάτην θ᾽ ὑμῖν ἀνήλωται καὶ καταφρονήσεως αἴτια γέγονεν, ὡς διὰ τὴν ἀνάγκην συγχωρηθέντα ὑφ᾽ ὑμῶν, ἀλλ᾽ [2] οὐκ ἀπ᾽ εὐνοίας οὐδὲ κατὰ κρίσιν. σκοπεῖτε γὰρ οὕτως. ὅτ᾽ ἀπέστη λαβὼν τὰ ὅπλα ὁ δῆμος ἀφ᾽ ὑμῶν καὶ πολέμιος ὑμῖν ἐτόλμησεν ἐκ τοῦ φανεροῦ γενέσθαι, ἀδικηθεὶς μὲν οὐδέν, τὸ μὴ δύνασθαι δὲ τὰ χρέα τοῖς συμβεβληκόσι διαλῦσαι σκηπτόμενος, καὶ εἰ ψηφίσαισθε ὑμεῖς χρεῶν τ᾽ ἀποκοπὰς καὶ ἄδειαν ὧν ἥμαρτε κατὰ τὴν ἀπόστασιν οὐθενὸς ἔτι δεήσεσθαι ἔφησεν, ἔγνωσαν οἱ πλείους ὑμῶν, οὐ γὰρ δὴ πάντες γε, παρακρουσθέντες ὑπὸ τῶν συμβούλων, ὡς μή ποτε ὤφελον, ἀκυρῶσαι τοὺς ἐπὶ τῇ πίστει τεθέντας νόμους καὶ μηθενὸς τῶν τότε γεγενημένων μνησικακεῖν ἀδικημάτων. [3] οὐκ ἠγάπησε ταύτης τυχὼν τῆς χάριτος, ἧς μόνης μεμνημένος ἔφη πεποιῆσθαι τὴν ἀπόστασιν, ἀλλ᾽ εὐθὺς ἑτέραν ἔτι ταύτης ᾔτει μείζω καὶ παρανομωτέραν δωρεάν, ἐξουσίαν αὐτῷ δοθῆναι δημάρχους ἐξ αὐτοῦ καθ᾽ ἕκαστον ἔτος ἀποδεικνύναι, πρόφασιν μὲν ποιούμενος τὴν ἡμετέραν ἰσχύν, ἵνα δὴ τοῖς ἀδικουμένοις καὶ κατισχυομένοις [p. 74] τῶν πενήτων ἐπικουρία τις ὑπάρχῃ καὶ καταφυγή· ὡς δὲ τἀληθὲς εἶχεν, ἐπιβουλεύων τῷ κόσμῳ τῆς πολιτείας καὶ εἰς δημοκρατίαν περιστῆσαι τὰ πράγματα [4] βουλόμενος. καὶ τοῦτ᾽ ἔπεισαν ἡμᾶς οἱ σύμβουλοι τὸ ἀρχεῖον ἐᾶσαι παρελθεῖν εἰς τὴν πόλιν ἐπὶ τῷ κοινῷ παραγινόμενον κακῷ, καὶ μάλιστ᾽ ἐπὶ τῷ κατὰ τῆς βουλῆς φθόνῳ, πολλά, εἴπερ ἄρα μέμνησθε, κεκραγότος ἐμοῦ καὶ μαρτυρομένου θεούς τε καὶ ἀνθρώπους ὅτι πόλεμον ἐμφύλιον ἄπαυστον εἰς τὴν πόλιν εἰσάξετε, καὶ πάνθ᾽ ὅσα ὑμῖν προβέβηκε λέγοντος. ;ΚΕΦΑΛΑΙΟΝ Ν΄ [1] τί οὖν ἐποίησεν ὁ χρηστὸς ἡμῖν δῆμος, ἐπειδὴ καὶ ταύτην αὐτῷ συνεχωρήσατε τὴν ἀρχήν; οὐκ ἐταμιεύσατο τὴν τοσαύτην χάριν οὐδ᾽ ἔλαβεν αἰσχυνομένως αὐτὴν καὶ σωφρόνως, ἀλλ᾽ ὡς δεδοικόσι τὴν ἰσχὺν αὐτοῦ καὶ κατεπτηχόσιν ἡμῖν ... ἔπειτα ἱερὰν καὶ ἄσυλον ἔφη δεῖν ἀποδειχθῆναι τὴν ἀρχὴν ὅρκοις ἐμπεδωθεῖσαν, κρείττω τιμὴν αἰτούμενος ἧς δεδώκατε ὑμεῖς τοῖς ὑπάτοις. ὑπεμείνατε καὶ τοῦτο καὶ στάντες ἐπὶ τῶν τομίων κατ᾽ ἐξωλείας ἑαυτῶν τε καὶ τῶν ἀπογόνων ὠμόσατε. [2] τί οὖν ἐποίησε καὶ τούτου τυχών; ἀντὶ τοῦ χάριτας ὑμῖν εἰδέναι καὶ σώζειν τὸν πάτριον κόσμον τῆς πολιτείας, ἀρξάμενος ἀπὸ τούτων τῶν πλεονεξιῶν καὶ ταύταις ταῖς παρανομίαις ἀφορμαῖς τῶν [p. 75] ὕστερον χρησάμενος νόμους τ᾽ ἀπροβουλεύτους εἰσφέρει, καὶ τούτους ἐπιψηφίζει δίχα τῆς ὑμετέρας γνώμης, καὶ οἷς ἂν ὑμεῖς ἐκφέρητε δόγμασιν οὐ προσέχει τὸν νοῦν, καὶ τῶν ὑπάτων ὡς οὐκ ὀρθῶς τὴν πόλιν ἐπιτροπευόντων κατηγόρει, καὶ τοῖς ἐκβαίνουσι παρὰ τὰς ὑμετέρας συνθήκας· πολλὰ δ᾽ ἐστίν, ὧν οὐ δύναται στοχάσασθαι λογισμὸς ἀνθρώπινος· οὐ τὴν τύχην, ὥσπερ ἐχρῆν, ἀλλὰ τὴν ὑμετέραν ἐπιγράφει διάνοιαν, ἐπιβουλεύεσθαί θ᾽ ὑφ᾽ ὑμῶν σκηπτόμενος καὶ δεδιέναι, μὴ τὴν ἐλευθερίαν ἀφέλησθε ἢ τῆς πατρίδος ἐκβάλητε, αὐτὸς ἐφ᾽ ὑμῖν ταῦτα μηχανώμενος διατελεῖ, καὶ τὸ μὴ παθεῖν ὃ δεδοικέναι φησίν, οὐκ ἄλλῳ τινὶ φυλαττόμενος δῆλός ἐστιν, ἢ τῷ δρᾶσαι φθάσας. [3] ἐδήλωσε δὲ τοῦτο πολλάκις μὲν καὶ πρότερον καὶ ἐπὶ πολλῶν ὧν ἐξείργομαι μεμνῆσθαι κατὰ τὸ παρόν, μάλιστα δὲ Μάρκιον τουτονὶ τὸν φιλόπολιν ἄνδρα, οὔτε προγόνων ἀφανῶν ὄντα οὔτ᾽ αὐτὸν ἀρετῇ λειπόμενον οὐθενὸς ἡμῶν, αἰτιασάμενος ἐπιβουλεύειν αὐτῷ καὶ πονηρὰς ἐνθάδε γνώμας λέγειν, ἄκριτον ἐπεχείρησεν ἀποκτεῖναι. [4] καὶ εἰ μὴ δεινὸν ἡγησάμενοι τὸ πρᾶγμα οἵ θ᾽ ὕπατοι καὶ ὑμῶν οἱ τὰ κρείττω φρονοῦντες συνεστράφητε καὶ τὴν παρανομίαν ἐπέσχετε αὐτῶν, ἐν μιᾷ τῇ τότε ἡμέρᾳ πάντ᾽ ἂν ἀφῃρέθητε, ὅσα οἱ πατέρες θ᾽ ὑμῖν σὺν πολλοῖς κτησάμενοι πόνοις κατέλιπον καὶ αὐτοὶ ὑμεῖς οὐκ ἐλάττους ἀγῶνας ἐκείνων ὑποστάντες ἔχετε, τὸ ἀξίωμα, τὴν ἡγεμονίαν, τὴν ἐλευθερίαν· οἱ δὲ γενναιότεροι [p. 76] καὶ οὐκ ἀγαπήσαντες αὐτὸ τὸ ζῆν, εἰ μὴ μετὰ τούτων ἐμέλλετε τῶν ἀγαθῶν βιώσεσθαι, τὰς ψυχὰς ἂν πρότερον ἢ ταῦτ᾽ ἀφῃρέθητε, οἱ μὲν εὐθύς, οἱ δ᾽ οὐκ εἰς μακράν. [5] τί γὰρ ἂν τὸ κωλῦσον ἦν οὕτως αἰσχρῶς καὶ κακῶς Μαρκίου τοῦδε ἀναρπασθέντος ὥσπερ ἐν ἐρημίᾳ κἀμὲ μετὰ τοῦτον ἀπολωλέναι διασπασθέντα ὑπὸ τῶν ἐχθρῶν, καὶ πάντας, ὅσοι πώποτ᾽ ἠναντιώθησαν, καὶ τὸ λοιπὸν ἔμελλον ἐναντιώσεσθαι ταῖς παρανόμοις ἐπιθυμίαις τοῦ δήμου; οὐ γὰρ ἂν ἠρκέσθη τοὺς δύο μόνους ἡμᾶς ἐκποδὼν ποιησάμενος, οὐδὲ μέχρι δεῦρ᾽ ἐλθὼν ἀπέστη τῆς παρανομίας, εἰ δεῖ τὰ μέλλοντα τεκμαίρεσθαι τοῖς γεγονόσιν, ἀλλ᾽ ἀφ᾽ ἡμῶν ἀρξάμενος ἅπαν τὸ ἀντίπαλον καὶ μὴ εἶκον ὥσπερ χειμάρρους πολὺς ἐμπεσὼν παρέσυρεν ἂν καὶ κατήνεγκεν, οὔτ᾽ εὐγενείας φειδόμενος οὔτ᾽ ἀρετῆς οὔθ᾽ ἡλικίας. {{DEFAULTSORT:Ρωμαικη Αρχαιολογια 07 41}} 8udjbx32mekqino8e3j5b65e0sduoaj Ρωμαϊκή Αρχαιολογία/ζ/31 0 23550 148490 100285 2022-08-09T13:30:02Z Αντιγόνη 235 wikitext text/x-wiki {{Κεφαλίδα | τίτλος = Κεφάλαια 31–40 | συγγραφέας = Διονύσιος ο Αλικαρνασσεύς | μεταφραστής= | ενότητα = [[Ρωμαϊκή Αρχαιολογία/ζ|Ῥωμαϊκὴ Ἀρχαιολογία: Λόγος ζ΄]] | προηγούμενο= [[Ρωμαϊκή Αρχαιολογία/ζ/21|Κεφάλαια 21–30]] | επόμενο = [[Ρωμαϊκή Αρχαιολογία/ζ/41|Κεφάλαια 41–50]] | σημειώσεις = Dionysii Halicarnasei Antiquitatum Romanarum quae supersunt, Vol I-IV. Dionysius of Halicarnassus. Karl Jacoby. In Aedibus B.G. Teubneri. Leipzig. 1885. }} ;ΚΕΦΑΛΑΙΟΝ ΛΑ΄ [1] ἵνα δὲ μᾶλλον ὑμῖν γένηται φανερόν, ὅτι οὐθὲν οὔτε μέτριον οὔτε δίκαιον ἀξιοῦσιν οἱ δημαγωγοί, ἀλλὰ παρανόμων τε καὶ ἀδυνάτων ἐφίενται μετενέγκαντες τὸ πρᾶγμα ἐφ᾽ ἑαυτούς, οὕτω σκοπεῖτε καὶ ὑπολάβετε τοὺς μετέχοντας τοῦ συνεδρίου τοῖς ἐν ὑμῖν [p. 47] πολιτευομένοις ἐγκαλεῖν, ὅτι πονηροὺς κατὰ τῆς βουλῆς διατίθενται λόγους ἐν ὑμῖν καὶ καταλύουσι τὴν πάτριον ἀριστοκρατίαν, καὶ διαστασιάζουσι τὴν πόλιν, ἅπαντα ταῦτα λέγοντας ἀληθῆ· ποιοῦσι γὰρ ταῦτα· καὶ τὸ πάντων χαλεπώτατον, ὅτι δυναστείαν περιβάλλονται μείζονα τῆς συγκεχωρημένης αὐτοῖς ἄκριτον ἀποκτείνειν ἐπιχειροῦντες ὃν ἂν ἐθέλωσιν ἐξ ἡμῶν, καὶ ὅτι δεῖ [2] τοὺς ταῦτα ποιοῦντας τεθνάναι νηποινί. πῶς ἂν ὑμεῖς ἐνέγκαιτε τὴν αὐθάδειαν τοῦ συνεδρίου; καὶ τί ἂν εἴποιτε; ἆρ᾽ οὐκ ἂν ἀγανακτήσαιτε καὶ δεινὰ φαίητε πάσχειν, εἰ τὴν παρρησίαν ἀφαιρήσεταί τις ὑμᾶς καὶ τὴν ἐλευθερίαν, τὸν ὑπὲρ τῶν ἐσχάτων κίνδυνον ἐπιθεὶς τοῖς ἐλευθέραν φωνὴν ὑπὲρ τοῦ δήμου φθεγξαμένοις; [3] οὐκ ἔνεστ᾽ ἄλλως εἰπεῖν. ἔπειθ᾽ ἃ παθεῖν οὐκ ἂν ὑπομείναιτε αὐτοί, ταῦθ᾽ ἑτέρους πάσχοντας ἀνέχεσθαι δικαιοῦτε; πολιτικά γ᾽, ὦ δημόται, καὶ μέτρια ὑμῶν τὰ βουλεύματα. τοιαῦτ᾽ ἀξιοῦντες οὐκ αὐτοὶ βεβαιοῦτε τὰς καθ᾽ ἑαυτῶν διαβολὰς ἀληθεῖς εἶναι, καὶ τοὺς συμβουλεύοντας τὴν παράνομον ὑμῶν δυναστείαν μὴ περιορᾶν αὐξομένην, τὰ δίκαια τῷ κοινῷ [4] φρονοῦντας ἀποδείκνυτε; ἐμοὶ μὲν γὰρ δοκεῖ. ἀλλ᾽ εἴ γε τἀναντία βούλεσθε ὧν διαβέβλησθε ποιεῖν, ἐμοὶ συμβούλῳ χρησάμενοι μετριάσατε καὶ τοὺς λόγους, ἐφ᾽ οἷς ἄχθεσθε, πολιτικῶς καὶ μὴ δυσοργήτως ἐνέγκατε. [p. 48] περιέσται γὰρ ὑμῖν μέν, εἰ τοῦτο ποιήσετε, ἀγαθοῖς εἶναι δοκεῖν, τοῖς δ᾽ ἀπεχθῶς διακειμένοις πρὸς ὑμᾶς μετανοεῖν. ;ΚΕΦΑΛΑΙΟΝ ΛΒ΄ [1] δίκαια μὲν δὴ ταῦτα προεχόμενοι πρὸς ὑμᾶς μεγάλα, ὥς γ᾽ οὖν οἰόμεθα, πείθομεν ὑμᾶς μηδὲν ἐξαμαρτάνειν· χρηστὰ δὲ καὶ φιλάνθρωπα ἔργα, οἷς χρησόμεθα οὐκ ὀνειδίσαι βουλόμενοι ὑμᾶς, ἀλλ᾽ ἐπιεικεστέρους ποιῆσαι, — χωρὶς τῶν παλαιῶν τὰ νεωστὶ γενόμενα περὶ τὴν κάθοδον ὑμῶν, — ὧν ἡμεῖς μὲν ἐπιλελῆσθαι βουλόμεθα, ὑμεῖς δὲ δίκαιοί ἐστε μεμνῆσθαι. [2] ἀναγκαζόμεθα δ᾽ αὐτὰ παραφέρειν νυνὶ χρῄζοντες ἀντὶ πολλῶν καὶ μεγάλων, ὧν ὑμῖν δεομένοις ἐχαρισάμεθα, ταύτην παρ᾽ ὑμῶν ἀντιλαβεῖν τὴν χάριν, μήτ᾽ ἀποκτεῖναι μήτ᾽ ἐκβαλεῖν τῆς πόλεως ἄνδρα φιλόπολιν καὶ τὰ πολέμια πάντων κράτιστον. ζημιωσόμεθα γὰρ οὐ μικρά, εὖ ἴστε, ὦ δημόται, τοιαύτης ἀποστερήσαντες ἀρετῆς τὴν πόλιν. μάλιστα μὲν οὖν δι᾽ αὐτὸν ἐκεῖνον ὑφεῖναι τῆς ὀργῆς δίκαιοί ἐστε μνησθέντες, ὅσους ὑμῶν ἔσωσεν ἐν τοῖς πολέμοις, καὶ μὴ λόγων μνησικακεῖν φαύλων, ἀλλ᾽ ἔργων μεμνῆσθαι καλῶν. [3] ὁ μὲν γὰρ λόγος ὑμᾶς τοῦ ἀνδρὸς οὐδὲν ἔβλαψεν, αἱ δὲ πράξεις αὐτοῦ μεγάλα ὠφέλησαν. εἰ δὲ πρὸς τοῦτον ἀδιαλλάκτως ἔχετε, ἡμῖν γέ τοι καὶ τῇ βουλῇ χαρίσασθε αὐτὸν δεομένοις, καὶ διαλλάγητε ἤδη ποτὲ βεβαίως τήν τε πόλιν, ὥσπερ ἐξ ἀρχῆς εἶχε, μίαν [p. 49] εἶναι ποιήσατε. εἰ δὲ πείθουσιν ἡμῖν οὐ συγχωρήσετε, εὖ ἴστε, ὅτι οὐδ᾽ ἡμεῖς βιαζομένοις ὑμῖν εἴξομεν, ἀλλ᾽ ἤτοι φιλότητος ἀδόλου καὶ χαρίτων ἔτι μειζόνων ἥδε ἡ πεῖρα τοῦ δήμου πᾶσιν αἰτία ἔσται, ἢ πολέμου ἐμφυλίου αὖθις ἄρξει καὶ κακῶν ἀνηκέστων. ;ΚΕΦΑΛΑΙΟΝ ΛΓ΄ [1] τοιαῦτα τοῦ Μηνυκίου διεξελθόντος ὁρῶντες οἱ δήμαρχοι τῇ τε μετριότητι τῶν λόγων καὶ τῇ φιλανθρωπίᾳ τῶν ὑποσχέσεων ἐπαγόμενον τὸ πλῆθος ἤχθοντο καὶ χαλεπῶς ἔφερον, μάλιστα δὲ Γάιος Σικίννιος Βελλοῦτος, ὁ πείσας τοὺς πένητας ἀποστῆναι τῶν πατρικίων καὶ στρατηγὸς ἀποδειχθεὶς ὑπ᾽ αὐτῶν, ἕως ἦσαν ἐν τοῖς ὅπλοις, ἔχθιστος ἀνὴρ ἀριστοκρατίᾳ καὶ διὰ τοῦτο προηγμένος ὑπὸ τῶν πολλῶν εἰς ἐπιφάνειαν τήν τε δημαρχικὴν ἐξουσίαν δεύτερον ἤδη παρειληφώς, ἁπάντων ἥκιστα τῶν δημαγωγῶν ἑαυτῷ συμφέρειν ὁμονοῆσαι οἰόμενος τὴν πόλιν καὶ τὸν ἀρχαῖον ἀναλαβεῖν κόσμον. [2] οὐ γὰρ ὅσον τὰς τιμὰς καὶ τὰς δυνάμεις ἕξειν ἔτι τὰς αὐτὰς ὑπελάμβανεν ἀριστοκρατίας πολιτευομένης, γεγονώς τε κακῶς καὶ τεθραμμένος ἀδόξως καὶ λαμπρὸν οὐθὲν ἀποδειξάμενος οὔτε κατὰ πολέμους οὔτ᾽ ἐν εἰρήνῃ, ἀλλὰ καὶ περὶ τῶν ἐσχάτων κινδυνεύσειν, ὡς διεστασιακὼς τὴν πόλιν καὶ πολλῶν αὐτῇ κακῶν γεγονὼς αἴτιος. [3] ἐνθυμηθεὶς δὴ ὅσα [p. 50] χρῆν λέγειν τε καὶ πράττειν καὶ μετὰ τῶν συναρχόντων βουλευσάμενος, ἐπειδὴ κἀκείνους ἔσχεν ὁμογνώμονας, ἀνέστη καὶ μικρὰ περὶ τῆς κατεχούσης τὸν δῆμον ἀτυχίας ἀποδυράμενος τούς θ᾽ ὑπάτους ἐπῄνεσεν, ὅτι λόγον ἠξίωσαν ὑποσχεῖν τοῖς δημόταις οὐχ ὑπεριδόντες αὐτῶν τῆς ταπεινότητος, καὶ τοῖς πατρικίοις εἰδέναι χάριν ἔφησεν, εἴ τις αὐτοῖς ἤδη ποτὲ φροντὶς εἰσέρχεται τῆς σωτηρίας τῶν πενήτων· καὶ ἔτι μᾶλλον ἔφη μετὰ πάντων ἐκμαρτυρήσειν, ἐὰν ὅμοια παράσχωνται τοῖς λόγοις τὰ ἔργα. ;ΚΕΦΑΛΑΙΟΝ ΛΔ΄ [1] εἰπὼν δὲ ταῦτα καὶ δόξας μέτριος ὀργὴν εἶναι καὶ διαλλακτικὸς ἐπιστρέφει πρὸς τὸν Μάρκιον παρεστηκότα τοῖς ὑπάτοις καὶ λέγει· σὺ δέ, τί οὐκ ἀπολογῇ πρὸς τοὺς σαυτοῦ πολίτας, ὦ γενναῖε, περὶ ὧν εἶπας ἐν τῇ βουλῇ; μᾶλλον δὲ τί οὐκ ἀντιβολεῖς καὶ παραιτῇ τὰς ὀργὰς αὐτῶν, ἵνα μετριωτέραν ἐπιθῶσί σοι ζημίαν; ἀρνεῖσθαι μὲν γὰρ οὐκ ἂν ἀξιώσαιμί σε τοσούτων ἀνδρῶν εἰδότων οὐδ᾽ εἰς ἀναισχύντους καταφεύγειν ἀπολογίας, Μάρκιον ὄντα καὶ φρόνημα μεῖζον ἢ κατ᾽ ἰδιώτην ἔχοντα· εἰ μὴ ἄρα τοῖς μὲν ὑπάτοις καὶ τοῖς πατρικίοις καλῶς ἔχει πείθειν ὑπὲρ σοῦ τὸν δῆμον, σοὶ δ᾽ οὐκ ἄρα καλῶς ἕξει ταὐτὸ [2] τοῦτο περὶ σεαυτοῦ ποιήσαντι; ταῦτα δ᾽ ἔλεγεν οὐκ [p. 51] ἀγνοῶν, ὅτι μεγαλόφρων ἀνὴρ οὐχ ὑπομενεῖ κατήγορος ἑαυτοῦ γενόμενος ὡς ἡμαρτηκὼς ἄφεσιν αἰτεῖσθαι τῆς τιμωρίας, οὐδ᾽ εἰς ὀλοφυρμοὺς καὶ δεήσεις καταφεύξεται παρὰ τὸν ἑαυτοῦ τρόπον, ἀλλ᾽ ἤτοι καὶ τὸ παράπαν ἀπαξιώσει τὴν ἀπολογίαν, ἢ τὴν ἔμφυτον αὐθάδειαν φυλάττων οὐθὲν ὑποθωπεύσει τὸν δῆμον μετριάσας περὶ τοὺς λόγους· ὅπερ καὶ συνέβη. [3] γενομένης γὰρ ἡσυχίας καὶ πολλῆς ἐμπεσούσης ὀλίγου δεῖν πᾶσι τοῖς δημοτικοῖς προθυμίας ἀπολύειν αὐτόν, εἰ τὸν παρόντα θεραπεύσειε καιρόν, τοιαύτην αὐθάδειαν ἐπεδείξατο λόγων, καὶ τοσοῦτον αὐτῶν κατεφρόνησεν, ὥστε παρελθὼν ἔξαρνος μὲν ὑπὲρ οὐθενὸς ἦν τῶν πρὸς τὴν βουλὴν εἰρημένων κατὰ τοῦ πλήθους, οὐδ᾽ ὡς μεταγινώσκων ἐπ᾽ αὐτοῖς εἰς οἴκτους καὶ παραιτήσεις ἐτρέπετο· ἀρχὴν δ᾽ οὐδὲ δικασταῖς αὐτοῖς ἠξίου χρῆσθαι περὶ οὐδενὸς πράγματος, ὡς οὐδεμίαν ἔχουσιν ἐξουσίαν νόμιμον· εἰ δὲ βουλήσεταί τις ἐπὶ τῶν ὑπάτων αὐτοῦ κατηγορεῖν εἴτ᾽ ἔργων εὐθύνας ἀπαιτῶν εἴτε λόγων, [4] ἔνθα νόμος ἐστὶν ἕτοιμος εἶναι δίκην ὑπέχειν. παρεληλυθέναι δὲ πρὸς τοὺς δημότας ἔλεγεν, ἐπειδὴ καλοῦσιν αὐτοί, τὰ μὲν ἐπιτιμήσων ταῖς παρανομίαις αὐτῶν καὶ πλεονεξίαις, αἷς ἐχρήσαντο περί τε τὴν ἀπόστασιν καὶ μετὰ τὴν κάθοδον· τὰ δὲ συμβουλεύσων ἐπισχεῖν ἤδη ποτὲ καὶ συστεῖλαι τὰς ἀδίκους ἐπιθυμίας. [5] καὶ μετὰ τοῦτ᾽ ἐπιστρεφῶς πάνυ καὶ θρασέως ἁπάντων αὐτῶν καθήπτετο καὶ μάλιστα τῶν δημάρχων. προσῆν δ᾽ αὐτοῦ τοῖς λόγοις οὐχ ὡς πολίτου δῆμον ἀναδιδάσκοντος εὐλόγιστος αἰδώς, οὐδ᾽ ὡς ἰδιώτου [p. 52] πολλοῖς ἀπεχθομένου σώφρων εὐλάβεια πρὸς τὰς τοῦ κρατοῦντος ὀργάς, ἀλλ᾽ ὡς ἐχθροῦ προπηλακίζοντος ἀδεῶς τοὺς ὑπὸ χεῖρας ἄκρατός τις χολὴ καὶ βαρεῖα τοῦ κακῶς πάσχοντος ὑπεροψία. ;ΚΕΦΑΛΑΙΟΝ ΛΕ΄ [1] τοιγάρτοι λέγοντός τ᾽ αὐτοῦ μεταξὺ πολὺς θόρυβος ἐγίνετο τῇδε καὶ τῇδε θαμινὰ μεθελκομένοις, ὡς ἐν διαφόροις, πλήθεσι καὶ οὐ ταὐτὰ βουλομένοις, τῶν μὲν ἡδομένων ἐπὶ τοῖς λόγοις αὐτοῦ, τῶν δὲ πάλιν ἀχθομένων. καὶ ἐπειδὴ ἐπαύσατο λέγων, ἔτι πλείων ἀνέστη βοὴ καὶ θόρυβος. [2] οἱ μὲν γὰρ πατρίκιοι κράτιστον ἀνδρῶν λέγοντες ἐπῄνουν αὐτὸν ἐπὶ τῇ παρρησίᾳ καὶ μόνον ἀπέφαινον ἐξ ἁπάντων σφῶν ἐλεύθερον, ὃς οὔτε πολεμίων ἔδεισεν ἐπιόντων ὄχλον οὔτε πολιτῶν αὐθάδεις καὶ παρανόμους ἐκολάκευσεν ὁρμάς· οἱ δὲ δημοτικοὶ δυσανασχετοῦντες ἐπὶ τοῖς ὀνειδισμοῖς βαρὺν καὶ πικρὸν καὶ πολεμίων ἁπάντων ἔχθιστον αὐτὸν ἀπεκάλουν. [3] προθυμίαν δὲ πολλὴν εἶχόν τινες ἤδη, οἷς πολὺ προσῆν τὸ εὐχερές, ἐν χειρῶν αὐτὸν διαφθεῖραι νόμῳ. συνήργουν δ᾽ αὐτοῖς εἰς τοῦτο καὶ συνελάμβανον οἱ δήμαρχοι, καὶ μάλιστα Σικίννιος ἐνεδίδου τοῖς βουλήμασι τὰς ἡνίας. τελευτῶν γοῦν, ἐπειδὴ πολλὴν αὐτοῦ καταδρομὴν ἐποιήσατο καὶ τοὺς θυμοὺς ἐξέκαυσε τῶν δημοτῶν, πολὺς ἐμπνεύσας τῇ κατηγορίᾳ τέλος ἐξήνεγκεν, ὅτι θάνατον αὐτοῦ καταψηφίζεται τὸ [p. 53] ἀρχεῖον τῆς εἰς τοὺς ἀγορανόμους ὕβρεως ἕνεκεν, οὓς τῇ προτέρᾳ τῶν ἡμερῶν ἄγειν αὐτὸν κελευσθέντας ὑφ᾽ αὑτῶν τύπτων ἀπήλασεν· οὐ γὰρ ἑτέρων τινῶν εἶναι τὸν προπηλακισμὸν τὸν εἰς τοὺς ὑπηρέτας σφῶν γενόμενον ἢ τῶν κελευσάντων. [4] καὶ ταῦτ᾽ εἰπὼν ἐπέταξεν ἄγειν αὐτὸν ἐπὶ τὸν ὑπερκείμενον τῆς ἀγορᾶς λόφον· ἔστι δὲ τὸ χωρίον κρημνὸς ἐξαίσιος, ὅθεν αὐτοῖς ἔθος ἦν βάλλειν τοὺς ἐπιθανατίους. οἱ μὲν οὖν ἀγορανόμοι προσῄεσαν ὡς ἐπιληψόμενοι τοῦ σώματος, οἱ δὲ πατρίκιοι μέγα ἐμβοήσαντες ὥρμησαν ἐπ᾽ αὐτοὺς ἀθρόοι· ἔπειθ᾽ ὁ δῆμος ἐπὶ τοὺς πατρικίους· καὶ ἦν πολλὴ μὲν ἔργων ἀκοσμία, πολλὴ δὲ λόγων ὕβρις παρ᾽ ἀμφοῖν, [5] ὠθισμοί τε καὶ χειρῶν ἐπιβολαί. κατελήφθη δὲ καὶ σωφρονεῖν ἠναγκάσθη τὰ παρακινοῦντα ὑπὸ τῶν ὑπάτων βιασαμένων εἰς μέσους καὶ τοῖς ῥαβδούχοις ἀναστέλλειν κελευσάντων τοὺς ὄχλους· τοσαύτη ἄρα τῆς ἀρχῆς αἰδὼς ἦν τοῖς τότε ἀνθρώποις, καὶ οὕτω τίμιον τὸ τῆς βασιλικῆς ἐξουσίας μίμημα. ἐφ᾽ οἷς ὁ Σικίννιος ἀδημονῶν καὶ διαταραττόμενος εὐλαβείας τε μεστὸς ὤν, μὴ προσαναγκάσῃ τοὺς διαφόρους τοῖς βιαίοις τὰ βίαια λῦσαι, ἀποστῆναι τ᾽ οὐκ ἀξιῶν τοῦ ἐγχειρήματος, ἐπειδὴ ἅπαξ ἐπεβάλετο, καὶ μένειν ἐφ᾽ οἷς ἔκρινεν οὐ δυνατὸς ὤν, πολὺς ἐν τῷ σκοπεῖν, ὅ τι πρακτέον ἦν. ;ΚΕΦΑΛΑΙΟΝ ΛΣΤ΄ [1] κατιδὼν δ᾽ αὐτὸν ἀμηχανοῦντα Λεύκιος Ἰούνιος Βροῦτος, ἐκεῖνος ὁ δημαγωγὸς ὁ τεχνησάμενος, [p. 54] ἐφ᾽ οἷς ἔσονται δικαίοις αἱ διαλλαγαί, δεινὸς ἀνὴρ τά τ᾽ ἄλλα καὶ πόρους εὑρεῖν ἐν ἀπόροις, προσέρχεται μόνος μόνῳ καὶ ὑποτίθεται μὴ φιλονεικεῖν ἐγχειρήματι θερμῷ καὶ παρανόμῳ συναγωνιζόμενον, ὁρῶντα τούς τε πατρικίους ἅπαντας ἠρεθισμένους καὶ ἑτοίμους ὄντας, εἰ κληθεῖεν ὑπὸ τῶν ὑπάτων, ἐπὶ τὰ ὅπλα χωρεῖν, τοῦ δὲ δήμου τὸ καρτερώτατον μέρος ἐνδοιάζον καὶ οὐκ ἀγαπητῶς δεχόμενον ἀνδρὸς ἐπιφανεστάτου τῶν ἐν τῇ πόλει παράδοσιν ἐπὶ θανάτῳ καὶ ταῦτ᾽ ἀκρίτου. [2] συνεβούλευε δ᾽ αὐτῷ τότε μὲν εἶξαι καὶ μὴ χωρεῖν ὁμόσε τοῖς ὑπάτοις, μή τι μεῖζον κακὸν ἐργάσηται, προθεῖναι δὲ τῷ ἀνδρὶ δίκην ὁρίσαντα χρόνον ὅσον δή τινα, καὶ ψῆφον ἀναδοῦναι τοῖς πολίταις ὑπὲρ αὐτοῦ κατὰ φυλάς· ὅ τι δ᾽ ἂν αἱ πλείους ψῆφοι καθαιρῶσι, τοῦτο ποιεῖν· τυραννικὸν μὲν γὰρ εἶναι καὶ βίαιον, ὃ νῦν ἐπειρᾶτο διαπράττεσθαι, τὸν αὐτὸν ὑπάρχειν καὶ κατήγορον καὶ δικαστὴν καὶ τοῦ μέτρου τῆς τιμωρίας κύριον· πολιτικὸν δὲ τὸ κατὰ νόμους ἀπολογίας τυχόντα τὸν ὑπαίτιον, ὅ τι ἂν τοῖς πλείοσι δικασταῖς δόξῃ, τοῦτο παθεῖν. [3] πείθεται τούτοις ὁ Σικίννιος μηδὲν ὁρῶν βούλευμα κρεῖττον καὶ παρελθὼν ἔφη· τὴν μὲν σπουδὴν ὁρᾶτε τῶν πατρικίων τὴν εἰς τὰ φονικὰ καὶ βίαια ἔργα, ὦ δημόται, ὡς ἑνὸς ἀνδρὸς αὐθάδους ὅλην ἀδικοῦντος τὴν πόλιν ἧττον τίθενται τὸ πλῆθος τὸ ὑμέτερον. οὐ μὴν ὁμοίους γ᾽ αὐτοῖς γίνεσθαι χρὴ [p. 55] καὶ ἐπὶ κεφαλὴν ὠθεῖσθαι οὔτ᾽ ἄρχοντας πολέμου οὔτ᾽ ἀμυνομένους· ἀλλ᾽ ἐπειδὴ πρόφασιν εὐπρεπῆ προβάλλονταί τινες τὸν νόμον, ᾧ βοηθοῦντες αὐτὸν ἀφαιροῦνται τῆς κολάσεως, ὃς οὐκ ἐᾷ τῶν πολιτῶν οὐθέν᾽ ἀποκτεῖναι ἄκριτον, συγχωρήσωμεν αὐτοῖς τὸ δίκαιον τοῦτο, καίπερ οὐδὲ νόμιμα πάσχοντες οὐδὲ δίκαια ὑπ᾽ αὐτῶν, καὶ δείξωμεν, ὅτι τοῖς εὐγνώμοσι μᾶλλον ἢ τοῖς βιαίοις περιεῖναι τῶν ἀδικούντων ἡμᾶς πολιτῶν βουλόμεθα. [4] ὑμεῖς μὲν οὖν ἄπιτε καὶ τὸν μέλλοντα καιρὸν ἐκδέχεσθε οὐ πολὺν ἐσόμενον· ἡμεῖς δὲ παρασκευασάμενοι τὰ κατεπείγοντα προθήσομεν χρόνον τῷ ἀνδρὶ εἰς ἀπολογίαν καὶ τὴν δίκην ἐφ᾽ ὑμῶν συντελέσομεν. ὅταν δὲ γένησθε τῆς ψήφου κατὰ τὸν νόμον κύριοι, τιμήσατε αὐτῷ ἧς ἂν ἄξιον εὕρητε ζημίας. καὶ περὶ μὲν τούτου τοσαῦτα. τῆς δὲ τοῦ σίτου διαπράσεώς τε καὶ διαθέσεως, ἵν᾽ ἐκ τοῦ δικαιοτάτου γένηται, εἰ μή τις ἔσται τούτοις καὶ τῇ βουλῇ φροντίς, αὐτοὶ ἐπιμελησόμεθα. ταῦτ᾽ εἰπὼν διέλυσε τὴν ἐκκλησίαν. ;ΚΕΦΑΛΑΙΟΝ ΛΖ΄ [1] μετὰ τοῦθ᾽ οἱ μὲν ὕπατοι συναγαγόντες τὴν βουλὴν ἐσκόπουν ἐφ᾽ ἡσυχίας, τίς ἂν γένοιτο τῆς παρούσης ταραχῆς λύσις. καὶ ἔδοξεν αὐτοῖς πρῶτον μὲν ἀποθεραπεῦσαι τοὺς δημότας, εὐώνους πάνυ καὶ λυσιτελεῖς ποιήσαντας αὐτοῖς τὰς ἀγοράς· ἔπειτα πείθειν [p. 56] τοὺς προεστηκότας αὐτῶν χάριτι τῆς βουλῆς παύσασθαι καὶ μὴ παράγειν τὸν Μάρκιον, εἰ δὲ μὴ πείθοιεν εἰς μακροτάτους ἀναβάλλεσθαι χρόνους, ἕως ἂν μαρανθῶσιν αἱ τῶν πολλῶν ὀργαί. [2] ταῦτα ψηφισάμενοι τὸ μὲν ὑπὲρ τῆς ἀγορᾶς δόγμα εἰς τὸν δῆμον ἐξήνεγκαν καὶ πάντων ἐπαινεσάντων ἐκύρωσαν. ἦν δὲ τοιόνδε· τὰς τιμὰς εἶναι τῶν ὠνίων τῶν πρὸς τὸν καθ᾽ ἡμέραν βίον, αἵτινες ἐγένοντ᾽ ἐλάχισται πρὸ τῆς ἐμφυλίου στάσεως. παρὰ δὲ τῶν δημάρχων πολλὰ λιπαρήσαντες τὴν μὲν ὁλοσχερῆ πάρεσιν οὐχ εὕροντο, τὴν δ᾽ εἰς χρόνον ὅσον ἠξίουν ἀναβολὴν ἔλαβον· αὐτοί τε προσεμηχανήσαντο διατριβὴν ἑτέραν ἀφορμῇ τοιᾷδε χρησάμενοι. [3] τοὺς ἐκ Σικελίας ἀποσταλέντας ὑπὸ τοῦ τυράννου πρέσβεις καὶ παρακομίσαντας τῷ δήμῳ τὴν τοῦ σίτου δωρεὰν ἀποπλέοντας οἴκαδε Ἀντιάται πειρατήριον στείλαντες κατήγαγον ἀποσαλεύοντας οὐ πρόσω τῶν λιμένων καὶ τά τε χρήματ᾽ αὐτῶν ὡς πολεμίων δἰ ὠφελείας ἔθεντο, καὶ τὰ σώματα κατακλείσαντες εἶχον ἐν φυλακῇ. [4] ταῦτα μαθόντες οἱ ὕπατοι ἔξοδον ἐψηφίσαντο ἐπὶ τοὺς Ἀντιάτας, ἐπειδὴ πρεσβευομένοις αὐτοῖς οὐδὲν ἠξίουν τῶν δικαίων ποιεῖν· καὶ ποιησάμενοι τῶν ἐν ἀκμῇ κατάλογον ἐξῄεσαν ἀμφότεροι, ψήφισμα κυρώσαντες ὑπὲρ ἀναβολῆς τῶν τ᾽ ἰδίων καὶ τῶν δημοσίων δικῶν, ὅσον ἂν χρόνον ὦσιν ἐν τοῖς ὅπλοις. [5] ἐγένετο δ᾽ οὗτος οὐχ ὅσον ὑπέλαβον, ἀλλὰ [p. 57] πολλῷ ἐλάττων. οἱ γὰρ Ἀντιάται μαθόντες ἐξεστρατευμένους πανδημεὶ Ῥωμαίους οὐδὲ τὸν ἐλάχιστον ἀντέσχον χρόνον, δεόμενοι δὲ καὶ λιπαροῦντες τά τε σώματα τῶν ἁλόντων Σικελιωτῶν ἀπέδοσαν καὶ τὰ χρήματα, ὥστ᾽ ἠναγκάσθησαν οἱ Ῥωμαῖοι εἰς τὴν πόλιν ἀναστρέψαι. ;ΚΕΦΑΛΑΙΟΝ ΛΗ΄ [1] διαλυθείσης δὲ τῆς στρατιᾶς ὁ μὲν Σικίννιος ὁ δήμαρχος συναγαγὼν τὸ πλῆθος εἰς ἐκκλησίαν προεῖπεν ἡμέραν, ἐν ᾗ συντελεῖν ἔμελλε τὴν περὶ τοῦ Μαρκίου κρίσιν· καὶ παρεκάλει τούς τε κατὰ πόλιν ὑπάρχοντας ἀθρόους ἥκειν ἐπὶ τὴν διάγνωσιν τῆς δίκης καὶ τοὺς ἐπὶ τῶν ἀγρῶν διατρίβοντας ἀφεμένους τῶν ἔργων εἰς τὴν αὐτὴν ἡμέραν ἀπαντᾶν, ὡς ὑπὲρ ἐλευθερίας καὶ σωτηρίας ὅλης τῆς πόλεως τὴν ψῆφον ἀναληψομένους· παρήγγελλε δὲ καὶ τῷ Μαρκίῳ παρεῖναι πρὸς τὴν ἀπολογίαν ὡς οὐδενὸς ἀτυχήσοντι τῶν περὶ [2] τὰς κρίσεις νομίμων. τοῖς δ᾽ ὑπάτοις ἐδόκει βουλευσαμένοις μετὰ τοῦ συνεδρίου μὴ περιορᾶν τὸν δῆμον ἐξουσίας τηλικαύτης κύριον γενόμενον. εὕρητο δ᾽ αὐτοῖς τῆς κωλύσεως ἀφορμὴ δικαία καὶ νόμιμος, ᾗ χρώμενοι πάντα διαλύσειν ᾤοντο τὰ τῶν ἀντιδίκων βουλεύματα. καὶ μετὰ τοῦτο παρεκάλεσαν εἰς λόγους ἐλθεῖν τοὺς προεστηκότας τοῦ δήμου συνόντων αὐτοῖς τῶν ἐπιτηδείων. [3] καὶ ἔλεξε Μηνύκιος τοιάδε· ἡμῖν, ὦ δήμαρχοι, δοκεῖ χρῆναι τὴν στάσιν ἐξελαύνειν ἐκ τῆς πόλεως ἁπάσῃ δυνάμει καὶ μὴ φιλονεικεῖν ἐναντία τῷ [p. 58] δήμῳ περὶ μηδενὸς χρήματος· μάλιστα δ᾽ ὅταν ὁρῶμεν ὑμᾶς ἀπὸ τῶν βιαίων ἐπὶ τὰ δίκαια καὶ τοὺς λόγους ἥκοντας. ταύτης μέντοιγε τῆς γνώμης ἐπαινοῦντες ὑμᾶς τὴν βουλὴν οἰόμεθα δεῖν ἄρξαι προβούλευμα ποιησαμένην, ὥσπερ ἐστὶν ἡμῖν πάτριον. δύναισθε δ᾽ ἂν καὶ [4] αὐτοὶ τοῦτο μαρτυρεῖν, ὅτι, ἐξ οὗ τήνδε τὴν πόλιν ἔκτισαν ἡμῶν οἱ πρόγονοι, τοῦτο τὸ γέρας ἔχουσα ἡ βουλὴ διατετέλεκε, καὶ οὐθὲν πώποτε ὁ δῆμος, ὅ τι μὴ προβουλεύσειεν ἡ βουλή, οὔτ᾽ ἐπέκρινεν οὔτ᾽ ἐπεψήφισεν, οὐχ ὅτι νῦν, ἀλλ᾽ οὐδ᾽ ἐπὶ τῶν βασιλέων τὰ δ᾽, ἀλλ᾽ ὅσα τῷ συνεδρίῳ δόξειε, ταῦθ᾽ οἱ βασιλεῖς εἰς τὸν δῆμον ἐκφέροντες ἐπεκύρουν. μὴ δὴ τοῦτ᾽ ἀφαιρεῖσθε τὸ δίκαιον ἡμῶν, μηδὲ ἀρχαῖον καλὸν ἔθος ἀφανίζετε· διδάξαντες δὲ τὸ συνέδριον, ὅτι δικαίου δεῖσθε καὶ μετρίου πράγματος, ὅτι ἂν ἐκείνῳ δοκῇ, τούτου τὸν δῆμον ἀποδείξατε κύριον. ;ΚΕΦΑΛΑΙΟΝ ΛΘ΄ [1] ταῦτα τῶν ὑπάτων λεγόντων ὁ μὲν Σικίννιος οὐκ ἠνείχετο τῶν λόγων οὐδὲ ἠξίου τὴν βουλὴν οὐδενὸς ποιεῖν κυρίαν· οἱ δὲ τὴν αὐτὴν ἔχοντες ἐξουσίαν ἐκείνῳ Δεκίου γνώμῃ χρησάμενοι συνεχώρουν γενέσθαι τὸ προβούλευμα, δικαίαν τινὰ καὶ αὐτοὶ ποιησάμενοι πρόκλησιν, ἣν οὐχ οἷόν τ᾽ ἦν μὴ [2] δέξασθαι τοῖς ὑπάτοις. ἠξίουν γὰρ τοὺς βουλευτὰς λόγον ἀποδόντας αὐτοῖς τε τοῖς ὑπὲρ τοῦ δήμου πράττουσι [p. 59] καὶ τοῖς συναγορεύειν ἢ τἀναντία λέγειν βουλομένοις, ἐπειδὰν ἀκούσωσιν ἁπάντων τῶν βουλομένων, ὅ τι ἂν αὐτοῖς φανῇ δίκαιόν τε καὶ τῷ κοινῷ συμφέρον ἀποφήνασθαι, φέρειν δὴ τὴν γνώμην ἅπαντας ὥσπερ ἐν δικαστηρίῳ τὸν νόμιμον ὅρκον ὀμόσαντας· ὅ τι δ᾽ ἂν αἱ πλείους γνῶμαι καθαιρῶσι, τοῦτ᾽ εἶναι κύριον. [3] συγχωρησάντων δὲ τῶν ὑπάτων ὥσπερ ἠξίουν οἱ δήμαρχοι τὸ προβούλευμα γενέσθαι, τότε μὲν διελύθησαν· τῇ δὲ κατόπιν ἡμέρᾳ παρῆν μὲν εἰς τὸ συνέδριον ἡ βουλή· οἱ δ᾽ ὕπατοι δηλώσαντες αὐτῇ τὰ συγκείμενα τοὺς δημάρχους ἐκάλουν, καὶ περὶ ὧν ἥκουσιν ἐκέλευον λέγειν. παρελθὼν δ᾽ ὁ Δέκιος ὁ συγχωρήσας τὸ προβούλευμα γενέσθαι τοιούτοις ἐχρήσατο λόγοις. ;ΚΕΦΑΛΑΙΟΝ Μ΄ [1] οὐ λανθάνει μὲν ἡμᾶς, ὦ βουλή, τὸ συμβησόμενον, ὅτι δι᾽ αἰτίας ἐσόμεθα παρὰ τῷ δήμῳ τῆς εἰς ὑμᾶς ἀφίξεως ἕνεκα, καὶ κατήγορον ἕξομεν τοῦ προβουλεύματος ἄνδρα τὴν αὐτὴν ἐξουσίαν ἔχοντα ἡμῖν, ὃς οὐκ ᾤετο δεῖν, ἃ δίδωσιν ἡμῖν ὁ νόμος, ταῦτα παρ᾽ ὑμῶν αἰτεῖν, οὐδ᾽ ἐν εὐεργεσίας μέρει τὸ δίκαιον λαμβάνειν. κίνδυνον δ᾽ οὐ τὸν ἐλάχιστον ἀναρρίψομεν εἰς δίκην ὑπαχθέντες, ἀλλ᾽ ὡς αὐτόμολοι καὶ προδόται καταγνωσθέντες τὰ αἴσχιστα πεισόμεθα. [2] ἀλλὰ καίπερ ἐπιστάμενοι ταῦτα, ὅμως ὑπεμείναμεν εἰς ὑμᾶς ἐλθεῖν [p. 60] τῷ τε δικαίῳ πεποιθότες καὶ τοῖς ὅρκοις ἐπιτρέψαντες, οἷς ὀμόσαντες οἴσετε τὰς γνώμας. φαῦλοι μὲν οὖν ἡμεῖς γ᾽ ὡς περὶ τηλικούτων καὶ τοσούτων λέγειν καὶ πολὺ τοῦ προσήκοντος ἐνδεέστεροι, τὰ δὲ πράγματα οὐ φαῦλα, ὑπὲρ ὧν λέξομεν. τούτοις οὖν προσέχετε τὸν νοῦν, καὶ ἐὰν ὑμῖν δόξῃ δίκαιά τε καὶ συμφέροντα τῷ κοινῷ, προσθήσω δ᾽ ὅτι καὶ ἀναγκαῖα, συγχωρήσατε ἡμῖν αὐτῶν τυχεῖν ἑκόντες. {{DEFAULTSORT:Ρωμαικη Αρχαιολογια 07 31}} f82slfgzspcdr5jrhk3o19gdcbef8nx Ρωμαϊκή Αρχαιολογία/ζ/21 0 23551 148484 100286 2022-08-09T13:26:43Z Αντιγόνη 235 wikitext text/x-wiki {{Κεφαλίδα | τίτλος = Κεφάλαια 21–30 | συγγραφέας = Διονύσιος ο Αλικαρνασσεύς | μεταφραστής= | ενότητα = [[Ρωμαϊκή Αρχαιολογία/ζ|Ῥωμαϊκὴ Ἀρχαιολογία: Λόγος ζ΄]] | προηγούμενο= [[Ρωμαϊκή Αρχαιολογία/ζ/11|Κεφάλαια 11–20]] | επόμενο = [[Ρωμαϊκή Αρχαιολογία/ζ/31|Κεφάλαια 31–40]] | σημειώσεις = Dionysii Halicarnasei Antiquitatum Romanarum quae supersunt, Vol I-IV. Dionysius of Halicarnassus. Karl Jacoby. In Aedibus B.G. Teubneri. Leipzig. 1885. }} ;ΚΕΦΑΛΑΙΟΝ ΚΑ΄ [1] τούτων ἦν τῶν ὀλιγαρχικῶν καὶ ὁ Μάρκιος ἐκεῖνος ὁ Κοριολάνος ἐπικληθείς, οὐχ ὥσπερ οἱ λοιποὶ κρύφα καὶ δι᾽ εὐλαβείας τὴν ἑαυτοῦ γνώμην ἀποφαινόμενος, ἀλλ᾽ ἄντικρυς καὶ θρασέως, ὥστε πολλοὺς ἀκοῦσαι καὶ τῶν δημοτικῶν. εἶχε γάρ τινας ἔξω τῶν κοινῶν ἐγκλημάτων καὶ ἰδίας προφάσεις νεωστὶ γενομένας, ἐξ ὧν εἰκότως ἐδόκει μισεῖν τοὺς δημοτικούς. [2] ὑπατείαν γὰρ αὐτῷ μετιόντι ταῖς ἔγγιστα γενομέναις ἀρχαιρεσίαις καὶ τοὺς πατρικίους ἔχοντι συναγωνιζομένους ὁ δῆμος ἐναντιωθεὶς οὐκ εἴασε δοῦναι τὴν ἀρχὴν τήν τε λαμπρότητα τοῦ ἀνδρὸς καὶ τὴν τόλμαν δἰ εὐλαβείας ἔχων, μή τι διὰ ταῦτα νεωτερίσῃ περὶ τὴν τῶν δημάρχων κατάλυσιν, καὶ μάλιστα δεδιώς, ὅτι συνελάμβανεν αὐτῷ πάσῃ προθυμίᾳ τὸ τῶν πατρικίων πλῆθος ὡς οὐδενὶ τῶν πρότερον. [3] ταύτης τ᾽ οὖν τῆς ὕβρεως ὀργῇ ἐπαρθεὶς ὁ ἀνὴρ καὶ τὴν μεταβολὴν τοῦ πολιτεύματος εἰς τὸν ἐξ ἀρχῆς κόσμον ἀποκαταστῆσαι προθυμούμενος αὐτός τ᾽ ἀναφανδόν, ὥσπερ καὶ πρότερον ἔφην, ἔπραττε τὴν τοῦ δήμου κατάλυσιν, καὶ [p. 35] τοὺς ἄλλους ἐνῆγεν. ἦν δὲ περὶ αὐτὸν ἑταιρία μεγάλη νέων εὐγενῶν, οἷς ἦν τὰ μέγιστα τιμήματα βίων καὶ πελάται συχνοὶ συνεστηκότες ἐπὶ ταῖς ἐκ τῶν πολέμων ὠφελείαις· οἷς ἐπαιρόμενος ἐφρυάττετο καὶ λαμπρὸς ἦν καὶ προῆλθεν ἐπὶ μήκιστον ἐπιφανείας. [4] οὐ μὴν εὐτυχοῦς γε διὰ ταῦτα καταστροφῆς ἔτυχε· συναχθείσης γὰρ ὑπὲρ τούτων βουλῆς καὶ τῶν πρεσβυτέρων, ὡς ἔθος ἦν αὐτοῖς, πρώτων ἀποφηναμένων τὰς ἑαυτῶν διανοίας, ἐν οἷς οὐ πολλοί τινες ἦσαν οἱ τὰς κατὰ τοῦ δήμου γνώμας ἄντικρυς ἀγορεύσαντες, ἐπειδὴ καθῆκεν εἰς τοὺς νεωτέρους ὁ λόγος, αἰτησάμενος ἐξουσίαν παρὰ τῶν ὑπάτων εἰπεῖν ὅσα βούλεται, καὶ τυχὼν ἐπισημασίας τε μεγάλης καὶ προσοχῆς λόγον διεξῆλθε κατὰ τοῦ δήμου τοιόνδε. ;ΚΕΦΑΛΑΙΟΝ ΚΒ΄ [1] ὅτι μὲν οὐχ ὑπ᾽ ἀνάγκης τε καὶ ἀπορίας βιασθεὶς ὁ δῆμος ἐποιήσατο τὴν ἀπόστασιν, ὦ πατέρες, ἀλλὰ πονηρᾷ ἐλπίδι ἐπαρθεὶς ὡς καταλύσων τὴν ἀριστοκρατίαν ὑμῶν καὶ πάντων αὐτὸς ἐσόμενος τῶν κοινῶν κύριος, σχεδὸν οἶμαι πάντας ὑμᾶς ᾐσθῆσθαι τὰ περὶ τὰς διαλλαγὰς αὐτοῦ πλεονεκτήματα ὁρῶντας· ᾧ γ᾽ οὐκ ἀπέχρησε διαφθείραντι τὴν περὶ τὰ συμβόλαια πίστιν καὶ τοὺς ἐπὶ ταύτῃ κειμένους ἀνελόντι νόμους μηθὲν ἄλλο πολυπραγμονεῖν, καινὴν δὲ καταστησάμενος ἀρχὴν ἐπὶ τῷ καθελεῖν τὴν τῶν ὑπάτων ἱερὰν καὶ ἄσυλον ἐποίησεν αὐτὴν νόμῳ, καὶ νῦν τυραννικὴν ἐξουσίαν περιβαλλόμενος, ὦ βουλή, τῷ νεωστὶ κυρωθέντι νόμῳ λέληθεν ὑμᾶς. [2] ὅταν γὰρ ἐπ᾽ ἐξουσίας πολλῆς οἱ [p. 36] προεστηκότες αὐτοῦ πρόφασιν εὐπρεπῆ προβαλλόμενοι τὸ δὴ τοῖς ἀδικουμένοις τῶν δημοτῶν βοηθεῖν διὰ τῆς ἐξουσίας ταύτης ἄγωσι καὶ φέρωσιν, ὅσ᾽ ἂν αὐτοῖς δοκῇ, καὶ μηθεὶς ὁ κωλύσων τὰς παρανομίας αὐτῶν ᾖ, μήτ᾽ ἰδιώτης μήτ᾽ ἄρχων δεδοικὼς τὸν νόμον, ὃς ἀφαιρεῖται καὶ τὸν λόγον ἡμῶν ἅμα τοῖς ἔργοις θάνατον ἐπιτιθεὶς ζημίαν τοῖς ἐλευθέραν φωνὴν ἀφιεῖσι, τί προσῆκεν ὄνομα θέσθαι τῇ δυναστείᾳ ταύτῃ τοὺς νοῦν ἔχοντας ἕτερον, ἢ τοῦθ᾽, ὅπερ ἐστὶν ἀληθὴς καὶ πάντες ἂν ὁμολογήσετε, τυραννίδα; εἰ δ᾽ οὐχ ὑφ᾽ ἑνὸς ἀνδρός, ἀλλ᾽ ὑφ᾽ ὅλου τυραννούμεθα δήμου, τί τοῦτο διαφέρει; τὸ γὰρ ἔργον ἐξ ἀμφοῖν ταὐτό. [3] κράτιστον μὲν οὖν ἦν μηδὲ τὸ σπέρμα τῆς ἐξουσίας ταύτης ἐᾶσαι καταβαλλόμενον, ἀλλὰ πάντα ὑπομεῖναι πρότερον, ὡς Ἄππιος ὁ βέλτιστος ἐκ πολλοῦ τὰ δεινὰ προορώμενος ἠξίου, εἰ δὲ μή, νῦν γ᾽ ὁμοθυμαδὸν ἅπαντας ἐξορύξαντας αὐτὴν πρόρριζον ἐκ τῆς πόλεως ἐκβαλεῖν, ἕως [4] ἀσθενής ἐστι καὶ προσπολεμηθῆναι ῥᾳδία. καὶ τοῦτ᾽ οὐ πρώτοις ἡμῖν, ὦ βουλή, οὐδὲ μόνοις ἐξεγένετο παθεῖν, πολλοῖς δὲ καὶ πολλάκις ἤδη τοῖς εἰς ἀβουλήτους ἀνάγκας καταστᾶσι γνώμης ἁμαρτοῦσι τῆς ἀρίστης περὶ τὰ μέγιστα, ἐπειδὴ τὰς ἀρχὰς οὐκ ἐκώλυσαν τοῦ κακοῦ, τὰς αὐξήσεις πειρᾶσθαι καθαιρεῖν· καὶ ἡ μετάνοια τῶν ὀψὲ ἀρχομένων σωφρονεῖν ἥττων οὖσα τῆς προνοίας, καθ᾽ ἕτερον αὖ τρόπον οὐ χείρων οὖσα ἀναφαίνεται τῇ κωλύσει τοῦ τέλους ἀφανίζουσα τὸ ἐν τῇ ἀρχῇ ἀγνοηθέν. [p. 37] ;ΚΕΦΑΛΑΙΟΝ ΚΓ΄ [1] εἰ δέ τισιν ὑμῶν δεινὰ μὲν τὰ τοῦ δήμου ἔργα εἶναι δοκεῖ, καὶ κωλύεσθαι αὐτὸν οἴονται δεῖν τὰ λοιπὰ ἐξαμαρτάνοντα, δέος δ᾽ εἰσέρχεται, μὴ δόξωσι λύειν τὰς ὁμολογίας πρότεροι καὶ παραβαίνειν τοὺς ὅρκους, γνώτωσαν, ὅτι οὐκ ἄρχοντες, ἀλλ᾽ ἀμυνόμενοι, οὐδ᾽ ἀναιροῦντες τὰς ὁμολογίας, ἀλλὰ τοὺς ἀνῃρηκότας τιμωρούμενοι αὐτὸ δρῶσιν, ἀναίτιοί τε πρὸς θεοὺς ἔσονται καὶ ἐπὶ τῷ σφετέρῳ συμφέροντι τὰ δίκαια πράξουσι. [2] μέγα δ᾽ ὑμῖν γενέσθω τεκμήριον, ὅτι τοῦ λύειν τὰς ὁμολογίας καὶ παρασπονδεῖν οὐχ ὑμεῖς, ἀλλὰ τὸ δημοτικὸν ἄρχει μέρος οὐκ ἀξιοῦν ἐμμένειν, ἐφ᾽ οἷς εὕρετο τὴν κάθοδον· οὐ γὰρ ἐπὶ τῷ κακῶς δρᾶσαι τὴν βουλήν, ἀλλ᾽ ἐπὶ τῷ μὴ ὑπ᾽ ἐκείνης κακοῦσθαι τὴν τῶν δημάρχων ἐξουσίαν ᾐτήσατο. χρῆται δ᾽ αὐτῇ οὐκέτι εἰς ἃ δεῖ οὐδ᾽ ἐφ᾽ οἷς εὕρετο, ἀλλ᾽ ἐπὶ διαφθορᾷ [3] καὶ συγχύσει τῆς πατρίου πολιτείας. μέμνησθε γὰρ δήπου τὴν νεωστὶ γενομένην ἐκκλησίαν καὶ τοὺς ὑπὸ τῶν δημαγωγῶν ῥηθέντας ἐν αὐτῇ λόγους, ὅσην ἐπεδείξαντο αὐθάδειάν τε καὶ ἀκοσμίαν, καὶ νῦν, ἐφ᾽ οἵου εἰσὶν αὐχήματος οἱ μηδὲν ὑγιὲς φρονοῦντες, ἐπειδὴ ἔγνωσαν, ὡς ἐν τῇ ψήφῳ ἐστὶν ἅπαν τὸ τῆς πόλεως κράτος, ἧς αὐτοὶ κρατήσουσι πλείους ἡμῶν ὄντες. [4] τί οὖν καταλείπεται ποιεῖν ἡμῖν ἀρξάντων ἐκείνων παρασπονδεῖν καὶ παρανομεῖν, εἰ μὴ τὸ ἀμύνεσθαι τοὺς ἄρξαντας, καὶ ἃ τέως ἀδίκως ἔχουσιν ἀφελέσθαι σὺν δίκῃ, καὶ εἰς τὸ λοιπὸν παῦσαι πλειόνων ἐφιεμένους· [p. 38] χάριν εἰδότας τοῖς θεοῖς, ὅτι οὐκ εἴασαν αὐτοὺς τὰ πρῶτα πλεονεκτήσαντας εἰς τὰ λοιπὰ σωφρονεῖν, ἀλλὰ ταύτην ἐνέβαλον αὐτοῖς τὴν ἀναισχυντίαν τε καὶ πολυπραγμοσύνην, ὑφ᾽ ἧς ὑμεῖς ἀναγκασθέντες τά τ᾽ ἀπολωλότα πειρᾶσθε ἀναλαβεῖν, καὶ τὰ λοιπὰ δι᾽ ἧς προσῆκε φυλακῆς λαβεῖν. ;ΚΕΦΑΛΑΙΟΝ ΚΔ΄ [1] καιρὸς δ᾽ ὁ παρὼν οἷος οὐχ ἕτερος, εἴπερ γ᾽ ἄρχεσθαι μέλλετε σωφρονεῖν, ἐν ᾧ κεκάκωται αὐτῶν τὸ πλεῖστον μέρος ὑπὸ τοῦ λιμοῦ, καὶ τὸ λοιπὸν οὐκ ἂν ἔτι δύναιτο πολὺν ἀντισχεῖν χρόνον ὑπ᾽ ἀχρηματίας, εἰ σπανίους τε καὶ τιμίας ἔχοι τὰς ἀγοράς· ἀναγκασθήσονται δ᾽ οἱ μὲν κάκιστοι καὶ οὐδέποτε τῇ ἀριστοκρατίᾳ χαίροντες ἐκλιπεῖν τὴν πόλιν, οἱ δ᾽ ἐπιεικέστεροι πολιτεύεσθαι κοσμίως μηθὲν ἔτι ἐνοχλοῦντες ὑμῖν. [2] τάς τ᾽ οὖν ἀγορὰς διὰ φυλακῆς ἔχετε, καὶ τῆς τιμῆς τῶν ὠνίων μηθὲν ἀνίετε, ἀλλ᾽ ὅσου πλείστου ποτὲ ἦν τὰ ὤνια, τοσούτου καὶ νῦν αὐτὰ πωλεῖν ψηφίσασθε δικαίας ἀφορμὰς ἔχοντες καὶ προφάσεις εὐλόγους τήν τ᾽ ἀχάριστον τοῦ δήμου καταβοήν, ὡς ὐφ᾽ ἡμῶν κατασκευασθείσης τῆς σιτοδείας, ἣ διὰ τὴν ἀπόστασιν τὴν ἐκείνων ἐγένετο καὶ τὴν καταφθοράν, ἣν ἐποιήσαντο, τῆς γῆς, ἄγοντες αὐτὴν καὶ φέροντες ὥσπερ πολεμίαν, καὶ τὰς ἐξαιρεθείσας ἐκ τοῦ δημοσίου δαπάνας εἰς τοὺς ἀποσταλέντας ἐπὶ τὴν σιτωνίαν ἄνδρας, καὶ ἄλλα πολλά τιν᾽, ἃ ἠδίκησθε ὑπ᾽ αὐτῶν· ἵνα καὶ [p. 39] γνῶμεν ἤδη, τί ποτ᾽ ἐστὶν ἐκεῖνο τὸ δεινόν, ὃ διαθήσουσιν ἡμᾶς, ἂν μὴ ποιῶμεν ἅπαντα τῷ δήμῳ τὰ καθ᾽ ἡδονάς, ὡς οἱ δημαγωγοὶ αὐτῶν δεδιττόμενοι ἔλεγον. [3] εἰ δ᾽ ἀφήσετε καὶ τοῦτον ἐκ τῶν χειρῶν τὸν καιρόν, πολλάκις εὔξεσθε τοιούτου τυχεῖν ἑτέρου· καὶ εἰ γνοίη τοῦθ᾽ ὁ δῆμος, ὅτι βουληθέντες καταλύειν αὐτοῦ τὴν ἰσχὺν ἀπετράπεσθε, πολὺ μᾶλλον ὑμῖν βαρὺς ἐγκείσεται, πολέμιον μὲν τὸ βουλόμενον ὑμῶν ἡγούμενος, δειλὸν δὲ τὸ μὴ δυνάμενον. ;ΚΕΦΑΛΑΙΟΝ ΚΕ΄ [1] τοιαῦτ᾽ εἰπόντος τοῦ Μαρκίου διέστησαν αἱ γνῶμαι τῶν συνέδρων, καὶ θόρυβος ἐν αὐτοῖς ἐγίνετο πολύς. οἱ μὲν γὰρ ἐξ ἀρχῆς ἐναντίοι τοῖς δημοτικοῖς καὶ τὰς διαλλαγὰς παρὰ γνώμην ὑπομείναντες, ἐν οἷς ἥ τε νεότης ὀλίγου δεῖν πᾶσα ἦν καὶ τῶν πρεσβυτέρων οἱ πλουσιώτατοί τε καὶ φιλοτιμότατοι, βαρέως φέροντες οἱ μὲν ἐπὶ ταῖς περὶ τὰ συμβόλαια βλάβαις, οἱ δ᾽ ἐπὶ τῇ περὶ τὰς τιμὰς ἐλαττώσει ἐπῄνουν τὸν ἄνδρα ὡς γενναῖον καὶ φιλόπολιν καὶ τὰ κράτιστα τῷ κοινῷ [2] λέγοντα· οἱ δὲ δημοτικὰς ἔχοντες τὰς προαιρέσεις τῶν τρόπων καὶ τὸν πλοῦτον οὐ πέρα τοῦ δέοντος ἐκτετιμηκότες τῆς τ᾽ εἰρήνης οὐδὲν ἀναγκαιότερον ὑπολαμβάνοντες ἤχθοντο τοῖς λεγομένοις ὑπ᾽ αὐτοῦ καὶ τὴν γνώμην οὐ προσίεντο· ἠξίουν τε μὴ τοῖς βιαίοις, ἀλλὰ τοῖς εὐγνώμοσι περιεῖναι τῶν ταπεινοτέρων, μηδ᾽ ἀπρεπές, ἀλλ᾽ ἀναγκαῖον ἡγεῖσθαι τὸ ἐπιεικές, ἄλλως τε καὶ πρὸς τοὺς συμπολιτευομένους ἐπ᾽ εὐνοίᾳ γινόμενον· [p. 40] μανίαν τ᾽ ἀπέφαινον αὐτοῦ τὴν συμβουλήν, οὐ παρρησίαν οὐδὲ ἐλευθερίαν. βραχὺ μὲν οὖν τοῦτο τὸ μέρος καὶ ἀσθενὲς ὂν περιεωθεῖτο ὑπὸ τοῦ βιαιοτέρου. [3] ταῦτα δ᾽ ὁρῶντες οἱ δήμαρχοι· παρῆσαν γὰρ τῷ συνεδρίῳ παρακληθέντες ὑπὸ τῶν ὑπάτων· ἐβόων τε καὶ ἤσπαιρον καὶ τὸν Μάρκιον λυμεῶνα καὶ ὄλεθρον τῆς πόλεως ἀπεκάλουν πονηροὺς διεξιόντα κατὰ τοῦ δήμου λόγους, καὶ εἰ μὴ κωλύσειαν αὐτὸν οἱ πατρίκιοι πόλεμον ἐμφύλιον εἰς τὴν πόλιν εἰσάγοντα θανάτῳ ζημιώσαντες ἢ φυγῇ, αὐτοὶ ποιήσειν τοῦτ᾽ ἔλεγον. [4] θορύβου δ᾽ ἔτι πλείονος ἐπὶ τοῖς λόγοις τῶν δημάρχων γενομένου, καὶ μάλιστ᾽ ἐκ τῶν νεωτέρων τὰς ἀπειλὰς δυσανασχετούντων ἐπαρθεὶς τούτοις ὁ Μάρκιος αὐθαδέστερον ἤδη καθήπτετο τῶν δημαρχων καὶ θρασύτερον· εἰ μὴ παύσεσθε μέντοι, λέγων, ταράττοντες τὴν πόλιν ὑμεῖς καὶ ἐκδημαγωγοῦντες τοὺς ἀπόρους, οὐκέτι λόγῳ διοίσομαι πρὸς ὑμᾶς, ἀλλ᾽ ἔργῳ. ;ΚΕΦΑΛΑΙΟΝ ΚΣΤ΄ [1] ἠγριωμένης δὲ τῆς βουλῆς, ὡς ἔμαθον οἱ δήμαρχοι πλείους ὄντας τοὺς βουλομένους ἀφελέσθαι τὴν δοθεῖσαν ἐξουσίαν τῷ δήμῳ τῶν ἐμμένειν ταῖς ὁμολογίαις ἀξιούντων, ἐξέδραμον ἐκ τοῦ βουλευτηρίου κεκραγότες καὶ θεοὺς τοὺς ὁρκίους ἐπικαλούμενοι. καὶ μετὰ τοῦτο συναγαγόντες εἰς ἐκκλησίαν τὸν δῆμον ἐδήλωσαν αὐτῷ τοὺς ἐν τῇ βουλῇ ῥηθέντας λόγους ὑπὸ τοῦ Μαρκίου, καὶ τὸν ἄνδρα εἰς ἀπολογίαν ἐκάλουν. [2] ὡς δ᾽ οὐ προσεῖχεν αὐτοῖς, ἀλλὰ καὶ τοὺς ὑπηρέτας, ὑφ᾽ ὧν ἐκαλεῖτο, προπηλακίζων τοῖς λόγοις ἀνεῖρξεν, [p. 41] ἀγανακτήσαντες ἔτι μᾶλλον οἱ δήμαρχοι παραλαβόντες τούς τ᾽ ἀγορανόμους καὶ τῶν ἄλλων πολιτῶν συχνοὺς ὥρμησαν ἐπ᾽ αὐτόν· ὁ δ᾽ ἔτυχεν ἔτι διατρίβων πρὸ τοῦ βουλευτηρίου τῶν τε πατρικίων πολλοὺς ἐπαγόμενος καὶ τὴν ἄλλην ἑταιρίαν περὶ αὑτὸν ἔχων. [3] ὡς δὲ συνεῖδον αὐτὸν οἱ δήμαρχοι, προσέταξαν τοῖς ἀγορανόμοις ἐπιλαβέσθαι τοῦ σώματος καί, εἰ μὴ ἑκὼν βούλεται ἀκολουθεῖν, βίᾳ ἄγειν· εἶχον δὲ τότε τὴν ἀγορανομικὴν ἐξουσίαν Τῖτος Ἰούνιος Βροῦτος καὶ Γάιος Οὐισέλλιος Ῥοῦγας. οἱ μὲν δὴ προσῄεσαν ὡς ἐπιληψόμενοι τοῦ ἀνδρός, οἱ δὲ πατρίκιοι δεινὸν ἡγησάμενοι τοὖργον ὑπὸ τῶν δημάρχων πρὸ δίκης ἄγεσθαί τινα σφῶν βίᾳ προὔστησαν τοῦ Μαρκίου καὶ τύπτοντες τοὺς ὁμόσε χωροῦντας ἀπήλασαν. [4] διαβοηθέντος δὲ τοῦ πάθους ἀνὰ τὴν πόλιν ὅλην ἐξεπήδων ἅπαντες ἐκ τῶν οἰκιῶν· οἱ μὲν ἐν τοῖς ἀξιώμασιν ὄντες καὶ χρημάτων ἔχοντες εὖ τὸν Μάρκιον ὑπερασπιοῦντες ἅμα τοῖς πατρικίοις καὶ τὴν ἀρχαίαν ἀνακτησόμενοι πολιτείαν, οἱ δὲ ταπεινοὶ ταῖς τύχαις καὶ βίου σπανίζοντες ἀμύνειν παρεσκευασμένοι τοῖς δημάρχοις καὶ ποιεῖν, ὅ τι ἂν ἐκεῖνοι κελεύσωσιν· ἥ τ᾽ αἰδώς, ὑφ᾽ ἧς κρατούμενοι τέως οὐδὲν ἐτόλμων εἰς ἀλλήλους παρανομεῖν, τότ᾽ ἀνῄρητο ὑπ᾽ αὐτῶν. οὐ μὴν ἔδρασάν γ᾽ οὐδὲν ἀνήκεστον τὴν ἡμέραν ἐκείνην, ἀλλ᾽ εἰς τὴν ἐπιοῦσαν ἀνεβάλοντο, γνώμῃ τε καὶ παρακλήσει τῶν ὑπάτων εἴξαντες. [p. 42] ;ΚΕΦΑΛΑΙΟΝ ΚΖ΄ [1] τῇ δ᾽ ἑξῆς ἡμέρᾳ πρῶτοι καταβάντες εἰς τὴν ἀγορὰν οἱ δήμαρχοι συνεκάλουν τὸν δῆμον εἰς ἐκκλησίαν καὶ παριόντες ἐκ διαδοχῆς πολλὰ μὲν τῶν πατρικίων κατηγόρουν ὡς ἐψευσμένων τὰς συνθήκας καὶ παραβεβηκότων τοὺς ὅρκους, οὓς ἐποιήσαντο πρὸς τὸν δῆμον ὑπὲρ ἀμνηστίας τῶν πάλαι, πίστεις παραφέροντες τοῦ μὴ βεβαίως αὐτοὺς διηλλάχθαι πρὸς τὸ δημοτικὸν τήν τε τοῦ σίτου σπάνιν, ἣν αὐτοὶ κατέσκευσαν, καὶ τὰς ἀποστολὰς τῶν κληρουχιῶν ἀμφοτέρων καὶ τἆλλα ὅσα ἐμηχανήσαντο μειώσεως τοῦ πλήθους ἕνεκα. [2] πολλὰ δὲ τοῦ Μαρκίου καθήπτοντο τοὺς ῥηθέντας ὑπ᾽ αὐτοῦ λόγους ἐν τῇ βουλῇ διεξιόντες, καὶ ὅτι καλούμενος εἰς ἀπολογίαν ὑπὸ τοῦ δήμου οὐ μόνον οὐκ ἠξίωσεν ἐλθεῖν, ἀλλὰ καὶ τοὺς ἀφικομένους ἐπ᾽ αὐτὸν ἀγορανόμους τύπτων ἀπήλασεν. ἐκάλουν δὲ μάρτυρας τῶν ἐν τῇ βουλῇ γενομένων τοὺς ἐντιμοτάτους τῶν ἐκεῖ, τῆς δὲ περὶ τοὺς ἀγορανόμους ὕβρεως ἅπαντας τοὺς τότε παρόντας κατὰ τὴν ἀγορὰν δημοτικούς. [3] ταῦτα δ᾽ εἰπόντες ἐδίδοσαν, εἰ βουλομένοις εἴη, τοῖς πατρικίοις ἀπολογίαν, κατέχοντες ἐπὶ τῆς ἐκκλησίας τὸν δῆμον, ἕως ἡ βουλὴ διαλυθείη. ἔτυχον γὰρ ὑπὲρ αὐτῶν τούτων συνεδρεύοντες οἱ πατρίκιοι διαποροῦντες, εἴτ᾽ ἀπολογητέον αὐτοῖς εἴη πρὸς τὸν δῆμον ὑπὲρ ὧν διεβλήθησαν, [4] εἴτε μενετέον ἐφ᾽ ἡσυχίας. ἐπεὶ δ᾽ αἱ πλείους γνῶμαι τὰ φιλανθρωπότερα τῶν αὐθαδεστέρων προείλοντο, διαλύσαντες οἱ ὕπατοι τὸν σύλλογον προῆλθον [p. 43] εἰς τὴν ἀγορὰν τάς τε κοινὰς ἀπολυσόμενοι διαβολὰς καὶ περὶ τοῦ Μαρκίου τὸν δῆμον ἀξιώσοντες μηθὲν βουλεῦσαι ἀνήκεστον. καὶ παρελθὼν ὁ πρεσβύτερος αὐτῶν Μηνύκιος ἔλεξε τοιάδε. ;ΚΕΦΑΛΑΙΟΝ ΚΗ΄ [1] ἡ μὲν ὑπὲρ τῆς σιτοδείας ἀπολογία πάνυ βραχεῖά ἐστιν, ὦ δημόται, καὶ οὐκ ἄλλους τινὰς παρεξόμεθα ὧν ἂν λέγωμεν ἢ ὑμᾶς μάρτυρας. τήν τε γὰρ ἀφορίαν τῶν σιτικῶν καρπῶν ἐπίστασθε δήπου καὶ αὐτοὶ διὰ τὸν ἐκλειφθέντα σπόρον γενομένην· τήν τ᾽ ἄλλην καταφθορὰν τῆς χώρας οὐ παρ᾽ ἑτέρων ὑμᾶς δεῖ μαθεῖν, ἀφ᾽ ἧς αἰτίας συνέβη,. καὶ ὡς τελευτῶσα ἡ πλείστη τε καὶ ἀρίστη γὴ πάντων ἐσπάνικε καρπῶν τε καὶ ἀνδραπόδων καὶ βοσκημάτων τὰ μὲν ὑπὸ τῶν πολεμίων διαρπαζομένη, τὰ δ᾽ ὑμῖν μὴ ἐπιχορηγοῦσα τοσούτοις οὖσι καὶ μηδεμίαν ἄλλην ἀποστροφὴν ἔχουσιν. [2] ὥστ᾽ οὐκ ἐξ ὧν οἱ δημαγωγοὶ διαβάλλουσιν, ἀλλ᾽ ἐξ ὧν αὐτοὶ ἴστε, τὸν λιμὸν ἡγούμενοι γεγονέναι παύσασθε προσάπτοντες ἐπιβουλὴν ἡμετέραν τῷ πάθει καὶ [3] δἰ ὀργῆς ἔχοντες ἡμᾶς οὐθὲν ἀδικοῦντας. αἱ δ᾽ ἀποστολαὶ τῶν κληρούχων ἐκ τοῦ ἀναγκαίου ἐγένοντο, κοινῇ δόξαν ὑμῖν ἅπασι διὰ φυλακῆς ἔχειν χωρία εἰς πόλεμον ἐπιτήδεια, καὶ μεγάλα ὤνησαν ἐν καιρῷ σφόδρα ἀναγκαίῳ γενόμεναι τούς τ᾽ ἐξιόντας καὶ τοὺς ὑπολειπομένους ὑμῶν. οἱ μὲν γὰρ ἀφθονωτέρων εὐποροῦσιν [p. 44] ἐκεῖ τῶν ἐπιτηδείων· οἱ δ᾽ ἐνθάδε ὑπομείναντες ἧττον σπανίζουσι τῆς ἀγορᾶς· ἥ τ᾽ ἰσομοιρία τῆς τύχης ἧς μετέσχομεν ὑμῖν τοῖς δημοτικοῖς οἱ πατρίκιοι κλήρῳ ποιησάμενοι τὴν ἔξοδον, οὐ ψέγεται. ;ΚΕΦΑΛΑΙΟΝ ΚΘ΄ [1] τί οὖν παθόντες οἱ δημαγωγοὶ περὶ τούτων ἡμῖν ἐγκαλοῦσιν, ὧν κοινὰς ἔσχομεν τὰς γνώμας καὶ τὰς τύχας, εἴτε δεινῶν ὄντων, ὡς οὗτοί φασιν, [2] εἴτ᾽ ὠφελίμων, ὥσπερ ἡμεῖς οἰόμεθ᾽; ἃ μὲν γὰρ ἐπὶ τῇ νεωστὶ βουλῇ γενομένῃ διαβεβλήμεθ᾽ ὑπ᾽ αὐτῶν ὡς οὐκ ἀξιοῦντες μετριάσαι περὶ τὰς τιμὰς τῆς ἀγορᾶς, ὡς ἐπιβουλεύοντες ἀφελέσθαι τὴν ἐξουσίαν τῶν δημάρχων, ὡς μνησικακοῦντες ὑμῖν τῆς ἀποστάσεως καὶ παντὶ τρόπῳ προθυμούμενοι κακῶσαι τὸ δημοτικόν, καὶ πάντα τὰ τοιαῦτ᾽ ἐγκλήματα ἔργοις ἀπολυσόμεθ᾽ οὐκ εἰς μακρὰν οὔτε κακὸν οὐθὲν ὑμᾶς ἐργασάμενοι τήν τ᾽ ἐξουσίαν τῶν δημάρχων, ἐφ᾽ οἷς τότε συνεχωρήσαμεν ὑμῖν ἔχειν, καὶ νῦν βεβαιοῦντες, τοῦ δὲ σίτου τὴν διάπρασιν ὡς ἂν ὑμῖν ἅπασι δόξῃ ποιησάμενοι. περιμείναντες οὖν, ἐάν τι μὴ γένηται τούτων, τότε κατηγορεῖτε ἡμῶν. [3] εἰ δὲ βουληθείητε ἀκριβῶς ἐξετάσαι τὰ διάφορα, δικαιότερον ἂν ἡμεῖς οἱ πατρίκιοι τοῦ δήμου κατηγοροίημεν, %5ἢ τὴν βουλὴν ὑμεῖς ἔχοιτε δι᾽ αἰτίας. ἀδικεῖτε γὰρ ἡμᾶς, ὦ δημόται, καὶ μηθὲν ἀχθεσθῆτε ἀκούοντες, εἴ γ᾽ οὐκ ἀναμείναντες τῆς γνώμης ἡμῶν μαθεῖν τὸ τέλος κατηγορεῖν ἤδη αὐτῆς ἀξιοῦτε. [p. 45] [4] καίτοι τίς οὐκ οἶδεν, ὅτι παντὶ τῷ βουλομένῳ ῥᾷστον ἔργον ἂν γένοιτο συγχέαι καὶ ἀνελεῖν ὁμόνοιαν ἐκ πόλεως τοιαῦτ᾽ ἐγκαλοῦντι, ὧν ἡ πίστις μέλλουσα καὶ ἐν ἀδήλῳ ἔτι οὖσα οὐ φυλακή ἐστι τοῦ μὴ παθεῖν τι κακόν, ἀλλὰ πρόφασις τοῦ ἀδικεῖν; [5] καὶ οὐ τοῖς προεστηκόσιν ὑμῶν μόνον ὧν διαβάλλουσι τὴν βουλὴν καὶ συκοφαντοῦσιν ἐπιτιμᾶν ἄξιον, ἀλλὰ καὶ ὑμῖν οὐχ ἧττον ὧν πιστεύετε αὐτοῖς καὶ πρὶν ἢ πειραθῆναι ἀγανακτεῖτε. χρῆν γὰρ ὑμᾶς, εἰ τὰ μέλλοντα ἐφοβεῖσθε ἀδικήματα, καὶ τὰς ἐπ᾽ αὐτοῖς ὀργὰς μελλούσας ἔχειν. νῦν δὲ φαίνεσθε ταχύτερα μᾶλλον ἢ φρονιμώτερα ἐγνωκέναι καὶ τὸ ἀσφαλέστερον ἐν τῷ κακουργοτέρῳ τιθέναι. ;ΚΕΦΑΛΑΙΟΝ Λ΄ [1] περὶ μὲν δὴ τῶν κοινῶν ἀδικημάτων, ἐφ᾽ οἷς τὴν βουλὴν οἱ δήμαρχοι διέβαλον, ἀποχρῆν οἴομαι τοσαῦτ᾽ εἰρῆσθαι. ἐπεὶ δὲ καὶ καθ᾽ ἕνα ἕκαστον ἡμῶν, περὶ ὧν ἂν εἴπωμεν ἐν τῇ βουλῇ, συκοφαντοῦσι, καὶ διιστάναι τὴν πόλιν αἰτιῶνται, καὶ νῦν Γάιον Μάρκιον, ἄνδρα φιλόπολιν, ἐλευθέρᾳ φωνῇ χρησάμενον ὑπὲρ τῶν κοινῶν ἀποκτεῖναι ζητοῦσιν ἢ φυγάδα ποιῆσαι τῆς πατρίδος, βούλομαι καὶ περὶ τούτου τὰ δίκαια εἰπεῖν πρὸς ὑμᾶς· καὶ σκοπεῖτε, εἰ μετρίους καὶ ἀληθεῖς ἐρῶ· [2] τοὺς λόγους. ὑμεῖς, ὦ δημόται, διαλλαττόμενοι πρὸς τὴν βουλὴν ἀποχρῆν ὑμῖν ᾤεσθε τῶν δανείων ἀφεῖσθαι, καὶ βοηθείας ἕνεκα τῶν κατισχυομένων πενήτων ἄρχοντας ἐξ αὑτῶν ᾐτήσασθε ἀποδεικνύναι, καὶ ταῦτ᾽ [p. 46] ἀμφότερα πολλὴν εἰδότες ἡμῖν χάριν ἐλάβετε· καταλῦσαι δὲ τὴν ἀρχὴν τῶν ὑπάτων ἢ τὴν βουλὴν ἄκυρον ποιῆσαι τῆς ὑπὲρ τῶν κοινῶν προστασίας καὶ τὴν τάξιν ἀνατρέψαι τῆς πατρίου πολιτείας οὔτ᾽ ᾐτήσασθε οὔτε μέλλετε. [3] τί οὖν παθόντες ἐπιχειρεῖτε πάντα συγχεῖν ταῦτα νυνί; καὶ τίνι δικαίῳ πιστεύοντες τὰς τιμὰς ἡμῶν ζητεῖτε ἀφαιρεῖσθαι; εἰ γὰρ ἐν τοῖς μετέχουσι τῆς βουλῆς φοβερὸν ποιήσετε τὸ μὴ μετὰ παρρησίας ἃ φρονοῦσι λέγειν, τί ἂν εἴποιεν οἱ προεστηκότες ὑμῶν ἐπιεικές; ἢ ποίῳ χρησάμενοι νόμῳ θανάτῳ ζημιοῦν ἢ φυγῇ τῶν πατρικίων τινὰς ἀξιώσουσιν; οὔτε γὰρ οἱ παλαιοὶ νόμοι ταύτην διδόασιν ὑμῖν τὴν ἐξουσίαν, οὔθ᾽ αἱ νεωστὶ γενόμεναι πρὸς τὴν βουλὴν ὁμολογίαι. [4] τὸ δ᾽ ἐκβαίνειν τοὺς νομίμους ὅρους καὶ τὴν βίαν κρείττονα ποιεῖν τῆς δίκης οὐκέτι δημοτικόν ἐστιν, ἀλλ᾽ εἰ τἀληθῆ βούλεσθε ἀκούειν τυραννικόν. ἐγὼ δὴ παραινέσαιμ᾽ ἂν ὑμῖν, ὧν μὲν εὕρεσθε παρὰ τῆς βουλῆς φιλανθρώπων μηδενὸς ἀφίστασθαι, ὧν δ᾽ οὐκ ἠξιώσατε διαλυόμενοι τὴν ἔχθραν τότε τυχεῖν μηδὲ νῦν ἀντιποιεῖσθαι. {{DEFAULTSORT:Ρωμαικη Αρχαιολογια 07 21}} k6fywgwx7afu0mtnkdym6bmasc7gw8k Ρωμαϊκή Αρχαιολογία/ζ/11 0 23552 148478 100287 2022-08-09T13:18:49Z Αντιγόνη 235 wikitext text/x-wiki {{Κεφαλίδα | τίτλος = Κεφάλαια 11–20 | συγγραφέας = Διονύσιος ο Αλικαρνασσεύς | μεταφραστής= | ενότητα = [[Ρωμαϊκή Αρχαιολογία/ζ|Ῥωμαϊκὴ Ἀρχαιολογία: Λόγος ζ΄]] | προηγούμενο= [[Ρωμαϊκή Αρχαιολογία/ζ/01|Κεφάλαια 01–10]] | επόμενο = [[Ρωμαϊκή Αρχαιολογία/ζ/21|Κεφάλαια 21–30]] | σημειώσεις = Dionysii Halicarnasei Antiquitatum Romanarum quae supersunt, Vol I-IV. Dionysius of Halicarnassus. Karl Jacoby. In Aedibus B.G. Teubneri. Leipzig. 1885. }} ;ΚΕΦΑΛΑΙΟΝ ΙΑ΄ [1] οἱ δ᾽ ἀποστάται τε καὶ φυγάδες ἐν τῷ περὶ τὸν Ἄορνον ὄρει πλησίον ὄντι τῆς πόλεως λοχῶντες, [p. 18] ὡς ἔμαθον ἐξεληλυθυῖαν ἐκ τῆς πόλεως τὴν τοῦ τυράννου στρατιὰν συνθήμασι μηνυθεῖσαν ὑπὸ τῶν σκοπῶν, πέμπουσιν ἐξ αὐτῶν περὶ ἑξήκοντα μάλιστα τοὺς εὐτολμοτάτους διφθέρας ἔχοντας καὶ φακέλλους φρυγάνων κομίζοντας. [2] οὗτοι περὶ λύχνων ἁφὰς ἄλλοι κατ᾽ ἄλλας πύλας ὡς χερνῆται παρεισπεσόντες ἔλαθον· ὡς δ᾽ ἔνδον ἐγένοντο τοῦ τείχους ἐξελκύσαντες ἐκ τῶν φακέλλων ἃ κατέκρυπτον ξίφη, καὶ συνελθόντες εἰς τὸν αὐτὸν ἅπαντες τόπον ἔπειτ᾽ ἐκεῖθεν ὁρμήσαντες ἀθρόοι πρὸς τὰς ἐπὶ τὸν Ἄορνον φερούσας πύλας τούς τε φύλακας αὐτῶν ἀποκτείνουσι κοιμωμένους καὶ τοὺς σφετέρους ἅπαντας ἤδη τοῦ τείχους πλησίον ὄντας ἀναπεπταμέναις ταῖς πύλαις ὑποδέχονται, καὶ τοῦτο πράξαντες ἔλαθον. [3] ἔτυχε γὰρ ἐκείνῃ τῇ νυκτὶ ἑορτή τις οὖσα δημοτελής, καὶ δι᾽ αὐτὴν ἅπας ὁ κατὰ πόλιν ὄχλος ἐν πότοις ὢν καὶ ταῖς ἄλλαις εὐπαθείαις. τοῦτο παρέσχεν αὐτοῖς κατὰ πολλὴν ἄδειαν ἁπάσας διελθεῖν τὰς ἐπὶ τὴν τυραννικὴν οἰκίαν φερούσας ὁδούς· καὶ οὐδὲ παρὰ ταῖς θύραις πολλήν τινα καὶ ἐγρηγορυῖαν εὗρον φυλακήν, ἀλλὰ κἀνταῦθα τοὺς μὲν ἤδη καθεύδοντας, τοὺς δὲ μεθύοντας ἀποσφάξαντες δίχα πόνου καὶ κατὰ πλῆθος εἰς τὴν οἰκίαν ὠσάμενοι, τοὺς μὲν ἄλλους ἅπαντας οὔτε τῶν σωμάτων ἔτι κρατοῦντας οὔτε τῶν φρενῶν διὰ τὸν οἶνον προβάτων δίκην κατέσφαξαν· τὸν δ᾽ [p. 19] Ἀριστόδημον καὶ τοὺς παῖδας αὐτοῦ καὶ τὴν ἄλλην συγγένειαν συλλαβόντες ἄχρι πολλῆς νυκτὸς αἰκιζόμενοί τε καὶ στρεβλοῦντες καὶ πᾶσιν ὡς εἰπεῖν λυμαινόμενοι κακοῖς ἀπέκτειναν. [4] ἀνελόντες δὲ τὴν τυραννικὴν οἰκίαν πρόρριζον, ὡς μήτε παιδία μήτε γυναῖκας μήτε συγγένειαν μηθενὸς αὐτῶν καταλιπεῖν καὶ δι᾽ ὅλης νυκτὸς ἅπαντας ἐξερευνησάμενοι τοὺς συνεργοὺς τῆς τυραννίδος ἡμέρας γενομένης προῆλθον εἰς τὴν ἀγοράν. ἔπειτα συγκαλέσαντες τὸν δῆμον εἰς ἐκκλησίαν ἀποτίθενται τὰ ὅπλα καὶ τὴν πάτριον καθίστανται πολιτείαν. ;ΚΕΦΑΛΑΙΟΝ ΙΒ΄ [1] ἐπὶ τοῦτον δὴ τὸν Ἀριστόδημον ἔτος ὁμοῦ τι τεσσαρεσκαιδέκατον ἤδη τυραννοῦντα Κύμης οἱ σὺν Ταρκυνίῳ φυγάδες καθιστάμενοι τὴν κατὰ τῆς πατρίδος ἐβούλοντο συντελέσασθαι δίκην. οἱ δὲ πρέσβεις τῶν Ῥωμαίων τέως μὲν ἀντέλεγον, ὡς οὔτ᾽ ἐπὶ τοῦτον ἥκοντες τὸν ἀγῶνα οὔτ᾽ ἐξουσίαν ἔχοντες, ἣν οὐκ ἐπέτρεψεν αὐτοῖς ἡ βουλὴ περὶ τῆς πόλεως ἀπολογήσασθαι δίκην. [2] ὡς δ᾽ οὐθὲν ἐπέραινον, ἀλλ᾽ ἐγκεκλικότα τὸν τύραννον ἑώρων ἐπὶ θάτερα μέρη διὰ τὰς σπουδὰς καὶ τὰς παρακλήσεις τῶν φυγάδων, αἰτησάμενοι χρόνον εἰς ἀπολογίαν, καὶ διεγγυήσαντες τὰ σώματα χρημάτων ἐν τῷ διὰ μέσου τῆς δίκης οὐθενὸς ἔτι φυλάττοντος αὐτοὺς ἀποδράντες ᾤχοντο. θεράποντας δ᾽ αὐτῶν καὶ τὰ ὑποζύγια καὶ τὰ ἐπὶ τῇ σιτωνίᾳ κομισθέντα χρήματα ὁ τύραννος κατέσχε. [3] ταύταις μὲν οὖν ταῖς πρεσβείαις τοιαῦτα παθούσαις ἀπράκτοις ἀναστρέψαι συνέβη, [p. 20] ἐκ δὲ τῶν ἐν Τυρρηνίᾳ πόλεων οἱ πεμφθέντες κέγχρους τε καὶ ζέας συνωνησάμενοι ταῖς ποταμηγοῖς σκάφαις κατεκόμισαν εἰς τὴν πόλιν. αὕτη βραχύν τινα χρόνον ἡ ἀγορὰ Ῥωμαίους διέθρεψεν· ἔπειτ᾽ ἐξαναλωθεῖσα εἰς τὰς αὐτὰς ἀπορίας κατέστησεν αὐτούς. ἦν δ᾽ οὐθὲν εἶδος ἀναγκαίας τροφῆς, ὃ οὐκ ἐπείραζον ἔτι, συνέβαινέ τ᾽ οὐκ ὀλίγοις αὐτῶν, τὰ μὲν διὰ τὴν σπάνιν, τὰ δὲ διὰ τὴν ἀτοπίαν τῆς οὐκ εἰωθυίας ἐδωδῆς, τοῖς μὲν ἀρρώστων διακεῖσθαι τὰ σώματα, τοῖς δὲ παρημελημένοις διὰ πενίαν καὶ παντάπασιν ἀδυνάτως· [4] ὡς δὲ τοῦτ᾽ ἔγνωσαν οἱ νεωστὶ κεκρατημένοι τῷ πολέμῳ Οὐολοῦσκοι, πρεσβειῶν ἀπορρήτοις διαποστολαῖς ἐνῆγον ἀλλήλους εἰς τὸν κατ᾽ αὐτῶν πόλεμον, ὡς ἀδυνάτων ἐσομένων, εἴ τις αὐτοῖς ἐπίθοιτο κεκακωμένοις πολέμῳ τε καὶ λιμῷ ἀντέχειν. θεῶν δέ τις εὔνοια, οἷς φροντὶς ἦν μὴ περιιδεῖν ὑπὸ τοῖς ἐχθροῖς Ῥωμαίους γενομένους, ἐκφανέστατα καὶ τότε τὴν ἑαυτῆς δύναμιν ἀπεδείξατο. τοσοῦτος γάρ τις ἄφνω εἰς τὰς πόλεις τῶν Οὐολούσκων φθόρος λοιμικὸς ἐνέσκηψεν, ὅσος ἐν οὐδενὶ ἄλλῳ τόπῳ μνημονεύεται γενόμενος οὔθ᾽ Ἑλλάδος οὔτε βαρβάρου γῆς, πᾶσαν ἡλικίαν καὶ τύχην καὶ φύσιν ἐρρωμένων τε καὶ ἀσθενῶν σωμάτων ὁμοίως διεργαξόμενος. [p. 21] ἐδήλωσε δὲ τὴν ὑπερβολὴν τῆς συμφορᾶς πόλις ἐπιφανὴς τῶν Οὐολούσκων, Οὐέλιτραι ὄνομα αὐτῇ, μεγάλη τε καὶ πολυάνθρωπος οὖσα τέως, ἧς ὁ λοιμὸς μίαν ὑπελείπετο μοῖραν ἐκ τῶν δέκα, τὰς δ᾽ ἄλλας ὑπολαβὼν ἀπήνεγκε. [5] τελευτῶντες δ᾽ οὖν ὅσοι περιῆσαν ἐκ τῆς συμφορᾶς πρεσβευσάμενοι Ῥωμαίοις ἔφρασαν τὴν ἐρημίαν καὶ παρέδοσαν τὴν πόλιν. ἔτυχον δὲ καὶ πρότερον ἐποίκους ἐκ τῆς Ῥώμης εἰληφότες, ἀφ᾽ ἧς αἰτίας καὶ τὸ δεύτερον τοὺς κληρούχους παρ᾽ αὐτῶν ᾔτουν. ;ΚΕΦΑΛΑΙΟΝ ΙΓ΄ [1] ταῦτα τοῖς Ῥωμαίοις μαθοῦσι τῆς μὲν συμφορᾶς οἶκτος εἰσῄει, καὶ οὐδὲν ᾤοντο δεῖν τοῖς ἐχθροῖς ἐπὶ τοιαύταις τύχαις μνησικακεῖν, ὡς ἱκανὰς δεδωκόσι τοῖς θεοῖς ὑπὲρ σφῶν δίκας ἀνθ᾽ ὧν ἔμελλον δράσειν· Οὐελίτρας δὲ παραλαμβάνειν ἐδόκει κληρούχων οὐκ ὀλίγων ἀποστολῇ πολλὰ τὰ συμφέροντα ἐκ τοῦ πράγματος ἐπιλογιζομένοις. [2] τό τε γὰρ χωρίον ἱκανὸν εἶναι ἐφαίνετο φυλακῇ ἀξιόχρεῳ καταληφθὲν οἷς ἂν νεωτερίζειν ἢ παρακινεῖν τι βουλομένοις ᾖ μέγα κώλυμα καὶ ἐμπόδιον εἶναι· ἥ τ᾽ ἀπορία τῆς τροφῆς ἡ κατέχουσα τὴν πόλιν οὐ παρ᾽ ὀλίγον μετριωτέρα γενήσεσθαι ὑπωπτεύετο, εἰ μετασταίη τις ἐξ αὐτῆς ἀπὸ τοῦ πλήθους μοῖρα ἀξιόλογος. μάλιστα δ᾽ ἡ στάσις ἀναρριπιζομένη, πρὶν ἢ πεπαῦσθαι καλῶς ἔτι τὴν προτέραν, [3] ἐνῆγεν αὐτοὺς ψηφίζεσθαι τὸν ἀπόστολον. πάλιν γάρ, ὥσπερ καὶ πρότερον, ὁ δῆμος ἠρεθίζετο καὶ δι᾽ ὀργῆς [p. 22] εἶχε τοὺς πατρικίους, πολλοί τε καὶ χαλεποὶ κατ᾽ αὐτῶν ἐγίνοντο λόγοι τῶν μὲν ὀλιγωρίαν ἐγκαλούντων καὶ ῥᾳθυμίαν, ὅτι οὐκ ἐκ πολλοῦ προείδοντο τὴν ἐσομένην τοῦ σίτου σπάνιν καὶ προὐμηχανήσαντο τὰ πρὸς τὴν συμφορὰν ἀλεξήματα, τῶν δ᾽ ἐξ ἐπιβουλῆς ὑπ᾽ αὐτῶν γεγονέναι τὴν σιτοδείαν ἀποφαινόντων δι᾽ ὀργήν τε καὶ ἐπιθυμίαν τοῦ κακῶσαι τὸ δημοτικὸν ἀναμνήσει τῆς ἀποστάσεως. [4] διὰ ταύτας μὲν δὴ τὰς αἰτίας ἡ τῶν κληρούχων ἀποστολὴ ταχεῖα ἐγίνετο τριῶν ἀποδειχθέντων ἀνδρῶν ὑπὸ τῆς βουλῆς ἡγεμόνων. τῷ δήμῳ δὲ κατ᾽ ἀρχὰς μὲν ἦν ἀσμένῳ τοὺς κληρούχους διαλαγχάνειν ὡς λιμοῦ τ᾽ ἀπαλλαχθησομένῳ καὶ χώραν οἰκήσοντι εὐδαίμονα· ἔπειτ᾽ ἐνθυμουμένῳ τὸν λοιμόν, ὃς. ἐν τῇ μελλούσῃ αὐτὸν ὑποδέχεσθαι πόλει πολὺς γενόμενος τούς τ᾽ οἰκήτορας διεφθάρκει καὶ δέος παρεῖχε, μὴ καὶ τοὺς ἐποίκους ταὐτὸν ἐργάσηται, μεθίστατο κατὰ μικρὸν εἰς τἀναντία ἡ γνώμη, ὥστ᾽ οὐ πολλοί τινες ἐφάνησαν οἱ μετέχειν βουλόμενοι τῆς ἀποικίας, ἀλλὰ πολὺ ἐλάττους ὧν ἡ βουλὴ ἐψηφίσατο, καὶ οὗτοι δ᾽ ἤδη σφῶν αὐτῶν κατεγνώκεσαν ὡς κακῶς βεβουλευμένων καὶ ὑπανεδύοντο τὴν ἔξοδον. [5] κατελήφθη μέντοι τοῦτο τὸ μέρος καὶ τὸ ἄλλο τὸ μὴ ἑκουσίως συναιρόμενον τῆς ἐξόδου ψηφισαμένης τῆς βουλῆς ἐξ ἁπάντων [p. 23] γενέσθαι Ῥωμαίων κλήρῳ τὴν ἔξοδον, κατὰ δὲ τῶν λαχόντων, εἰ μὴ ἐξίοιεν, χαλεπὰς καὶ ἀπαραιτήτους θεμένης ζημίας. οὗτός τε δὴ ὁ στόλος εἰς Οὐελίτρας εὐπρεπεῖ ἀνάγκῃ καταληφθεὶς ἀπεστάλη, καὶ ἕτερος αὖθις οὐ πολλαῖς ἡμέραις ὕστερον εἰς Νώρβαν πόλιν, ἥ ἐστι τοῦ Λατίνων ἔθνους οὐκ ἀφανής. ;ΚΕΦΑΛΑΙΟΝ ΙΔ΄ [1] ἐγένετο δ᾽ οὐδὲν τῶν ἐκ λογισμοῦ τοῖς πατρικίοις κατὰ γοῦν τὴν ἐλπίδα λωφήσειν τὴν στάσιν, ἀλλ᾽ οἱ περιλειφθέντες ἔτι χείρους ταῖς ὀργαῖς ἦσαν καὶ πολλῇ τῇ καταβοῇ τῶν βουλευτῶν ἐχρῶντο κατά τε συστροφὰς καὶ ἑταιρίας, ὀλίγοι μὲν συνιόντες τὸ πρῶτον, ἔπειτ᾽ ἀθρόοι συντονωτέρας ἤδη γινομένης τῆς ἀπορίας καὶ συνδραμόντες εἰς τὴν ἀγορὰν τοὺς δημάρχους ἐβόων. [2] συναχθείσης δ᾽ ὑπ᾽ αὐτῶν ἐκκλησίας παρελθὼν Σπόριος Σικίνιος, ὃς ἦν τοῦ ἀρχείου τότε ἡγεμών, αὐτός τε πολὺς ἔρρει κατὰ τῆς βουλῆς αὔξων ὡς μάλιστ᾽ ἐνῆν τὸν κατ᾽ αὐτῆς φθόνον, καὶ τοὺς ἄλλους ἠξίου λέγειν ἃ φρονοῦσιν εἰς τὸ κοινόν, μάλιστα δὲ τὸν Σικίνιον καὶ τὸν Βροῦτον ἀγορανόμους τότ᾽ ὄντας ἀνακαλῶν ἑκάτερον ἐξ ὀνόματος, οἳ καὶ τῆς πρώτης ἀποστάσεως τῷ δήμῳ ἦρξαν, καὶ τὴν δημαρχικὴν ἐξουσίαν εἰσηγησάμενοι πρῶτοι αὐτῆς ἔτυχον. [3] παρελθόντες δ᾽ οὗτοι τοὺς κακοηθεστάτους τῶν λόγων ἐκ πολλοῦ παρεσκευασμένοι διεξῄεσαν, ἃ τοῖς πολλοῖς ἀκούειν ἦν βουλομένοις, ὡς ἐκ προνοίας τε καὶ ἐπιβουλῆς ὑπὸ τῶν πλουσίων γένοιθ᾽ ἡ περὶ τὸν [p. 24] σῖτον ἀπορία, ἐπειδὴ τὴν ἐλευθερίαν ἀκόντων ἐκείνων ὁ δῆμος ἐκ τῆς ἀποστάσεως εὕρετο. [4] ἰσομοιρεῖν τ᾽ οὐδὲ κατὰ μικρὸν ἀπέφαινον τῆς συμφορᾶς τοῖς πένησι τοὺς εὐπόρους· ἐκείνοις μὲν γὰρ εἶναι καὶ τροφὰς ἐν ἀφανεῖ ἀποκειμένας καὶ χρήματα, οἷς ὠνούμενοι τὰς ἐπεισάκτους ἀγορὰς ἐν πολλῇ ὑπεροψίᾳ ἦσαν τοῦ κακοῦ, τοῖς δὲ δημόταις ἀμφότερα ταῦτ᾽ ἀπόρως ἔχειν· τήν τ᾽ ἀποστολὴν τῶν κληρούχων, ἣν ἐποιήσαντο εἰς νοσερὰ χωρία, ἐκβολὴν ἀποφαίνοντες εἰς προφανῆ καὶ μακρῷ χείρονα ὄλεθρον, αὔξοντες ὡς μάλιστα δυνατοὶ ἦσαν τῷ λόγῳ τὰ δεινά, καὶ τί πέρας ἔσται τῶν κακῶν ἀξιοῦντες μαθεῖν, ὑπομιμνήσκοντές τε τῶν παλαιῶν αὐτοὺς αἰκισμῶν, οἷς ὑπὸ τῶν πλουσίων ἔτυχον αἰκισθέντες, καὶ [5] τἆλλα τὰ ὅμοια τούτοις κατὰ πολλὴν ἄδειαν διεξιόντες. τελευτῶν δ᾽ ὁ Βροῦτος εἰς ἀπειλήν τινα τοιάνδε κατέκλεισε τὸν λόγον, ὡς εἰ βουληθεῖεν αὐτῷ πείθεσθαι διὰ ταχέων προσαναγκάσων τοὺς ἐκκαύσαντας τὸ δεινὸν καὶ κατασβέσαι. ἡ μὲν δὴ ἐκκλησία διελύετο. ;ΚΕΦΑΛΑΙΟΝ ΙΕ΄ [1] οἱ δ᾽ ὕπατοι τῇ κατόπιν ἡμέρᾳ συνεκάλουν τὴν βουλὴν περίφοβοι ὄντες ἐπὶ τοῖς καινοτομουμένοις καὶ τὴν τοῦ Βρούτου δημοκοπίαν εἰς μέγα τι κακὸν ἀποσκήψειν οἰόμενοι. πολλοὶ μὲν δὴ καὶ παντοδαποὶ ὑπό τ᾽ αὐτῶν ἐκείνων ἐρρήθησαν ἐν τῷ συνεδρίῳ λόγοι καὶ ὑπὸ τῶν ἄλλων πρεσβυτέρων, τῶν μὲν οἰομένων δεῖν θεραπεύειν τὸν δῆμον ἁπάσῃ εὐπροσηγορίᾳ λόγων [p. 25] καὶ ὑποσχέσει ἔργων καὶ τοὺς ἡγεμόνας αὐτοῦ μετριωτέρους παρασκευάζειν, τιθέντας εἰς μέσον τὰ πράγματα καὶ μετὰ σφῶν ὑπὲρ τοῦ κοινῇ συμφέροντος παρακαλοῦντας σκοπεῖν. [2] τῶν δὲ μηθὲν ἐνδιδόναι μαλακὸν συμβουλευόντων πρὸς ὄχλον αὐθάδη καὶ ἀμαθῆ ἢ θρασεῖάν τε καὶ ἀνύποιστον δημοκόπων ἀνθρώπων μανίαν, ἀλλ᾽ ἀπολογεῖσθαι μέν, ὡς οὐδὲν εἴη τῶν γεγονότων παρὰ τῶν πατρικίων αἴτιον, καὶ ὑπισχνεῖσθαι πρόνοιαν ἕξειν τοῦ κακοῦ τὴν δυνατήν, τοῖς δὲ ταράττουσι τὸν δῆμον ἐπιτιμᾶν καὶ προαγορεύειν, ὡς εἰ μὴ παύσονται τὴν στάσιν ἀναρριπίζοντες ἀξίας τίσουσι δίκας. [3] ταύτης ἡγεῖτο τῆς γνώμης Ἄππιος, καὶ ἦν ἡ νικῶσα αὕτη πολλῆς ἐμπεσούσης πάνυ τοῖς συνέδροις φιλονεικίας· ὥστε καὶ τὸν δῆμον ὑπὸ τῆς βοῆς αὐτῶν ἐξακουομένης ἐπὶ πολὺ ταραχθέντα συνδραμεῖν ἐπὶ τὸ βουλευτήριον, καὶ πᾶσαν ὀρθὴν ἐπὶ τῇ προσδοκίᾳ [4] γενέσθαι τὴν πόλιν. μετὰ δὲ τοῦθ᾽ οἱ μὲν ὕπατοι προελθόντες συνεκάλουν τὸν δῆμον εἰς ἐκκλησίαν· ἦν δ᾽ οὐ πολὺ τῆς ἡμέρας ἔτι τὸ λειπόμενον· καὶ παρελθόντες ἐπειρῶντο τὰ δόξαντα σφίσιν ἐν τῇ βουλῇ λέγειν. ἐνίσταντο δ᾽ αὐτοῖς οἱ δήμαρχοι, καὶ οὐκ ἦν ἐν μέρει οὐδ᾽ ἐν κόσμῳ γινόμενος παρ᾽ ἀμφοῖν [p. 26] ὁ λόγος. ἐβόων γὰρ ἅμα καὶ ἐξέκλειον ἀλλήλους, ὥστε μὴ ῥᾴδιον εἶναι τοῖς παροῦσι τὰς διανοίας αὐτῶν ὅ τι βούλονται συνιδεῖν. ;ΚΕΦΑΛΑΙΟΝ ΙΣΤ΄ [1] ἐδικαίουν δ᾽ οἱ μὲν ὕπατοι τὴν κρείττονα ἔχοντες ἐξουσίαν ἁπάντων ἄρχειν τῶν ἐν τῇ πόλει, οἱ δὲ δήμαρχοι τὴν ἐκκλησίαν ἑαυτῶν εἶναι χωρίον ὥσπερ ἐκείνων τὴν βουλήν, καὶ ὁπόσα ἐπὶ τοῖς δημόταις ἦν κρίνειν τε καὶ ψηφίζεσθαι, τούτων αὐτοὶ πᾶν ἔχειν τὸ κρίτος. συνηγωνίζετο δὲ τοῖς μὲν ἡ πληθὺς ἐπιβοῶσα καὶ ὁμόσε χωρεῖν, εἰ δέοι, τοῖς κωλύουσι παρεσκευασμένη, τοῖς δ᾽ ὑπάτοις οἱ πατρίκιοι συστρέψαντες αὑτούς. [2] ἐγίνετο δὲ πολὺς ἀγὼν περὶ τοῦ μὴ εἶξαι ἑκατέροις, ὡς ἐν μιᾷ τῇ τότε ἥττῃ παραχωρουμένης τῆς εἰς τὸν λοιπὸν χρόνον ἑκατέρων δικαιώσεως. ἥλιός τε περὶ καταφορὰν ἦν ἤδη, καὶ συνέτρεχεν ἐκ τῶν οἰκιῶν τὸ ἄλλο πλῆθος εἰς τὴν ἀγοράν, καὶ ἔμελλον, εἰ νὺξ ἐπιλαμβάνοι τὴν ἔριν, εἰς πληγάς τε καὶ λίθων χωρήσειν βολάς. [3] ἵνα δὴ μὴ τοῦτο γένοιτο, προελθὼν ὁ Βροῦτος τοὺς ὑπάτους ἠξίου δοῦναι λόγον αὐτῷ, παύσειν ὑπισχνούμενος τὴν στάσιν. κἀκεῖνοι δόξαντες σφίσι παρακεχωρῆσθαι, ὅτι τῶν δημάρχων παρόντων οὐ παρ᾽ ἐκείνων ὁ δημαγωγὸς ᾐτήσατο τὴν χάριν, ἐπιτρέπουσιν αὐτῷ λέγειν. σιωπῆς δὲ γενομένης ἄλλο μὲν οὐδὲν ὁ Βροῦτος εἶπεν, ἠρώτησε δὲ τοὺς ὑπάτους τοιάνδε τινὰ [4] ἐρώτησιν· ἆρά γ᾽, ἔφη, μέμνησθ᾽, ὅτι διαλυομένοις [p. 27] ἡμῖν τὴν στάσιν τοῦτο συνεχωρήθη τὸ δίκαιον ὑφ᾽ ὑμῶν, ὅταν οἱ δήμαρχοι συναγάγωσι τὸν δῆμον ὑπὲρ ὁτουδήτινος, μὴ παρεῖναι τῇ συνόδῳ τοὺς πατρικίους μηδ᾽ ἐνοχλεῖν; μεμνήμεθ᾽, ἔφησεν ὁ Γεγάνιος. καὶ ὁ Βροῦτος ὑποφέρει· τί οὖν παθόντες ἐμποδὼν ἵστασθ᾽ ἡμῖν καὶ οὐκ ἐᾶτε τοὺς δημάρχους ἃ βούλονται λέγειν; ἀποκρίνεται πρὸς ταῦθ᾽ ὁ Γεγάνιος· ὅτι οὐκ αὐτοὶ συνεκάλεσαν τὸν δῆμον εἰς τὴν ἐκκλησίαν, ἀλλ᾽ ἡμεῖς οἱ ὕπατοι. εἰ μὲν οὖν ὑπὸ τούτων ἡ σύνοδος ἐγένετο, οὐθὲν ἂν ἠξιοῦμεν οὔτε κωλύειν οὔτε πολυπραγμονεῖν· ἐπειδὴ δ᾽ ἡμεῖς συνηγάγομεν τὴν ἐκκλησίαν, οὐχὶ τούτους ἀγορεύειν κωλύομεν, ἀλλ᾽ ὑπὸ τούτων αὐτοὶ [5] κωλύεσθαι οὐ δικαιοῦμεν. καὶ ὁ Βροῦτος ὑποτυχών· νικῶμεν, ἔφησεν, ὦ δημόται, καὶ παρακεχώρηται ἡμῖν ὑπὸ τῶν διαφόρων ὅσα ἠξιοῦμεν. νῦν μὲν οὖν ἄπιτε καὶ παύσασθε φιλονεικοῦντες· αὔριον δ᾽ ὑμῖν ὑπισχνοῦμαι φανερὰν ποιήσειν ὅσην ἔχετε ἰσχύν. καὶ ὑμεῖς γ᾽, ὦ δήμαρχοι, παραχωρήσατε αὐτοῖς τῆς ἀγορᾶς ἐν τῷ παρόντι· οὐ γὰρ εἰς τέλος παραχωρήσετε· μαθόντες δ᾽ ὅσον ἔχει κράτος ὑμῶν ἡ ἀρχή· γνώσεσθε γὰρ οὐκ εἰς μακράν· ἐγὼ τοῦθ᾽ ὑμῖν ὑποδέχομαι ποιήσειν φανερόν· μετριωτέραν αὐτῶν ἀποδώσετε τὴν ὑπερηφανίαν. ἐὰν δὲ φενακίζων ὑμᾶς εὑρεθῶ, χρήσασθ᾽ ὅ τι βούλεσθέ μοι. ;ΚΕΦΑΛΑΙΟΝ ΙΖ΄ [1] οὐθενὸς δὲ πρὸς ταῦτ᾽ ἀντιλέξαντος ἀπῄεσαν ἐκ τῆς ἐκκλησίας οὐ τὰς ὁμοίας ὑπολήψεις ἔχοντες [p. 28] ἑκάτεροι· ἀλλ᾽ οἱ μὲν ἄποροι δοκοῦντές τι περιττὸν ἐξευρηκέναι τὸν Βροῦτον καὶ οὐκ εἰκῆ ὑποσχέσθαι πρᾶγμα τηλικοῦτον, οἱ δὲ πατρίκιοι περιφρονοῦντες τὴν κουφότητα τοῦ ἀνθρώπου καὶ τῶν ὑποσχέσεων τὴν τόλμαν ἕως λόγου χωρήσειν οἰόμενοι· μηθὲν γὰρ ὑπὸ τῆς βουλῆς συγκεχωρῆσθαι τοῖς δημάρχοις ἔξω τοῦ βοηθεῖν τοῖς ἀδικουμένοις τῶν δημοτικῶν. οὐ μὴν ἅπασί γ᾽ εἰσῄει καὶ μάλιστα τοῖς πρεσβυτέροις ὀλιγωρία τοῦ πράγματος, ἀλλὰ προσέχειν, μή τι ἀνήκεστον ἡ τοῦ [2] ἀνδρὸς ἐξεργάσηται μανία. τῇ δ᾽ ἑξῆς νυκτὶ κοινωσάμενος τοῖς δημάρχοις ὁ Βροῦτος τὴν ἑαυτοῦ γνώμην καὶ παρασκευασάμενος χεῖρα οὐκ ὀλίγην δημοτῶν κατέβαινε μετ᾽ αὐτῶν εἰς τὴν ἀγοράν· καὶ πρὶν ἡμέραν λαμπρὰν γενέσθαι καταλαβόμενοι τὸ Ἡφαιστεῖον, ἔνθα ἦν ἔθος αὐτοῖς ἐκκλησιάζειν, ἐκάλουν μὲν εἰς ἐκκλησίαν τὸν δῆμον. πληρωθείσης δὲ τῆς ἀγορᾶς· ὄχλος γὰρ ὅσος οὔπω πρότερον συνῆλθε· παρελθὼν Σικίνιος ὁ δήμαρχος πολὺν μὲν ἐποιήσατο κατὰ τῶν πατρικίων λόγον, ἅπανθ᾽ ὑπομιμνήσκων ὅσα κατὰ τῶν δημοτικῶν αὐτοῖς ἐπράχθη· ἔπειθ᾽ ὑπὲρ τῆς παρελθούσης ἡμέρας ἐδίδασκεν, ὡς κεκωλυμένος ὑπ᾽ αὐτῶν εἴη λόγου τυχεῖν καὶ τὴν ἐξουσίαν τῆς ἀρχῆς ἀφῃρημένος. [3] τίνος [p. 29] γὰρ ἂν ἔτι γενοίμεθ᾽, ἔφη, κύριοι τῶν ἄλλων, εἰ μηδὲ τοῦ λέγειν ἐσόμεθα; πῶς δ᾽ ἄν τινι ὑμῶν ἀδικουμένῳ πρὸς αὐτῶν βοηθεῖν δυναίμεθα, εἰ τὴν ἐξουσίαν τοῦ συνάγειν ὑμᾶς ἀφαιρεθείημεν; ἄρχουσι γὰρ δήπου παντὸς ἔργου λόγοι, καὶ οὐκ ἄδηλον, ὅτι οἷς εἰπεῖν ἃ φρονοῦσιν οὐκ ἔξεστιν, οὐδὲ πρᾶξαι ἂν ἐξείη, ἃ βούλονται. ἢ κομίζεσθ᾽ οὖν, ἔφη, τὴν ἐξουσίαν, ἣν δεδώκατε ἡμῖν, εἰ μὴ μέλλετε βεβαιοῦν αὐτῇ τἀσφαλές, ἢ νόμῳ γραφέντι κωλύσατε τοὺς ἐμποδὼν ἡμῖν τὸ λοιπὸν ἐσομένους. [4] τοιαῦτα διαλεχθείς, ἐπικελεύσαντος αὐτῷ τοῦ δήμου μεγάλῃ βοῇ τὸν νόμον εἰσφέρειν, ἔχων αὐτὸν ἤδη γεγραμμένον ἀνεγίνωσκε καὶ ψῆφον δίδωσι τῷ πλήθει περὶ αὐτοῦ παραχρῆμα ἐπενεγκεῖν. οὐ γὰρ ἐδόκει τὸ πρᾶγμα δεῖσθαι ἀναβολῆς οὐδὲ μελλησμοῦ, μή τι ἄλλο κώλυμα γένηται πρὸς τῶν ὑπάτων. [5] ἦν δὲ τοιόσδε ὁ νόμος· δημάρχου γνώμην ἀγορεύοντος ἐν δήμῳ μηδεὶς λεγέτω μηδὲν ἐναντίον μηδὲ μεσολαβείτω τὸν λόγον. ἐὰν δέ τις παρὰ ταῦτα ποιήσῃ, διδότω τοῖς δημάρχοις ἐγγυητὰς αἰτηθεὶς εἰς ἔκτισιν ἧς ἂν ἐπιθῶσιν αὐτῷ ζημίας. ὁ δὲ μὴ διδοὺς ἐγγυητὴν θανάτῳ ζημιούσθω, καὶ τὰ χρήματ᾽ αὐτοῦ ἱερὰ ἔστω. τῶν δ᾽ ἀμφισβητούντων πρὸς ταύτας τὰς ζημίας αἱ κρίσεις ἔστωσαν ἐπὶ τοῦ δήμου. [6] τοῦτον τὸν νόμον ἐπιψηφίσαντες οἱ δήμαρχοι διέλυσαν τὴν ἐκκλησίαν· καὶ ὁ δῆμος ἀπῄει πολλῆς γεγονὼς μεστὸς εὐθυμίας, τῷ δὲ Βρούτῳ [p. 30] μεγάλην χάριν εἰδώς, ἐκείνου δοκῶν εἶναι τὸ ἐνθύμημα τοῦ νόμου. ;ΚΕΦΑΛΑΙΟΝ ΙΗ΄ [1] μετὰ τοῦτο πολλαὶ καὶ περὶ πολλῶν ἐγίνοντο τοῖς δημάρχοις πρὸς τοὺς ὑπάτους ἀντιλογίαι, καὶ οὔθ᾽ ὁ δῆμος ὁπόσα ἡ βουλὴ ψηφίσαιτο κύρια ἡγεῖτο, οὔθ᾽ ὧν ὁ δῆμος γνοίη τῇ βουλῇ φίλον τι ἦν· ἀντιπαρατεταγμένοι δὲ καὶ δι᾽ ὑποψίας ἔχοντες ἀλλήλους διετέλουν. οὐ μὴν τό γε μῖσος αὐτῶν εἰς ἔργον τι ἀνήκεστον ἐχώρησεν, οἷα ἐν ταῖς τοιαύταις φιλεῖ [2] γίνεσθαι ταραχαῖς. οὔτε γὰρ οἱ πένητες ἐπὶ τὰς οἰκίας ὥρμησαν τῶν πλουσίων, ἔνθα ὑπελάμβανόν τινας εὑρήσειν ἀποκειμένας τροφάς, ἢ τὴν ἐν τῷ φανερῷ ἀγορὰν ἁρπάζειν ἐπεβάλοντο, ἀλλ᾽ ὑπομένοντες ὠνεῖσθαι πολλοῦ διαφόρου μικρά, καὶ ὁπότ᾽ ἐξαπορηθεῖεν ἀργυρίου τὰς ἐκ γῆς ῥίζας τε καὶ βοτάνας σιτούμενοι ἠνείχοντο· οὔθ᾽ οἱ πλούσιοι βιασάμενοι τοὺς ἀσθενεστέρους τῇ τ᾽ οἰκείᾳ δυνάμει καὶ τῇ παρὰ τῶν πελατῶν πολλῇ οὔσῃ κατασχεῖν αὐτοὶ τὴν πόλιν ἠξίωσαν τοὺς μὲν ἐξελάσαντες ἐξ αὐτῆς, τοὺς δ᾽ ἀποκτείναντες, ἀλλὰ διέμενον ὥσπερ οἱ σωφρονέστατα πολιτευόμενοι πρὸς τοὺς υἱοὺς πατέρες εὐνοούσῃ καὶ κηδομένῃ τῇ ὀργῇ πρὸς τὰς ἁμαρτάδας αὐτῶν χρώμενοι. [3] τοιαύτης δὲ καταστάσεως οὔσης περὶ τὴν Ῥώμην αἱ πλησιόχωροι πόλεις ἐκάλουν τοὺς βουλομένους οἰκεῖν παρὰ σφίσι Ῥωμαίων πολιτείας τε μεταδόσει καὶ ἄλλων φιλανθρώπων ἐλπίσιν ὑπαγόμεναι, αἱ μὲν ἀπὸ τοῦ βελτίστου δι᾽ εὔνοιάν τε [p. 31] καὶ ἔλεον τῆς συμφορᾶς, αἱ δὲ πλείους διὰ φθόνον τῆς πάλαι ποτὲ εὐτυχίας. καὶ ἦσαν οἱ ἀπαναστάντες πανοικεσίᾳ καὶ μεταθέμενοι τὰς οἰκήσεις ἑτέρωσε πολλοὶ πάνυ· ὧν οἱ μὲν ἀνέστησαν αὖθις, ἐπειδὴ κατέστη τὰ πράγματα τῆς πόλεως, οἱ δὲ καὶ διέμειναν. ;ΚΕΦΑΛΑΙΟΝ ΙΘ΄ [1] ταῦτα δ᾽ ὁρῶσι τοῖς ὑπάτοις ἐδόκει τῆς βουλῆς ἐπιτρεπούσης στρατοπέδου ποιεῖσθαι καταγραφὴν καὶ ἐξάγειν ἔξω τὴν δύναμιν· εἰλήφεσαν δ᾽ ἀφορμὴν τῷ ἐγχειρήματι πρέπουσαν ἐπιδρομάς τε καὶ λεηλασίας κακουμένης τῆς χώρας ὑπὸ τῶν πολεμίων θαμινά, τά τ᾽ ἄλλα, ὅσα ἐκ τοῦ πράγματος χρηστὰ ἦν, ἐπιλογιζομένοις, ὑπερορίου στρατιᾶς ἐκπεμφθείσης ὡς εὐπορωτέρᾳ μὲν ἕξουσι τῇ ἀγορᾷ χρῆσθαι οἱ ὑπολειφθέντες ἐλάττους γενόμενοι, ἐν ἀφθονωτέροις δὲ διάξουσι τοῖς ἐπιτηδείοις οἱ τὰ ὅπλα ἔχοντες ἐκ τῶν πολεμίων ἐπισιτιζόμενοι, λωφήσει δ᾽ ἡ στάσις, ὅσον ἂν ἡ στρατεία κατέχῃ χρόνον· μάλιστα δ᾽ ἐφαίνετο ἔργῳ βεβαιώσειν αὐτῶν τὰς διαλλαγὰς συστρατευόντων ἀλλήλοις πατρικίων καὶ δημοτῶν ἡ γενησομένη παρὰ τοὺς κινδύνους κακῶν τε καὶ ἀγαθῶν ἰσομοιρία. [2] ἀλλ᾽ οὐκ ἦν τὸ πλῆθος ὑπήκοον αὐτοῖς οὐδ᾽ ὥσπερ πρότερον ἑκούσιον ὑπήντα πρὸς τὴν καταγραφήν· ἀνάγκην δὲ προσφέρειν τοῖς μὴ βουλομένοις οὐκ ἐδικαίουν τὴν ἐκ τῶν νόμων οἱ ὕπατοι· ἀλλ᾽ ἐκ τῶν πατρικίων ἐθέλονταί τινες κατεγράφησαν [p. 32] ἅμα τοῖς πελάταις, καὶ αὐτοῖς ἐξιοῦσιν ὀλίγον τι ἀπὸ [3] τοῦ δήμου μέρος συνεστράτευεν. ἡγεμὼν δὲ τῶν ἐξελθόντων ἦν Γάιος Μάρκιος ὁ τὴν Κοριολάνων πόλιν ἑλὼν κἂν τῇ πρὸς Ἀντιάτας ἀριστεύσας μάχῃ, καὶ οἱ πλεῖστοι τῶν ἀραμένων τὰ ὅπλα δημοτῶν τοῦτον ἐξιόντα ὁρῶντες ἐπερρώσθησαν, οἱ μὲν δι᾽ εὔνοιαν, οἱ δὲ τοῦ κατορθώσειν ἐλπίδι· περιβόητος γὰρ ἦν ἤδη ὁ ἀνήρ, καὶ δέος αὐτοῦ μέγα παρὰ τοῖς πολεμίοις ἐγεγόνει. [4] αὕτη προελθοῦσα ἡ στρατιὰ μέχρι πόλεως Ἀντίου δίχα πόνου σίτου πολλοῦ καταληφθέντος ἐν τοῖς ἀγροῖς καὶ ἀνδραπόδων καὶ βοσκημάτων συχνῶν ἐγκρατὴς ἐγένετο, καὶ μετ᾽ οὐ πολὺ παρῆν εὐπορωτέρα γεγονυῖα τοῖς κατὰ τὸν βίον, ὥστε τοῖς ὑπομείνασι πολλὴν κατήφειαν καὶ κατάμεμψιν τῶν δημαγωγῶν ἐμπεσεῖν, δι᾽ [5] οὓς ἀποστερεῖσθαι ἐδόκουν τῆς ὁμοίας εὐτυχίας. ὁ μὲν δὴ Γεγάνιος καὶ Μηνύκιος οἱ τοῦτον τὸν ἐνιαυτὸν ὑπατεύοντες ἐν μεγάλοις καὶ παντοδαποῖς χειμῶσι γενόμενοι καὶ πολλάκις ἀνατρέψαι κινδυνεύσαντες τὴν πόλιν οὐθὲν δεινὸν εἰργάσαντο, ἀλλὰ διέσωσαν τὰ κοινὰ φρονιμώτερον μᾶλλον ἢ εὐτυχέστερον τοῖς συμβαίνουσι χρησάμενοι. ;ΚΕΦΑΛΑΙΟΝ Κ΄ [1] οἱ δὲ μετ᾽ αὐτοὺς ἀποδειχθέντες ὕπατοι Μάρκος Μηνύκιος Αὐγουρῖνος καὶ Αὖλος Σεμπρώνιος Ἀτρατῖνος δεύτερον καταστάντες ἐπὶ τὴν ἀρχήν, ἄνδρες [p. 33] οὔθ᾽ ὅπλων οὔτε λόγων ἄπειροι, προνοίᾳ μὲν ἐχρήσαντο πολλῇ σίτου τε καὶ τῆς ἄλλης ἀγορᾶς ἐμπλῆσαι τὴν πόλιν, ὡς ἐν τῇ κατ᾽ αὐτὴν εὐετηρίᾳ τῆς ὁμονοίας τοῦ πλήθους κειμένης· οὐ μὴν ἐξεγένετό γ᾽ αὐτοῖς ἀμφοτέρων ἅμα τούτων τυχεῖν, ἀλλὰ συνεισῆλθεν ἅμα τῷ κόρῳ τῶν ἀγαθῶν ἡ τῶν χρησαμένων αὐτοῖς ὕβρις. [2] καὶ τότε δὴ μέγιστος κατέλαβε τὴν Ῥώμην κίνδυνος ἐξ ἀρχῆς, ὅτε ἥκιστ᾽ ἐδόκει. οἵ τε γὰρ ἐπὶ τὴν σιτωνίαν ἀποσταλέντες ὑπ᾽ αὐτῶν πρέσβεις πολὺν ἐκ τῶν παραθαλαττίων τε καὶ μεσογείων ἐμπορίων σῖτον ὠνησάμενοι κατήγαγον δημοσίᾳ, οἵ τε διαμείβεσθαι τὰς ἀγορὰς εἰωθότες ἐκ παντὸς τόπου συνῆλθον, παρ᾽ ὧν ἡ πόλις ὠνησαμένη τὸν φόρτον ἐκ τῶν κοινῶν χρημάτων εἶχεν ἐν φυλακῇ. [3] ἦλθον δὲ καὶ οἱ πρότερον ἀποσταλέντες πρέσβεις εἰς Σικελίαν Γεγάνιος καὶ Οὐαλέριος πολλὰς ἄγοντες ὁλκάδας, ἐν αἷς ἐκομίζοντο πυρῶν πέντε μυριάδες μεδίμνων Σικελικῶν, ὧν τὸ μὲν ἥμισυ μέρος ὠνητὸν ἦν βραχείας πάνυ τιμῆς, τὸ δὲ λοιπὸν ὁ τύραννος ἀπεστάλκει προῖκα δοὺς καὶ τέλεσι παρακομίσας τοῖς ἰδίοις. [4] ὡς δ᾽ ἀπηγγέλθη τοῖς ἐν τῇ πόλει ὁ κατάπλους τῶν σιτηγῶν ὁλκάδων τῶν ἀπὸ Σικελίας, πολλὴ ζήτησις ἐνέπιπτε τοῖς πατρικίοις ὑπὲρ τῆς διαθέσεως αὐτοῦ. οἱ μὲν γὰρ ἐπιεικέστατοι αὐτῶν καὶ φιλοδημότατοι πρὸς τὰς κατεχούσας τὸ κοινὸν ἀνάγκας ἀποβλέποντες τήν τε παρὰ τοῦ τυράννου δωρεὰν παρῄνουν ἅπασαν διανεῖμαι τοῖς δημοτικοῖς, καὶ τὸν ὠνηθέντα ἐκ τῶν δημοσίων [p. 34] χρημάτων σῖτον ὀλίγης αὐτοῖς ἀπεμπολῆσαι τιμῆς, διδάσκοντες ὡς ἐκ τούτων ἂν γένοιντο μάλιστα τῶν χαρίτων ἐπιεικέστεραι πρὸς τοὺς εὐπόρους αἱ τῶν πενήτων ὀργαί· οἱ δ᾽ αὐθαδέστεροι καὶ ὀλιγαρχικώτεροι πάσῃ προθυμίᾳ τε καὶ μηχανῇ κακοῦν ᾤοντο δεῖν τοὺς δημοτικοὺς καὶ συνεβούλευον τιμίας ὡς ἔνι μάλιστα ποιεῖν αὐτοῖς τὰς ἀγοράς, ἵνα σωφρονέστεροι διὰ τὴν ἀνάγκην γένοιντο καὶ πρὸς τὰ λοιπὰ τῆς πολιτείας δίκαια νομιμώτεροι. {{DEFAULTSORT:Ρωμαικη Αρχαιολογια 07 11}} 1fsuo34lhqceyv3wiigh5crcbsvvzm9 Ρωμαϊκή Αρχαιολογία/ζ/01 0 23553 148483 100288 2022-08-09T13:26:28Z Αντιγόνη 235 wikitext text/x-wiki {{Κεφαλίδα | τίτλος = Κεφάλαια 01–10 | συγγραφέας = Διονύσιος ο Αλικαρνασσεύς | μεταφραστής= | ενότητα = [[Ρωμαϊκή Αρχαιολογία/ζ|Ῥωμαϊκὴ Ἀρχαιολογία: Λόγος ζ΄]] | προηγούμενο= | επόμενο = [[Ρωμαϊκή Αρχαιολογία/ζ/11|Κεφάλαια 11–20]] | σημειώσεις = Dionysii Halicarnasei Antiquitatum Romanarum quae supersunt, Vol I-IV. Dionysius of Halicarnassus. Karl Jacoby. In Aedibus B.G. Teubneri. Leipzig. 1885. }} ;ΚΕΦΑΛΑΙΟΝ Α΄ [1] Τίτου δὲ Γεγανίου Μακερίνου καὶ Ποπλίου Μηνυκίου τὴν ὕπατον ἐξουσίαν παραλαβόντων σίτου σπάνις ἰσχυρὰ τὴν Ῥώμην κατέσχεν ἐκ τῆς ἀποστάσεως λαβοῦσα τὴν ἀρχήν. ὁ μὲν γὰρ δῆμος ἀπέστη τῶν πατρικίων μετὰ τὴν μετοπωρινὴν ἰσημερίαν ὑπ᾽ αὐτὴν μάλιστα τὴν ἀρχὴν τοῦ σπόρου· ἐξέλιπον δὲ τὴν χώραν οἱ γεωργοῦντες ἅμα τῇ κινήσει καὶ διέστησαν οἱ μὲν εὐχερέστεροι πρὸς τοὺς πατρικίους, τὸ δὲ θητικὸν μέρος ὡς τοὺς δημοτικούς· καὶ διέμειναν ἐξ ἐκείνου χωρὶς ἀλλήλων ὄντες, ἕως οὗ κατέστη καὶ συνῆλθεν ἡ πόλις εἰς ἑαυτὴν οὐ πολλῷ πρότερον διαλλαγεῖσα τῆς [p. 2] [2] χειμερινῆς τροπῆς. τὸν δὲ μεταξὺ χρόνον, ἐν ᾧ ὁ πᾶς ἐπιτελεῖται σπόρος ὡραῖος, ἔρημος ἡ χώρα τῶν ἐπιμελησομένων ἦν καὶ ἐπὶ πολὺν χρόνον διετέλεσεν, ὥστε μηδὲ κατελθοῦσι τοῖς γεωργοῖς ἀναλαβεῖν αὐτὴν ἔτι ῥᾴδιον εἶναι δούλων τ᾽ ἀποστάσει καὶ κτηνῶν ὀλέθρῳ, μεθ᾽ ὧν αὐτὴν ἔμελλον ἐργάζεσθαι κεκακωμένην, ἀφορμῆς τ᾽ οὐ πολλοῖς εἰς τὸν ἐπιόντα ἐνιαυτὸν ὑπαρχούσης οὔτε σπερμάτων οὔτε τροφῆς. [3] ταῦθ᾽ ἡ βουλὴ μαθοῦσα πρέσβεις διεπέμπετο πρὸς Τυρρηνοὺς καὶ Καμπανοὺς καὶ τὸ καλούμενον Πωμεντῖνον πεδίον σῖτον ὅσον ἂν δύναιντο πλεῖστον ὠνησομένους· Πόπλιος δὲ Οὐαλέριος καὶ Λεύκιος Γεγάνιος εἰς Σικελίαν ἀπεστάλησαν, Οὐαλέριος μὲν υἱὸς ὢν Ποπλικόλα, Γεγάνιος δὲ θατέρου τῶν ὑπάτων ἀδελφός. [4] τύραννοι δὲ τότε κατὰ πόλεις μὲν ἦσαν, ἐπιφανέστατος δὲ Γέλων ὁ Δεινομένους νεωστὶ τὴν Ἱπποκράτους τοῦ ἀδελφοῦ τυραννίδα παρειληφώς, οὐχὶ Διονύσιος ὁ Συρακούσιος, ὡς Λικίννιος γέγραφε καὶ Γέλλιος καὶ ἄλλοι συχνοὶ τῶν Ῥωμαίων συγγραφέων οὐθὲν ἐξητακότες τῶν περὶ τοὺς χρόνους ἀκριβῶς, ὡς αὐτὸ δηλοῖ τοὖργον, ἀλλ᾽ εἰκῆ τὸ προστυχὸν ἀποφαινόμενοι. [5] ἡ μὲν γὰρ εἰς Σικελίαν ἀποδειχθεῖσα πρεσβεία κατὰ τὸν δεύτερον ἐνιαυτὸν τῆς ἑβδομηκοστῆς καὶ δευτέρας ὀλυμπιάδος ἐξέπλευσεν ἄρχοντος Ἀθήνησιν Ὑβριλίδου, ἑπτακαίδεκα διελθόντων ἐτῶν μετὰ τὴν ἐκβολὴν τῶν βασιλέων, ὡς οὗτοί τε καὶ [p. 3] οἱ ἄλλοι σχεδὸν ἅπαντες συγγραφεῖς ὁμολογοῦσι· Διονύσιος δ᾽ ὁ πρεσβύτερος ὀγδοηκοστῷ καὶ πέμπτῳ μετὰ ταῦτ᾽ ἔτει Συρακουσίοις ἐπαναστὰς κατέσχε τὴν τυραννίδα κατὰ τὸν τρίτον ἐνιαυτὸν τῆς ἐνενηκοστῆς καὶ τρίτης ὀλυμπιάδος ἄρχοντος Ἀθήνησι Καλλίου τοῦ μετ᾽ [6] Ἀντιγένη. ὀλίγοις μὲν οὖν ἔτεσι διαμαρτεῖν τῶν χρόνων δοίη τις ἂν ἱστορικοῖς ἀνδράσιν ἀρχαίας καὶ πολυετεῖς συνταττομένοις πραγματείας, γενεαῖς δὲ δυσὶν ἢ τρισὶν ὅλαις ἀποπλανηθῆναι τῆς ἀληθείας οὐκ ἂν ἐπιτρέψειεν. ἀλλ᾽ ἔοικεν ὁ πρῶτος ἐν ταῖς ὡρογραφίαις τοῦτο καταχωρίσας, ᾧ πάντες ἠκολούθησαν οἱ λοιποί, τοσοῦτο μόνον ἐν ταῖς ἀρχαίαις εὑρὼν ἀναγραφαῖς, ὅτι πρέσβεις ἀπεστάλησαν ἐπὶ τούτων τῶν ὑπάτων εἰς Σικελίαν σῖτον ὠνησόμενοι καὶ παρῆσαν ἐκεῖθεν ἄγοντες ἣν ὁ τύραννος ἔδωκε δωρεάν, οὐκέτι μὴν παρὰ τῶν Ἑλληνικῶν ἐξετάσαι συγγραφέων, ὅστις ἦν τύραννος τότε Σικελίας, ἀβασανίστως δέ πως καὶ κατὰ τὸ προστυχὸν θεῖναι τὸν Διονύσιον. ;ΚΕΦΑΛΑΙΟΝ Β΄ [1] οἱ μὲν οὖν ἐπὶ Σικελίας πλέοντες πρέσβεις χειμῶνι χρησάμενοι κατὰ θάλατταν καὶ κύκλῳ τὴν νῆσον περιπλεῖν ἀναγκασθέντες χρόνιοί τε κατήχθησαν πρὸς τὸν τύραννον, καὶ τὴν χειμερινὴν ἐκεῖ διατρίψαντες ὥραν μετὰ θέρος ἐπανῆλθον εἰς Ἰταλίαν πολλὰς κομίζοντες ἀγοράς. [2] οἱ δ᾽ εἰς τὸ Πωμεντῖνον ἀποσταλέντες πεδίον ὀλίγου μὲν ἐδέησαν ὡς κατάσκοποι πρὸς τῶν Οὐολούσκων ἀναιρεθῆναι διαβληθέντες ὑπὸ τῶν ἐκ [p. 4] Ῥώμης φυγάδων, χαλεπῶς δὲ πάνυ διὰ τὴν προθυμίαν τῶν ἰδιοξένων αὐτὰ διασῶσαι δυνηθέντες τὰ σώματα, δίχα τῶν χρημάτων ἀνέστρεψαν εἰς τὴν Ῥώμην ἄπρακτοι. [3] ὅμοια δὲ τούτοις συνέβη παθεῖν καὶ τοῖς εἰς τὴν Ἰταλιῶτιν ἀφικομένοις Κύμην. καὶ γὰρ αὐτόθι πολλοὶ Ῥωμαίων διατρίβοντες, οἱ σὺν τῷ βασιλεῖ Ταρκυνίῳ διασωθέντες ἐκ τῆς τελευταίας μάχης φυγάδες, τὸ μὲν πρῶτον ἐξαιτεῖσθαι παρὰ τοῦ τυράννου τοὺς ἄνδρας ἐπεχείρησαν ἐπὶ θανάτῳ, ἀποτυχόντες δὲ τούτου ῥύσια κατασχεῖν ταῦτα τὰ σώματα παρὰ τῆς ἀπεσταλκυίας πόλεως ἠξίουν, ἕως ἀπολάβωσι τὰς ἑαυτῶν οὐσίας, ἃς ἔφασαν ὑπὸ Ῥωμαίων ἀδίκως δεδημεῦσθαι, καὶ ταύτης ᾤοντο δεῖν τῆς δίκης τὸν τύραννον αὐτοῖς γενέσθαι κριτήν. [4] ὁ δὲ τυραννῶν τότε τῆς Κύμης Ἀριστόδημος ἦν ὁ Ἀριστοκράτους, ἀνὴρ οὐ τῶν ἐπιτυχόντων ἕνεκα γένους, ὃς ἐκαλεῖτο Μαλακὸς ὑπὸ τῶν ἀστῶν καὶ σὺν χρόνῳ γνωριμωτέραν τοῦ ὀνόματος ἔσχε τὴν κλῆσιν, εἴθ᾽ ὅτι θηλυδρίας ἐγένετο παῖς ὢν καὶ τὰ γυναιξὶν ἁρμόττοντα ἔπασχεν, ὡς ἱστοροῦσί τινες, εἴθ᾽ ὅτι πρᾷος ἦν φύσει καὶ μαλακὸς εἰς ὀργήν, ὡς ἕτεροι γράφουσιν. [5] ἀφορμαῖς δὲ τῆς τυραννίδος ὁποίαις ἐχρήσατο καὶ τίνας ἦλθεν ἐπ᾽ αὐτὴν ὁδοὺς καὶ πῶς διῴκησε τὰ κατὰ τὴν ἀρχὴν καταστροφῆς θ᾽ ὁποίας ἔτυχεν, οὐκ ἄκαιρον εἶναι δοκῶ μικρὸν ἐπιστήσας τὴν Ῥωμαϊκὴν διήγησιν· κεφαλαιωδῶς διεξελθεῖν. [p. 5] ;ΚΕΦΑΛΑΙΟΝ Γ΄ [1] ἐπὶ τῆς ἑξηκοστῆς καὶ τετάρτης ὀλυμπιάδος ἄρχοντος Ἀθήνησι Μιλτιάδου Κύμην τὴν ἐν Ὀπικοῖς Ἑλληνίδα πόλιν, ἣν Ἐρετριεῖς τε καὶ Χαλκιδεῖς ἔκτισαν, Τυρρηνῶν οἱ περὶ τὸν Ἰόνιον κόλπον κατοικοῦντες ἐκεῖθέν θ᾽ ὑπὸ τῶν Κελτῶν ἐξελασθέντες σὺν χρόνῳ, καὶ σὺν αὐτοῖς Ὀμβρικοί τε καὶ Δαύνιοι καὶ συχνοὶ τῶν ἄλλων βαρβάρων ἐπεχείρησαν ἀνελεῖν οὐδεμίαν ἔχοντες εἰπεῖν πρόφασιν τοῦ μίσους δικαίαν ὅτι μὴ [2] τὴν εὐδαιμονίαν τῆς πόλεως. ἦν γὰρ Κύμη κατ᾽ ἐκείνους τοὺς χρόνους περιβόητος ἀνὰ τὴν Ἰταλίαν ὅλην πλούτου τε καὶ δυνάμεως ἕνεκα καὶ τῶν ἄλλων ἀγαθῶν γῆν τε κατέχουσα τῆς Καμπανῶν πεδιάδος τὴν πολυκαρποτάτην καὶ λιμένων κρατοῦσα τῶν περὶ Μισηνὸν ἐπικαιροτάτων. τούτοις ἐπιβουλεύσαντες τοῖς ἀγαθοῖς οἱ βάρβαροι στρατεύουσιν ἐπ᾽ αὐτήν, πεζοὶ μὲν οὐκ ἐλάττους πεντήκοντα μυριάδων, ἱππεῖς δὲ δυεῖν χιλιάδων ἀποδέοντες εἶναι δισμύριοι. ἐστρατοπεδευκόσι δ᾽ αὐτοῖς οὐ μακρὰν ἀπὸ τῆς πόλεως τέρας γίνεται θαυμαστόν, οἷον ἐν οὐδενὶ χρόνῳ μνημονεύεται γενόμενον οὔθ᾽ Ἑλλάδος οὔτε βαρβάρου γῆς οὐδαμόθι. [3] οἱ γὰρ παρὰ τὰ στρατόπεδα ῥέοντες αὐτῶν ποταμοί, Οὐολτοῦρνος ὄνομα θατέρῳ, τῷ δ᾽ ἑτέρῳ Γλάνις, ἀφέντες τὰς κατὰ φύσιν ὁδοὺς ἀνέστρεψαν τὰ νάματα καὶ μέχρι [p. 6] πολλοῦ διετέλεσαν ἀπὸ τῶν στομάτων ἀναχωροῦντες ἐπὶ τὰς πηγάς. [4] τοῦτο καταμαθόντες οἱ Κυμαῖοι τότ᾽ ἐθάρρησαν ὁμόσε τοῖς βαρβάροις χωρεῖν ὡς τοῦ δαιμονίου ταπεινὰ μὲν τἀκείνων μετέωρα θήσοντος, ὑψηλὰ δὲ τὰ δοκοῦντα εἶναι σφῶν ταπεινά. νείμαντες δὲ τὴν ἐν ἀκμῇ δύναμιν ἅπασαν τριχῇ, μιᾷ μὲν τὴν πόλιν ἐφρούρουν, τῇ δ᾽ ἑτέρᾳ τὰς ναῦς εἶχον ἐν φυλακῇ, τῇ δὲ τρίτῃ πρὸ τοῦ τείχους ταξάμενοι τοὺς ἐπιόντας ἐδέχοντο. τούτων ἱππεῖς μὲν ἦσαν ἑξακόσιοι, πεζοὶ δὲ τετρακισχίλιοι καὶ πεντἀκόσιοι· καὶ οὕτως ὄντες τὸν ἀριθμὸν ὀλίγοι τὰς τοσαύτας ὑπέστησαν μυριάδας. ;ΚΕΦΑΛΑΙΟΝ Δ΄ [1] ὡς δὲ κατέμαθον αὐτοὺς οἱ βάρβαροι μάχεσθαι παρεσκευασμένους, ἀλαλάξαντες ἐχώρουν ὁμόσε τὸν βάρβαρον τρόπον ἄνευ κόσμου πεζοί τε καὶ ἱππεῖς ἀναμὶξ ὡς ἅπαντας ἀναρπασόμενοι. ἦν δὲ τὸ πρὸ τῆς πόλεως χωρίον, ἐν ᾧ συνέμισγον ἀλλήλοις, αὐλὼν στενὸς ὄρεσι καὶ λίμναις περικλειόμενος, τῇ μὲν ἀρετῇ τῶν Κυμαίων σύμμαχος, τῷ δὲ πλήθει τῶν βαρβάρων πολέμιος. [2] ἀνατρεπόμενοι γὰρ ὑπ᾽ ἀλλήλων καὶ συμπατούμενοι πολλαχῇ μὲν καὶ ἄλλῃ, μάλιστα δὲ περὶ τὰ τέλματα τῆς λίμνης, οὐδ᾽ εἰς χεῖρας ἐλθόντες τῇ φάλαγγι τῶν Ἑλλήνων αὐτοὶ δι᾽ αὑτῶν οἱ πλείους διεφθάρησαν· καὶ ὁ μὲν πεζὸς αὐτῶν στρατὸς ὁ πολὺς περὶ ἑαυτῷ σφαλείς, ἔργον δὲ γενναῖον οὐδὲν ἀποδειξάμενος, ἄλλος ἄλλῃ διασκεδασθεὶς ἔφυγεν· οἱ δ᾽ ἱππεῖς συνῆλθον μὲν ὁμόσε καὶ πολὺν τοῖς Ἕλλησιν οὗτοι παρέσχον [p. 7] πόνον. ἀδύνατοι δ᾽ ὄντες κυκλώσασθαι τοὺς πολεμίους διὰ στενοχωρίαν, καί τι καὶ τοῦ δαιμονίου κεραυνοῖς καὶ ὕδασι καὶ βρονταῖς συναγωνισαμένου τοῖς Ἕλλησι, δείσαντες εἰς φυγὴν τρέπονται. [3] ἐν ταύτῃ τῇ μάχῃ πάντες μὲν οἱ τῶν Κυμαίων ἱππεῖς λαμπρῶς ἠγωνίσαντο, καὶ τῆς νίκης οὗτοι μάλιστα ὡμολογοῦντο αἴτιοι γενέσθαι, ὑπὲρ ἅπαντας δὲ τοὺς ἄλλους Ἀριστόδημος ὁ Μαλακὸς ἐπικαλούμενος· καὶ γὰρ τὸν ἡγεμόνα τῶν πολεμίων οὗτος ἀπέκτεινε μόνος ὑποστὰς καὶ ἄλλους πολλοὺς καὶ ἀγαθούς. λυθέντος δὲ τοῦ πολέμου τὰς χαριστηρίους θυσίας ἀποδόντες οἱ Κυμαῖοι τοῖς θεοῖς καὶ ταφὰς τῶν ἀποθανόντων τῶν ἐν τῇ μάχῃ λαμπρὰς ποιησάμενοι περὶ τῶν ἀριστείων, ὅτῳ χρὴ τὸν πρῶτον ἀποδοῦναι στέφανον, εἰς πολλὴν κατέστησαν ἔριν. [4] οἱ μὲν γὰρ ἀκέραιοι κριταὶ τὸν Ἀριστόδημον ἐβούλοντο τιμῆσαι, καὶ ἦν ὁ δῆμος ἅπας μετ᾽ ἐκείνου· οἱ δὲ δυνατοὶ τὸν ἱππάρχην Ἱππομέδοντα, καὶ ἡ βουλὴ πᾶσα τούτῳ συνελάμβανεν· ἦν δ᾽ ἀριστοκρατικὴ τότε παρὰ τοῖς Κυμαίοις ἡ πολιτεία, καὶ ὁ δῆμος οὐ πολλῶν τινων κύριος. στάσεως δὲ διὰ ταύτην τὴν ἔριν ἀνισταμένης δείσαντες οἱ πρεσβύτεροι, μὴ πρὸς ὅπλα καὶ φόνους χωρήσῃ τὸ φιλότιμον, ἔπεισαν ἀμφοτέρας τὰς τάξεις συγχωρῆσαι τὰς ἴσας λαβεῖν τιμὰς ἑκάτερον τῶν ἀνδρῶν. [5] ἀπὸ ταύτης γίνεται τῆς ἀρχῆς δήμου προστάτης ὁ Μαλακὸς Ἀριστόδημος καὶ λόγου πολιτικοῦ δύναμιν ἀσκήσας ἐξεδημαγώγει τὸ πλῆθος, πολιτεύμασί [p. 8] τε κεχαρισμένοις ἀναλαμβάνων καὶ τοὺς σφετεριζομένους τὰ κοινὰ τῶν δυνατῶν ἐξελέγχων καὶ ἀπὸ τῶν ἑαυτοῦ χρημάτων πολλοὺς τῶν πενήτων εὖ ποιῶν· καὶ ἦν τοῖς προεστηκόσι τῆς ἀριστοκρατίας διὰ ταῦτ᾽ ἐπαχθὴς καὶ φοβερός. ;ΚΕΦΑΛΑΙΟΝ Ε΄ [1] εἰκοστῷ δ᾽ ὕστερον ἔτει τῆς πρὸς τοὺς βαρβάρους μάχης ἦλθον ὡς τοὺς Κυμαίους Ἀρικηνῶν πρέσβεις σὺν ἱκετηρίαις ἀξιοῦντες αὐτοὺς βοηθῆσαι σφίσιν ὑπὸ Τυρρηνῶν πολεμουμένοις. μετὰ γὰρ τὰς διαλλαγάς, ἃς ἐποιήσατο πρὸς τὴν Ῥωμαίων πόλιν ὁ βασιλεὺς τῶν Τυρρηνῶν Πορσίνας, τὸν υἱὸν Ἄρροντα δοὺς τὴν ἡμίσειαν τῆς στρατιᾶς ἔπεμψεν ἰδίαν ἀρχὴν κτήσασθαι βουλόμενον, ὡς ἐν τοῖς πρὸ τούτου δεδήλωκα λόγοις· ὃς ἐπολιόρκει τότε τοὺς Ἀρικηνοὺς καταπεφευγότας εἰς τὸ τεῖχος καὶ οὐ διὰ μακροῦ λιμῷ τὴν πόλιν αἱρήσειν ᾤετο. [2] ταύτης τῆς πρεσβείας ἀφικομένης οἱ προεστηκότες τῆς ἀριστοκρατίας μισοῦντες τὸν Ἀριστόδημον καὶ δεδιότες, μή τι κακὸν ἐξεργάσηται περὶ τὴν πολιτείαν, κάλλιστον ὑπέλαβον εἰληφέναι καιρὸν ἐκποδὼν αὐτὸν ποιήσασθαι σὺν εὐσχήμονι προφάσει. πείσαντες δὴ τὸν δῆμον ἀποστεῖλαι Ἀρικηνοῖς δισχιλίους ἄνδρας ἐπὶ συμμαχίαν, καὶ στρατηγὸν ἀποδείξαντες τὸν Ἀριστόδημον ὡς δὴ τὰ πολέμια λαμπρόν, τὰ μετὰ ταῦτ᾽ ἔπραττον, ἐξ ὧν ἢ κατακοπήσεσθαι μαχόμενον ὑπὸ τῶν Τυρρηνῶν αὐτὸν ὑπελάμβανον ἢ κατὰ πέλαγος διαφθαρήσεσθαι. [3] γενόμενοι γὰρ ὑπὸ τῆς βουλῆς κύριοι καταλέξαι τοὺς ἐπὶ τὴν συμμαχίαν ἐξελευσομένους τῶν μὲν [p. 9] ἐπισήμων καὶ λόγου ἀξίων οὐδένα κατέγραψαν, ἐπιλέξαντες δὲ τοὺς ἀπορωτάτους τε καὶ πονηροτάτους τῶν δημοτικῶν, ἐξ ὧν ἀεί τινας ὑπώπτευον νεωτερισμούς, ἐκ τούτων συνεπλήρωσαν τὸν ἀπόστολον· καὶ ναῦς δέκα παλαιὰς κάκιστα πλεούσας καθελκύσαντες, ὧν ἐτριηράρχουν οἱ πενέστατοι Κυμαίων, εἰς ταύτας αὐτοὺς ἐνεβίβασαν θάνατον ἀπειλήσαντες, ἐάν τις ἀπολειφθῇ τῆς στρατείας. ;ΚΕΦΑΛΑΙΟΝ ΣΤ΄ [1] ὁ δ᾽ Ἀριστόδημος τοσοῦτον εἰπὼν μόνον, ὡς οὐ λέληθεν αὐτὸν ἡ διάνοια τῶν ἐχθρῶν, ὅτι λόγῳ μὲν ἐπὶ συμμαχίαν αὐτὸν ἀποστέλλουσιν, ἔργῳ δ᾽ εἰς προὖπτον ὄλεθρον, δέχεται μὲν τὴν στρατηγίαν, ἀναχθεὶς δ᾽ ἅμα τοῖς πρέσβεσι τῶν Ἀρικηνῶν διὰ ταχέων καὶ τὸ μεταξὺ πέλαγος ἐπιπόνως καὶ κινδυνωδῶς διανύσας ὁρμίζεται κατὰ τοὺς ἔγγιστα τῆς Ἀρικείας αἰγιαλούς· καὶ καταλιπὼν ἐν ταῖς ναυσὶ φυλακὴν ἀποχρῶσαν ἐν τῇ πρώτῃ νυκτὶ τὴν ἀπὸ θαλάσσης ὁδὸν οὐ πολλὴν οὖσαν διανύσας ἐπιφαίνεται τοῖς Ἀρικηνοῖς περὶ τὸν ὄρθρον ἀπροσδόκητος. [2] θέμενος δὲ πλησίον αὐτῶν τὸν χάρακα καὶ τοὺς καταπεφευγότας εἰς τὰ τείχη πείσας προελθεῖν εἰς ὕπαιθρον προὐκαλεῖτο τοὺς Τυρρηνοὺς εὐθὺς εἰς μάχην. γενομένου δ᾽ ἐκ παρατάξεως ἀγῶνος καρτεροῦ οἱ μὲν Ἀρικηνοὶ βραχὺν πάνυ διαμείναντες χρόνον ἐνέκλιναν ἀθρόοι, καὶ γίνεται πάλιν εἰς τὸ τεῖχος αὐτῶν φυγή· ὁ δ᾽ Ἀριστόδημος σὺν τοῖς περὶ αὐτὸν λογάσι Κυμαίων ὀλίγοις οὖσι πᾶν τὸ τοῦ πολέμου [p. 10] βάρος ὑποστὰς καὶ τὸν ἡγεμόνα τῶν Τυρρηνῶν αὐτοχειρίᾳ κτείνας τρέπει τοὺς ἄλλους εἰς φυγὴν καὶ [3] νίκην ἀναιρεῖται πασῶν λαμπροτάτην. διαπραξάμενος δὲ ταῦτα καὶ τιμηθεὶς ὑπὸ τῶν Ἀρικηνῶν πολλαῖς δωρεαῖς ἀπέπλει διὰ ταχέων αὐτὸς ἄγγελος τοῖς Κυμαίοις τῆς αὑτοῦ νίκης βουλόμενος γενέσθαι· εἵποντο δ᾽ αὐτῷ πολλαὶ πάνυ τῶν Ἀρικηνῶν ὁλκάδες τὰ λάφυρα καὶ τοὺς αἰχμαλώτους τῶν Τυρρηνῶν ἄγουσαι. [4] ὡς δὲ πλησίον ἐγένοντο τῆς Κύμης, ὁρμίσας τὰς ναῦς ἐκκλησίαν τοῦ στρατοῦ ποιεῖται, καὶ πολλὰ μὲν τῶν προεστηκότων τῆς πόλεως κατηγορήσας, πολλοὺς δὲ τῶν ἀνδραγαθησάντων κατὰ τὴν μάχην ἐπαίνους διελθὼν ἀργύριόν τε διαδοὺς αὐτοῖς κατ᾽ ἄνδρα καὶ τὰς παρὰ τῶν Ἀρικηνῶν δωρεὰς εἰς κοινὸν ἅπασι καταθεὶς ἠξίου μεμνῆσθαι τῶν εὐεργεσιῶν, ἂν καταπλεύσωσιν εἰς τὴν πατρίδα, καὶ ἄν τις αὐτῷ ποτε συμβαίνῃ κίνδυνος ἐκ τῆς ὀλιγαρχίας ὡς δύναμις ἑκάστῳ βοηθεῖν. [5] ἁπάντων δὲ πολλὰς ὁμολογούντων αὐτῷ χάριτας εἰδέναι τῆς τ᾽ ἀνελπίστου σωτηρίας, ἣν δι᾽ ἐκεῖνον ἔσχον, καὶ τῆς ἐπὶ τὰ οἰκεῖα οὐ σὺν κεναῖς χερσὶν ἀφίξεως, καὶ τὰς ἑαυτῶν ψυχὰς θᾶττον ἢ τὴν ἐκείνου προήσεσθαι τοῖς ἐχθροῖς ἐπαγγειλαμένων, ἐπαινέσας αὐτοὺς ἀπέλυσε τὴν ἐκκλησίαν. καὶ μετὰ τοῦτο καλῶν εἰς τὴν αὑτοῦ σκηνὴν τοὺς πονηροτάτους ἐξ αὐτῶν καὶ κατὰ χεῖρα γενναιοτάτους δωρεῶν τε δόσει καὶ λόγων φιλανθρωπίᾳ καὶ ταῖς ἅπαντας ἐξαπατώσαις ἐλπίσι διαφθείρας, [p. 11] ἑτοίμους ἔσχε συγκαταλῦσαι τὴν καθεστῶσαν πολιτείαν. ;ΚΕΦΑΛΑΙΟΝ Ζ΄ [1] οὓς συνεργοὺς καὶ συναγωνιστὰς λαβὼν καὶ ἃ δεήσει πράττειν ἑκάστοις ὑποθέμενος τοῖς τ᾽ αἰχμαλώτοις, οὓς ἐπήγετο, προῖκα δοὺς τὴν ἐλευθερίαν, ἵνα καὶ τὴν ἐκείνων εὔνοιαν προσλάβῃ, κατέπλει κεκοσμημέναις ταῖς ναυσὶν εἰς τοὺς τῶν Κυμαίων λιμένας. οἱ δὲ τῶν στρατευομένων πατέρες τε καὶ μητέρες καὶ πᾶσα ἡ ἄλλη συγγένεια, παιδία τε καὶ γαμεταὶ γυναῖκες, ὑπήντων ἐξιοῦσιν αὐτοῖς μετὰ δακρύων περιπλεκόμενοι καὶ καταφιλοῦντες καὶ ταῖς ἡδίσταις ἕκαστον ἀνακαλούμενοι προσηγορίαις. [2] καὶ ἡ ἄλλη δὲ πληθὺς ἡ κατὰ τὴν πόλιν ἅπασα χαρᾷ καὶ κρότῳ δεξιουμένη τὸν ἡγεμόνα προὔπεμπεν εἰς οἶκον ἀπιόντα. ἐφ᾽ οἷς οἱ προεστηκότες τῆς πόλεως ἀνιώμενοι, μάλιστα δ᾽ οἱ τὴν στρατηγίαν αὐτῷ παραδόντες καὶ τἆλλα τὰ πρὸς τὸν ὄλεθρον μηχανησάμενοι, πονηροὺς ὑπὲρ τοῦ μέλλοντος εἶχον διαλογισμούς. [3] ὁ δὲ διαλιπὼν ὀλίγας τινὰς ἡμέρας, ἐν αἷς τὰς εὐχὰς ἀπεδίδου τοῖς θεοῖς καὶ τὰς ὑστεριζούσας ὁλκάδας ἀνεδέχετο, ἐπειδὴ καιρὸς ἦν, ἔφη βούλεσθαι τὰ πραχθέντα κατὰ τὸν ἀγῶνα πρὸς τὴν βουλὴν ἀπαγγεῖλαι καὶ τὰ ἐκ τοῦ πολέμου λάφυρα ἀποδεῖξαι. συνελθόντων δὲ τῶν ἐν τέλει κατὰ πλῆθος εἰς τὸ βουλευτήριον ὁ μὲν ἐδημηγόρει παρελθὼν καὶ πάντα τὰ γενόμενα κατὰ τὴν μάχην διεξῄει, οἱ δὲ παρασκευασθέντες ὑπ᾽ αὐτοῦ συνεργοὶ τῆς ἐπιθέσεως ἔχοντες ὑπὸ [p. 12] τοῖς ἱματίοις ξίφη κατὰ πλῆθος εἰσδραμόντες εἰς τὸ βουλευτήριον ἀποσφάττουσιν ἅπαντας τοὺς ἀριστοκρατικούς. [4] φυγὴ δ᾽ ἐγένετο μετὰ τοῦτο τῶν κατ᾽ ἀγορὰν καὶ δρόμος, τῶν μὲν ἐπὶ τὰς οἰκίας, τῶν δ᾽ ἔξω τῆς πόλεως, πλὴν τῶν συνειδότων τὴν ἐπίθεσιν· οὗτοι δὲ τὴν ἄκραν καὶ τὰ νεώρια καὶ τοὺς ἐρυμνοὺς τόπους τῆς πόλεως κατελάμβανον. τῇ δ᾽ ἐπιούσῃ νυκτὶ λύσας ἐκ τῶν δεσμωτηρίων τοὺς ἐπιθανατίους πολλοὺς ὄντας καὶ καθοπλίσας ἅμα τοῖς ἄλλοις φίλοις, ἐν οἷς ἦσαν καὶ οἱ τῶν Τυρρηνῶν αἰχμάλωτοι, φυλακὴν ἐκ τούτων καθίσταται περὶ τὸ σῶμα. [5] ἡμέρας δὲ γενομένης συγκαλέσας τὸν δῆμον εἰς ἐκκλησίαν καὶ πολλὴν κατηγορίαν διαθέμενος τῶν φονευθέντων ὑπ᾽ αὐτοῦ πολιτῶν, ἐκείνους μὲν ἔφη τετιμωρῆσθαι σὺν δίκῃ πολλάκις ἐπιβουλευθεὶς ὑπ᾽ αὐτῶν, τοῖς δ᾽ ἄλλοις πολίταις ἐλευθερίαν φέρων παρεῖναι καὶ ἰσηγορίαν καὶ ἄλλα πολλὰ ἀγαθά. ;ΚΕΦΑΛΑΙΟΝ Η΄ [1] ταῦτ᾽ εἰπὼν καὶ θαυμαστῶν ἅπαντας ἐμπλήσας ἐλπίδων τοὺς δημοτικοὺς δύο τὰ κάκιστα τῶν ἐν ἀνθρώποις καθίσταται πολιτευμάτων, οἷς ἅπασα χρῆται προοιμίοις τυραννίς, γῆς ἀναδασμὸν καὶ χρεῶν ἄφεσιν· τούτων δὲ τὴν ἐπιμέλειαν αὐτὸς ἀμφοτέρων ὑπισχνεῖται ποιήσεσθαι στρατηγὸς ἀποδειχθεὶς αὐτοκράτωρ, ἕως ἐν ἀσφαλεῖ τὰ κοινὰ γένηται καὶ δημοκρατικὴν [p. 13] [2] καταστήσωνται πολιτείαν. ἀσμένως δὲ τοῦ δημοτικοῦ καὶ πονηροῦ πλήθους τὴν ἁρπαγὴν τῶν ἀλλοτρίων δεξαμένου λαβὼν τὴν αὐτοκράτορα ἀρχὴν αὐτὸς παρ᾽ ἑαυτοῦ ἕτερον ἐπιφέρει βούλευμα, δι᾽ οὗ παρακρουσάμενος αὐτοὺς ἁπάντων ἀφείλετο τὴν ἐλευθερίαν. σκηψάμενος γὰρ ὑποπτεύειν ταραχὰς καὶ ἐπαναστάσεις ἐκ τῶν πλουσίων εἰς τοὺς δημοτικοὺς διὰ τὸν ἀναδασμὸν τῆς γῆς καὶ τὰς τῶν δανείων ἀφέσεις, ἵνα μὴ γένοιτο πόλεμος ἐμφύλιος μηδὲ φόνοι πολιτικοί, μίαν εὑρίσκειν ἔφη πρὶν εἰς τὰ δεινὰ ἐλθεῖν φυλακήν, εἰ τὰ ὅπλα προενέγκαντες ἐκ τῶν οἰκιῶν ἅπαντες τοῖς θεοῖς καθιερώσειαν, ἵνα κατὰ τῶν ἔξωθεν ἐπιόντων πολεμίων ἔχοιεν αὐτοῖς, ὅταν ἀνάγκη τις καταλάβῃ, χρῆσθαι καὶ μὴ καθ᾽ ἑαυτῶν, κεῖσθαι δ᾽ αὐτὰ τέως παρὰ τοῖς θεοῖς ἐν καλῷ. [3] ὡς δὲ καὶ τοῦτ᾽ ἐπείσθησαν, αὐθημερὸν ἁπάντων παρελόμενος Κυμαίων τὰ ὅπλα ταῖς ἑξῆς ἡμέραις ἔρευναν ἐποιεῖτο τῶν οἰκιῶν, ἐν αἷς πολλοὺς καὶ ἀγαθοὺς ἀποκτείνας τῶν πολιτῶν, ὡς οὐχ ἅπαντα τοῖς θεοῖς ἀποδείξαντας τὰ ὅπλα, μετὰ ταῦτα φυλακαῖς τρισὶ κρατύνεται τὴν τυραννίδα· ὧν ἦν μία μὲν ἐκ τῶν ῥυπαρωτάτων τε καὶ πονηροτάτων πολιτῶν, μεθ᾽ ὧν κατέλυσε τὴν ἀριστοκρατικὴν πολιτείαν, ἑτέρα δ᾽ ἐκ τῶν ἀνοσιωτάτων δούλων, οὓς αὐτὸς ἠλευθέρωσεν ἀποκτείναντας τοὺς αὑτῶν δεσπότας, τρίτη δὲ μισθοφόρος ἐκ τῶν ἀγριωτάτων βαρβάρων· οὗτοι δισχιλίων οὐκ ἐλάττους ἦσαν καὶ τὰ πολέμια μακρῷ τῶν [p. 14] [4] ἄλλων ἀμείνους. ὧν δ᾽ ἀπέκτεινεν ἀνδρῶν τὰς εἰκόνας ἀνελὼν ἐκ παντὸς ἱεροῦ καὶ βεβήλου τόπου, φέρων εἰς τοὺς αὐτοὺς τόπους τὰς ἰδίας ἀντ᾽ ἐκείνων ἀνέστησεν· οἰκίας δ᾽ αὐτῶν καὶ κλήρους καὶ τὴν λοιπὴν ὕπαρξιν ἀναλαβών, ἐξελόμενος χρυσὸν καὶ ἄργυρον καὶ εἴ τι ἄλλο τυραννίδος ἦν ἄξιον κτῆμα, τὰ λοιπὰ τοῖς συγκατασκευάσασι τὴν ἀρχὴν ἐχαρίσατο, πλείστας δὲ καὶ μεγίστας δωρεὰς τοῖς ἀποκτείνασι τοὺς ἑαυτῶν δεσπότας ἐδίδου· οἱ δ᾽ ἠξίουν ἔτι καὶ γυναιξὶ τῶν δεσποτῶν καὶ θυγατράσι συνοικεῖν. ;ΚΕΦΑΛΑΙΟΝ Θ΄ [1] γενεὰν δὲ τῶν πεφονευμένων τὴν ἄρρενα κατ᾽ ἀρχὰς ἐν οὐθενὶ λόγῳ ποιησάμενος, ὕστερον εἴτ᾽ ἐκ θεοπροπίου τινὸς εἴτε καὶ κατὰ τὸν εἰκότα λογισμὸν οὐ μικρὸν αὐτῷ δέος ὑποτρέφεσθαι νομίσας ἐπεχείρησε [2] μὲν ἐν ἡμέρᾳ μιᾷ πᾶσαν ἀπολέσαι· δεήσει δὲ πολλῇ χρησαμένων ἁπάντων, παρ᾽ οἷς ἔτυχον αἵ τε μητέρες αὐτῶν οὖσαι καὶ οἱ παῖδες τρεφόμενοι, χαρίσασθαι βουλόμενος αὐτοῖς καὶ ταύτην τὴν δωρεὰν θανάτου μὲν ἀπολύει παρὰ γνώμην, φυλακὴν δὲ ποιούμενος αὐτῶν, μή τι συστάντες μετ᾽ ἀλλήλων βουλεύσωσι κατὰ τῆς τυραννίδος, ἀπιέναι πάντας ἐκέλευσεν ἐκ τῆς πόλεως ἄλλον ἄλλῃ καὶ δίαιταν ἔχειν ἐν τοῖς ἀγροῖς μηθενὸς τῶν προσηκόντων ἐλευθέροις παισὶ μήτ᾽ ἐπιτηδεύματος μήτε μαθήματος μεταλαμβάνοντας, ἀλλὰ ποιμαίνοντάς τε καὶ τἆλλα τὰ κατὰ τοὺς ἀγροὺς ἔργα πράττοντας, θάνατον ἀπειλήσας, εἴ τις ἐξ αὐτῶν εὑρεθείη [p. 15] [3] παρελθὼν εἰς τὴν πόλιν. οἱ δὲ καταλιπόντες τὰς πατρῴας ἑστίας ἐν τοῖς ἀγροῖς ὥσπερ δοῦλοι διετρέφοντο τοῖς ἀποκτείνασι τοὺς πατέρας αὐτῶν λατρεύοντες. ἵνα δὲ μηδὲ τῶν ἄλλων πολιτῶν ἐν μηθενὶ γένηται μήτε γενναῖον μήτ᾽ ἀνδρῶδες φρόνημα, πᾶσαν ἐκθηλῦναι ταῖς ἀγωγαῖς τὴν ἐπιτρεφομένην νεότητα τῆς πόλεως ἐπεβάλετο ἀνελὼν μὲν τὰ γυμνάσια καὶ τὰς ἐνοπλίους μελἔτας, ἀλλάξας δὲ τὴν δίαιταν, ᾗ πρότερον οἱ παῖδες ἐχρῶντο. [4] κομᾶν τε γὰρ τοὺς ἄρρενας ὥσπερ τὰς παρθένους ἐκέλευσεν ἐξανθιζομένους καὶ βοστρυχιζομένους καὶ κεκρυφάλοις τὰς πλοκαμίδας ἀναδοῦντας ἐνδύεσθαί τε ποικίλους καὶ ποδήρεις χιτωνίσκους, καὶ χλανιδίοις ἀμπέχεσθαι λεπτοῖς καὶ μαλακοῖς, καὶ δίαιταν ἔχειν ὑπὸ σκιαῖς· ἠκολούθουν τ᾽ αὐτοῖς εἰς τὰ διδασκαλεῖα τῶν ὀρχηστῶν καὶ αὐλητῶν καὶ τῶν παραπλησίων τούτοις μουσοκολάκων παραπορευόμεναι παιδαγωγοὶ γυναῖκες σκιάδεια καὶ ῥιπίδας κομίζουσαι, καὶ ἔλουον αὐτοὺς αὗται κτένας εἰς τὰ βαλανεῖα φέρουσαι καὶ μύρων ἀλαβάστρους καὶ κάτοπτρα. [5] τοιαύτῃ διαφθείρων ἀγωγῇ τοὺς παῖδας, ἕως ἐκπληρώσωσιν εἰκοστὸν ἔτος, τὸν ἀπὸ τοῦδε χρόνον εἰς ἄνδρας εἴα τελεῖν. πολλὰ δὲ καὶ ἄλλα Κυμαίοις ἐνυβρίσας καὶ λωβησάμενος καὶ οὔτ᾽ ἀσελγείας οὔτ᾽ ὠμότητος οὐδεμιᾶς ἀποσχόμενος, ὅτ᾽ ἀσφαλῶς κατέχειν ὑπελάμβανε τὴν τυραννίδα, γηραιὸς ὢν ἤδη δίκας ἔτισεν οὐ μεμπτὰς θεοῖς τε καὶ ἀνθρώποις πρόρριζος ἀπολόμενος. [p. 16] ;ΚΕΦΑΛΑΙΟΝ Ι΄ [1] οἱ δ᾽ ἐπαναστάντες αὐτῷ καὶ τὴν πόλιν ἐλευθερώσαντες ἀπὸ τῆς τυραννίδος οἱ παῖδες τῶν πεφονευμένων ὑπ᾽ αὺτοῦ πολιτῶν ἦσαν, οὕς κατ᾽ ἀρχὰς ἅπαντας ἀποκτεῖναι ἐν ἡμέρᾳ μιᾷ προελόμενος ἐπέσχεν, ὥσπερ ἔφην, ὑπὸ τῶν σωματοφυλάκων, οἷς ἔδωκε τὰς μητέρας αὐτῶν, ἐκλιπαρηθείς, καὶ κατ᾽ ἀγροὺς κελεύσας διατρίβειν. [2] ὀλίγοις δ᾽ ἔτεσιν ὕστερον, ἐπειδὴ τὰς κώμας διεξιὼν πολλὴν καὶ ἀγαθὴν εἶδεν αὐτῶν νεότητα, δείσας, μὴ συμφρονήσαντες ἐπαναστῶσιν αὐτῷ, φθάσαι διαχειρισάμενος ἅπαντας ἐβούλετο, πρὶν αἰσθέσθαι τινά· καὶ παραλαβὼν τοὺς φίλους ἐσκόπει μετ᾽ αὐτῶν, δι᾽ οἵου τρόπου ῥᾷστά τε καὶ τάχιστα λαθόντες ἀναιρεθήσονται. [3] τοῦτο καταμαθόντες οἱ παῖδες, εἴτε μηνυθὲν ὑπὸ τῶν συνειδότων τινός, εἴτ᾽ αὐτοὶ κατὰ τὸν ἐκ τῶν εἰκότων λογισμὸν ὑποτοπήσαντες, φεύγουσιν εἰς τὰ ὄρη τὸν γεωργικὸν ἁρπάσαντες σίδηρον. ἧκον δ᾽ αὐτοῖς ἐπίκουροι κατὰ τάχος ἐνδιατρίβοντες ἐν Καπύῃ Κυμαίων φυγάδες, ὧν ἦσαν ἐπιφανέστατοί τε καὶ πλείστους Καμπανῶν ἔχοντες ξένους οἱ Ἱππομέδοντος παῖδες τοῦ κατὰ τὸν Τυρρηνικὸν ἱππαρχήσαντος πόλεμον, αὐτοί θ᾽ ὡπλισμένοι κἀκείνοις κομίζοντες ὅπλα Καμπανῶν τε μισθοφόρων καὶ φίλων χεῖρα συγκροτήσαντες οὐκ ὀλίγην. [4] ἐπεὶ δὲ καθ᾽ ἓν ἅπαντες ἐγένοντο, τοὺς ἀγροὺς τῶν ἐχθρῶν καταθέοντες ἐφόδοις λῃστρικαῖς ἐλεηλάτουν καὶ τοὺς δούλους ἀφίστασαν ἀπὸ τῶν [p. 17] δεσποτῶν καὶ τοὺς ἐκ τῶν δεσμωτηρίων λύοντες καθώπλιζον, καὶ ὅσα μὴ δύναιντο φέρειν τε καὶ ἄγειν χρήματα ματα καὶ βοσκήματα τὰ μὲν ἐνεπίμπρασαν, τὰ δὲ κατέσφαττον. ἀπορουμένῳ δὲ τῷ τυράννῳ, τίνα χρὴ [5] τρόπον αὐτοῖς πολεμεῖν διὰ τὸ μήτ᾽ ἐκ τοῦ φανεροῦ τὰς ἐπιχειρήσεις αὐτοὺς ποιεῖσθαι μήτ᾽ ἐν τοῖς αὐτοῖς χρονίζειν τόποις, ἀλλὰ νυκτὶ μὲν εἰς ὄρθρον, ἡμέρᾳ δ᾽ εἰς νύκτα συμμετρεῖσθαι τὰς ἐφόδους, καὶ πολλάκις ἀποστείλαντι τοὺς στρατιώτας ἐπὶ τὴν βοήθειαν τῆς χώρας διὰ κενῆς, παραγίνεταί τις ἐξ αὐτῶν ᾐκισμένος τὸ σῶμα μάστιξιν ἀποσταλεὶς ὑπὸ τῶν φυγάδων ὡς αὐτόμολος, ὃς ἄδειαν αἰτησάμενος ὑπέσχετο τῷ τυράννῳ παραλαβὼν τὴν ἀποσταλησομένην σὺν αὐτῷ δύναμιν ἄξειν ἐπὶ τὸν τόπον, ἐν ᾧ τὴν ἐπιοῦσαν ἔμελλον αὐλίζεσθαι νύκτα οἱ φυγάδες. [6] ᾧ πιστεῦσαι προαχθεὶς ὁ τύραννος αἰτοῦντι οὐθὲν καὶ τὸ ἑαυτοῦ σῶμα ὅμηρον παρεχομένῳ πέμπει τοὺς πιστοτάτους τῶν ἡγεμόνων ἄγοντας ἱππεῖς τε πολλοὺς καὶ τὴν μισθοφόρον δύναμιν, οἷς ἐνετείλατο μάλιστα μὲν ἅπαντας τοὺς φυγάδας, εἰ δὲ μή γ᾽ ὡς πλείστους ἐξ αὐτῶν δήσαντας πρὸς αὐτὸν ἄγειν. ὁ μὲν οὖν κατασκευαστὸς αὐτόμολος κατά τ᾽ ἀτριβεῖς ὁδοὺς καὶ διὰ δρυμῶν ἐρήμων ἦγε τὴν στρατιὰν ταλαιπωροῦσαν δι᾽ ὅλης νυκτὸς ἐπὶ τὰ πλεῖστον ἀπέχοντα τῆς πόλεως μέρη. {{DEFAULTSORT:Ρωμαικη Αρχαιολογια 07 01}} 7pqoezd8ppbyy3bwk66ar1lsze5mbdf Ρωμαϊκή Αρχαιολογία/η/81 0 23574 148507 100289 2022-08-09T14:00:32Z Αντιγόνη 235 wikitext text/x-wiki {{Κεφαλίδα | τίτλος = Κεφάλαια 81–91 | συγγραφέας = Διονύσιος ο Αλικαρνασσεύς | μεταφραστής= | ενότητα = [[Ρωμαϊκή Αρχαιολογία/η|Ῥωμαϊκὴ Ἀρχαιολογία: Λόγος η΄]] | προηγούμενο= [[Ρωμαϊκή Αρχαιολογία/η/71|Κεφάλαια 71–80]] | επόμενο = | σημειώσεις = Dionysii Halicarnasei Antiquitatum Romanarum quae supersunt, Vol I-IV. Dionysius of Halicarnassus. Karl Jacoby. In Aedibus B.G. Teubneri. Leipzig. 1885. }} ;ΚΕΦΑΛΑΙΟΝ ΠΑ΄ [1] μετὰ γὰρ τὸν τοῦ Κασσίου θάνατον οἱ μὲν αὐξάνοντες τὴν ἀριστοκρατίαν θρασύτεροί τε καὶ ὑπεροπτικώτεροι τῶν δημοτικῶν ἐγεγόνεσαν· οἱ δ᾽ ἐν ἀφανεῖ τῆς δόξης φερόμενοι καὶ βίου εἰς ταπεινὰ συνεστάλησαν, καὶ ὡς ἄριστον ἀπολωλεκότες φύλακα τῆς δημοτικῆς μερίδος πολλὴν ἄνοιαν ἑαυτῶν ἐπὶ τῇ καταδίκῃ κατηγόρουν. τούτου δ᾽ αἴτιον ἦν, ὅτι τὰ δόξαντα τῇ βουλῇ περὶ τῆς κληρουχίας οὐκ ἔπραττον οἱ ὕπατοι, δέον αὐτοὺς ἄνδρας τ᾽ ἀποδεῖξαι δέκα τοὺς ὁριοῦντας τὴν γῆν καὶ γνώμην εἰσηγήσασθαι πόσην τ᾽ αὐτῆς καὶ [2] τίσι δεήσει νεμηθῆναι. συνῄεσάν τε πολλοὶ κατὰ συστροφὰς περὶ τῆς ἀπάτης ἑκάστοτε διαλεγόμενοι, καὶ [p. 251] ἐν αἰτίᾳ τοὺς προτέρους εἶχον δημάρχους ὡς προδεδωκότας τὸ κοινόν· ἐκκλησίαι τε συνεχεῖς ὑπὸ τῶν τότε δημάρχων ἐγίνοντο καὶ ἀπαιτήσεις τῆς ὑποσχέσεως. ταῦτα συνιδόντες οἱ ὕπατοι γνώμην ἐποιήσαντο πολέμων προφάσει τὸ παρακινοῦν ἐν τῇ πόλει μέρος καὶ ταραττόμενον καταστεῖλαι· ἔτυχε γὰρ ἐν τῷ αὐτῷ χρόνῳ λῃστηρίοις τε ὑπὸ τῶν πλησιοχώρων πόλεων καὶ καταδρομαῖς τισιν ἡ γῆ βλαπτομένη. [3] τιμωρίας μὲν δὴ τῶν ἀδικούντων ἕνεκα προὔθεσαν τὰ τοῦ πολέμου σημεῖα, καὶ τὰς δυνάμεις τῆς πόλεως κατέγραφον· οὐ προσιόντων δὲ τῇ καταγραφῇ τῶν ἀπόρων ἀδύνατοι ὄντες τὴν ἐκ τῶν νόμων ἀνάγκην τοῖς ἀπειθοῦσι προσφέρειν· προειστήκεσαν γὰρ τοῦ πλήθους οἱ δήμαρχοι καὶ κωλύσειν ἔμελλον, εἴ τις ἐπιχειρήσειεν ἢ τὰ σώματα τῶν ἐκλειπόντων τὴν στρατείαν ἄγειν ἢ τὰ χρήματα φέρειν· ἀπειλαῖς χρησάμενοι πολλαῖς ὡς οὐκ ἐπιτρέψοντες τοῖς ἀνασείουσι τὸ πλῆθος, λεληθυῖαν ὑποψίαν κατέλιπον ὡς δικτάτορα ἀποδείξοντες, ὃς ἔμελλε καταλύσας τὰς ἄλλας ἀρχὰς τὴν τυραννικὴν καὶ ἀνυπεύθυνον μόνος ἕξειν ἐξουσίαν. [4] ὡς δὲ ταύτην ἔλαβον τὴν ὑπόνοιαν οἱ δημοτικοί, δείσαντες, μὴ τὸν Ἄππιον ἀποδείξωσι πικρὸν ὄντα καὶ χαλεπόν, πάντα πρὸ τούτου πάσχειν ὑπέμενον. ;ΚΕΦΑΛΑΙΟΝ ΠΒ΄ [1] ἐπεὶ δὲ κατεγράφη τὰ στρατεύματα, παραλαβόντες οἱ ὕπατοι τὰς δυνάμεις ἐξήγαγον ἐπὶ τοὺς πολεμίους. Κορνήλιος μὲν οὖν εἰς τὴν Οὐιεντανῶν χώραν ἐμβαλὼν τὴν ἐγκαταληφθεῖσαν λείαν ἐν [p. 252] αὐτῇ ἀπήλασε, καὶ μετὰ ταῦτα πρεσβευσαμένων τῶν Οὐιεντανῶν τούς τ᾽ αἰχμαλώτους αὐτοῖς ἀπέλυσε χρημάτων, καὶ ἀνοχὰς τοῦ πολέμου συνέθετο ἐνιαυσίους. Φάβιος δὲ τὴν ἑτέραν δύναμιν ἔχων εἰς τὴν Αἰκανῶν γῆν ἐνέβαλεν· ἔπειτ᾽ ἐκεῖθεν εἰς τὴν Οὐολούσκων. [2] χρόνον μὲν οὖν τινα οὐ πολὺν ἠνέσχοντο οἱ Οὐολοῦσκοι διαρπαζομένων αὐτοῖς καὶ κειρομένων τῶν ἀγρῶν· ἔπειτα καταφρονήσαντες τῶν Ῥωμαίων ὡς οὐ πολλῇ δυνάμει παρόντων ἐξεβοήθουν ἐκ τῆς Ἀντιατῶν χώρας τὰ ὅπλα ἁρπάσαντες ἀθρόοι, ταχύτερα μᾶλλον ἢ ἀσφαλέστερα βουλευσάμενοι. εἰ μὲν οὖν ἔφθασαν ἐσκεδασμένοις τοῖς Ῥωμαίοις ἐπιφανέντες ἐκ τοῦ ἀπροσδοκήτου, μεγάλην ἂν αὐτῶν εἰργάσαντο τροπήν· νῦν δὲ προαισθόμενος τὴν ἔφοδον αὐτῶν ὁ ὕπατος διὰ τῶν ἀποσταλέντων ἐπὶ τὰς κατασκοπάς, ἀνακλήσει ταχείᾳ τοὺς ἐν ταῖς προνομαῖς ἐσκεδασμένους ἀναλαβών, τάξιν αὐτοῖς ἀπέδωκε τὴν εἰς πόλεμον ἁρμόττουσαν. [3] τοῖς δὲ Οὐολούσκοις σὺν καταφρονήσει καὶ θάρσει χωροῦσιν, ὡς παρὰ δόξαν ἐφάνη συνεστῶσα ἐν κόσμῳ πᾶσα ἡ τῶν πολεμίων δύναμις, δέος ἐμπίπτει πρὸς τὴν ἀδόκητον ὄψιν, καὶ τοῦ μὲν κοινοῦ τῆς ἀσφαλείας οὐδεμία φροντίς, τῆς δ᾽ ἰδίας ἑκάστῳ σωτηρίας πρόνοια. ὑποστρέψαντες δὴ ὡς εἶχον ἕκαστοι τάχους ἔφευγον ἄλλοι κατ᾽ ἄλλας ὁδούς· καὶ οἱ μὲν πλείους ἀπεσώθησαν εἰς τὴν πόλιν, ὀλίγον δέ τι στῖφος, ὃ μάλιστα ἦν συντεταγμένον, εἰς ὄρους τινὰ κορυφὴν ἀναδραμὸν καὶ θέμενον ἐνταῦθα τὰ ὅπλα τὴν ἐπιοῦσαν νύκτα [p. 253] διέμενε· ταῖς δ᾽ ἑξῆς ἡμέραις φρουρὰν περιστήσαντος τοῦ ὑπάτου τῷ λόφῳ καὶ πάσας διακλείσαντος ὅπλοις τὰς ἐξόδους, λιμῷ βιασθὲν ὑποχείριον γίνεται καὶ [4] παραδίδωσι τὰ ὅπλα. ὁ δ᾽ ὕπατος τήν τε λείαν, ὅσῃ ἐπέτυχε, καὶ τὰ λάφυρα καὶ τοὺς αἰχμαλώτους ἀποδόσθαι κελεύσας τοῖς ταμίαις, εἰς τὴν πόλιν ἀπήνεγκε τὸ ἀργύριον. καὶ μετ᾽ οὐ πολὺν χρόνον ἀναστήσας τὴν δύναμιν ἐκ τῆς πολεμίας ἀπῆγεν ἐπ᾽ οἴκου τελευτῶντος ἤδη τοῦ ἔτους. ἐπιστάντων δὲ τῶν ἀρχαιρεσίων ἔδοξε τοῖς πατρικίοις ἠρεθισμένον ὁρῶσι τὸν δῆμον καὶ μεταμελόμενον ἐπὶ τῇ Κασσίου καταδίκῃ, διὰ φυλακῆς αὐτὸν ἔχειν, μή τι παρακινήσειε πάλιν εἰς δεκασμῶν ἐλπίδα καὶ κλήρων διανομῆς ὑπαχθεὶς ὑπ᾽ ἀνδρὸς δημαγωγῆσαι δυνατοῦ τὸ τῆς ὑπατείας λαβόντος ἀξίωμα. ἐφαίνετο δ᾽ αὐτοῖς ῥᾷστα κωλυθήσεσθαι τούτων τινὸς ὀρεγόμενος, εἰ γένοιτο ὕπατος ἀνὴρ ἥκιστα δημοτικός. [5] βουλευσάμενοι δὴ τοῦτο κελεύουσι μετιέναι τὴν ὑπατείαν τὸν ἕτερον τῶν κατηγορησάντων τοῦ Κασσίου, Καίσωνα Φάβιον ἀδελφὸν ὄντα τοῦ τότε ὑπατεύοντος Κοΐντου, καὶ ἐκ τῶν ἄλλων πατρικίων Λεύκιον Αἰμίλιον ἄνδρα ἀριστοκρατικόν. τούτων δὲ μετιόντων τὴν ἀρχὴν κωλύειν μὲν οὐχ οἷοί τ᾽ ἦσαν οἱ δημοτικοί, καταλιπόντες δὲ τὰς ἀρχαιρεσίας ᾤχοντο ἐκ τοῦ πεδίου. [6] τὸ γὰρ τῆς λοχίτιδος ἐκκλησίας κῦρος ἐν ταῖς ψηφοφορίαις περὶ τοὺς ἐπιφανεστάτους ἦν καὶ τὰ πρῶτα τιμήματα ἔχοντας, καὶ σπάνιόν τι ἦν, ὃ ἐπεκύρουν οἱ διὰ μέσου· ὁ δὲ τελευταῖος λόχος, [p. 254] ἐν ᾧ τὸ πλεῖστόν τε καὶ ἀπορώτατον τοῦ δημοτικοῦ μέρος ἐψηφοφόρει, μιᾶς, ὡς καὶ πρότερον εἴρηταί μοι, τῆς ἐσχάτης ψήφου κύριος ἦν. ;ΚΕΦΑΛΑΙΟΝ ΠΓ΄ [1] παραλαμβάνουσι δὴ τὴν ὑπατείαν κατὰ τὸ ἑβδομηκοστόν τε καὶ διακοσιοστὸν ἔτος ἀπὸ τοῦ συνοικισμοῦ τῆς Ῥώμης Λεύκιος Αἰμίλιος Μαμέρκου υἱὸς καὶ Καίσων Φάβιος Καίσωνος υἱός, ἄρχοντος Ἀθήνησι Νικοδήμου. οἷς κατ᾽ εὐχὴν συνέβη μηδὲν ὑπὸ τῆς πολιτικῆς ἐπιταραχθῆναι διχοστασίας πολέμων τὴν πόλιν περιστάντων ἀλλοεθνῶν. [2] ἐν ἅπασι μὲν οὖν ἔθνεσι καὶ τόποις Ἑλλήνων τε καὶ βαρβάρων φιλοῦσιν αἱ τῶν ἔξωθεν κακῶν ἀνάπαυλαι ἐμφυλίους τε καὶ ἐνδήμους ἐγείρειν πολέμους, μάλιστα δὲ τοῦτο πάσχουσιν, ὅσοι πολεμιστὴν καὶ κακόπαθον αἱροῦνται βίον ἐλευθερίας τε καὶ ἡγεμονίας πόθῳ. χαλεπαὶ γὰρ αἱ μαθοῦσαι τοῦ πλείονος ἐφίεσθαι φύσεις ἐξειργόμεναι τῶν συνήθων ἔργων καρτερεῖν· καὶ διὰ τοῦτο οἱ φρονιμώτατοι τῶν ἡγεμόνων ἀεί τινας ἐκ τῶν ἀλλοεθνῶν ἀναζωπυροῦσιν ἔχθρας, κρείττονας ἡγούμενοι τῶν ἐντοπίων πολέμων τοὺς ἀλλοδαπούς. [3] τότε δ᾽ οὖν, ὥσπερ ἔφην, κατὰ δαίμονα τοῖς ὑπάτοις συνέπεσον αἱ τῶν ὑπηκόων ἐπαναστάσεις. Οὐολοῦσκοι γάρ, εἴτε τῇ πολιτικῇ Ῥωμαίων κινήσει πιστεύσαντες ὡς ἐκπεπολεμωμένου τοῦ δημοτικοῦ πρὸς τοὺς ἐν τέλει, εἴτε τῆς προτέρας ἥττης ἀμαχητὶ γενομένης αἰσχύνῃ παροξυνθέντες, εἴτ᾽ ἐπὶ ταῖς ἑαυτῶν δυνάμεσι πολλαῖς οὔσαις μέγα φρονήσαντες, [4] εἴτε διὰ ταῦτα πάντα πολεμεῖν [p. 255] Ῥωμαίοις διέγνωσαν, καὶ συναγαγόντες ἐξ ἁπάσης πόλεως τὴν νεότητα, μέρει μέν τινι τῆς δυνάμεως ἐπὶ τὰς Ἑρνίκων τε καὶ Λατίνων πόλεις ἐστράτευσαν, τῇ δὲ λοιπῇ, ἣ πλείστη τ᾽ ἦν καὶ κρατίστη, τοὺς ἐπὶ τὰς πόλεις σφῶν ἥξοντας δέχεσθαι ἤμελλον. ταῦτα μαθοῦσι Ῥωμαίοις ἔδοξε διχῇ νέμειν τὰς δυνάμεις καὶ τῇ μὲν ἑτέρᾳ τὴν Ἑρνίκων τε καὶ Λατίνων διὰ φυλακῆς ἔχειν, τῇ δ᾽ ἑτέρᾳ τὴν Οὐολούσκων λεηλατεῖν. ;ΚΕΦΑΛΑΙΟΝ ΠΔ΄ [1] διακληρωσαμένων δὲ τῶν ὑπάτων τὰς δυνάμεις, ὡς ἔστιν αὐτοῖς ἔθος, τὸ μὲν ἐπικουρεῖν μέλλον τοῖς συμμάχοις στράτευμα Καίσων Φάβιος παρέλαβε, θάτερον δὲ Λεύκιος ἔχων ἐπὶ τὴν Ἀντιατῶν ἦγε πόλιν. γενόμενος δὲ πλησίον τῶν ὁρίων καὶ κατιδὼν τὰς τῶν πολεμίων δυνάμεις, τότε μὲν ἀντικατεστρατοπέδευσεν ἐπὶ λόφου, ταῖς δ᾽ ἑξῆς ἡμέραις ἐξιόντων εἰς τὸ πεδίον τῶν πολεμίων θαμινὰ καὶ προκαλουμένων εἰς μάχην, ἡνίκα τὸν οἰκεῖον ἔχειν καιρὸν ὑπελάμβανεν, ἐξῆγε τὰς δυνάμεις· καὶ πρὶν εἰς χεῖρας ἐλθεῖν παρακλήσει τε πολλῇ καὶ ἐπικελεύσει χρησάμενος, ἐκέλευσε σημαίνειν τὸ πολεμικόν· καὶ οἱ στρατιῶται τὸ σύνηθες ἀλαλάξαντες ἀθρόοι κατὰ σπείρας τε καὶ κατὰ λόχους συνέβαλλον. [2] ὡς δὲ τὰς λόγχας καὶ τὰ σαυνία καὶ ὅσα εἶχον ἑκηβόλα ἐξανάλωσαν, σπασάμενοι τὰ ξίφη συρράττουσιν ἀλλήλοις ἴσῃ τόλμῃ τε καὶ ἐπιθυμίᾳ τοῦ ἀγῶνος ἑκάτεροι χρώμενοι· ἦν τε, ὡς καὶ πρότερον ἔφην, παραπλήσιος αὐτοῖς ὁ τοῦ ἀγῶνος τρόπος, καὶ οὔτε ἡ σοφία καὶ ἡ ἐμπειρία Ῥωμαίων περὶ τὰς μάχας, ᾗ χρώμενοι τὰ πολλὰ ἐπεκράτουν, [p. 256] οὔτε τὸ καρτερικὸν καὶ ταλαίπωρον ἐν τοῖς πόνοις διὰ πολλῶν ἠσκημένον ἀγώνων ἐπεκράτει· τὰ γὰρ αὐτὰ καὶ περὶ τοὺς πολεμίους ἦν, ἐξ οὗ Μάρκιον ἡγεμόνα Ῥωμαίων οὐ τὸν ἀφανέστατον στρατηλάτην ἔσχον· ἀλλ᾽ ἀντεῖχον ἑκάτεροι τῆς χώρας, ἐν ᾗ τὸ πρῶτον ἔστησαν οὐχ ὑφιέμενοι. [3] ἔπειτα κατὰ μικρὸν οἱ Οὐολοῦσκοι ὑπεχώρουν ἐν κόσμῳ τε καὶ τάξει δεχόμενοι τοὺς Ῥωμαίους. στρατήγημα δὲ τοῦτ᾽ ἦν, ἵνα διασπάσωσί τ᾽ αὐτῶν τὰς τάξεις καὶ ἐξ ὑπερδεξιοῦ γένωνται χωρίου. ;ΚΕΦΑΛΑΙΟΝ ΠΕ΄ [1] οἱ δ᾽ ὑπολαβόντες αὐτοὺς ἄρχειν φυγῆς ἠκολούθουν βάδην μὲν ἀπιοῦσι καὶ αὐτοὶ σὺν κόσμῳ ἑπόμενοι, ἐπειδὴ δὲ δρόμῳ χωροῦντας ἐπὶ τὸν χάρακα ἐθεάσαντο, ταχείᾳ καὶ αὐτοὶ διώξει καὶ ἀσυντάκτῳ χρώμενοι. οἱ δὲ δὴ τελευταῖοί τε καὶ ὀπισθοφυλακοῦντες λόχοι νεκρούς τ᾽ ἐσκύλευον, ὡς κεκρατηκότες ἤδη τῶν πολεμίων, καὶ ἐφ᾽ ἁρπαγὴν τῆς χώρας ἐτράποντο. [2] μαθόντες δ᾽ οἱ Οὐολοῦσκοι ταῦτ᾽ οἵ τε δόξαν παρασχόντες φυγῆς, ἐπειδὴ τοῖς ἐρύμασι τοῦ χάρακος ἐπλησίασαν, ὑποστραφέντες ἔστησαν, καὶ οἱ καταλειφθέντες ἐν τῷ στρατοπέδῳ τὰς πύλας ἀναπετάσαντες ἐξέδραμον ἀθρόοι κατὰ πολλὰ μέρη· γίνεταί τ᾽ αὐτῶν παλίντροπος ἡ μάχη· οἱ μὲν γὰρ διώκοντες ἔφευγον, οἱ δὲ φεύγοντες ἐδίωκον. ἔνθα πολλοὶ καὶ ἀγαθοὶ Ῥωμαίων θνήσκουσιν οἷα εἰκὸς ὠθούμενοι κατὰ πρανοῦς χωρίου καὶ ὑπὸ πολλῶν ὀλίγοι κυκλωθέντες. [3] ἀδελφὰ δὲ τούτοις ἔπασχον, ὅσοι πρὸς σκῦλά τε καὶ [p. 257] ἁρπαγὰς τραπόμενοι τὸ ἐν κόσμῳ τε καὶ τάξει ὑποχωρεῖν ἀφῃρέθησαν· καὶ γὰρ καὶ οὗτοι καταληφθέντες ὑπὸ τῶν πολεμίων οἱ μὲν ἐσφάγησαν, οἱ δ᾽ αἰχμάλωτοι ἐλήφθησαν. ὅσοι δὲ τούτων τε καὶ τῶν ἀπὸ τοῦ ὄρους ἀπαραχθέντων διεσώθησαν, ὀψὲ τῆς ὥρας τῶν ἱππέων αὐτοῖς ἐπιβοηθησάντων, ἀπῆλθον ἐπὶ τὸν χάρακα. ἐδόκει τ᾽ αὐτοῖς συλλαβέσθαι τοῦ μὴ πασσυδὶ διαφθαρῆναι χειμὼν πολὺς ἐξ οὐρανοῦ καταρραγεὶς καὶ σκότος, οἷον ἐν ταῖς βαθείαις ὁμίχλαις γίνεται, ὃ τοῖς πολεμίοις ὄκνον τῆς ἐπὶ πλέον διώξεως παρέσχεν οὐ δυναμένοις τὰ πόρρω καθορᾶν. [4] τῇ δ᾽ ἐπιούσῃ νυκτὶ ἀναστήσας τὴν στρατιὰν ὁ ὕπατος ἀπῆγε σιγῇ καὶ ἐν κόσμῳ, λαθεῖν τοὺς πολεμίους προνοούμενος· καὶ κατεστρατοπέδευσε παρὰ πόλει λεγομένῃ Λογγόλᾳ περὶ δείλην ὀψίαν, γήλοφον ἱκανὸν ἐρύκειν τοὺς ἐπιόντας ἐκλεξάμενος. ἔνθα ὑπομένων τούς τε ὑπὸ τραυμάτων κάμνοντας ἀνεκτᾶτο θεραπείαις, καὶ τοὺς ἀδημονοῦντας ἐπὶ τῇ παραδόξῳ τοῦ πάθους αἰσχύνῃ παραμυθούμενος ἀνελάμβανε. ;ΚΕΦΑΛΑΙΟΝ ΠΣΤ΄ [1] Ῥωμαῖοι μὲν οὖν ἐν τούτοις ἦσαν· Οὐολοῦσκοι δ᾽, ἐπειδὴ ἡμέρα τ᾽ ἐγένετο καὶ ἔγνωσαν τοὺς πολεμίους ἐκλελοιπότας τὸν χάρακα, προσελθόντες κατεστρατοπέδευσαν. σκυλεύσαντες δὲ τοὺς τῶν πολεμίων νεκροὺς καὶ τοὺς ἡμιθνῆτας, οἷς σωθήσεσθαι ἐλπὶς ἦν, ἀνελόμενοι ταφάς τε ποιησάμενοι τῶν σφετέρων νεκρῶν, [p. 258] εἰς τὴν ἐγγυτάτω πόλιν Ἄντιον ἀνέζευξαν· ἔνθα παιανίζοντες ἐπὶ τῇ νίκῃ καὶ θύοντες ἐν ἅπασιν ἱεροῖς εἰς εὐπαθείας καὶ ἡδονὰς ταῖς ἑξῆς ἡμέραις ἐτράποντο. [2] εἰ μὲν οὖν ἐπὶ τῆς τότε νίκης διέμειναν καὶ μηδὲν ἐπεξειργάσαντο, καλὸν ἂν αὐτοῖς εἰλήφει τέλος ὁ ἀγών. Ῥωμαῖοι γὰρ οὐκ ἂν ὑπέμειναν ἔτι προελθεῖν ἐκ τοῦ χάρακος ἐπὶ πολέμῳ, ἀγαπητὸν δ᾽ ἂν ἦν, εἰ ἀπῆλθον ἐκ τῆς πολεμίας, κρείττονα τοῦ προδήλου θανάτου τὴν ἄδοξον ἡγησάμενοι φυγήν. νῦν δὲ τοῦ πλείονος ὀρεγόμενοι καὶ τὴν ἐκ τῆς προτέρας νίκης δόξαν ἀπέβαλον. [3] ἀκούοντες γὰρ παρά τε κατασκόπων καὶ τῶν ἐκ τοῦ χάρακος ἀποδεδρακότων, ὅτι κομιδῇ τ᾽ εἰσὶν οἱ σωθέντες Ῥωμαίων ὀλίγοι καὶ τούτων οἱ πλείους τραυματίαι, πολλὴν αὐτῶν ἐποιήσαντο καταφρόνησιν, καὶ αὐτίκα τὰ ὅπλα ἁρπάσαντες ἔθεον ἐπ᾽ αὐτούς. πολὺ δὲ καὶ τὸ ἄνοπλον αὐτοῖς ἐκ τῆς πόλεως εἵπετο κατὰ θέαν τοῦ ἀγῶνος καὶ ἅμα ἐφ᾽ ἁρπαγήν τε καὶ ὠφέλειαν. [4] ἐπεὶ δὲ προσβαλόντες τῷ λόφῳ τόν τε χάρακα περιέστησαν καὶ τὰ περισταυρώματα διασπᾶν ἐπεχείρουν, πρῶτοι μὲν οἱ τῶν Ῥωμαίων ἱππεῖς πεζοὶ μαχόμενοι διὰ τὴν τοῦ χωρίου φύσιν ἐξέδραμον ἐπ᾽ αὐτούς, ἔπειτα τούτων κατόπιν οἱ καλούμενοι τριάριοι πυκνώσαντες τοὺς λόχους· οὗτοι δ᾽ εἰσὶν οἱ πρεσβύτατοι τῶν στρατευομένων, οἷς τὰ στρατόπεδα [p. 259] ἐπιτρέπουσι φυλάττειν, ὅταν ἐξίωσιν εἰς τὴν μάχην, καὶ ἐφ᾽ οὓς τελευταίους, ὅταν ἀθρόα γένηται τῶν ἐν ἀκμῇ φθορά, σπανίζοντες ἑτέρας ἐπικουρίας καταφεύγουσι διὰ τὴν ἀνάγκην. οἱ δ᾽ Οὐολοῦσκοι [5] κατ᾽ ἀρχὰς μὲν ἐδέξαντο τὴν ἔφοδον αὐτῶν καὶ μέχρι πολλοῦ διέμενον ἐκθύμως ἀγωνιζόμενοι, ἔπειτα διὰ τὴν τοῦ χωρίου φύσιν μειονεκτοῦντες ὑπεχώρουν, καὶ τέλος ὀλίγα μὲν τοὺς πολεμίους καὶ οὐκ ἄξια λόγου ἐργασάμενοι, πλείω δ᾽ αὐτοὶ παθόντες κακὰ ὑπεχώρησαν εἰς τὸ πεδίον. ἔνθα καταστρατοπεδευσάμενοι ταῖς ἑξῆς ἡμέραις ἐξέταττον τὴν δύναμιν καὶ προὐκαλοῦντο τοὺς Ῥωμαίους εἰς μάχην, οἱ δ᾽ οὐκ ἀντεξῄεσαν. [6] ὡς δὲ τοῦτ᾽ εἶδον καταφρονήσαντες αὐτῶν οἱ Οὐολοῦσκοι συνεκάλουν ἐκ τῶν πόλεων δυνάμεις καὶ παρεσκευάζοντο ὡς ἐξελοῦντες πολυχειρίᾳ τὸ φρούριον· ῥᾳδίως τ᾽ ἂν ἐξειργάσαντο μέγα ἔργον ὑπάτου τε καὶ Ῥωμαϊκῆς δυνάμεως ἢ βίᾳ κρατήσαντες ἢ καὶ ὁμολογίαις· οὐδὲ γὰρ τῶν ἐπιτηδείων ἔτι εὐπόρει τὸ χωρίον· ἔφθη δὲ πρότερον ἐπικουρία Ῥωμαίοις ἐλθοῦσα, ὑφ᾽ ἧς ἐκωλύθησαν οἱ Οὐολοῦσκοι τὸ κάλλιστον ἐπιθεῖναι τῷ πολέμῳ τέλος. [7] ὁ γὰρ ἕτερος τῶν ὑπάτων Καίσων Φάβιος μαθών, ἐν αἷς ἦν τύχαις ἡ παραταξαμένη Οὐολούσκοις δύναμις, ἐβούλετο μὲν ὡς εἶχε τάχους ἅπασαν ἄγων τὴν δύναμιν εὐθὺς ἐπιέναι τοῖς πολιορκοῦσι τὸ φρούριον. ὡς δ᾽ οὐκ ἐγίνετο αὐτῷ θυομένῳ τε καὶ οἰωνοῖς χρωμένῳ τὰ ἱερὰ καλά, ἀλλ᾽ [p. 260] ἠναντιοῦτο πρὸς τὰς ἐξόδους αὐτοῦ τὸ δαιμόνιον, αὐτὸς μὲν ὑπέμεινε, τὰς δὲ κρατίστας ἐπιλεξάμενος σπείρας ἀπέστειλε τῷ συνάρχοντι. [8] αἱ δὲ διά τ᾽ ὀρῶν ἀφανῶς καὶ νύκτωρ τὰ πολλὰ ποιησάμεναι τὰς ὁδοὺς εἰσῆλθον εἰς τὸν χάρακα τοὺς πολεμίους λαθοῦσαι. ὁ μὲν οὖν Αἰμίλιος θρασύτερος ἐγεγόνει τῇ παρουσίᾳ τῶν συμμάχων, οἱ δὲ πολέμιοι τῷ τε πλήθει τῷ σφετέρῳ εἰκῆ πίσυνοι καὶ διὰ τὸ μὴ ἐπεξιέναι τοὺς Ῥωμαίους εἰς μάχην ἐπαρθέντες ἀνέβαινον ἐπὶ τὸ ὄρος πυκνώσαντες τοὺς λόχους· καὶ οἱ Ῥωμαῖοι παρέντες αὐτοὺς ἀναβῆναι καθ᾽ ἡσυχίαν καὶ πολλὰ πονεῖν περὶ τῷ σταυρώματι ἐάσαντες, ἐπειδὴ τὰ σημεῖα ἤρθη τῆς μάχης διασπάσαντες κατὰ πολλὰ μέρη τὸν χάρακα ἐμπίπτουσιν αὐτοῖς· καὶ οἱ μὲν εἰς χεῖρας καταστάντες τοῖς ξίφεσιν ἐμάχοντο, οἱ δ᾽ ἀπὸ τῶν ἐρυμάτων λίθοις τε καὶ σαυνίοις καὶ λόγχαις τοὺς ἐπιόντας ἔβαλλον, βέλος δ᾽ οὐδὲν ἄσκοπον ἦν πεπιλημένων γ᾽ ἐν βραχεῖ χωρίῳ πολλῶν. [9] ἀπαράττονται δὴ τοῦ λόφου πολλοὺς σφῶν ἀποβαλόντες οἱ Οὐολοῦσκοι καὶ εἰς φυγὴν ὁρμήσαντες μόγις εἰς τὸν ἴδιον ἀποσώζονται χάρακα. Ῥωμαῖοι δ᾽ ὡς ἐν ἀσφαλείᾳ τέως ὄντες ἤδη κατέβαινον ἐπὶ τοὺς ἀγροὺς αὐτῶν· ἐξ ὧν ἐπισιτισμοὺς καὶ τἆλλα, ὅσων σπάνις ἦν ἐν τῷ χάρακι, ἐλάμβανον. ;ΚΕΦΑΛΑΙΟΝ ΠΖ΄ [1] ἐπειδὴ δὲ καθῆκεν ὁ τῶν ἀρχαιρεσιῶν [p. 261] καιρός, ὁ μὲν Αἰμίλιος ἔμεινεν ἐπὶ στρατοπέδου δι᾽ αἰσχύνης ἔχων ἐπὶ συμφοραῖς οὐκ εὐσχήμοσιν εἰς τὴν πόλιν εἰσελθεῖν τὸ κράτιστον ἀπολωλεκὼς τῆς στρατιᾶς. ὁ δὲ συνύπατος αὐτοῦ τοὺς ὑφ᾽ ἑαυτὸν ἄρχοντας ἐπὶ στρατοπέδου καταλιπὼν εἰς τὴν Ῥώμην ᾤχετο· καὶ συγκαλέσας τὸν ὄχλον ἐπὶ τὰς ἀρχαιρεσίας, οἷς μὲν ὁ δῆμος ἐβούλετο δοθῆναι τὴν ὑπατείαν ἀνδράσιν ἐκ τῶν ὑπατευκότων, οὐ προὔθηκε τὴν ψηφοφορίαν, ἐπειδὴ οὐδ᾽ αὐτοὶ μετῄεσαν τὴν ἀρχὴν ἑκόντες, ὑπὲρ δὲ τῶν μετιόντων τούς τε λόχους ἐκάλεσε καὶ τὰς ψήφους ἀνέδωκεν. [2] οὗτοι δ᾽ ἦσαν, οὓς ἡ βουλὴ προείλετο καὶ οἷς παραγγέλλειν τὴν ἀρχὴν ἐκέλευσεν, οὐ σφόδρα τῷ δήμῳ κεχαρισμένοι. καὶ ἀπεδείχθησαν εἰς τὸν ἐπιόντα ἐνιαυτὸν ὕπατοι ὅ τε νεώτερος ἀδελφὸς τοῦ προθέντος τὰς ἀρχαιρεσίας ὑπάτου, Μάρκος Φάβιος Καίσωνος υἱός, καὶ Λεύκιος Οὐαλέριος Μάρκου υἱός, ὁ τὸν τρὶς ὑπατεύσαντα Κάσσιον κρίνας ἐπὶ τῇ τυραννίδι καὶ [3] ἀποκτείνας. οὗτοι τὴν ἀρχὴν παραλαβόντες ὑπὲρ τῶν ἀποθανόντων ἐν τῷ πρὸς Ἀντιάτας πολέμῳ στρατιωτῶν ἠξίουν ἑτέρους καταγράφειν, ἵνα τὸ ἐλλιπὲς ἀναπληρωθῇ τῶν λόχων. καὶ δόγμα ποιησάμενοι βουλῆς προὔγραψαν ἡμέραν, ἐν ᾗ παρεῖναι τοὺς ἔχοντας ἡλικίαν στρατεύσιμον ἔδει. μετὰ τοῦτο θόρυβος ἦν πολὺς κατὰ τὴν πόλιν, καὶ λόγοι τῶν πενεστάτων στασιώδεις οὐκ ἀξιούντων οὔτε βουλῆς δόγμασιν ὑπηρετεῖν οὔτε ὑπάτων ἐξουσίᾳ πειθαρχεῖν, ὅτι τὰς περὶ τῆς κληρουχίας [p. 262] ὑποσχέσεις ἐψεύσαντο πρὸς αὐτούς· συνιόντες τε κατὰ πλῆθος ἐπὶ τοὺς δημάρχους ὠνείδιζον αὐτοῖς προδοσίαν καὶ κατεβόων ἐπικαλούμενοι τὴν ἐξ ἐκείνων συμμαχίαν. [4] τοῖς μὲν οὖν ἄλλοις οὐκ ἐδόκει καιρὸς ἁρμόττων εἶναι πολέμου συνεστῶτος ὑπερορίου τὰς πολιτικὰς ἔχθρας ἀναζωπυρεῖν, εἷς δέ τις ἐξ αὐτῶν Γάϊος Μαίνιος οὐκ ἔφη προδώσειν τοὺς δημοτικούς, οὐδ᾽ ἐπιτρέψειν τοῖς ὑπάτοις στρατιὰν καταγράφειν, ἐὰν μὴ πρότερον ἀποδείξωσι τοὺς ὁριστὰς τῆς δημοσίας γῆς καὶ τὸ περὶ τῆς κληρουχίας ψήφισμα γράψαντες εἰς τὸν δῆμον ἐξενέγκωσιν. ἀντιλεγόντων δὲ πρὸς ταῦτα τῶν ὑπάτων καὶ πρόφασιν ποιουμένων τοῦ μηθὲν αὐτῷ συγχωρεῖν, ὧν ἠξίου, τὸν ἐν χερσὶν ὄντα πόλεμον, οὐκ ἔφη προσέξειν αὐτοῖς τὸν νοῦν, ἀλλὰ [5] κωλύσειν ἁπάσῃ δυνάμει τὴν καταγραφήν. καὶ ἐποίει ταῦτα· οὐ μὴν ἴσχυσέ γε μέχρι τέλους. οἱ γὰρ ὕπατοι προελθόντες ἔξω τῆς πόλεως ἐν τῷ παρακειμένῳ πεδίῳ τοὺς στρατηγικοὺς δίφρους ἔθηκαν· ἐνταῦθα καὶ τὸν στρατιωτικὸν ἐποιοῦντο κατάλογον, καὶ τοὺς οὐχ ὑπακούοντας τοῖς νόμοις, ἐπειδὴ αὐτοὺς ἄγειν οὐχ οἷοί τ᾽ ἦσαν, εἰς χρήματα ἐζημίουν· ὅσοις μὲν χωρία ὑπῆρχεν, ἐκκόπτοντες ταῦτα καὶ τὰς αὐλὰς καθαιροῦντες· ὅσων δὲ γεωργικὸς ὁ βίος ἦν ἐν ἀλλοτρίοις κτήμασι, τούτων ἄγοντές τε καὶ φέροντες τὰ παρεσκευασμένα πρὸς τὴν ἐργασίαν ζεύγη τε βοϊκὰ καὶ βοσκήματα καὶ ὑποζύγια ἀχθοφόρα καὶ σκεύη παντοῖα, οἷς γῆ τ᾽ ἐξεργάζεται καὶ καρποὶ συγκομίζονται. [6] ὁ δὲ κωλύων τὴν καταγραφὴν δήμαρχος οὐθὲν ἔτι ποιεῖν ἦν δυνατός. [p. 263] οὐδενὸς γάρ εἰσι τῶν ἔξω τῆς πόλεως οἱ τὴν δημαρχικὴν ἔχοντες ἐξουσίαν κύριοι· περιγέγραπται γὰρ αὐτῶν τὸ κράτος τοῖς τείχεσι, καὶ οὐδὲ ἀπαυλισθῆναι τῆς πόλεως αὐτοῖς θέμις, ὅτι μὴ πρὸς ἕνα καιρόν, ἐν ᾧ πᾶσαι θύουσιν αἱ τῆς πόλεως ἀρχαὶ κοινὴν ὑπὲρ τοῦ Λατίνων ἔθνους τῷ Διὶ θυσίαν ἐπὶ τὸ Ἀλβανῶν ὄρος ἀναβαίνουσαι. [7] τοῦτο διαμένει μέχρι τῶν καθ᾽ ἡμᾶς χρόνων τὸ ἔθος, τὸ μηθενὸς εἶναι τῶν ἔξω τῆς πόλεως τοὺς δημάρχους κυρίους· καὶ δὴ καὶ τὸν ἐμφύλιον Ῥωμαίων πόλεμον τὸν ἐπὶ τῆς ἐμῆς ἡλικίας, ὃς μέγιστος τῶν πρὸ αὐτοῦ πολέμων ἐγένετο, ἡ κινήσασα πρόφασις ἐπὶ πολλαῖς ἄλλαις δόξασα μείζων εἶναι καὶ μόνη ἀποχρῶσα διαστῆσαι τὴν πόλιν ἥδε ἦν, ὅτι τῶν δημάρχων τινὲς ἐξεληλάσθαι τῆς πόλεως αἰτιώμενοι βίᾳ πρὸς τοῦ τότε κατέχοντος τὰ κατὰ τὴν Ἰταλίαν ἡγεμόνος, ἵνα μηδενὸς εἶεν ἔτι κύριοι, ἐπὶ τὸν ἐν τῇ Γαλατίᾳ τὰ στρατόπεδα κατέχοντα ὡς οὐκ ἔχοντες, ὅποι τράπωνται, κατέφυγον. [8] ὁ δὲ τῇ προφάσει ταύτῃ χρησάμενος, ὡς ἀρχῇ δήμου παναγεῖ τὸ κράτος ἀφαιρεθείσῃ παρὰ τοὺς ὅρκους τῶν προγόνων αὐτὸς ὁσίως καὶ σὺν δίκῃ βοηθῶν αὐτός τε σὺν τοῖς ὅπλοις ἦλθεν εἰς τὴν πόλιν καὶ τοὺς ἄνδρας ἐπὶ τὴν ἀρχὴν κατήγαγε. ;ΚΕΦΑΛΑΙΟΝ ΠΗ΄ [1] τότε δ᾽ οὖν οἱ δημόται τῆς δημαρχικῆς ἐξουσίας οὐδὲν ἀπολαύοντες ὑφεῖντο τοῦ θράσους καὶ προσιόντες τοῖς ἐπὶ τῆς στρατολογίας τεταγμένοις [p. 264] τὸν ἱερὸν ὅρκον ὤμνυσαν, καὶ ὑπὸ τὰς σημαίας κατεγράφοντο. ἐπεὶ δὲ τὸ ἐλλιπὲς τῶν λόχων ἐξεπληρώθη, διεκληρώσαντο τὰς ἡγεμονίας τῶν στρατοπέδων οἱ ὕπατοι· καὶ ὁ μὲν Φάβιος τὴν ἐπὶ τῇ βοηθείᾳ τῶν συμμάχων ἀποσταλεῖσαν δύναμιν παρελάμβανεν, ὁ δὲ Οὐαλέριος τὴν ἐν Οὐολούσκοις στρατοπεδεύουσαν ἄγων τοὺς νεωστὶ καταγραφέντας. [2] μαθοῦσι δὲ τὴν παρουσίαν αὐτοῦ τοῖς πολεμίοις ἐδόκει στρατιάν θ᾽ ἑτέραν μεταπέμπεσθαι καὶ ἐν ἰσχυροτέρῳ τὸ στρατόπεδον ποιήσασθαι χωρίῳ καὶ μηδὲν ἐκ τοῦ καταφρονεῖν αὐτῶν ἔτι προπετὲς κινδύνευμα ὡς πρότερον ὑπομένειν. ἐγεγόνει ταῦτα διὰ ταχέων, ἀμφοτέροις τε παρέστη τοῖς ἡγεμόσι τῶν δυνάμεων ὁμοία περὶ τοῦ πολέμου γνώμη, τὰ ἑαυτῶν φυλάττειν ἐρύματα, ἐάν τις ἐπίῃ, τοῖς δὲ τῶν πολεμίων ὡς βίᾳ κρατηθησομένοις μὴ ἐπιχειρεῖν. [3] καὶ ὁ διὰ μέσου χρόνος οὐκ ὀλίγος ἐγένετο φόβῳ τῶν ἐπιχειρήσεων τριβόμενος· οὐ μέντοι καὶ εἰς τέλος γε διαμένειν ἐν τοῖς ἐγνωσμένοις ἐδυνήθησαν. ὁπότε γὰρ ἐπισιτισμοῦ χάριν ἢ τῶν ἄλλων ἐπιτηδείων τινός, ὧν ἀμφοτέροις ἔδει, μοῖρά τις ἀποσταλείη τῆς στρατιᾶς, συμβολαί τ᾽ αὐτῶν ἐγίνοντο καὶ πληγαί, καὶ τὸ νικᾶν οὐκ ἀεὶ παρὰ τοῖς αὐτοῖς ἔμενε· πολλάκις δὲ συμπλεκομένων ἀλλήλοις ἀπέθνησκόν τ᾽ οὐκ ὀλίγοι καὶ τραυματίαι πλείους ἐγίνοντο. [4] τοῖς μὲν οὖν Ῥωμαίοις τὸ ἀπαναλούμενον τῆς στρατιᾶς οὐδεμία ποθὲν ἐπικουρία [p. 265] ἐξεπλήρου, τὸ δὲ τῶν Οὐολούσκων στρατόπεδον ἄλλων ἐπ᾽ ἄλλοις ἡκόντων πολλὴν αὔξησιν ἐλάμβανε· καὶ τούτῳ ἐπαρθέντες οἱ ἡγεμόνες ἐξῆγον ἐκ τοῦ χάρακος τὴν δύναμιν ὡς εἰς μάχην. ;ΚΕΦΑΛΑΙΟΝ ΠΘ΄ [1] ἐξελθόντων δὲ καὶ τῶν Ῥωμαίων καὶ παραταξαμένων ἰσχυρὰ μάχη γίνεται καὶ ἱππέων καὶ πεζῶν καὶ ψιλῶν ἴσῃ πάντων χρωμένων προθυμίᾳ τε καὶ ἐμπειρίᾳ, καὶ τὸ νικᾶν ἑκάστου παρ᾽ ἑαυτὸν μόνον τιθεμένου· [2] ὡς δὲ νεκροί τ᾽ αὐτῶν πολλοὶ ἑκατέρωθεν, ἐν ᾧ ἐτάχθησαν χωρίῳ, πεσόντες ἔκειντο, καὶ ἡμιθνῆτες ἔτι πλείους τῶν νεκρῶν, οἱ δὲ παρὰ τὸν ἀγῶνα καὶ τὰ δεινὰ ἔτι διαμένοντες ὀλίγοι ἦσαν, καὶ οὐδὲ οὗτοι δρᾶν τὰ πολέμου ἔργα δυνάμενοι βαρυνόντων μὲν αὐτοῖς τῶν σκεπαστηρίων τὰς εὐωνύμους χεῖρας διὰ πλῆθος τῶν ἐμπεπηγότων βελῶν, καὶ οὐκ ἐώντων ὑπομένειν τὰς προσβολάς, τετραμμένων δὲ τῶν ἐγχειριδίων τὰς ἀκμάς, ἔστι δ᾽ ὧν καὶ κατεαγότων ὅλων, οἷς οὐθὲν ἔτι ἦν χρῆσθαι, τοῦ τε κόπου, ὃς δι᾽ ὅλης ἡμέρας ἀγωνιζομένοις αὐτοῖς πολὺς ἐγεγόνει, παραλύοντος τὰ νεῦρα καὶ τὰς πληγὰς ἀσθενεῖς ποιοῦντος, ἱδρῶτος δὲ καὶ δίψης καὶ ἄσθματος, οἷα ἐν πνιγηρᾷ ὥρᾳ ἔτους τοῖς πολὺν χρόνον ἀγωνιζομένοις συμπίπτειν φιλεῖ, παρ᾽ ἀμφοτέροις γινομένων, τέλος οὐδὲν ἔλαβεν ἀξιόλογον ἡ μάχη, ἀλλ᾽ ἀγαπητῶς [p. 266] ἀμφότεροι τῶν στρατηγῶν ἀνακαλουμένων ἀπῆλθον ἐπὶ τοὺς ἑαυτῶν χάρακας· καὶ οὐκέτι μετὰ τοῦτ᾽ ἐξῄεσαν εἰς μάχην οὐδέτεροι, ἀλλ᾽ ἀντικαθήμενοι παρεφύλαττον ἀλλήλων τὰς ἕνεκα τῶν ἐπιτηδείων γινομένας ἐξόδους. [3] ἔδοξε μέντοι καὶ λόγος ἦν ἐν τῇ Ῥώμῃ πολύς, ὡς δυναμένη τότε νικᾶν ἡ Ῥωμαίων δύναμις ἑκουσία μηδὲν ἦν ἐργάσασθαι λαμπρὸν διὰ μῖσός τε τοῦ ὑπάτου καὶ ὀργήν, ἣν εἶχε πρὸς τοὺς πατρικίους ἐπὶ τῷ φενακισμῷ τῆς κληρουχίας. αὐτοὶ δ᾽ οἱ στρατιῶται τὸν ὕπατον ὡς οὐχ ἱκανὸν στρατηγεῖν ᾐτιῶντο, γράμματα πέμποντες ὡς τοὺς ἐπιτηδείους ἑαυτῶν ἕκαστοι. καὶ τὰ μὲν ἐπὶ στρατοπέδου γινόμενα τοιαῦτ᾽ ἦν· ἐν αὐτῇ δὲ τῇ Ῥώμῃ πολλὰ δαιμόνια σημεῖα ἐφαίνετο δηλωτικὰ θείου χόλου κατά τε φωνὰς καὶ ὄψεις ἀήθεις. [4] πάντα δ᾽ εἰς τοῦτο συνέτεινεν, ὡς οἵ τε μάντεις καὶ οἱ τῶν ἱερῶν ἐξηγηταὶ συνενέγκαντες τὰς ἐμπειρίας ἀπεφαίνοντο, ὅτι θεῶν χολοῦσθαὶ τινες οὐ κομίζονται τὰς νομίμους τιμὰς οὐ καθαρῶς οὐδὲ ὁσίως ἐπιτελουμένων αὐτοῖς τῶν ἱερῶν. ζήτησις δὴ μετὰ τοῦτο πολλὴ ἐκ πάντων ἐγίνετο, καὶ σὺν χρόνῳ μήνυσις ἀποδίδοται τοῖς ἱεροφάνταις, ὅτι τῶν παρθένων μία τῶν φυλαττουσῶν τὸ ἱερὸν πῦρ, Ὀπιμία ὄνομα αὐτῇ, τὴν παρθενίαν ἀφαιρεθεῖσα μιαίνει τὰ ἱερά. [5] οἱ δ᾽ ἔκ τε βασάνων καὶ τῶν ἄλλων ἀποδείξεων [p. 267] μαθόντες, ὅτι τὸ μηνυόμενον ἦν ἀδίκημα ἀληθές, αὐτὴν μὲν τῆς κορυφῆς ἀφελόμενοι τὰ στέμματα καὶ πομπεύσαντες δι᾽ ἀγορᾶς ἐντὸς τείχους ζῶσαν κατώρυξαν· δύο δὲ τοὺς ἐξελεγχθέντας διαπράξασθαι τὴν φθορὰν μαστιγώσαντες ἐν φανερῷ παραχρῆμα ἀπέκτειναν καὶ μετὰ τοῦτο καλὰ τὰ ἱερὰ καὶ τὰ μαντεύματα ὡς ἀφεικότων αὐτοῖς τῶν θεῶν τὸν χόλον, ἐγίνετο. ;ΚΕΦΑΛΑΙΟΝ Q΄ [1] ὡς δὲ καθῆκεν ὁ τῶν ἀρχαιρεσιῶν χρόνος, ἐλθόντων τῶν ὑπάτων πολλὴ σπουδὴ καὶ παράταξις ἐγένετο τοῦ δήμου πρὸς τοὺς πατρικίους περὶ τῶν παραληψομένων τὴν ἡγεμονίαν ἀνδρῶν. ἐκεῖνοι μὲν γὰρ ἐκ τῶν νεωτέρων ἐβούλοντο τοὺς δραστηρίους τε καὶ ἥκιστα δημοτικοὺς ἐπὶ τὴν ὑπατείαν προαγαγεῖν· καὶ μετῄει τὴν ἀρχὴν κελευσθεὶς ὑπ᾽ αὐτῶν ὁ υἱὸς Ἀππίου Κλαυδίου τοῦ πολεμιωτάτου τῷ δήμῳ δοκοῦντος εἶναι, μεστὸς αὐθαδείας ἀνὴρ καὶ θράσους, ἑταίροις τε καὶ πελάταις ἁπάντων πλεῖστον τῶν καθ᾽ ἡλικίαν δυνάμενος· ὁ δὲ δῆμος ἐκ τῶν πρεσβυτέρων τε καὶ τῶν πεῖραν ἤδη δεδωκότων τῆς ἐπιεικείας τοὺς προνοησομένους τοῦ κοινῇ συμφέροντος ὀνομάζων ἠξίου ποιεῖν ὑπάτους. αἵ τ᾽ ἀρχαὶ διειστήκεσαν καὶ τὰς ἀλλήλων ἀνέλυον ἐξουσίας. [2] ὁπότε μὲν γὰρ οἱ ὕπατοι καλοῖεν τὸ πλῆθος ὡς ἀποδείξοντες τοὺς μετιόντας τὴν ἀρχὴν ὑπάτους, οἱ δήμαρχοι τοῦ κωλύειν ὄντες κύριοι διέλυον τὰ ἀρχαιρέσια, ὁπότε δ᾽ αὖ πάλιν ἐκεῖνοι [p. 268] καλοῖεν ὡς ἀρχαιρεσιάσοντα τὸν δῆμον, οὐκ ἐπέτρεπον οἱ ὕπατοι τὴν ἐξουσίαν ἔχοντες τοῦ συγκαλεῖν τοὺς λόχους καὶ τὰς ψήφους ἀναδιδόναι. κατηγορίαι τ᾽ ἀλλήλων ἐγίνοντο καὶ συνεχεῖς ἁψιμαχίαι καθ᾽ ἑταιρίας συνισταμένων, ὥστε καὶ πληγὰς ἀλλήλοις διδόναι τινὰς ὑπ᾽ ὀργῆς, καὶ οὐ μακρὰν ἀποσχεῖν τὴν στάσιν τῶν ὅπλων. [3] ταῦτα μαθοῦσα ἡ βουλὴ πολὺν ἐσκόπει χρόνον, ὅ τι χρήσεται τοῖς πράγμασιν, οὔτε βιάσασθαι δυναμένη τὸν δῆμον οὔτ᾽ εἶξαι βουλομένη. ἦν δ᾽ ἡ μὲν αὐθαδεστέρα γνώμη δικτάτορα ἑλέσθαι τῶν ἀρχαιρεσιῶν ἕνεκα, ὃν ἂν ἡγῶνται κράτιστον εἶναι· τὸν δὲ λαβόντα τὴν ἐξουσίαν τούς τε νοσοποιοὺς ἐκ τῆς πόλεως ἐξελεῖν, καὶ εἴ τι ἡμάρτηται ταῖς πρότερον ἀρχαῖς ἐπανορθώσασθαι, τόν τε κόσμον τοῦ πολιτεύματος, ὃν βούλεται, καταστησάμενον ἀνδράσι τοῖς κρατίστοις ἀποδοῦναι τὰς ἀρχάς. [4] ἡ δ᾽ ἐπιεικεστέρα μεσοβασιλεῖς ἑλέσθαι τοὺς πρεσβυτάτους τε καὶ τιμιωτάτους ἄνδρας, οἷς ἐπιμελὲς ἔσται τὰ περὶ τὰς ἀρχάς, ὅπως κράτισται γενήσονται, προνοηθῆναι, τὸν αὐτὸν τρόπον, ὅνπερ ἐπὶ τῶν βασιλέων τῶν ἐκλιπόντων ἐγίνοντο. ταύτῃ προσθεμένων τῇ γνώμῃ τῶν πλειόνων ἀποδείκνυται πρὸς αὐτῶν μεσοβασιλεὺς Αὖλος Σεμπρώνιος Ἀτρατῖνος· [5] αἱ δ᾽ ἄλλαι κατελύθησαν ἀρχαί. οὗτος ἐπιτροπεύσας τὴν πόλιν ἀστασίαστον ὅσας ἐξῆν ἡμέρας ἕτερον ἀποδείκνυσιν, ὥσπερ αὐτοῖς ἔθος ἦν, Σπόριον Λάρκιον. κἀκεῖνος συγκαλέσας τὴν λοχῖτιν ἐκκλησίαν [p. 269] καὶ τὰς ψήφους κατὰ τὰ τιμήματα ἀναδούς, ἐκ τῆς ἀμφοτέρων εὐδοκήσεως ἀποδείκνυσιν ὑπάτους, Γάϊον Ἰούλιον, τὸν ἐπικαλούμενον Ἴουλον, ἐκ τῶν φιλοδήμων, καὶ Κόιντον Φάβιον Καίσωνος υἱὸν τὸ δεύτερον ἐκ τῶν ἀριστοκρατικῶν. [6] καὶ ὁ μὲν δῆμος οὐδὲν ἐκ τῆς προτέρας ὑπατείας αὐτοῦ πεπονθὼς εἴασε τυχεῖν ταύτης τῆς ἐξουσίας τὸ δεύτερον, μισῶν τὸν Ἄππιον καὶ ὅτι ἐκεῖνος ἀτιμασθῆναι ἐδόκει σφόδρα ἡδόμενος· τοῖς δ᾽ ἐν τέλει διαπεπραγμένοις δραστήριον ἄνδρα καὶ οὐθὲν ἐνδώσοντα τῷ δήμῳ μαλακὸν ἐπὶ τὴν ὑπατείαν παρελθεῖν, κατὰ γνώμην ἐδόκει κεχωρηκέναι τὰ τῆς διχοστασίας. ;ΚΕΦΑΛΑΙΟΝ QΑ΄ [1] ἐπὶ τῆς τούτων ἀρχῆς Αἰκανοὶ μὲν εἰς τὴν Λατίνων χώραν ἐμβαλόντες ἀπήλασαν ἀνδράποδα καὶ βοσκήματα πολλὰ λῃστρικῇ ἐφόδῳ χρησάμενοι· Τυρρηνῶν δ᾽ οἱ καλούμενοι Οὐιεντανοὶ τῆς Ῥωμαίων γῆς πολλὴν ἠδίκησαν προνομαῖς. τῆς δὲ βουλῆς τὸν μὲν πρὸς Αἰκανοὺς πόλεμον εἰς ἕτερον ἀναβαλομένης χρόνον, παρὰ δὲ Οὐιεντανῶν δίκας αἰτεῖν ψηφισαμένης, Αἰκανοὶ μὲν ἐπειδὴ τὰ πρῶτα αὐτοῖς κατὰ νοῦν ἐχώρησε, καὶ οὐθεὶς ὁ κωλύσων τὰ λοιπὰ ἐφαίνετο, θράσει ἐπαρθέντες ἀλογίστῳ λῃστρικὴν μὲν οὐκέτι στρατείαν ἔγνωσαν ποιεῖσθαι, δυνάμει δὲ βαρείᾳ ἐλάσαντες ἐπὶ πόλιν Ὀρτῶνα κατὰ κράτος αἱροῦσι· καὶ διαρπάσαντες τά τ᾽ ἐκ τῆς χώρας καὶ τὰ τῆς πόλεως ἀπῄεσαν εὐπορίαν πολλὴν ἀγόμενοι. [2] Οὐιεντανοὶ δὲ [p. 270] πρὸς τοὺς ἀπὸ τῆς Ῥώμης ἥκοντας ἀποκρινάμενοι, ὅτι οὐκ ἐξ αὐτῶν εἴησαν οἱ προνομεύοντες τὴν χώραν, ἀλλ᾽ ἐκ τῶν ἄλλων Τυρρηνῶν, ἀπέλυσαν τοὺς ἄνδρας οὐθὲν τῶν δικαίων ποιήσαντες· καὶ οἱ πρέσβεις ἐπιτυγχάνουσι τοῖς Οὐιεντανοῖς λείαν ἐκ τῆς αὐτῶν χώρας ἄγουσι. ταῦτα παρ᾽ αὐτῶν ἡ βουλὴ μαθοῦσα πολεμεῖν τ᾽ ἐψηφίσατο Οὐιεντανοῖς καὶ τοὺς ὑπάτους ἀμφοτέρους ἐξάγειν τὴν στρατιάν. [3] ἐγένετο μὲν οὖν περὶ τοῦ δόγματος ἀμφιλογία, καὶ πολλοὶ ἦσαν οἱ τὸν πόλεμον οὐκ ἐῶντες ἐκφέρειν τῆς τε κληρουχίας ὑπομιμνήσκοντες τοὺς δημοτικούς, ἧς γε πέμπτον ἔτος ἐψηφισμένης ὑπὸ τοῦ συνεδρίου κενῇ πιστεύσαντες ἐλπίδι ἐξηπάτηντο, καὶ κοινὸν ἀποφαίνοντες πόλεμον, εἰ κοινῇ χρήσεται γνώμῃ πᾶσα Τυρρηνία τοῖς ὁμοεθνέσι [4] βοηθοῦσα. οὐ μὴν ἴσχυσάν γ᾽ οἱ τῶν στασιαστῶν λόγοι, ἀλλ᾽ ἐκύρωσε καὶ ὁ δῆμος τὸ τῆς βουλῆς δόγμα τῇ Σπορίου Λαρκίου γνώμῃ τε καὶ παρακλήσει χρησάμενος. καὶ μετὰ ταῦτ᾽ ἐξῆγον τὰς δυνάμεις οἱ ὕπατοι· στρατοπεδευσάμενοι δὲ χωρὶς ἀλλήλων οὐ μακρὰν ἀπὸ τῆς πόλεως καὶ μείναντες ἡμέρας συχνάς, ἐπειδὴ οὐκ ἀντεξῆγον οἱ πολέμιοι τὰς δυνάμεις, προνομεύσαντες αὐτῶν τῆς γῆς ὅσην ἐδύναντο πλείστην ἀπῆγον ἐπ᾽ οἴκου τὴν στρατιάν. ἄλλο δ᾽ ἐπὶ τῆς τούτων ὑπατείας λόγου ἄξιον οὐδὲν ἐπράχθη. {{DEFAULTSORT:Ρωμαικη Αρχαιολογια 08 81}} fsyo9zbrucoss389sdqmgo3hg54384s Ρωμαϊκή Αρχαιολογία/η/71 0 23575 148481 100290 2022-08-09T13:24:49Z Αντιγόνη 235 wikitext text/x-wiki {{Κεφαλίδα | τίτλος = Κεφάλαια 71–80 | συγγραφέας = Διονύσιος ο Αλικαρνασσεύς | μεταφραστής= | ενότητα = [[Ρωμαϊκή Αρχαιολογία/η|Ῥωμαϊκὴ Ἀρχαιολογία: Λόγος η΄]] | προηγούμενο= [[Ρωμαϊκή Αρχαιολογία/η/61|Κεφάλαια 61–70]] | επόμενο = [[Ρωμαϊκή Αρχαιολογία/η/81|Κεφάλαια 81–91]] | σημειώσεις = Dionysii Halicarnasei Antiquitatum Romanarum quae supersunt, Vol I-IV. Dionysius of Halicarnassus. Karl Jacoby. In Aedibus B.G. Teubneri. Leipzig. 1885. }} ;ΚΕΦΑΛΑΙΟΝ ΟΑ΄ [1] εὐθὺς μὲν οὖν ἔτι λέγοντος αὐτοῦ θόρυβος ἦν πολύς, ἀχθομένων ἁπάντων καὶ οὐχ ὑπομενόντων τὸν λόγον. ἐπειδὴ δ᾽ ἐπαύσατο ὅ τε συνύπατος αὐτοῦ Οὐεργίνιος πολλὴν ἐποιήσατο κατηγορίαν ὡς στάσιν εἰσάγοντος, καὶ τῶν ἄλλων βουλευτῶν οἱ πρεσβύτατοί τε καὶ τιμιώτατοι, μάλιστα δ᾽ Ἄππιος Κλαύδιος· καὶ μέχρι πολλῆς ὥρας ἠγριωμένοι τε καὶ τὰ [p. 234] αἴσχιστα κατ᾽ ἀλλήλων ὀνείδη λέγοντες οὗτοι διετέλεσαν. [2] ταῖς δὲ κατόπιν ἡμέραις ὁ μὲν Κάσσιος ἐκκλησίας συνεχεῖς ποιούμενος ἐξεδημαγώγει τὸ πλῆθος, καὶ τοὺς ὑπὲρ τῆς κληρουχίας λόγους εἰσέφερε, καὶ πολὺς ἦν ἐν ταῖς κατηγορίαις τῶν ἀντιπραττόντων. ὁ δ᾽ Οὐεργίνιος τὴν βουλὴν ὁσημέραι συνάγων μετὰ κοινῆς γνώμης τῶν πατρικίων ἀντιπαρεσκευάζετο φυλακάς τε καὶ κωλύσεις νομίμους. [3] καὶ ἦν στῖφος ἑκατέρῳ τῶν παρακολουθούντων τε καὶ φυλακὴν τῷ σώματι παρεχόντων πολύ· τὸ μὲν ἄπορον καὶ ῥυπαρὸν καὶ πάντα τολμᾶν πρόχειρον ὑπὸ τῷ Κασσίῳ τεταγμένον, τὸ δ᾽ εὐγενέστατόν τε καὶ καθαρώτατον ὑπὸ τῷ Οὐεργινίῳ. [4] τέως μὲν οὖν τὸ χεῖρον ἐν ταῖς ἐκκλησίαις ἐπεκράτει μακρῷ θατέρου προὔχον, ἔπειτα ἰσόρροπον ἐγένετο προσνειμάντων ἑαυτοὺς τῶν δημάρχων τῇ κρείττονι μοίρᾳ· τάχα μὲν καὶ διὰ τὸ μὴ δοκεῖν ἄμεινον εἶναι τῇ πόλει δεκασμοῖς τ᾽ ἀργυρίου καὶ διανομαῖς τῶν δημοσίων διαφθειρόμενον τὸ πλῆθος ἀργὸν καὶ πονηρὸν εἶναι, τάχα δὲ καὶ διὰ τὸν φθόνον, ὅτι τῆς φιλανθρωπίας ταύτης οὐκ αὐτοὶ ἦρξαν οἱ τοῦ δήμου προεστηκότες, ἀλλ᾽ ἕτερος· οὐθὲν δὲ κωλύει καὶ διὰ τοῦτο τὸ δέος, ὃ πρὸς τὴν αὔξησιν τοῦ ἀνδρὸς ἐλάμβανον μείζονα γενομένην ἢ τῇ πόλει συνέφερεν. [5] ἀντέλεγον οὖν ἤδη κατὰ κράτος ἐν ταῖς ἐκκλησίαις οὗτοι [p. 235] πρὸς τοὺς εἰσφερομένους ὑπὸ τοῦ Κασσίου νόμους διδάσκοντες τὸν δῆμον, ὡς οὐκ εἴη δίκαιον, ἃ διὰ πολλῶν ἐκτήσατο πολέμων, ταῦτα μὴ Ῥωμαίους νείμασθαι μόνους, ἀλλὰ καὶ Λατίνους αὐτοῖς ἰσομοιρεῖν τοὺς μὴ παραγενομένους τοῖς πολέμοις, καὶ τοὺς νεωστὶ προσελθόντας πρὸς τὴν φιλίαν Ἕρνικας, οἷς ἀγαπητὸν ἦν πολέμῳ προσαχθεῖσι τὸ μὴ τὴν ἑαυτῶν ἀφαιρεθῆναι χώραν. [6] ὁ δὲ δῆμος ἀκούων τοτὲ μὲν τοῖς τῶν δημάρχων προσετίθετο λόγοις ἐνθυμούμενος, ὅτι μικρόν τι καὶ οὐκ ἄξιον ἔσται λόγου τὸ ἐκ τῆς δημοσίας γῆς ἐσόμενον ἑκάστῳ λάχος, εἰ μεθ᾽ Ἑρνίκων τε καὶ Λατίνων αὐτὴν νεμήσονται, τοτὲ δ᾽ ὑπὸ τοῦ Κασσίου μετεπείθετο δημαγωγοῦντος, ὡς προδιδόντων αὐτοὺς τοῖς πατρικίοις τῶν δημάρχων καὶ πρόφασιν ποιουμένων τῆς κωλύσεως εὐπρεπῆ τὴν Ἑρνίκων τε καὶ Λατίνων ἰσομοιρίαν, ἣν αὐτὸς ἔφη νόμῳ περιλαβεῖν ἰσχύος τῶν πενήτων ἕνεκα καὶ εἴ τις ἀφαιρεῖσθαί ποτε αὐτοὺς ἀξιώσαι τὰ δοθέντα κωλῦσαι, κρεῖττον ἡγούμενος εἶναι καὶ ἀσφαλέστερον τοῖς πολλοῖς μικρὰ λαβοῦσιν ὁμοίως ἔχειν ἢ πολλὰ ἐλπίσασιν ἁπάντων ἀποτυχεῖν. ;ΚΕΦΑΛΑΙΟΝ ΟΒ΄ [1] τούτοις δὴ τοῖς λόγοις τοῦ Κασσίου θαμινὰ μεταπείθοντος ἐν ταῖς ἐκκλησίαις τὸν ὄχλον παρελθὼν εἷς τῶν δημάρχων, Γάϊος Ῥαβολήιος, ἀνὴρ οὐκ ἄφρων, τήν τε διχοστασίαν τῶν ὑπάτων ὑπέσχετο παύσειν οὐκ εἰς μακράν, καὶ τῷ δήμῳ ποιήσειν φανερόν, ὅ τι χρὴ ποιεῖν. ἐπισημασίας δὲ γενομένης αὐτῷ μεγάλης καὶ μετὰ τοῦτο σιωπῆς· οὐχὶ ταῦτ᾽, εἶπεν, ὦ [p. 236] Κάσσιε, καὶ σὺ Οὐεργίνιε, τὰ κεφάλαιά ἐστι τοῦ νόμου; ἓν μέν, εἰ χρὴ τὴν δημοσίαν γῆν κατ᾽ ἄνδρα διανεμηθῆναι, ἕτερον δ᾽, εἰ χρὴ καὶ Λατίνους καὶ Ἕρνικας μέρος αὐτῆς λαβόντας ἔχειν; ὁμολογησάντων δ᾽ αὐτῶν· [2] εἶεν δή· σὺ μέν, εἶπεν, ὦ Κάσσιε, ἀμφότερα ταῦτ᾽ ἐπιψηφίζειν ἀξιοῖς τὸν δῆμον, σὺ δὲ δὴ πρὸς θεῶν, ὦ Οὐεργίνιε, λέξον ἡμῖν, πότερα θάτερον ἀκυροῖς τῆς. Κασσίου γνώμης μέρος τὸ κατὰ τοὺς συμμάχους οὐκ οἰόμενος δεῖν ἰσομοίρους ἡμῖν Ἕρνικάς τε καὶ Λατίνους ποιεῖν, ἢ καὶ θάτερον μόνον ἀκυροῖς ἀξιῶν οὐδὲ ἡμῖν αὐτοῖς διανέμειν τὰ κοινά; ταυτὶ γὰρ ἀπόκριναί μοι μηδὲν ἀποκρυψάμενος. [3] εἰπόντος δὲ τοῦ Οὐεργινίου τῇ Λατίνων τε καὶ Ἑρνίκων ἀντιλέγειν ἰσομοιρίᾳ, τὸ δὲ κατὰ τοὺς πολίτας, εἰ πᾶσι δόξειε, διανέμεσθαι συγχωρεῖν, ἐπιστρέψας ὁ δήμαρχος εἰς τὸν ὄχλον εἶπεν· ἐπεὶ τοίνυν τὸ μὲν ἕτερον τῆς γνώμης μέρος ἀμφοτέροις τοῖς ὑπάτοις συνδοκεῖ, τὸ δ᾽ ἕτερον ἀντιλέγεται πρὸς θατέρου, ἰσότιμοι δ᾽ ἀμφότεροι, καὶ οὐχ οἷόν τε βιάσασθαι θατέρῳ τὸν ἕτερον, ὃ μὲν δίδοται δοται παρ᾽ ἀμφοτέρων, ἤδη λάβωμεν, ὑπὲρ οὗ δ᾽ ἀμφισβητοῦσιν, [4] ἀναβαλώμεθα. ἐπισημήναντος δὲ τοῦ πλήθους ὡς τὰ πράτιστα ὑποθεμένῳ καὶ καταλύειν ἐκ τοῦ νόμου τὸ ποιοῦν διχοστασίαν μέρος ἀξιοῦντος, ἀπορῶν, ὅ τι χρὴ πράττειν, ὁ Κάσσιος καὶ οὔτ᾽ ἀναθέσθαι τὴν γνώμην προαιρούμενος οὔτε μένειν ἐπ᾽ αὐτῆς ἀντιπραττόντων τῶν δημάρχων δυνάμενος, τότε [p. 237] μὲν διέλυσε τὴν ἐκκλησίαν, ταῖς δ᾽ ἑξῆς ἡμέραις ἀρρωστίαν σκηπτόμενος οὐκέτι κατέβαινεν εἰς τὴν ἀγοράν, ἀλλ᾽ ὑπομένων ἔνδον ἐπραγματεύετο βίᾳ καὶ χειροκρασίᾳ κυρῶσαι τὸν νόμον· καὶ μετεπέμπετο Λατίνων τε καὶ Ἑρνίκων ὅσους ἐδύνατο πλείστους ἐπὶ τὴν ψηφοφορίαν. [5] οἱ δὲ συνῄεσαν ἀθρόοι, καὶ δι᾽ ὀλίγου μεστὴ ξένων ἦν ἡ πόλις. ταῦτα μαθὼν ὁ Οὐεργίνιος κηρύττειν ἐκέλευσε κατὰ τοὺς στενωποὺς ἀπιέναι τοὺς μὴ κατοικοῦντας ἐν τῇ πόλει, χρόνον ὁρίσας οὐ πολύν. ὁ δὲ Κάσσιος τἀναντία ἐκέλευσε κηρύττειν παραμένειν τοὺς μετέχοντας τῆς ἰσοπολιτείας, ἕως ἂν ἐπικυρωθῇ ὁ νόμος. ;ΚΕΦΑΛΑΙΟΝ ΟΓ΄ [1] ὡς δ᾽ οὐδὲν ἐγίνετο πέρας, δείσαντες οἱ πατρίκιοι, μὴ ψήφων θ᾽ ἁρπαγαὶ καὶ χειρῶν ἐπιβολαὶ γένωνται καὶ ἄλλα, ὅσα φιλεῖ βίαια συμβαίνειν ἐν ταῖς στασιαζούσαις ἐκκλησίαις εἰσφερομένου τοῦ νόμου, συνῆλθον εἰς τὸ συνέδριον ὡς ὑπὲρ ἁπάντων ἅπαξ βουλευσόμενοι. [2] Ἄππιος μὲν οὖν πρῶτος ἐρωτηθεὶς γνώμην οὐκ εἴα συγχωρεῖν τῷ δήμῳ τὴν διανομὴν διδάσκων, ὡς χαλεπὸς ἔσται καὶ ἀλυσιτελὴς σύνοικος ὄχλος ἀργὸς ἐθισθεὶς τὰ δημόσια λιχνεύειν, καὶ οὐθὲν ἐάσει ποτὲ τῶν κοινῶν οὔτε κτημάτων οὔτε χρημάτων ἔτι κοινὸν μένειν· αἰσχύνης τ᾽ ἄξιον πρᾶγμα εἶναι λέγων, εἰ Κασσίου κατηγοροῦντες ὡς πονηρὰ καὶ ἀσύμφορα πολιτευομένου καὶ τὸν δῆμον διαφθείροντος, ἔπειτ᾽ αὐτοὶ κοινῇ γνώμῃ ταῦτ᾽ ἐπικυρώσουσιν ὡς δίκαια καὶ συμφέροντα· ἐνθυμεῖσθαί τ᾽ αὐτοὺς ἀξιῶν, ὡς οὐδ᾽ ἡ χάρις ἡ παρὰ τῶν πενήτων, εἰ τὰ κοινὰ διανείμαιντο [p. 238] τοῖς συγχωρήσασι καὶ ἐπιψηφισαμένοις, ὑπάρξει, ἀλλ᾽ ἑνὶ τῷ προθέντι τὴν γνώμην Κασσίῳ καὶ δόξαντι ἠναγκακέναι τὴν βουλὴν ἄκουσαν ἐπικυρῶσαι. [3] προειπὼν δὴ ταῦτα καὶ παραπλήσια τούτοις ἕτερα τελευτῶν τάδε συνεβούλευσεν· ἄνδρας ἐκ τῶν ἐντιμοτάτων βουλευτῶν ἑλέσθαι δέκα, οἵτινες ἐπελθόντες τὴν δημοσίαν γῆν ἀφοριοῦσι, καὶ εἴ τινα ἐξ αὐτῆς κλέπτοντες ἢ βιαζόμενοί τινες ἰδιῶται κατανέμουσιν ἢ ἐπεργάζονται διαγνόντες ἀποδώσουσι τῷ δημοσίῳ. τὴν δ᾽ ὁρισθεῖσαν ὑπ᾽ ἐκείνων γῆν διαιρεθεῖσαν εἰς κλήρους ὅσους δή τινας καὶ στήλαις εὐκόσμοις διαγραφεῖσαν τὴν μὲν ἀπεμποληθῆναι παρῄνει καὶ μάλιστα περὶ ἧς ἀμφίλογόν τι πρὸς ἰδιώτας ἦν, ὥστε τοῖς ὠνησαμένοις μὴ εἶναι πρὸς τοὺς ἀντιποιησομένους ὑπὲρ αὐτῶν κρίσεις, τὴν δὲ πενταετῆ μισθοῦν χρόνον· τὸ δὲ προσιὸν ἐκ τῶν μισθώσεων ἀργύριον εἰς τοὺς ὀψωνιασμοὺς τῶν στρατευομένων ἀναλοῦσθαι καὶ εἰς τὰς μισθώσεις ὧν οἱ πόλεμοι χορηγιῶν δέονται· [4] νῦν μὲν γάρ, ἔφησεν, ὁ φθόνος τῶν πενήτων ὁ πρὸς τοὺς πλουσίους, ὅσοι σφετερισάμενοι τὰ κοινὰ διακατέχουσι, δίκαιός ἐστι· καἰ οὐθὲν θαυμαστόν, εἰ τὰ κοινὰ πάντας διανείμασθαι μᾶλλον ἀξιοῦσιν, ἢ τοὺς ἀναιδεστάτους τε καὶ ὀλίγους κατέχειν· ἐὰν δ᾽ ἀφισταμένους αὐτῆς [p. 239] ὁρῶσι τοὺς νῦν καρπουμένους καὶ τὰ κοινὰ ὄντως κοινὰ γινόμενα, παύσονται φθονοῦντες ἡμῖν, τήν τ᾽ ἐπιθυμίαν τῆς κατ᾽ ἄνδρα διανομῆς τῶν ἀγρῶν ἐπανήσουσι μαθόντες, ὅτι λυσιτελεστέρα τῆς μικρᾶς ἑκάστῳ [5] μερίδος ἡ κοινὴ μετὰ πάντων ἔσται κτῆσις. διδάσκωμεν γὰρ αὐτούς, ἔλεγεν, ὅσον τὸ διάφορον, καὶ ὡς εἷς μὲν ἕκαστος τῶν πενήτων γῄδιον οὐ μέγα λαβὼν καὶ εἰ τύχοι γείτονας ὀχληροὺς ἔχων οὔτ᾽ αὐτὸς ἱκανὸς ἔσται τοῦτο γεωργεῖν δι᾽ ἀπορίαν, οὔτε τὸν μισθωσόμενον ὅτι μὴ τὸν γείτονα εὑρήσει· εἰ δὲ μεγάλοι κλῆροι ποικίλας τε καὶ ἀξιολόγους ἔχοντες γεωργοῖς ἐργασίας ὑπὸ τοῦ κοινοῦ μισθοῖντο, πολλὰς οἴσουσι προσόδους· καὶ ὅτι κρεῖττον αὐτοῖς ἐστιν, ὅταν ἐξίωσιν ἐπὶ τοὺς πολέμους ἐκ τοῦ δημοσίου ταμιείου τὸν ἐπισιτισμόν τε καὶ ὀψωνιασμὸν λαμβάνειν, ἢ ἐκ τῶν ἰδίων οἴκων εἰς τὸ ταμιεῖον ἕκαστον εἰσφέρειν τεθλιμμένων ἔστιν ὅτε τῶν βίων καὶ ἔτι μᾶλλον ἐν τῷ συμπορίζειν τὸ ἀργύριον ἐπιβαρησομένων. ;ΚΕΦΑΛΑΙΟΝ ΟΔ΄ [1] ταύτην εἰσηγησαμένου τὴν γνώμην Ἀππίου καὶ σφόδρα δόξαντος εὐδοκιμεῖν δεύτερος ἐρωτηθεὶς Αὖλος Σεμπρώνιος Ἀτρατῖνος ἔλεξεν· Ἄππιον μὲν οὐ νῦν ἔχω πρῶτον ἐπαινεῖν, ὡς φρονῆσαί τε ἱκανώτατον πρὸ πολλοῦ τὰ μέλλοντα καὶ γνώμας τὰς καλλίστας τε καὶ ὠφελιμωτάτας ἀποδεικνύμενον βέβαιόν [p. 240] τε καὶ ἀμετακίνητον ἐν τοῖς κριθεῖσι καὶ οὔτε φόβῳ εἴκοντα οὔτε χάρισιν ὑποκατακλινόμενον. ἀεὶ γὰρ ἐπαινῶν αὐτὸν καὶ θαυμάζων διατελῶ τοῦ τε φρονίμου καὶ τῆς γενναιότητος, ἣν παρὰ τὰ δεινὰ ἔχει. γνώμην τ᾽ οὐχ ἑτέραν, ἀλλὰ καὶ αὐτὸς ταύτην ἀποδείκνυμαι, μικρὰ ἔτι προσθεὶς αὐτῇ, ἅ μοι παραλιπεῖν Ἄππιος ἐδόκει. [2] Ἕρνικας μὲν γὰρ καὶ Λατίνους, οἷς νεωστὶ δεδώκαμεν τὴν ἰσοπολιτείαν, οὐδ᾽ αὐτὸς οἶμαι δεῖν κληρουχεῖν τὰ ἡμέτερα. οὐ γάρ, ἐξ οὗ προσῆλθον εἰς τὴν φιλίαν ἡμῖν, ταύτην τὴν γῆν κτησάμενοι ἔχομεν, ἀλλὰ παλαίτερον ἔτι τοῖς ἑαυτῶν κινδύνοις οὐθενὸς ἄλλου προσωφελήσαντος ἀφελόμενοι τοὺς ἐχθρούς. ἀποκρινώμεθά τ᾽ αὐτοῖς, ὅτι τὰς μὲν πρότερον ὑπαρχούσας ἡμῖν κτήσεις, ὅσας ἕκαστοι εἴχομεν, ὅτε τὴν φιλίαν συνετιθέμεθα, ἰδίας τε καὶ ἀναφαιρέτους ἑκάστοις δεῖ μένειν, ὅσων δ᾽ ἄν, ἀφ᾽ οὗ τὰς συνθήκας ἐποιησάμεθα, κοινῇ στρατεύσαντες ἐκ πολέμου κύριοι γενώμεθα, τούτων ὑπάρξει τὸ ἐπιβάλλον ἑκάστοις λάχος. [3] ταῦτα γὰρ οὔτε τοῖς συμμάχοις ὡς ἀδικουμένοις ὀργῆς παρέξει δικαίας προφάσεις, οὔτε τῷ δήμῳ δέος, μὴ δόξῃ τὰ κερδαλεώτερα πρὸ τῶν εὐπρεπεστέρων αἱρεῖσθαι. τῇ τε αἱρέσει τῶν ἀνδρῶν, οὓς Ἄππιος ἠξίου ὁριστὰς γενέσθαι τῆς δημοσίας γῆς, πάνυ εὐδοκῶ. πολλὴν γὰρ ἡμῖν τοῦτ᾽ οἴσει παρρησίαν πρὸς τοὺς δημοτικούς, ἐπεὶ νῦν γ᾽ ἄχθονται κατ᾽ ἀμφότερα, καὶ ὅτι αὐτοὶ τῶν δημοσίων οὐθὲν ἀπολαύουσι κτημάτων, [p. 241] καὶ ὅτι ἐξ ἡμῶν τινες οὐ δικαίως αὐτὰ καρποῦνται. ἐὰν δὲ δημοσιωθέντα ἴδωσι καὶ τὰς ἀπ᾽ αὐτῶν προσόδους εἰς τὰ κοινὰ καὶ ἀναγκαῖα δαπανωμένας, οὐδὲν ὑπολήψονται σφίσι διαφέρειν τῆς γῆς ἢ τῶν ἐξ αὐτῆς καρπῶν μετέχειν. ἐῶ γὰρ λέγειν, ὅτι τῶν ἀπόρων ἐνίους μᾶλλον εὐφραίνουσιν αἱ ἀλλότριαι βλάβαι τῶν ἰδίων ὠφελειῶν. οὐ μὴν ἀποχρῆν γ᾽ οἴομαι τούτων ἑκάτερον ἐν τῷ ψηφίσματι γράφειν, ἀλλὰ καὶ δι᾽ ἄλλης τινὸς οἴομαι δεῖν θεραπείας μετρίας τὸν δῆμον οἰκειώσασθαί τε καὶ ἀναλαβεῖν· ἣν μετὰ μικρὸν ἐρῶ, τὴν αἰτίαν πρῶτον ὑμῖν ἀποδειξάμενος, μᾶλλον δὲ τὴν ἀνάγκην, δι᾽ ἣν καὶ τοῦτο πρακτέον ἡμῖν. ;ΚΕΦΑΛΑΙΟΝ ΟΕ΄ [1] ἴστε δήπου τοὺς ἐν τῇ ἐκκλησίᾳ ῥηθέντας ὑπὸ τοῦ δημάρχου λόγους, ὅτ᾽ ἤρετο τῶν ὑπάτων τὸν ἕτερον τοῦτον Οὐεργίνιον, ἥντινα γνώμην ἔχει περὶ τῆς κληρουχίας, πότερα τοῖς μὲν πολίταις συγχωρεῖ διανέμειν τὰ δημόσια, τοῖς δὲ συμμάχοις οὐκ ἐᾷ, ἢ τῶν κοινῶν τῶν ἡμετέρων οὐδ᾽ ἡμῖν συγχωρεῖ μέρος λαγχάνειν. καὶ οὗτος ὡμολόγησε τὸ καθ᾽ ἡμᾶς μέρος οὐ κωλύειν τῆς κληρουχίας, ἐὰν ἅπασι ταῦτα κράτιστα εἶναι δοκῇ· καὶ ἡ συγχώρησις ἥδε τούς τε δημάρχους ἐποίησεν ἡμῖν συναγωνιστὰς καὶ τὸν δῆμον ἐπιεικέστερον. [2] τί οὖν μαθόντες, ἃ τότε συνεχωρήσαμεν, νῦν ἀναθησόμεθα; ἢ τί πλέον ἡμῖν ἔσται τὰ γενναῖα καὶ τὰ καλὰ πολιτεύματα καὶ ἄξια τῆς ἡγεμονίας πολιτευομένοις, ἐὰν μὴ πείθωμεν τοὺς χρησομένους; οὐ [p. 242] πείσομεν δέ, καὶ τοῦτ᾽ οὐδεὶς ὑμῶν ἀγνοεῖ. χαλεπώτερα γὰρ ἂν τῶν μὴ τυγχανόντων ἀποτίσειαν οἱ ψευσθέντες τῆς ἐλπίδος καὶ τὰ ὁμολογηθέντα μὴ κομιζόμενοι. οἰχήσεται δὴ πάλιν φέρων αὐτοὺς ὁ τὰ πρὸς ἡδονὴν πολιτευόμενος, καὶ οὐδὲ τῶν δημάρχων τις ἔτι μεθ᾽ ἡμῶν στήσεται. [3] τί οὖν ὑμῖν πράττειν παραινῶ καὶ τί προστίθημι τῇ Ἀππίου γνώμῃ, μάθετε, ἀλλὰ μὴ προεξαναστῆτε μηδὲ θορυβήσητε, πρὶν ἅπαντα ἀκούσητε, ἃ λέγω. τοῖς αἱρεθησομένοις ἐπὶ τὴν ἐξέτασιν τῆς χώρας καὶ περιορισμὸν εἴτε δέκα ἀνδράσιν εἴθ᾽ ὁσοισδήποτ᾽ ἐπιτρέψατε διαγνῶναι, τίνα τ᾽ αὐτῆς δεῖ καὶ ὁπόσην κοινὴν εἶναι πάντων καὶ κατὰ πενταετίαν μισθουμένην αὔξειν τὰς τοῦ ταμιείου προσόδους· ὁπόσην τ᾽ αὖ καὶ ἥντινα τοῖς δημόταις ἡμῶν διαιρεθῆναι· ἣν δ᾽ ἂν ἐκεῖνοι κληροῦχον ἀποδείξωσι γῆν, ὑμᾶς διαγνόντας εἴθ᾽ ἅπασιν εἴθ᾽ οἷς δὴ οὐκέτ᾽ ἔστι κλῆρος εἴτε τοῖς ἐλάχιστον ἔχουσι τίμημα εἴθ᾽ ὅπως ἂν βούλησθε κατανεῖμαι· τοὺς δ᾽ ὁριστὰς αὐτῆς ἄνδρας καὶ τὸ ὑμέτερον ψήφισμα, ὃ περὶ τῆς κληρουχίας ἐξοίσετε, καὶ τἆλλα, ὅσα δεῖ γενέσθαι, ἐπειδὴ βραχὺς ὁ λειπόμενός ἐστι τῆς ἀρχῆς τοῖς ὑπάτοις χρόνος, τοὺς εἰσιόντας ὑπάτους, ὡς ἂν αὐτοῖς κράτιστα δοκῇ ἕξειν, ἐπιτελέσαι. [4] οὔτε γὰρ ὀλίγων τηλικαῦτα πράγματα δεῖται χρόνων, οὔτε ἡ νῦν στασιάζουσα ἀρχὴ φρονιμώτερον ἂν καταμάθοι τὰ συμφέροντα τῆς μετ᾽ αὐτὴν ἀποδειχθησομένης, [p. 243] ἐὰν ἐκείνη γ᾽, ὥσπερ ἐλπίζομεν, ὁμονοῇ. χρήσιμον δὲ πρᾶγμα ἐν πολλοῖς καὶ ἥκιστα σφαλερὸν ἀναβολή, καὶ πολλὰ ὁ χρόνος ἐν ἡμέρᾳ μιᾷ μετατίθησι· καὶ τὸ μὴ στασιάζον ἐν τοῖς προεστηκόσι τῶν κοινῶν ἁπάντων ἀγαθῶν ἐν ταῖς πόλεσιν αἴτιον. ἐγὼ μὲν δὴ ταύτην ἀποφαίνομαι γνώμην· εἰ δέ τις ἄλλο κρεῖττον εἰσηγεῖται, λεγέτω. ;ΚΕΦΑΛΑΙΟΝ ΟΣΤ΄ [1] παυσαμένου δ᾽ αὐτοῦ πολὺς ἔπαινος ἐκ τῶν παρόντων ἐγένετο, καὶ οὐθεὶς τῶν μετ᾽ ἐκεῖνον ἐρωτηθέντων ἑτέραν γνώμην ἀποφαίνεται· γράφεται δὴ μετὰ ταῦτα τὸ τῆς βουλῆς δόγμα τοιόνδε· ἄνδρας ἐκ τῶν ὑπατικῶν αἱρεθῆναι δέκα τοὺς πρεσβυτάτους, οἵτινες ὁρίσαντες τὴν δημοσίαν χώραν ἀποδείξουσιν, ὅσην τε δεῖ μισθοῦσθαι καὶ ὅσην τῷ δήμῳ διαιρεθῆναι· [2] τοῖς δ᾽ ἰσοπολίταις τε καὶ συμμάχοις, ἐάν τινα ὕστερον ἐπικτήσωνται κοινῇ στρατευσάμενοι, τὸ ἐπιβάλλον ἑκάστοις κατὰ τὰς ὁμολογίας ὑπάρχειν μέρος· τὴν δ᾽ αἵρεσιν τῶν ἀνδρῶν καὶ τὴν διανομὴν τῶν κλήρων καὶ τἆλλα ὅσα δεῖ γενέσθαι τοὺς εἰσιόντας ἐπιτελέσαι ὑπάτους. τοῦτο τὸ δόγμα εἰς τὸν δῆμον εἰσενεχθὲν τόν τε Κάσσιον ἔπαυσε τῆς δημαγωγίας, καὶ τὴν ἀναρριπιζομένην ἐκ τῶν πενήτων στάσιν οὐκ εἴασε περαιτέρω προελθεῖν. ;ΚΕΦΑΛΑΙΟΝ ΟΖ΄ [1] τῷ δ᾽ ἑξῆς ἐνιαυτῷ τῆς ἑβδομηκοστῆς καὶ τετάρτης ὀλυμπιάδος ἐνεστώσης, ἣν ἐνίκα στάδιον Ἄστυλος Συρακούσιος, Ἀθήνησι δ᾽ ἄρχων ἦν Λεώστρατος, Κοΐντου Φαβίου καὶ Σερουίου Κορνηλίου τὴν [p. 244] ὑπατείαν παρειληφότων, ἄνδρες ἐκ τῶν πατρικίων νέοι μὲν ἔτι τὴν ἡλικίαν, ἐπιφανέστατοι δὲ τῶν ἄλλων κατά γ᾽ ἀξιώσεις προγόνων, καὶ διὰ τὰς ἑταιρίας τε καὶ πλούτους μέγα δυνάμενοι, καὶ ὡς νέοι τὰ πολιτικὰ πράττειν οὐδενὸς τῶν ἐν ἀκμῇ χείρους, Καίσων Φάβιος, ἀδελφὸς τοῦ τότε ὑπατεύοντος, καὶ Λεύκιος Οὐαλέριος Ποπλικόλας, ἀδελφὸς τοῦ καταλύσαντος τοὺς βασιλεῖς, τὴν ταμιευτικὴν ἔχοντες ἐξουσίαν κατὰ τὸν αὐτὸν χρόνον, καὶ διὰ τοῦτ᾽ ἐκκλησίαν συνάγειν ὄντες κύριοι, τὸν ὑπατεύσαντα τῷ πρόσθεν ἐνιαυτῷ Σπόριον Κάσσιον καὶ τολμήσαντα τοὺς περὶ τῆς διανομῆς εἰσηγήσασθαι νόμους εἰσήγγειλαν εἰς τὸν δῆμον ἐπὶ τυραννίδος αἰτίᾳ· καὶ προειπόντες ἡμέραν ῥητὴν ἐκάλουν αὐτὸν ὡς ἐπὶ τοῦ δήμου τὴν δίκην ἀπολογησόμενον. [2] ὄχλου δὲ πλείστου συναχθέντος εἰς τὴν ἀποδειχθεῖσαν ἡμέραν συγκαλέσαντες εἰς ἐκκλησίαν τὸ πλῆθος τά τ᾽ ἐμφανῆ τοῦ ἀνδρὸς ἔργα ὡς ἐπ᾽ οὐδενὶ χρηστῷ γενόμενα διεξῄεσαν· ὅτι Λατίνοις μὲν πρῶτον, οἷς ἀπέχρη πολιτείας κοινῆς ἀξιωθῆναι μέγα εὐτύχημα ἡγουμένοις, εἰ καὶ ταύτης τύχοιεν, οὐ μόνον ἣν ᾔτουν πολιτείαν ὕπατος ὢν ἐχαρίσατο, ἀλλ᾽ ἔτι καὶ τῶν ἐκ τοῦ πολέμου λαφύρων, ἐὰν κοινὴ γένηται στρατεία, τὴν τρίτην ἐψηφίσατο δίδοσθαι· ἔπειθ᾽ Ἕρνικας, οὓς πολέμῳ χειρωθέντας ἀγαπᾶν ἐχρῆν, εἰ μὴ καὶ τῆς αὐτῶν χώρας ἀφαιρέσει τινὶ ζημιωθεῖεν, φίλους μὲν ἀνθ᾽ ὑπηκόων ἐποίησε, πολίτας δ᾽ ἀνθ᾽ ὑποτελῶν, γῆς τε καὶ λείας, [p. 245] ἣν ἂν ἐκ παντὸς κτήσωνται, τὴν ἑτέραν ἔταξε λαμβάνειν τρίτην μερίδα. [3] ὥστε μεριζομένων εἰς τρεῖς κλήρους τῶν λαφύρων τοὺς μὲν ὑπηκόους τε καὶ ἐπήλυδας διμοιρίας λαμβάνειν, τοὺς δ᾽ αὐθιγενεῖς καὶ ἡγεμόνας τρίτην μερίδα. ἐκ δὲ τούτου δυεῖν τῶν ἀτοπωτάτων θάτερον ἐπεδείκνυσαν αὐτοῖς συμβησόμενον, ἐάν τινας ἑτέρους διὰ πολλὰς καὶ μεγάλας εὐεργεσίας προέλωνται ταῖς αὐταῖς τιμῆσαι δωρεαῖς, αἷς Λατίνους τ᾽ ἐτίμησαν καὶ τοὺς μηδ᾽ ὁτιοῦν ἀγαθὸν ἀποδειξαμένους Ἕρνικας. μιᾶς γὰρ καταλειπομένης αὐτοῖς τρίτης μερίδος, ἢ οὐχ ἕξειν, ὅ τι δώσουσιν ἐκείνοις μέρος ἢ τὰ ὅμοια ψηφισαμένους μηδὲν ἑαυτοῖς καταλείψειν. ;ΚΕΦΑΛΑΙΟΝ ΟΗ΄ [1] πρὸς δὲ τούτοις διεξῄεσαν, ὅτι δημεῦσαι τὰ κοινὰ τῆς πόλεως ἐπιβαλόμενος οὔτε τῆς βουλῆς ψηφισαμένης οὔτε τῷ συνυπάτῳ δοκοῦν, βίᾳ κυροῦν ἐμέλλησε τὸν νόμον, ὃς οὐ καθ᾽ ἓν τοῦτο μόνον ἦν ἀσύμφορός τε καὶ ἄδικος, ὅτι προβουλεῦσαι δέον τὸ συνέδριον καὶ εἰ δόξειεν ἐκείνῳ κοινὴν ἁπάντων εἶναι τῶν ἐν τέλει τὴν φιλανθρωπίαν ἑνὸς ἀνδρὸς ἐποίει τὴν χάριν· [2] ἀλλὰ καὶ κατ᾽ ἐκεῖνο τὸ πάντων σχετλιώτατον, ὅτι λόγῳ μὲν δόσις ἦν τοῖς πολίταις τῆς δημοσίας χώρας, ἔργῳ δ᾽ ἀφαίρεσις, Ῥωμαίων μὲν τῶν κτησαμένων αὐτὴν μίαν μοῖραν ληψομένων, Ἑρνίκων δὲ καὶ Λατίνων, ἧς οὐθὲν αὐτοῖς μετῆν, τὰς δύο· καὶ ὡς οὐδὲ τοῖς δημάρχοις ἐναντιωθεῖσι καὶ παραλύειν [p. 246] ἐκ τοῦ νόμου θάτερον ἀξιοῦσι μέρος τὸ κατὰ τὴν ἰσομοιρίαν τῶν ἐπηλύδων, ἐπείσθη, ἀλλὰ καὶ δημάρχοις καὶ συνυπάτῳ καὶ βουλῇ καὶ πᾶσι τοῖς ὑπὲρ τοῦ κοινοῦ τὰ κράτιστα βουλευομένοις τἀναντία πράττων διετέλεσε. [3] διεξελθόντες δὲ ταῦτα καὶ μάρτυρας αὐτῶν ἅπαντας τοὺς πολίτας ποιησάμενοι, μετὰ τοῦτ᾽ ἤδη καὶ τὰς ἀπορρήτους τῆς τυραννίδος παρείχοντο πίστεις, ὡς χρήματά τε συνενέγκαιεν αὐτῷ Λατῖνοι καὶ Ἕρνικες καὶ ὅπλα παρασκευάσαιντο καὶ συμπορεύοιντο ὡς αὐτὸν οἱ θρασύτατοι τῶν ἐν ταῖς πόλεσι νέων ἀπόρρητά τε ποιούμενοι βουλευτήρια καὶ πολλὰ πρὸς τούτοις ἕτερα ὑπηρετοῦντες, καὶ παρείχοντο τοὺς τούτων μάρτυρας πολλοὺς μὲν ἀστούς, πολλοὺς δ᾽ ἐκ τῶν ἄλλων συμμαχίδων πόλεων, οὔτε φαύλους οὔτ᾽ [4] ἀφανεῖς. οἷς ἐπίστευσεν ὁ δῆμος, καὶ οὔτε λόγοις ἔτι ὑπαχθείς, οὓς ὁ ἀνὴρ ἐκ πολλῆς παρασκευῆς συγκειμένους διέθετο, οὔτ᾽ οἴκτῳ ἐνδοὺς τριῶν μὲν αὐτῷ παίδων μεγάλην παρεχόντων εἰς ἔλεον ἐπικουρίαν, πολλῶν δ᾽ ἄλλων συγγενῶν τε καὶ ἑταίρων συνολοφυρομένων, οὔτε τῶν κατὰ πολέμους ἔργων, δι᾽ οὓς ἐπὶ μήκιστον ἦλθε τιμῆς φειδὼ λαβών τινα, καταψηφίζεται τὴν δίκην. [5] οὕτως τ᾽ ἄρα ἦν πικρὸς πρὸς τὸ τῆς τυραννίδος ὄνομα, ὥστ᾽ οὐδ᾽ ἐν τῷ τιμήματι τῆς δίκης μετρίᾳ ὀργῇ ἐχρήσατο πρὸς αὐτόν, ἀλλὰ θανάτου ἐτίμησεν. εἰσῄει γὰρ αὐτὸν δέος, μὴ φυγὰς ἐλασθεὶς [p. 247] ἐκ τῆς πατρίδος ἀνὴρ στρατηγῆσαι πολέμους τῶν τότε δεινότατος ὅμοια δράσῃ Μαρκίῳ τά τε φίλια διαβάλλων καὶ τὰ ἐχθρὰ συνιστὰς καὶ πόλεμον ἄσπειστον ἐπαγάγῃ τῇ πατρίδι. τοῦτο τὸ τέλος τῆς δίκης λαβούσης ἀγαγόντες οἱ ταμίαι τὸν ἄνδρα ἐπὶ τὸν ὑπερκείμενον τῆς ἀγορᾶς κρημνόν, ἁπάντων ὁρώντων ἔρριψαν κατὰ τῆς πέτρας. αὕτη γὰρ ἦν τοῖς τότε Ῥωμαίοις ἐπιχώριος τῶν ἐπὶ θανάτῳ ἁλόντων ἡ κόλασις. ;ΚΕΦΑΛΑΙΟΝ ΟΘ΄ [1] ὁ μὲν οὖν πιθανώτερος τῶν παραδεδομένων ὑπὲρ τοῦ ἀνδρὸς λόγων τοιόσδε ἐστίν· δεῖ δὲ καὶ τὸν ἧσσον πιθανόν, ἐπειδὴ κἀκεῖνος πεπίστευται ὑπὸ πολλῶν καὶ ἐν γραφαῖς ἀξιοχρέοις φέρεται, μὴ παρελθεῖν. λέγεται δή τισιν, ὡς ἀδήλου πᾶσιν οὔσης ἔτι τῆς ὑπ᾽ αὐτοῦ συσκευαζομένης τυραννίδος, πρῶτος ὑποπτεύσας ὁ πατὴρ τοῦ Κασσίου καὶ διὰ τῆς ἀκριβεστάτης βασάνου τὸ πρᾶγμα ἐξετάσας ἧκεν ἐπὶ τὴν βουλήν· ἔπειτα κελεύσας ἐλθεῖν τὸν υἱὸν μηνυτής τε καὶ κατήγορος αὐτοῦ ἐγένετο· καταγνούσης δὲ καὶ τῆς βουλῆς ἀγαγὼν αὐτὸν εἰς τὴν οἰκίαν ἀπέκτεινε. [2] τὸ μὲν οὖν πικρὸν καὶ ἀπαραίτητον τῆς τῶν πατέρων ὀργῆς εἰς υἱοὺς ἀδικοῦντας καὶ μάλιστ᾽ ἐν τοῖς τότε Ῥωμαίοις οὐδὲ ταύτην ἀπωθεῖται τὴν πρόφασιν· ἐπεὶ καὶ πρότερον Βροῦτος ὁ τοὺς βασιλεῖς ἐκβαλὼν ἀμφοτέρους τοὺς υἱοὺς ἐδικαίωσε κατὰ τὸν τῶν κακούργων νόμον ἀποθανεῖν, καὶ πελέκεσι τοὺς αὐχένας ἀπεκόπησαν, [p. 248] ὅτι συμπράττειν τοῖς βασιλεῦσιν ἐδόκουν τὴν κάθοδον. καὶ μετὰ ταῦτα Μάλλιος τὸν Γαλατικὸν πόλεμον στρατηγῶν τὸν υἱὸν ἀριστεύοντα κατὰ πόλεμον τῆς μὲν ἀνδρείας ἕνεκα τοῖς ἀριστείοις στεφάνοις ἐκόσμησεν, ἀπείθειαν δ᾽ ἐπικαλῶν, ὅτι οὐκ ἐν ᾧ ἐτάχθη φρουρίῳ ἔμεινεν, ἀλλὰ παρὰ τὴν ἐπιταγὴν τοῦ ἡγεμόνος ἐξῆλθεν ἀγωνιούμενος, ὡς λιποτάκτην ἀπέκτεινε. [3] καὶ ἄλλοι πολλοὶ πατέρες, οἱ μὲν ἐπὶ μείζοσιν αἰτίαις, οἱ δ᾽ ἐπ᾽ ἐλάττοσιν, οὔτε φειδὼ τῶν παίδων οὔτ᾽ ἔλεον ἔσχον. κατὰ μὲν δὴ τοῦτ᾽ οὐκ ἀξιῶ, ὥσπερ ἔφην, προβεβλῆσθαι τὸν λόγον ὡς ἀπιθανόν· ἐκεῖνα δέ με ἀνθέλκει τεκμηρίων ὄντα οὔτ᾽ ἐλάχιστα οὔτ᾽ ἀπίθανα καὶ πρὸς τὴν ἑτέραν ἄγει συγκατάθεσιν, ὅτι μετὰ τὸν θάνατον τοῦ Κασσίου ἥ τ᾽ οἰκία κατεσκάφη, καὶ μέχρι τοῦδε ἀνεῖται ὁ τόπος αὐτῆς αἴθριος ἔξω τοῦ νεὼ τῆς Γῆς, ὃν ὑστέροις ἡ πόλις κατεσκεύασε χρόνοις ἐν μέρει τινὶ αὐτῆς κατὰ τὴν ἐπὶ Καρίνας φέρουσαν ὁδόν, καὶ τὰ χρήματα αὐτοῦ τὸ κοινὸν ἀνέλαβεν· ἐξ ὧν ἀπαρχὰς ἐν ἄλλοις τε ἱεροῖς ἀνέθηκε, καὶ δὴ καὶ τῇ Δήμητρι τοὺς χαλκέους ἀνδριάντας ἐπιγραφαῖς δηλοῦντας, [4] ἀφ᾽ ὧν εἰσι χρημάτων ἀπαρχαί. εἰ δέ γ᾽ ὁ πατὴρ μηνυτής τε καὶ κατήγορος καὶ κολαστὴς αὐτοῦ ἐγένετο, οὔτ᾽ ἂν ἡ οἰκία αὐτοῦ κατεσκάφη οὔτε ἡ οὐσία ἐδημεύθη. Ῥωμαίοις γὰρ οὐθὲν ἴδιόν ἐστι κτῆμα [p. 249] ζώντων ἔτι τῶν πατέρων, ἀλλὰ καὶ τὰ χρήματα καὶ τὰ σώματα τῶν παίδων, ὅ τι βούλονται διατιθέναι, τοῖς πατράσιν ἀποδέδοται. ὥστ᾽ οὐκ ἂν δήπου τὴν τοῦ πατρὸς οὐσίαν τοῦ μηνύσαντος τὴν τυραννίδα ἐπὶ τοῖς τοῦ παιδὸς ἀδικήμασιν ἀφαιρεῖσθαι καὶ δημεύειν ἡ πόλις ἠξίου. διὰ μὲν δὴ ταῦτα τῷ προτέρῳ συγκατατίθεμαι τῶν λόγων μᾶλλον· ἔθηκα δ᾽ ἀμφοτέρους, ἵνα ἐξῇ τοῖς ἀναγνωσομένοις, ὁποτέρῳ βούλονται τῶν λόγων, προσέχειν. ;ΚΕΦΑΛΑΙΟΝ Π΄ [1] ἐπιβαλλομένων δέ τινων καὶ τοὺς παῖδας ἀποκτεῖναι τοῦ Κασσίου δεινὸν τὸ ἔθος ἔδοξεν εἶναι τῇ βουλῇ καὶ ἀσύμφορον· καὶ συνελθοῦσα ἐψηφίσατο ἀφεῖσθαι τὰ μειράκια τῆς τιμωρίας καὶ ἐπὶ πάσῃ ἀδείᾳ ζῆν, μήτε φυγῇ μήτ᾽ ἀτιμίᾳ μήτ᾽ ἄλλῃ συμφορᾷ ζημιωθέντα. καὶ ἐξ ἐκείνου τὸ ἔθος τοῦτο Ῥωμαίοις ἐπιχώριον γέγονεν ἕως τῆς καθ᾽ ἡμᾶς διατηρούμενον ἡλικίας, ἀφεῖσθαι τιμωρίας ἁπάσης τοὺς παῖδας, ὧν ἂν οἱ πατέρες ἀδικήσωσιν, ἐάν τε τυράννων ὄντες υἱοὶ τύχωσιν, ἐάν τε πατροκτόνων, ἐάν τε προδοτῶν, ὃ [2] μέγιστόν ἐστι παρ᾽ ἐκείνοις ἀδίκημα. οἵ τε καταλῦσαι τὸ ἔθος τοῦτ᾽ ἐπιβαλόμενοι κατὰ τοὺς ἡμετέρους χρόνους μετὰ τὴν συντέλειαν τοῦ Μαρσικοῦ τε καὶ ἐμφυλίου πολέμου, καὶ τοὺς παῖδας τῶν ἐπικηρυχθέντων ἐπὶ Σύλλα πατέρων ἀφελόμενοι τὸ μετιέναι τὰς πατρίους ἀρχὰς καὶ βουλῆς μετέχειν καθ᾽ ὃν ἐδυνάστευον αὐτοὶ χρόνον, ἐπίφθονόν τ᾽ ἀνθρώποις καὶ νεμεσητὸν θεοῖς ἔργον ἔδοξαν ἀποδείξασθαι. τοιγάρτοι δίκη μὲν [p. 250] ἐκείνοις σὺν χρόνῳ τιμωρὸς οὐ μεμπτὴ παρηκολούθησε, δἰ ἣν ἐκ μεγίστου τέως αὐχήματος εἰς ταπεινότατον πτῶμα κατήχθησαν, καὶ οὐδὲ γένος τὸ ἐξ αὐτῶν ὅτι μὴ κατὰ γυναῖκας ἔτι λείπεται. [3] τὸ δ᾽ ἔθος εἰς τὸν ἐξ ἀρχῆς κόσμον ὁ τούτους καθελὼν ἀνὴρ ἀποκατέστησε. παρ᾽ Ἕλλησι δ᾽ οὐχ οὕτως ἐνίοις ὁ νόμος ἔχει, ἀλλὰ τοὺς ἐκ τυράννων γενομένους οἱ μὲν συναποκτίννυσθαι τοῖς πατράσι δικαιοῦσιν, οἱ δ᾽ ἀειφυγίᾳ κολάζουσιν, ὥσπερ οὐκ ἐνδεχομένης τῆς φύσεως χρηστοὺς παῖδας ἐκ πονηρῶν πατέρων ἢ κακοὺς ἐξ ἀγαθῶν γενέσθαι. ἀλλ᾽ ὑπὲρ μὲν τούτων εἴτε ὁ παρ᾽ Ἕλλησιν ἀμείνων νόμος εἴτε τὸ Ῥωμαίων ἔθος κρεῖττον, ἀφίημι τῷ βουλομένῳ σκοπεῖν· ἐπάνειμι δ᾽ ἐπὶ τὰ ἑξῆς. {{DEFAULTSORT:Ρωμαικη Αρχαιολογια 08 71}} mxfdompzbzt83evxf602a9ucqwya6c9 Ρωμαϊκή Αρχαιολογία/η/61 0 23576 148482 100291 2022-08-09T13:25:13Z Αντιγόνη 235 wikitext text/x-wiki {{Κεφαλίδα | τίτλος = Κεφάλαια 61–70 | συγγραφέας = Διονύσιος ο Αλικαρνασσεύς | μεταφραστής= | ενότητα = [[Ρωμαϊκή Αρχαιολογία/η|Ῥωμαϊκὴ Ἀρχαιολογία: Λόγος η΄]] | προηγούμενο= [[Ρωμαϊκή Αρχαιολογία/η/51|Κεφάλαια 51–60]] | επόμενο = [[Ρωμαϊκή Αρχαιολογία/η/71|Κεφάλαια 71–80]] | σημειώσεις = Dionysii Halicarnasei Antiquitatum Romanarum quae supersunt, Vol I-IV. Dionysius of Halicarnassus. Karl Jacoby. In Aedibus B.G. Teubneri. Leipzig. 1885. }} ;ΚΕΦΑΛΑΙΟΝ ΞΑ΄ [1] ἐκείνῳ γ᾽ οὖν ταύτας ὁ δαίμων τὰς ἀρετὰς χαρισάμενος ἑτέρας οὐκ εὐτυχεῖς κῆράς τε καὶ ἄτας προσῆψε. τὸ γὰρ πρᾳὺ καὶ φαιδρὸν οὐκ ἐπῆν αὐτοῦ τοῖς τρόποις, οὐδὲ τὸ θεραπευτικὸν τῶν πέλας ἔν τ᾽ ἀσπασμοῖς καὶ προσαγορεύσεσιν, οὐδὲ δὴ τὸ εὐδιάλλακτον καὶ μετριοπαθές, ὁπότε δι᾽ ὀργῆς τῳ γένοιτο, οὐδὲ ἡ πάντα τὰ ἀνθρώπινα ἐπικοσμοῦσα χάρις· ἀλλ᾽ [2] ἀεὶ πικρὸς καὶ χαλεπὸς ἦν. ταῦτά τε δὴ αὐτὸν ἐν πολλοῖς ἔβλαψε, καὶ πάντων μάλιστα ἡ περὶ τὰ δίκαια [p. 216] καὶ τὴν φυλακὴν τῶν νόμων ἄκρατός τε καὶ ἀπαράπειστος καὶ οὐθὲν τῷ ἐπιεικεῖ διδοῦσα ἀποτομία· ἔοικέ τ᾽ ἀληθὲς εἶναι τὸ ὑπὸ τῶν ἀρχαίων λεγόμενον φιλοσόφων, ὅτι μεσότητές εἰσιν, ἀλλ᾽ οὐκ ἀκρότητες αἱ τῶν ἠθῶν ἀρεταί, μάλιστα δ᾽ ἡ δικαιοσύνη. οὐ γὰρ μόνον ἐλλείπουσα τοῦ μετρίου πέφυκεν, ἀλλὰ καὶ ὑπερβάλλουσα αὐτοῖς τ᾽ οὐ λυσιτελής, ἀλλ᾽ ἔστιν ὅτ᾽ αἰτία μεγάλων συμφορῶν, καὶ εἰς θανάτους οἰκτροὺς καὶ [3] λύμας ἀνηκέστους καταστρέφουσα. Μάρκιόν γ᾽ οὐδὲν ἦν ἕτερον ἄρα, ὃ τῆς πατρίδος ἐξήλασε καὶ τῶν ἄλλων ἀγαθῶν ἀνόνητον ἐποίησεν, ἢ τὸ ἀκριβὲς καὶ ἄκρον δίκαιον. τοῖς τε γὰρ δημόταις εἴκειν τὰ μέτρια δέον καὶ ἐφιέναι τι ταῖς ἐπιθυμίαις καὶ τὰ πρῶτα φέρεσθαι παρ᾽ αὐτοῖς, οὐκ ἠβουλήθη, ἀλλὰ πρὸς ἅπαντα τὰ μὴ δίκαια ἀντιλέγων μῖσος ἤγειρε καὶ ἐξηλάσθη πρὸς αὐτῶν· τῆς τε Οὐολούσκων στρατηγίας εὐθὺς ἅμα τῷ διαλῦσαι τὸν πόλεμον ἀπαλλαγῆναι παρὸν καὶ μετενέγκασθαι τὴν οἴκησιν ἑτέρωσέ ποι, τέως ἂν ἡ κάθοδος αὐτῷ δοθῇ ὑπὸ τῆς πατρίδος, καὶ μὴ παρασχεῖν αὑτὸν ἐχθρῶν ἐπιβουλαῖς καὶ ὄχλων ἀμαθίαις σκοπόν, οὐκ ἠξίωσεν, ἀλλ᾽ ὑπεύθυνον οἰόμενος δεῖν τὸ σῶμα παρασχεῖν τοῖς πεπιστευκόσι τὴν ἀρχὴν καὶ λόγον ἀποδοὺς ὧν ἔπραξε κατὰ τὴν ἡγεμονίαν, εἴ τι φαίνοιτο ἀδικῶν τὴν κατὰ νόμους ὑποσχεῖν δίκην, τῆς ἄκρας δικαιοσύνης οὐ καλοὺς ἀπέλαβε μισθούς. [p. 217] ;ΚΕΦΑΛΑΙΟΝ ΞΒ΄ [1] εἰ μὲν οὖν ἅμα τοῖς σώμασι διαλυομένοις καὶ τὸ τῆς ψυχῆς, ὁτιδήποτ᾽ ἐστὶν ἐκεῖνο, συνδιαλύεται, καὶ οὐδαμῇ οὐθὲν ἔτι ἐστίν, οὐκ οἶδ᾽ ὅπως μακαρίους ὑπολάβω τοὺς μηθὲν μὲν ἀπολαύσαντας τῆς ἀρετῆς ἀγαθόν, δι᾽ αὐτὴν δὲ ταύτην ἀπολομένους. εἰ δ᾽ ἄφθαρτοι μέχρι τοῦ παντὸς αἱ ψυχαὶ τυγχάνουσιν ἡμῶν οὖσαι καθάπερ οἴονταί τινες, ἢ χρόνον τινὰ μετὰ τὴν ἀπαλλαγὴν τῶν σωμάτων ἔτι διαμένουσι, μήκιστον μὲν αἱ τῶν ἀγαθῶν ἀνδρῶν, ἐλάχιστον δ᾽ αἱ τῶν κακῶν, ἀποχρῶσα τιμὴ φαίνοιτ᾽ ἄν, οἷς ἀρετὴν ἀσκοῦσιν ἠναντιώθη τὰ ἐκ τῆς τύχης, ἡ παρὰ τῶν ζώντων εὐλογία καὶ μνήμη μέχρι πλείστου παραμείνασα χρόνου· [2] ὃ καὶ τῷ ἀνδρὶ ἐκείνῳ συνέβη. οὐ γὰρ μόνον Οὐολοῦσκοι τὸν θάνατον ἐπένθησαν αὐτοῦ καὶ ὡς τῶν ἀρίστων γενόμενον ἐν τιμῇ ἔχουσιν, ἀλλὰ καὶ Ῥωμαῖοι, ἐπειδὴ τὸ πάθος ἐγνώσθη, μεγάλην συμφορὰν ὑπολαβόντες εἶναι τῆς πόλεως, πένθος ἐποιήσαντο ἰδίᾳ καὶ δημοσίᾳ· καὶ αἱ γυναῖκες αὐτῶν, ἃ νόμος ἐστὶν αὐταῖς ἐπὶ τοῖς ἰδίοις τε καὶ ἀναγκαίοις ποιεῖν κήδεσιν, ἀποθέμεναι χρυσόν τε καὶ πορφύραν καὶ τὸν ἄλλον ἅπαντα κόσμον μέλασιν ἀμφιασμοῖς χρώμεναι τὸν ἐνιαύσιον ἐπένθησαν χρόνον. [3] ἐτῶν δὲ μετὰ τὸ πάθος ὁμοῦ τι πεντακοσίων ἤδη διαγεγονότων εἰς τόνδε τὸν χρόνον οὐ γέγονεν ἐξίτηλος ἡ τοῦ ἀνδρὸς μνήμη, ἀλλ᾽ ᾄδεται καὶ ὑμνεῖται πρὸς πάντων ὡς εὐσεβὴς καὶ δίκαιος [p. 218] ἀνήρ. ὁ μὲν δὴ κατασχὼν Ῥωμαίους κίνδυνος ἐκ τῆς Οὐολούσκων τε καὶ Αἰκανῶν ἐπιστρατείας Μάρκιον λαβούσης ἡγεμόνα, μέγιστος τῶν πρὸ αὐτοῦ γενόμενος καὶ μικρὸν ἀποσχὼν τοῦ πᾶσαν τὴν πόλιν ἀνελεῖν ἐκ βάθρων, τοιούτου τέλους ἔτυχεν. ;ΚΕΦΑΛΑΙΟΝ ΞΓ΄ [1] ἡμέραις δ᾽ ὀλίγαις ὕστερον ἐξελθόντες εἰς τὴν ὕπαιθρον Ῥωμαῖοι πολλῇ στρατιᾷ τῶν ὑπάτων ἀγόντων ἀμφοτέρων, καὶ προελθόντες ἄχρι τῶν ὅρων τῆς σφετέρας κατεστρατοπέδευσαν ἐπὶ λόφοις δυσίν, ἴδιον ἑκατέρου τῶν ὑπάτων στρατόπεδον ἐπὶ τοῖς ἐρυμνοτάτοις καταστησαμένου. οὐ μὴν ἔδρασάν γε οὐδὲν οὔτε μεῖζον οὔτ᾽ ἔλαττον, ἀλλ᾽ ἀνέστρεψαν ἄπρακτοι, καίτοι καλὰς ἀφορμὰς δόντων αὐτοῖς τῶν πολεμίων δρᾶσαί τι γενναῖον. [2] πρότεροι γὰρ ἔτι τούτων Οὐολοῦσκοί τε καὶ Αἰκανοὶ στρατὸν ἐπὶ τὴν Ῥωμαίων γῆν ἤγαγον γνώμην ποιησάμενοι μὴ ἀνεῖναι τὸν καιρόν, ἀλλ᾽, ἕως ἔτι καταπεπλῆχθαι τὸ ἀντίπαλον ἐδόκουν, χωρεῖν ἐπ᾽ αὐτό, ὡς καὶ ἑκούσιον διὰ δέος παραστησόμενον. στασιάσαντες δὲ περὶ τῆς ἡγεμονίας κατ᾽ ἀλλήλων τὰ ὅπλα ἥρπασαν καὶ συμπεσόντες ἐμάχοντο, οὔτε κατὰ τάξιν οὔτ᾽ ἐκ παραγγέλματος, ἀλλὰ φύρδην καὶ ἀναμίξ, ὥστε πολὺν ἐξ ἀμφοῖν γενέσθαι φόνον· καὶ εἰ μὴ δὺς ὁ ἥλιος ἔφθασεν, ἅπασαι ἂν αὐτῶν αἱ δυνάμεις διεφθάρησαν. τῇ δὲ νυκτὶ λυούσῃ τὸ νεῖκος ἀκούσιοι εἴξαντες διεκρίθησάν τ᾽ ἀπ᾽ ἀλλήλων καὶ ἐπὶ τοὺς ἰδίους χάρακας ἀπηλλάγησαν· ἕωθεν [p. 219] δ᾽ ἀναστήσαντες τὰς δυνάμεις ἀπῄεσαν ἑκάτεροι ἐπὶ [3] τὰ σφέτερα. οἱ δ᾽ ὕπατοι παρά τ᾽ αὐτομόλων καὶ αἰχμαλώτων, οἳ παρ᾽ αὐτὸ τὸ ἔργον ἀπέδρασαν, ἀκούσαντες, οἷα κατέσχε λύσσα καὶ θεοβλάβεια τὰ πολέμια, οὔτε συνεπέθεντο τῷ κατ᾽ εὐχὴν δοθέντι καιρῷ τριάκοντα σταδίων οὐ πλεῖον ἀπέχοντες, οὔτ᾽ ἀπιόντας ἐδίωξαν, ἐν ᾧ κεκμηκότας καὶ τραυματίας καὶ ὀλίγους ἐκ πολλῶν καὶ ἀτάκτους χωροῦντας ἀκραιφνεῖς αὐτοὶ καὶ σὺν κόσμῳ ἑπόμενοι ῥᾳδίως ἂν διέφθειραν πασσυδί. [4] λύσαντες δὲ καὶ αὐτοὶ τοὺς χάρακας ἀπῄεσαν εἰς τὴν πόλιν· εἴτ᾽ ἀρκούμενοι τῷ παρὰ τῆς τύχης δοθέντι ἀγαθῷ, εἴτ᾽ οὐ πιστεύοντες ἀνασκήτῳ στρατιᾷ τῇ σφετέρᾳ, εἴτε περὶ πολλοῦ ποιούμενοι τὸ μηδ᾽ ὀλίγους τῶν σφετέρων ἀποβαλεῖν. ἀφικόμενοι δ᾽ εἰς τὴν πόλιν ἐν αἰσχύνῃ πολλῇ ἦσαν δειλίας δόξαν ἐπὶ τῷ ἔργῳ φερόμενοι· καὶ οὐδεμίαν ἔξοδον ἔτι ποιησάμενοι παρέδοσαν τοῖς μεθ᾽ ἑαυτοὺς ὑπάτοις τὴν ἀρχήν. ;ΚΕΦΑΛΑΙΟΝ ΞΔ΄ [1] τῷ δ᾽ ἑξῆς ἐνιαυτῷ Γάϊος μὲν Ἀκύλλιος καὶ Τῖτος Σίκκιος, ἄνδρες ἔμπειροι πολέμων, τὴν ὑπατείαν παρειλήφεσαν. ἡ δὲ βουλὴ προθέντων λόγον περὶ τοῦ πολέμου τῶν ὑπάτων πρῶτον ἐψηφίσατο πρεσβείαν πέμψαι πρὸς Ἕρνικας αἰτήσουσαν ὡς παρὰ φίλων τε καὶ ἐνσπόνδων δίκας νομίμους· ἠδίκητο γὰρ ἡ πόλις ὑπ᾽ αὐτῶν κατὰ τὴν Οὐολούσκων τε καὶ Αἰκανῶν ἐπιστρατείαν λῃστείαις τε καὶ καταδρομαῖς τῆς ὁμορούσης αὐτοῖς γῆς· ἕως δ᾽ ἂν τὰς παρ᾽ ἐκείνων λάβωσιν ἀποκρίσεις, στρατιὰν ὅσην δύνανται πλείστην καταγράφειν τοὺς ὑπάτους καὶ τοὺς συμμάχους πρεσβειῶν [p. 220] ἀποστολαῖς παρακαλεῖν σῖτόν τε καὶ ὅπλα καὶ χρήματα καὶ τἆλλα ὅσων ἔδει τῷ πολέμῳ διὰ πολυχειρίας παρασκευάσασθαι καὶ ἐν τάχει. [2] ὡς δ᾽ ἀπήγγειλαν αὐτοῖς ἀναστρέψαντες οἱ πρέσβεις ἃς παρὰ τῶν Ἑρνίκων ἔλαβον ἀποκρίσεις, ὅτι συνθήκας μὲν οὔ φασιν αὐτοῖς εἶναι πρὸς Ῥωμαίους κοινῇ γενομένας οὐδέποτε, τὰς δὲ πρὸς βασιλέα Ταρκύνιον ὁμολογίας αἰτιῶνται λελύσθαι τήν τ᾽ ἀρχὴν ἀφαιρεθέντος ἐκείνου καὶ τεθνηκότος ἐπὶ τῆς ξένης· εἰ δέ τινες ἁρπαγαὶ καὶ καταδρομαὶ τῆς χώρας ἐγένοντο διὰ λῃστηρίων, οὐκ ἀπὸ κοινῆς γνώμης γεγονέναι λέγουσιν, ἀλλ᾽ ἰδιωτῶν ἀδικήματα μετιόντων τὰ ἴδια, καὶ οὐδὲ τοὺς ταῦτα δράσαντας παρέχειν οἷοί τ᾽ εἰσὶν ἐπὶ δίκην, ἕτερα καὶ αὐτοὶ τοιαῦτα πεπονθέναι λέγοντες καὶ ἀντεγκαλοῦντες, [3] ἄσμενοί τ᾽ εἰσι δέχεσθαι τὸν πόλεμον. ταῦτα ἡ βουλὴ μαθοῦσα ἐψηφίσατο νείμασθαι τὴν καταγραφεῖσαν ἐκ τῶν νεωτέρων στρατιὰν τριχῇ· τούτων δὲ τὴν μὲν μίαν ἄγοντα Γάϊον Ἀκύλλιον τὸν ὕπατον ὁμόσε τῇ Ἑρνίκων στρατιᾷ χωρεῖν· καὶ γὰρ ἐκεῖνοι ἤδη ἦσαν ἐν τοῖς ὅπλοις· τὴν δ᾽ ἑτέραν Τῖτον Σίκκιον ἐπὶ Οὐολούσκους ἄγειν, τὸν ἕτερον τῶν ὑπάτων, τὴν δὲ λοιπὴν τρίτην μερίδα παραλαβόντα Σπόριον Λάρκιον, ὃς ἦν ἀποδεδειγμένος ὑπὸ τῶν %5ὑπάτων ἔπαρχος τὴν ἔγγιστα τῆς πόλεως χώραν φυλάττειν· τοὺς δ᾽ ὑπὲρ τὸν στρατιωτικὸν κατάλογον, ὅσοι δύναμιν εἶχον ἔτι βαστάζειν ὅπλα, ταχθέντας ὑπὸ σημαίαις τάς τ᾽ ἄκρας φρουρεῖν [p. 221] τῆς πόλεως καὶ τὰ τείχη, μή τις αἰφνίδιος πολεμίων γένηται ἔφοδος ἐξεστρατευμένης τῆς νεότητος ἀθρόας· ἡγεῖσθαι δὲ τῆς δυνάμεως ταύτης Αὖλον Σεμπρώνιον Ἀτρατῖνον, ἄνδρα τῶν ὑπατικῶν. ἐγίνετο δὲ ταῦτ᾽ οὐ διὰ μακροῦ. ;ΚΕΦΑΛΑΙΟΝ ΞΕ΄ [1] Ἀκύλλιος μὲν οὖν ἅτερος τῶν ὑπάτων ἐν τῇ Πραινεστηνῶν χώρᾳ τὸν Ἑρνίκων στρατὸν ὑπομένοντα καταλαβὼν ἀντικατεστρατοπέδευσεν ὡς ἐδύνατο μάλιστ᾽ ἀγχοτάτω σταδίους ἀπὸ τῆς Ῥώμης ἀποσχὼν ὀλίγῳ πλείους διακοσίων· τρίτῃ δ᾽ ἀφ᾽ ἧς κατεστρατοπέδευσεν ἡμέρᾳ, προελθόντων ἐκ τοῦ χάρακος τῶν Ἑρνίκων εἰς τὸ πεδίον ἐν τάξει καὶ τὰ σημεἶ ἀράντων τῆς μάχης, ἀντεξῆγε καὶ αὐτὸς τὴν δύναμιν ἐν κόσμῳ τε καὶ κατὰ τέλη. [2] ἐπεὶ δ᾽ ἀγχοῦ ἐγένοντο ἀλλήλων ἔθεον ἀλαλάξαντες ὁμόσε, πρῶτον μὲν οἱ ψιλοὶ σαυνίων τε βολαῖς καὶ τοξεύμασι καὶ λίθοις ἀπὸ σφενδόνης μαχόμενοι, καὶ πολλὰ τραύματα ἔδοσαν ἀλλήλοις· ἔπειτα ἱππεῖς ἱππεῦσι συρράττουσι κατ᾽ ἴλας ἐλαύνοντες καὶ τὸ πεζὸν τῷ πεζῷ κατὰ σπείρας μαχόμενον. ἔνθα δὴ καλὸς ἀγὼν ἦν ἐκθύμως ἀμφοτέρων ἀγωνιζομένων, καὶ μέχρι πολλοῦ διέμενον οὐδέτεροι τοῖς ἑτέροις τοῦ χωρίου, ἐν ᾧ ἐτάχθησαν, εἴκοντες. ἔπειτα ἡ Ῥωμαίων ἤρξατο κάμνειν φάλαγξ, οἷα διὰ πολλοῦ τοῦ μεταξὺ χρόνου τότε πρῶτον ἠναγκασμένη ὁμιλεῖν πολέμῳ. [3] τοῦτο συνιδὼν Ἀκύλλιος ἐκέλευσε τοὺς ἀκμῆτας ἔτι καὶ εἰς αὐτὸ τοῦτο φυλαττομένους [p. 222] ὑπὸ τὰ κάμνοντα τῆς φάλαγγος ὑπελθεῖν μέρη, τοὺς δὲ τραυματίας καὶ τοὺς ἀπειρηκότας ὀπίσω τῆς φάλαγγος ἀπιέναι. οἱ δ᾽ Ἕρνικες ὡς ἔμαθον κινουμένους αὐτῶν τοὺς λόχους φυγῆς τ᾽ ἄρχειν τοὺς Ῥωμαίους ὑπέλαβον, καὶ παρακελευσάμενοι ἀλλήλοις ἐμβάλλουσι πυκνοῖς τοῖς λόχοις εἰς τὰ κινούμενα τῶν πολεμίων μέρη, καὶ οἱ ἀκραιφνεῖς τῶν Ῥωμαίων ἐπιόντας αὐτοὺς δέχονται· καὶ ἦν αὖθις ἐξ ὑπαρχῆς ἀμφοτέρων ἐκθύμως ἀγωνιζομένων μάχη καρτερά· καὶ γὰρ καὶ οἱ τῶν Ἑρνίκων ἐξεπληροῦντο λόχοι τοῖς ἀκμῆσιν ὑποπεμπομένοις εἰς τὰ κάμνοντα ὑπὸ τῶν ἡγεμόνων. [4] ἐπειδὴ δὲ περὶ δείλην ὀψίαν ἦν ἤδη, παρακαλέσας τοὺς ἱππεῖς ὁ ὕπατος νυνὶ δὴ ἄνδρας ἀγαθοὺς γενέσθαι, ἐμβάλλει τοῖς πολεμίοις κατὰ τὸ δεξιὸν κέρας αὐτὸς ἡγούμενος τῆς ἴλης. οἱ δ᾽ ὀλίγον τινὰ δεξάμενοι χρόνον αὐτοὺς ἐγκλίνουσι, καὶ γίνεται φόνος ἐνταῦθα πολύς. τὸ μὲν οὖν δεξιὸν τῶν Ἑρνίκων κέρας ἐπόνει τ᾽ ἤδη καὶ ἐξέλειπε τὴν τάξιν, τὸ δ᾽ εὐώνυμον ἔτι ἀντεῖχε καὶ περιῆν τοῦ Ῥωμαίων δεξιοῦ· μετ᾽ ὀλίγον μέντοι καὶ τοῦτ᾽ ἐνέδωκεν. [5] ὁ γὰρ Ἀκύλλιος τοὺς ἀρίστους τῶν νέων ἐπαγόμενος παρεβοήθει κἀκεῖ παραθαρρύνων τε καὶ ἐξ ὀνόματος ἀνακαλῶν τοὺς εἰωθότας ἐν ταῖς πρὶν ἀριστεύειν μάχαις, τά τε σημεῖα τῶν λόχων, ὅσοι μὴ ἐρρωμένως ἐδόκουν ἀμύνεσθαι, παρὰ τῶν σημειοφόρων ἁρπάζων εἰς μέσους ἐρρίπτει τοὺς πολεμίους, ἵνα τὸ δέος αὐτοὺς τῆς ἐννόμου τιμωρίας, εἰ μὴ ἀνασώσαιντο τὰς σημαίας, ἄνδρας ἀγαθοὺς εἶναι [p. 223] ἀναγκάσῃ· τῷ τε κάμνοντι αὐτὸς παρεβοήθει μέρει ἀεί, τέως ἐξέωσε τῆς στάσεως καὶ θάτερον κέρας. ψιλωθέντων δὲ τῶν ἄκρων οὐδὲ τὰ μέσα παρέμεινε. [6] φυγὴ δὴ τῶν Ἑρνίκων τὸ μετὰ τοῦτ᾽ ἐγίνετο ἐπὶ τὸν χάρακα τεταραγμένη τε καὶ ἄκοσμος, καὶ οἱ Ῥωμαῖοι αὐτοῖς κτείνοντες ἠκολούθουν. τοσαύτη δ᾽ ἄρα προθυμία παρὰ τὸν τότ᾽ ἀγῶνα τῇ Ῥωμαίων στρατιᾷ ἐνέπεσεν, ὥστε καὶ τοῦ χάρακος τῶν πολεμίων πειρᾶσθαί τινας ἐπιβαίνειν ὡς ἐξ ἐφόδου χειρωσομένους· ὧν οὐκ ἀσφαλῆ τὴν προθυμίαν οὐδ᾽ ἐν τῷ συμφέροντι γιγνομένην ὁρῶν ὁ ὕπατος, σημαίνειν κελεύσας τὸ ἀνακλητικὸν κατεβίβασε τοὺς ὁμόσε χωροῦντας ἄκοντας ἀπὸ τῶν ἐρυμάτων, δείσας, μὴ ἐξ ὑπερδεξιῶν βαλλόμενοι σὺν αἰσχύνῃ τε καὶ μετὰ μεγάλης βλάβης ἀναγκασθῶσιν ὑποχωρεῖν, ἔπειτα καὶ τὴν ἐκ τῆς προτέρας νίκης εὔκλειαν ἀφανίσωσι. τότε μὲν οὖν ἤδη καὶ γὰρ ἦν περὶ δύσιν ἡλίου· χαίροντές τε καὶ παιανίζοντες οἱ Ῥωμαῖοι κατεστρατοπέδευσαν. ;ΚΕΦΑΛΑΙΟΝ ΞΣΤ΄ [1] τῇ δ᾽ ἐπιούσῃ νυκτὶ ψόφος τ᾽ ἠκούετο πολὺς ἐκ τοῦ χάρακος τῶν Ἑρνίκων καὶ βοή, καὶ πολλὰ ἐφαίνετο σέλα λαμπάδων. ἀπογνόντες γὰρ ἔτι ἀνθέξειν ἑτέρᾳ μάχῃ καταλιπεῖν τὸν χάρακα ἔγνωσαν αὐτοκέλευστοι· καὶ τὸ ποιῆσαν αὐτῶν τὴν ἀταξίαν καὶ βοὴν τοῦτ᾽ ἦν. ὡς γὰρ ἕκαστοι δυνάμεως εἶχον καὶ τάχους, ἔφευγον ἐπιβοῶντές τ᾽ ἀλλήλους καὶ ἐπιβοώμενοι, τῶν δ᾽ ὑπολειπομένων διὰ τραύματα ἢ νόσους [p. 224] [2] οἰμωγὰς καὶ λιτανείας ἐν οὐδενὶ λόγῳ τιθέμενοι. τοῦτ ἀγνοοῦντες οἱ Ῥωμαῖοι, πεπυσμένοι δὲ παρὰ τῶν αἰχμαλώτων πρότερον, ὅτι δύναμις Ἑρνίκων ἑτέρα μέλλοι βοηθὸς ἥξειν τοῖς σφετέροις, καὶ τὴν βοήν τε καὶ ταραχὴν ἐπὶ τῇ ἐκείνων ἀφίξει γεγονέναι νομίζοντες, τά τ᾽ ὅπλα ἀνέλαβον καὶ τὸν χάρακα περιστεφανώσαντες, μή τις ἔφοδος αὐτοῖς γένοιτο νύκτωρ, τοτὲ μὲν ὅπλων κτύπον ἐποίουν ἀθρόοι, τοτὲ δ᾽ ὥσπερ εἰς μάχην ὁρμώμενοι θαμινὰ ἐπηλάλαζον. τοῖς δ᾽ Ἕρνιξι καὶ ταῦτα δέος μέγα παρεῖχε, καὶ ὡς διωκόμενοι πρὸς τῶν πολεμίων σποράδες ἄλλοι κατ᾽ ἄλλας ὁδοὺς ἔθεον. [3] ἡμέρας δὲ γενομένης, ἐπειδὴ ἀπήγγειλαν αὐτοῖς οἱ πεμφθέντες ἐπὶ τὴν κατασκοπὴν ἱππεῖς, ὡς οὔτε δύναμις ἑτέρα παρῄει σύμμαχος τοῖς πολεμίοις, οἵ τε τῇ προτέρᾳ παραταξάμενοι μάχῃ πεφεύγασιν, ἐξαγαγὼν τὴν δύναμιν ὁ Ἀκύλλιος τόν τε χάρακα τῶν πολεμίων αἱρεῖ μεστὸν ὄντα ὑποζυγίων τε καὶ ἀγορᾶς καὶ ὅπλων, καὶ τοὺς τραυματίας αὐτῶν οὐκ ἐλάττους ὄντας τῶν πεφευγότων λαμβάνει, τήν τε ἵππον ἐκπέμψας ἐπὶ τοὺς ἐσκεδασμένους ἀνὰ τὰς ὁδούς τε καὶ τὰς ὕλας πολλῶν γίνεται σωμάτων ἐγκρατής· καὶ τὸ λοιπὸν ἤδη τὴν Ἑρνίκων γῆν ἐπῄει λεηλατῶν ἀδεῶς, οὐδενὸς ἔτι ὑπομένοντος εἰς χεῖρας ἰέναι. ταῦτα μὲν Ἀκύλλιος ἔδρασεν. ;ΚΕΦΑΛΑΙΟΝ ΞΖ΄ [1] ὁ δ᾽ ἕτερος τῶν ὑπάτων Τῖτος Σίκκιος, ὁ πεμφθεὶς ἐπὶ Οὐολούσκους, ὅσον ἦν κράτιστον τῆς δυνάμεως μέρος ἀναλαβὼν εἰς τὴν Οὐελιτρανῶν χώραν [p. 225] εἰσέβαλεν. ἐνταῦθα γὰρ ἦν Τύλλος Ἄττιος ὁ τῶν Οὐολούσκων ἡγεμὼν τὴν ἀκμαιοτάτην συσκευασάμενος στρατιάν, γνώμην ἔχων τὰ συμμαχικὰ Ῥωμαίων κακῶσαι πρῶτον, ὥσπερ ὁ Μάρκιος ἔδρασεν, ὅτ᾽ ἤρχετο τοῦ πολέμου, δόξας ἐν τῷ αὐτῷ φόβῳ Ῥωμαίους ἔτι διαμένειν καὶ μηδεμίαν τοῖς ὑπὲρ αὐτῶν κινδυνεύουσι πέμψειν ἐπικουρίαν. ὡς δ᾽ ὤφθησάν τε καὶ εἶδον ἀλλήλας αἱ δυνάμεις, οὐδὲν ἔτι ἀναβαλόμεναι συνῄεσαν εἰς ταὐτόν. [2] ἦν δ᾽ ὁ χῶρος ὁ μεταξὺ τῶν στρατοπέδων, ἐν ᾧ τὴν μάχην ἔδει γενέσθαι, λόφος πετρώδης πολλαχῇ περικατεαγώς, ἔνθα οὐδετέροις ἡ ἵππος ἔμελλεν ἔσεσθαι χρησίμη. μαθόντες δὲ τοῦθ᾽ οἱ τῶν Ῥωμαίων ἱππεῖς καὶ ἐν αἰσχύνῃ θέμενοι, εἰ παρόντες τῷ ἀγῶνι μηδὲν προσωφελήσουσιν, ἐδέοντο τοῦ ὑπάτου προσελθόντες ἀθρόοι, ἐᾶσαι σφᾶς καταβάντας ἀπὸ τῶν ἵππων μάχεσθαι πεζούς, εἰ τοῦτ᾽ αὐτῷ δοκεῖ κράτιστον εἶναι. [3] κἀκεῖνος πολλὰ ἐπαινέσας αὐτοὺς καταβιβάζει τ᾽ ἀπὸ τῶν ἵππων, καὶ σὺν ἑαυτῷ τεταγμένους εἶχεν ἐπισκόπους τε καὶ ἐπανορθωτὰς τοῦ κάμνοντος ἐσομένους· καὶ ἐγένοντο τῆς τότε νίκης λαμπρᾶς σφόδρα γενομένης οὗτοι Ῥωμαίοις αἴτιοι. τὸ μὲν γὰρ πεζὸν ἀμφοτέρων πλήθει τ᾽ ἀνθρώπων ὡς μάλιστα ἦν καὶ ὁπλισμοῖς ὁμοιότροπον, τάξεώς τε κόσμῳ καὶ μάχης ἐμπειρίᾳ κατά τ᾽ ἐπαγωγὰς καὶ ὑποχωρήσεις πληγάς τ᾽ αὖ καὶ φυλακὰς παραπλήσιον. [4] μετέμαθον γὰρ οἱ Οὐολοῦσκοι πάντα τὰ πολέμια, ἐξ οὗ Μάρκιον ἔσχον [p. 226] ἡγεμόνα, καὶ εἰς τὰ Ῥωμαίων προσεχώρησαν ἔθη. διέμενον οὖν ἐπὶ πλεῖστον χρόνον τῆς ἡμέρας ἀγχωμάλως αἱ φάλαγγες ἀγωνιζόμεναι, καὶ ἡ τοῦ χωρίου φύσις ἀνώμαλος οὖσα ἑκατέροις πολλὰ εἰς τὸ πλεονεκτεῖν κατ᾽ ἀλλήλων παρείχετο. οἱ δ᾽ ἱππεῖς τῶν Ῥωμαίων διχῇ νείμαντες ἑαυτούς, οἱ μὲν κατὰ τὰ πλάγια τῶν πολεμίων ἀπὸ τοῦ δεξιοῦ κέρως ἐμβάλλουσιν, οἱ δὲ περιελθόντες διὰ τοῦ λόφου τοῖς κατόπιν ἐπιρράττουσιν. [5] ἔπειθ᾽ οἱ μὲν εἰσακοντίζοντες τὰς λόγχας, οἱ δὲ τοὺς ὁμόσε χωροῦντας τοῖς ἱππικοῖς ξίφεσι μακροτέροις οὖσι κατὰ βραχιόνων παίοντες καὶ παρὰ τὰς ἀγκύλας καταφέροντες, πολλῶν μὲν τὰς ἀμυνομένας, ἢ σκεπούσας τὰ σώματα χεῖρας αὐτοῖς σκεπάσμασί τε καὶ ἀμυντηρίοις ἀπέκοπτον, πολλοὺς δὲ γονάτων τε καὶ ἀστραγάλων πληγαῖς βαθείαις ἀπὸ κρατίστης βάσεως ἐρρίπτουν ἡμιθανεῖς. [6] περιειστήκει τε πάντοθεν τοῖς Οὐολούσκοις τὸ δεινόν· ἐκ μὲν γὰρ τῶν κατὰ πρόσωπον οἱ πεζοὶ αὐτοῖς ἐνέκειντο, ἐκ δὲ τῶν πλαγίων τε καὶ τῶν κατόπιν οἱ ἱππεῖς, ὥστε ὑπὲρ δύναμιν ἀγαθοὶ γενόμενοι καὶ πολλὰ ἔργα τόλμης τε καὶ ἐμπειρίας ἀποδειξάμενοι, μικροῦ δεῖν πάντες οἱ τὸ δεξιὸν κέρας ἔχοντες κατεκόπησαν. οἱ δ᾽ ἐν μέσῃ τε τῇ φάλαγγι τεταγμένοι καὶ ἐπὶ τοῦ ἑτέρου κέρως ἐπειδὴ τὸ δεξιόν τε παρερρηγμένον εἶδον καὶ τὸν αὐτὸν τρόπον ἐπιόντας σφίσι τοὺς τῶν Ῥωμαίων ἱππεῖς, ἐξελίξαντες τοὺς λόχους βάδην ἀπεχώρουν ἐπὶ τὸν χάρακα, καὶ οἱ τῶν Ῥωμαίων [p. 227] [7] ἱππεῖς ἐν τάξει ἠκολούθουν. ἐπεὶ δὲ πρὸς τῷ ἐρύματι ἦσαν, ἑτέρα γίνεται μάχη τῶν ἱππέων ἐπιβαινόντων τοῖς περισταυρώμασι κατὰ πολλὰ μέρη τοῦ χάρακος ὀξεῖα καὶ παλίντροπος. πονουμένων δὲ τῶν Ῥωμαίων ὁ ὕπατος κελεύσας τοῖς πεζοῖς ὕλην προσενέγκαντας ἀποχῶσαι τὰς τάφρους, πρῶτος ἐχώρει κατὰ τὸ ἐπίβατον ἔχων τοὺς ἀρίστους τῶν ἱππέων ἐπὶ τὰς ἐχυρωτάτας τοῦ χάρακος πύλας· ἀναστείλας δὲ τοὺς πρὸ αὐτῶν μαχομένους καὶ τοὺς καταρράκτας τῶν πυλῶν διακόψας ἐντὸς ἐγεγόνει τῶν ἐρυμάτων, καὶ τοὺς ἐπιόντας τῶν σφετέρων πεζῶν ἐδέχετο. [8] Τύλλος δ᾽ Ἄττιος ἔχων τοὺς ἐρρωμενεστάτους καὶ εὐτολμοτάτους Οὐολούσκων ὁμόσε αὐτῷ χωρεῖ καὶ πολλὰ ἔργα γενναῖα ἀποδειξάμενος· ἦν γὰρ ἀγωνιστὴς μὲν πολέμων σφόδρ᾽ ἄλκιμος, στρατηγῆσαι δ᾽ οὐχ ἱκανός· ὑπὸ κόπου τε καὶ πλήθους τραυμάτων καταπονηθεὶς ἀποθνήσκει. τῶν δ᾽ ἄλλων Οὐολούσκων, ἐπειδὴ ὁ χάραξ ἡλίσκετο, οἱ μὲν ἀγωνιζόμενοι κατεκόπησαν, οἱ δὲ τὰ ὅπλα ῥίψαντες πρὸς ἱκεσίας τῶν κεκρατηκότων ἐτράποντο, ὀλίγοι δέ τινες ἐπὶ τὰ οἰκεῖα φεύγοντες ἀπεσώθησαν. [9] ἀφικομένων δ᾽ εἰς τὴν Ῥώμην ἀγγέλων, οὓς ἀπέστειλαν οἱ ὕπατοι, μεγίστη χαρὰ τὸν δῆμον κατέσχε, καὶ αὐτίκα τοῖς μὲν θεοῖς χαριστηρίους ἐψηφίσαντο θυσίας, τοῖς δ᾽ ὑπάτοις τὴν τῶν θριάμβων τιμὴν προσέθεσαν. οὐ μέντοι τὴν αὐτήν γ᾽ ἀμφοτέροις· ἀλλὰ Σικκίῳ μέν, ἐπειδὴ φόβου μείζονος ἠλευθερωκέναι ἐδόκει τὴν πόλιν [p. 228] τὸν Οὐολούσκων ὑβριστὴν καθελὼν στρατὸν καὶ τὸν ἡγεμόνα αὐτῶν ἀποκτείνας τὴν μείζονα πομπὴν ἐψηφίσαντο· καὶ εἰσήλασεν ὁ ἀνὴρ ἄγων τὰ λάφυρα καὶ τοὺς αἰχμαλώτους καὶ τὴν συναγωνισαμένην δύναμιν ἅρματι παρεμβεβηκὼς χρυσοχαλίνων ἵππων τὴν βασιλικὴν ἠμφιεσμένος ἐσθῆτα, ὡς περὶ τοὺς μείζονας θριάμβους νόμος. Ἀκυλλίῳ δὲ τὸν ἐλάττονα θρίαμβον ἀπέδοσαν, ὃν αὐτοὶ καλοῦσιν οὐαστήν· δεδήλωται δέ μοι διὰ τῶν προτέρων, ἣν ἔχει διαφορὰν οὗτος πρὸς τὸν μείζονα· [10] καὶ εἰσῆλθεν ὁ ἀνὴρ πεζὸς τὰ λοιπὰ τῆς πομπῆς ἐπαγόμενος. καὶ τὸ ἔτος τοῦτο ἐτελεύτα. ;ΚΕΦΑΛΑΙΟΝ ΞΗ΄ [1] οἱ δὲ παρὰ τούτων τὴν ὑπατείαν παραλαβόντες Πόπλιος Οὐεργίνιος καὶ Σπόριος Κάσσιος τρίτον τότ᾽ ἀποδειχθεὶς ὕπατος, τάς τε πολιτικὰς καὶ τὰς συμμαχικὰς ἀναλαβόντες δυνάμεις ἐξῆγον εἰς τὴν ὕπαιθρον, Οὐεργίνιος μὲν ἐπὶ τὰς Αἰκανῶν πόλεις, Κάσσιος δ᾽ ἐπὶ τὰς Ἑρνίκων τε καὶ Οὐολούσκων, κλήρῳ διαλαχόντες τὰς ἐξόδους. Αἰκανοὶ μὲν οὖν ὀχυρώσαντες τὰς πόλεις καὶ τὰ πλείστου ἄξια ἐκ τῶν ἀγρῶν ἀνασκευασάμενοι τήν τε γῆν περιεώρων δῃουμένην καὶ τὰς αὐλὰς ἐμπιμπραμένας, ὥστε κατὰ πολλὴν εὐπέτειαν ὁ Οὐεργίνιος ὅσην ἐδύνατο πλείστην αὐτῶν γῆν κείρας τε καὶ λωβησάμενος, ἐπειδὴ οὐδεὶς ὑπὲρ αὐτῆς ἐξῄει μαχούμενος ἀπῆγε τὴν στρατιάν. [2] Οὐολοῦσκοι δὲ καὶ Ἕρνικες, ἐφ᾽ οὓς ὁ Κάσσιος ἐστράτευσε, γνώμην μὲν ἐποιήσαντο δῃουμένης τῆς χώρας [p. 229] περιορᾶν καὶ συνέφυγον εἰς τὰς πόλεις· οὐ μὴν ἔμεινάν γ᾽ ἐν τοῖς ἐγνωσμένοις χώρας τ᾽ ἀγαθῆς κειρομένης, ἣν οὐ ῥᾳδίως ἀνακτήσεσθαι ἔτι ἤλπισαν, οἴκτῳ ὑπαχθέντες, καὶ τοῖς ἐρύμασιν οὐ σφόδρα ἐχυροῖς οὖσιν, εἰς ἃ κατεπεφεύγεσαν, ἀπιστοῦντες, ἀλλὰ πρέσβεις ἀπέστειλαν πρὸς τὸν ὕπατον ὑπὲρ καταλύσεως τοῦ πολέμου δεησομένους· Οὐολοῦσκοι μὲν πρότεροι, καὶ θᾶττον οὗτοι τῆς εἰρήνης ἔτυχον ἀργύριόν τε δόντες, ὅσον αὐτοῖς ὁ ὕπατος ἔταξε, καὶ τἆλλα, ὅσων ἔδει τῇ στρατιᾷ, πάντα ὑπηρετήσαντες· καὶ οὗτοι μὲν ὑπήκοοι Ῥωμαίοις ἔσεσθαι ὡμολόγησαν οὐθενὸς ἔτι μεταποιούμενοι τῶν ἴσων. [3] Ἕρνικες δ᾽ ὕστεροι, ἐπειδὴ μεμονωμένους ἑαυτοὺς εἶδον, ὑπὲρ εἰρήνης τε καὶ φιλίας διελέγοντο πρὸς τὸν ὕπατον. ὁ δὲ Κάσσιος πολλὴν κατηγορίαν πρὸς τοὺς πρέσβεις κατ᾽ αὐτῶν διαθέμενος πρῶτον ἔφη δεῖν αὐτοὺς τὰ τῶν κεκρατημένων τε καὶ ὑπηκόων ποιήσαντας, τότε διαλέγεσθαι περὶ φιλίας· τῶν δὲ πρεσβευτῶν εἰπόντων ποιήσειν τὰ δυνατὰ καὶ μέτρια ἐκέλευσεν αὐτοῖς ἀργύριόν τε, ὃ κατ᾽ ἄνδρα τοῖς στρατιώταις εἰς ὀψωνιασμὸν ἔθος ἦν ἓξ μηνῶν δίδοσθαι καὶ διὰ μηνὸς τροφὰς ἀποφέρειν. [4] ἕως δ᾽ [p. 230] ἂν ταῦτ᾽ εὐπορήσωσι, τάξας τινὰ χρόνον ἡμερῶν ἀνοχὰς αὐτοῖς ἐδίδου τοῦ πολέμου. ὑπηρετησάντων δ᾽ αὐτοῖς ἅπαντα τῶν Ἑρνίκων διὰ τάχους καὶ μετὰ προθυμίας, καὶ τοὺς περὶ τῆς φιλίας διαλεξομένους ἀποστειλάντων αὖθις, ἐπαινέσας αὐτοὺς ὁ Κάσσιος ἀνέπεμψεν ἐπὶ τὴν βουλήν. τοῖς δ᾽ ἐκ τοῦ συνεδρίου πολλὰ βουλευσαμένοις ἔδοξε δέχεσθαι μὲν τοὺς ἄνδρας εἰς φιλίαν, ἐφ᾽ οἷς δὲ γενήσονται δικαίοις αἱ πρὸς αὐτοὺς συνθῆκαι, Κάσσιον τὸν ὕπατον γνῶναί τε καὶ στῆσαι, ὅ τι δ᾽ ἂν ἐκείνῳ δόξῃ, τοῦτ᾽ εἶναι σφίσι κύριον. ;ΚΕΦΑΛΑΙΟΝ ΞΘ΄ [1] ταῦτα τῆς βουλῆς ψηφισαμένης ἀναστρέψας εἰς τὴν πόλιν ὁ Κάσσιος θρίαμβον κατάγειν ἠξίου δεύτερον ὡς τὰ μέγιστα τῶν ἐθνῶν κεχειρωμένος, χάριτι μᾶλλον ἁρπάζων τὸ τίμιον ἢ τῷ δικαίῳ λαμβάνων, ὃς οὔτε πόλεις κατὰ κράτος ἑλὼν ἐκ τειχομαχίας, οὔτ᾽ ἐν ὑπαίθρῳ μάχῃ στρατιὰν πολεμίων τρεψάμενος αἰχμάλωτα καὶ σκῦλα, οἷς κοσμεῖται θρίαμβος, ἔμελλε κατάγειν. τοιγάρτοι δόξαν αὐθαδείας καὶ τοῦ μηδὲν ἔτι τῶν ὁμοίων τοῖς ἄλλοις φρονεῖν τοῦτο τὸ ἔργον αὐτῷ πρῶτον φθόνον ἤνεγκε. [2] διαπραξάμενος δὲ τὸν θρίαμβον αὑτῷ δοθῆναι τὰς πρὸς Ἕρνικας ἐξήνεγκεν ὁμολογίας· αὗται δ᾽ ἦσαν ἀντίγραφοι τῶν πρὸς Λατίνους γενομένων, ἐφ᾽ αἷς πάνυ ἤχθοντο οἱ πρεσβύτατοί τε καὶ τιμιώτατοι καὶ δι᾽ ὑποψίας αὐτὸν ἐλάμβανον οὐκ ἀξιοῦντες τῆς ἴσης τιμῆς [p. 231] τοῖς συγγενέσι Λατίνοις τοὺς ἀλλοεθνεῖς Ἕρνικας τυγχάνειν, οὐδὲ τοῖς πολλὰ εὐνοίας ἔργα ἐπιδειξαμένοις τοὺς μηδ᾽ ὁτιοῦν ἀγαθὸν δεδρακότας τῶν αὐτῶν φιλανθρώπων μετέχειν, τῇ τε ὑπεροψίᾳ τοῦ ἀνδρὸς ἀχθόμενοι, ὃς ὑπὸ τῆς βουλῆς τιμηθεὶς οὐκ ἀντετίμησεν αὐτὴν τοῖς ἴσοις, οὐδὲ μετὰ κοινῆς γνώμης τῶν συνέδρων, ἀλλ᾽ ὡς αὐτῷ ἐδόκει γράψας ἐξήνεγκε τὰς ὁμολογίας. [3] ἦν τ᾽ ἄρα τὸ ἐν πολλοῖς εὐτυχεῖν σφαλερὸν ἀνθρώπῳ χρῆμα καὶ ἀσύμφορον· αὐχήματός τε γὰρ ἀνοήτου πολλοῖς αἴτιον γενόμενον λανθάνει καὶ ἐπιθυμιῶν ἀρχηγὸν ἐκβαινουσῶν τὴν ἀνθρωπίνην φύσιν· ὃ καὶ τῷ ἀνδρὶ ἐκείνῳ συνέβη. τρισὶ γὰρ ὑπατείαις καὶ δυσὶ θριάμβοις μόνος τῶν τότε ἀνθρώπων ὑπὸ τῆς πόλεως τετιμημένος σεμνότερον ἑαυτὸν ἦγε καὶ μοναρχικῆς ἐξουσίας ἐλάμβανε πόθον· ἐνθυμούμενος δ᾽ ὅτι τοῖς βασιλείας ἢ τυραννίδος ἐφιεμένοις ῥᾴστη τε καὶ ἀσφαλεστάτη πασῶν ἐστιν ὁδὸς ἡ τὸ πλῆθος εὐεργεσίαις τισὶν ὑπαγομένη καὶ ἐκ τῶν χειρῶν τοῦ διδόντος τὰ κοινὰ σιτεῖσθαι ἐθίζουσα, ταύτην ἐτράπετο· καὶ αὐτίκα οὐθενὶ προειπών· ἦν γάρ τις χώρα δημοσία πολλὴ παρημελημένη τε καὶ ὑπὸ τῶν εὐπορωτάτων κατεχομένη, ταύτην ἔγνω τῷ δήμῳ διανέμειν. [4] καὶ εἰ μὲν ἄχρι τοῦδ᾽ ἐλθὼν ἠρκέσθη, τάχ᾽ ἂν αὐτῷ κατὰ νοῦν τὸ ἔργον ἐχώρησε· νῦν δὲ πλειόνων ὀρεγόμενος στάσιν οὐ μικρὰν ἤγειρεν, ἐξ ἧς οὐκ εὐτυχὲς τὸ τέλος αὐτῷ συνέβη. Λατίνους τε γὰρ ἠξίου τῇ καταγραφῇ τῆς χώρας συμπεριλαμβάνειν καὶ τοὺς νεωστὶ [p. 232] προσληφθέντας εἰς τὴν πολιτείαν Ἕρνικας οἰκεῖα ἑαυτῷ παρασκευάσας τὰ ἔθνη. ;ΚΕΦΑΛΑΙΟΝ Ο΄ [1] ταῦτα διανοηθεὶς τῇ μετὰ τὸν θρίαμβον ἡμέρᾳ συνεκάλεσε τὸ πλῆθος εἰς ἐκκλησίαν· καὶ παρελθὼν ἐπὶ τὸ βῆμα, ὡς ἔθος ἐστὶ ποιεῖν τοῖς τεθριαμβευκόσι, πρῶτον μὲν ἀπέδωκε τὸν ὑπὲρ τῶν πραχθέντων αὐτῷ λόγον, οὗ κεφάλαια ἦν ταῦτα· [2] ὅτι τῆς μὲν πρώτης ὑπατείας τυχὼν τὸ Σαβίνων ἔθνος ἀντιποιούμενον τῆς ἡγεμονίας μάχῃ νικήσας ὑπήκοον ἠνάγκασε Ῥωμαίοις γενέσθαι· ἀποδειχθεὶς δὲ τὸ δεύτερον ὕπατος τὴν ἐμφύλιον ἔπαυσε τῆς πόλεως στάσιν καὶ κατήγαγε τὸν δῆμον εἰς τὴν πατρίδα, Λατίνους δὲ συγγενεῖς μὲν ὄντας τῆς Ῥωμαίων πόλεως, ἀεὶ δὲ τῆς ἡγεμονίας καὶ τῆς δόξης αὐτῇ φθονοῦντας, εἰς φιλότητα συνήγαγε τῆς ἰσοπολιτείας μεταδούς, ὥστε μηκέτι ἀντίπαλον, ἀλλὰ πατρίδα τὴν Ῥώμην νομίζειν. [3] τρίτον δὲ καταστὰς ἐπὶ τὴν αὐτὴν ἀρχὴν Οὐολούσκους τ᾽ ἠνάγκασε φίλους ἀντὶ πολεμίων γενέσθαι καὶ τὸ Ἑρνίκων ἔθνος μέγα τε καὶ ἄλκιμον καὶ πλησίον σφῶν κείμενον βλάπτειν τε καὶ ὠφελεῖν τὰ μέγιστα ἱκανώτατον ἑκούσιον ὑπηγάγετο. [4] ταῦτά τε δὴ καὶ τὰ ὅμοια τούτοις διεξελθὼν ἠξίου τὸν δῆμον ἑαυτῷ προσέχειν τὸν νοῦν, ὡς παρὰ πάντας τοὺς ἄλλους πρόνοιαν ἔχοντι τοῦ κοινοῦ καὶ εἰς τὸν λοιπὸν ἕξοντι χρόνον. [p. 233] τελευτῶν δὲ τοῦ λόγου τοσαῦτ᾽ ἔφη καὶ τηλικαῦτ᾽ ἀγαθὰ ποιήσειν τὸν δῆμον, ὥστε πάντας ὑπερβαλέσθαι τοὺς ἐπαινουμένους ἐπὶ τῷ φιλεῖν καὶ σώζειν τὸ δημοτικόν· καὶ ταῦτ᾽ ἔφη ποιήσειν οὐκ εἰς μακράν. [5] διαλύσας δὲ τὴν ἐκκλησίαν καὶ χρόνον οὐδὲ ἀκαριαῖον διαλιπὼν τῇ κατόπιν ἡμέρᾳ συνεκάλει τὴν βουλὴν εἰς τὸ συνέδριον ὀρθὴν καὶ περίφοβον οὖσαν ἐπὶ τοῖς ῥηθεῖσιν ὑπ᾽ αὐτοῦ λόγοις· καὶ πρὶν ἑτέρου τινὸς ἄρξασθαι λόγου τὴν ἀπόρρητον ἐν τῷ δήμῳ φυλαχθεῖσαν γνώμην εἰς μέσον ἔφερεν, ἀξιῶν τοὺς βουλευτάς, ἐπειδὴ πολλὰ ὁ δῆμος τῇ πόλει χρήσιμος γέγονε τὰ μὲν εἰς τὴν ἐλευθερίαν, τὰ δ᾽ εἰς τὸ ἑτέρων ἄρχειν συλλαβόμενος, πρόνοιαν αὐτοῦ ποιήσασθαι, τήν τε χώραν αὐτῷ νείμαντας, ὅση πολέμῳ κρατηθεῖσα λόγῳ μὲν ἦν δημοσία, ἔργῳ δὲ τῶν ἀναιδεστάτων τε καὶ σὺν οὐδενὶ δικαίῳ κατεσχηκότων πατρικίων, καὶ τῆς ὑπὸ Γέλωνος τοῦ Σικελίας τυράννου πεμφθείσης σφίσι δωρεᾶς σιτικῆς, ἣν προῖκα δέον ἅπαντας διανείμασθαι τοὺς πολίτας ὠνητὴν ἐλάμβανον οἱ πένητες, ἀποδοθῆναι τὰς τιμὰς τοῖς ὠνησαμένοις ἐξ ὧν εἶχε τὸ κοινὸν χρημάτων. {{DEFAULTSORT:Ρωμαικη Αρχαιολογια 08 61}} 7w862b9kjh1kakc8vz1oexrvp7xnzqg Ρωμαϊκή Αρχαιολογία/η/51 0 23577 148480 100292 2022-08-09T13:24:16Z Αντιγόνη 235 wikitext text/x-wiki {{Κεφαλίδα | τίτλος = Κεφάλαια 51–60 | συγγραφέας = Διονύσιος ο Αλικαρνασσεύς | μεταφραστής= | ενότητα = [[Ρωμαϊκή Αρχαιολογία/η|Ῥωμαϊκὴ Ἀρχαιολογία: Λόγος η΄]] | προηγούμενο= [[Ρωμαϊκή Αρχαιολογία/η/41|Κεφάλαια 41–50]] | επόμενο = [[Ρωμαϊκή Αρχαιολογία/η/61|Κεφάλαια 61–80]] | σημειώσεις = Dionysii Halicarnasei Antiquitatum Romanarum quae supersunt, Vol I-IV. Dionysius of Halicarnassus. Karl Jacoby. In Aedibus B.G. Teubneri. Leipzig. 1885. }} ;ΚΕΦΑΛΑΙΟΝ ΝΑ΄ [1] εἰ δ᾽ ἄρα πρὸς ἐκείνην ἀδιαλλάκτως ἔχεις, ἐμοὶ ταύτην δός, ὦ τέκνον, τὴν τιμὴν καὶ χάριν, παρ᾽ ἧς οὐ τὰ ἐλαχίστου ἄξια ἔχεις οὐδ᾽ ὧν ἀντιποιήσαιτ᾽ ἄν τις καὶ ἕτερος, ἀλλὰ τὰ μέγιστα καὶ τιμιώτατα καὶ οἷς ἅπαντα τὰ λοιπὰ κέκτησαι, τὸ σῶμα καὶ τὴν ψυχήν. δανείσματα γὰρ ἔχεις ταῦτ᾽ ἐμά, καὶ οὐκ ἀφαιρήσεταί με ταῦτ᾽ οὐθεὶς οὔτε τόπος οὔτε καιρός, οὐδέ γ᾽ αἱ Οὐολούσκων οὐδὲ τῶν ἄλλων ἀνθρώπων εὐεργεσίαι συμπάντων καὶ χάριτες τοσοῦτον ἰσχύουσιν οὐδ᾽ ἂν οὐρανομήκεις γένωνται, ὥστε τὰ τῆς φύσεως ἐξαλεῖψαι καὶ παρελθεῖν δίκαια· ἀλλ᾽ ἐμὸς ἅπαντα τὸν χρόνον ἔσῃ καὶ πρώτῃ πάντων τὰς τοῦ βίου χάριτας ὀφειλήσεις ἐμοί, καὶ ὧν ἂν δέωμαι δίχα προφάσεως ὑπουργήσεις. [2] τοῦτο γὰρ ὁ τῆς φύσεως νόμος ὥρισεν ἅπασι τοῖς αἰσθήσεως καὶ λόγου μετειληφόσι τὸ δίκαιον, ᾧ πιστεύουσα, Μάρκιε τέκνον, κἀγὼ δέομαί σου μὴ ἐπάγειν πόλεμον τῇ πατρίδι, καὶ ἐμποδὼν ἵσταμαί σοι βιαζομένῳ. ἢ προτέραν οὖν ἐμὲ τὴν ἐναντιουμένην σοι μητέρα ταῖς ἐρινύσι προθυσάμενος αὐτοχειρίᾳ [p. 202] τότε τοῦ κατὰ τῆς πατρίδος ἅπτου πολέμου, ἢ τὸ μητροκτόνον ἄγος αἰδούμενος εἶξον τῇ σεαυτοῦ [3] μητρὶ καὶ δός, ὦ τέκνον, τὴν χάριν ἑκών. νόμον μὲν οὖν τόνδε, ὃν οὐθεὶς πώποτε ἀνελεῖ χρόνος, τιμωρὸν καὶ σύμμαχον ἔχουσα οὐκ ἀξιῶ, Μάρκιε, μόνη τιμῶν, ἃς οὗτός μοι δίδωσιν, ἄμοιρος ἐκ σοῦ γενέσθαι· ἔργων δὲ χρηστῶν ὑπομνήσεις, ἵν᾽ ἀφῶ τὸν νόμον, σκόπει πάλιν ὡς πολλὰς καὶ μεγάλας· ἥτις ὀρφανὸν ὑπὸ τοῦ πατρὸς καταλειφθέντα σε παραλαβοῦσα νήπιον διέμεινα ἐπὶ σοὶ χήρα καὶ τοὺς ἐπὶ τῆς παιδοτροφίας ἀνήντλησα πόνους, οὐ μήτηρ μόνον, ἀλλὰ καὶ πατὴρ καὶ τροφὸς καὶ ἀδελφὴ καὶ πάντα τὰ φίλτατά σοι γενομένη. [4] ἐπειδὴ δ᾽ εἰς ἄνδρας ἦλθες, ἐξόν μοι τότε ἀπηλλάχθαι τῶν φροντίδων ἑτέρῳ γημαμένην καὶ ἕτερα τέκνα ἐπιθρέψαι καὶ πολλὰς γηροβοσκοὺς ἐλπίδας ἐμαυτῇ καταλιπεῖν, οὐκ ἠβουλήθην, ἀλλ᾽ ἔμεινα ἐπὶ τῆς αὐτῆς ἑστίας καὶ τὸν αὐτὸν ἔστερξα βίον, ἐν σοὶ μόνῳ πάσας τιθεῖσα τὰς ἐμαυτῆς ἡδονάς τε καὶ ὠφελείας· ὧν ἔψευσάς με τὰ μὲν ἄκων, τὰ δ᾽ ἑκών, καὶ πασῶν ἀτυχεστάτην ἐποίησας μητέρων. ποῖον γὰρ χρόνον, ἀφ᾽ οὗ σε εἰς ἄνδρας ἤγαγον, ἄνευ λύπης ἢ φόβου διετέλεσα, ἢ πότε ἱλαρὰν ἔσχον ἐπὶ σοὶ τὴν ψυχὴν πολέμους ἐπὶ πολέμοις στέλλοντα ὁρῶσά σε καὶ μάχας ἐπὶ μάχαις ἀναιρούμενον καὶ τραύματ᾽ ἐπὶ τραύμασι λαμβάνοντα; ;ΚΕΦΑΛΑΙΟΝ ΝΒ΄ [1] ἀλλ᾽ ἐξ οὗ ἐπολιτεύου καὶ τὰ κοινὰ ἔπραττες, [p. 203] ἡδονήν τινα ἐκαρπωσάμην ἡ μήτηρ ἐγὼ διὰ σέ; τότε μὲν οὖν τὰ μάλιστα ἠτύχουν στάσεως πολιτικῆς μέσον ὁρῶσά σε κείμενον. ἐν οἷς γὰρ ἀνθεῖν ἐδόκεις πολιτεύμασι καὶ πολὺς ἔπνεις ἐναντιούμενος ὑπὲρ τῆς ἀριστοκρατίας τοῖς δημοτικοῖς, ταῦτ᾽ ἐμοὶ φόβου μεστὰ ἦν ἐνθυμουμένῃ τὸν ἀνθρώπινον βίον, ὡς ἐπὶ μικρᾶς αἰωρεῖται ῥοπῆς, καὶ ἐκ πολλῶν ἀκουσμάτων τε καὶ παθημάτων μαθούσῃ, ὅτι τοῖς ἐπισήμοις ἀνδράσι θεία τις ἐναντιοῦται νέμεσις ἢ φθόνος τις ἀνθρώπινος πολεμεῖ· καὶ ἦν ἄρα μάντις ἀληθὴς ὡς μήποτε ὤφελον τῶν ἐκβησομένων. κατηγωνίσατό γ᾽ οὖν σε πολὺς ἐπιρράξας ὁ πολιτικὸς φθόνος καὶ ἀνήρπασεν ἐκ τῆς πατρίδος· ὁ δὲ μετὰ ταῦτά μου βίος, εἰ δὴ καὶ βίον αὐτὸν δεῖ καλεῖν, ἀφ᾽ οὗ με καταλιπὼν ἔρημον ἐπὶ τοῖς παιδίοις τούτοις ἀπῆλθες, ἐν τούτῳ δεδαπάνηται τῷ ῥύπῳ καὶ ἐν τοῖς πενθίμοις τρύχεσι τούτοις. [2] ἀνθ᾽ ὧν ἁπάντων ταύτην ἀπαιτῶ σε χάριν, μηδέποτέ σοι βαρεῖα γενομένη μηδ᾽ εἰς τὸν λοιπὸν ἐσομένη χρόνον, ἕως ἂν ζῶ, διαλλαγῆναι πρὸς τοὺς σεαυτοῦ πολίτας ἤδη ποτὲ καὶ παύσασθαι τὸν ἀμείλικτον χόλον φυλάσσοντα κατὰ τῆς πατρίδος· κοινὸν ἀγαθὸν ἀμφοτέροις ἡμῖν ἀξιοῦσα λαβεῖν καὶ οὐκ ἐμαυτῆς ἴδιον μόνης. [3] σοί τε γάρ, ἐὰν πεισθῇς καὶ μηθὲν ἀνήκεστον ἐξεργάσῃ, καθαρὰν καὶ ἀμίαντον ἔχειν συμβήσεται τὴν ψυχὴν ἀπὸ παντὸς χόλου καὶ ταράγματος δαιμονίου· ἐμοί τε ἡ παρὰ τῶν πολιτῶν τε καὶ πολιτίδων τιμὴ ζώσῃ τε παρακολουθοῦσα τὸν βίον εὐδαίμονα ποιήσει, καὶ [p. 204] μετὰ τὴν τελευτὴν ἀποδιδομένη καθάπερ εἰκὸς εὔκλειαν ἀθάνατον οἴσει. [4] καὶ εἴ τις ἄρα τὰς ἀνθρωπίνους ψυχὰς ἀπολυθείσας τοῦ σώματος ὑποδέξεται τόπος, οὐχ ὁ καταχθόνιος καὶ ἀφεγγὴς ὑποδέξεται τὴν ἐμήν, ἐν ᾧ φασι τοὺς κακοδαίμονας οἰκεῖν, οὐδὲ τὸ λεγόμενον τῆς Λήθης πεδίον, ἀλλ᾽ ὁ μετέωρος καὶ καθαρὸς αἰθήρ, ἐν ᾧ τοὺς ἐκ θεῶν φύντας οἰκεῖν λόγος εὐδαίμονα καὶ μακάριον ἔχοντας βίον· οἷς διαγγέλλουσα τὸ σὸν εὐσεβὲς καὶ τὰς σὰς χάριτας, αἷς αὐτὴν ἐκόσμησας, ἀεί τινας αἰτήσεταί σοι παρὰ θεῶν ἀμοιβὰς καλάς. ;ΚΕΦΑΛΑΙΟΝ ΝΓ΄ [1] ἐὰν δὲ προπηλακίσῃς τὴν σεαυτοῦ μητέρα καὶ ἄτιμον ἀπολύσῃς, ὅ τι μὲν αὐτῷ σοι συμβήσεται διὰ ταῦτα παθεῖν, οὐκ ἔχω λέγειν, μαντεύομαι δ᾽ οὐδὲν εὐτυχές. ὅτι δ᾽ ἐὰν καὶ τἆλλα πάντα εὐδαιμονῇς, ἔστω γάρ, ἡ δι᾽ ἐμὲ καὶ τὰς ἐμὰς συμφορὰς παρακολουθήσουσά σοι καὶ οὐδέποτε ἀνήσουσα τὴν ψυχὴν ὀδύνη πάντων ἀγαθῶν σοι ἀνόνητον ποιήσει τὸν βίον, εὖ οἶδα. [2] οὐ γὰρ ἀνέξεται Οὐετουρία τὴν δεινὴν καὶ ἀνήκεστον ὕβριν ἐν τοσούτοις μάρτυσιν ὑβρισθεῖσα τὸν ἐλάχιστον βιῶναι χρόνον, ἀλλ᾽ ἐν τοῖς ἁπάντων ὑμῶν φίλων τε καὶ ἐχθρῶν ὄμμασιν ἐμαυτὴν διαχρήσομαι, βαρεῖαν ἀρὰν καὶ δεινὰς ἐρινύας ἀντ᾽ ἐμαυτῆς καταλιποῦσά σοι τιμωρούς. [3] ὧν μὴ δεήσειεν, ὦ θεοὶ τῆς Ῥωμαίων φύλακες ἡγεμονίας, ἀλλ᾽ εὐσεβεῖς καὶ καλοὺς δοίητε Μαρκίῳ λογισμούς· καὶ ὥσπερ ἄρτι προσιούσῃ μοι τούς τε πελέκεις ἀπέθετο καὶ τὰς ῥάβδους [p. 205] ἔκλινε καὶ τὸν δίφρον ἀπὸ τοῦ βήματος ἔθηκε χαμαὶ καὶ πάντα τἆλλα, οἷς κοσμεῖσθαι τὰς αὐτοκράτορας ἀρχὰς νόμος, τὰ μὲν ἐμείωσε, τὰ δ᾽ ἐκποδὼν εἰς τέλος ἐποίησε δῆλον ἅπασι βουλόμενος ποιῆσαι, ὅτι τῶν μὲν ἄλλων ἄρχειν αὐτῷ προσῆκεν, ὑπὸ δὲ τῆς μητρὸς ἄρχεσθαι· οὕτω καὶ νῦν τιμίαν καὶ περίβλεπτόν με ποιήσετε, καὶ χαρισάμενος τὴν κοινὴν πατρίδα ἀντὶ κακοδαιμονεστάτης εὐδαιμονεστάτην ἀποδείξειέ με πασῶν γυναικῶν. [4] εἰ δὲ ὅσιόν ἐστι καὶ θεμιτὸν υἱοῦ γόνασι μητέρα προσκυλίεσθαι, καὶ τοῦτο καὶ πᾶν ἄλλο ταπεινὸν σχῆμα καὶ λειτούργημα ὑπομενῶ σωτηρίας ἕνεκα τῆς πατρίδος. ;ΚΕΦΑΛΑΙΟΝ ΝΔ΄ [1] ταῦτ᾽ εἰποῦσα ἔρριψεν ἑαυτὴν χαμαὶ καὶ περιπλέξασα ταῖς χερσὶν ἀμφοτέραις τοὺς πόδας τοῦ Μαρκίου κατεφίλησε. πεσούσης δ᾽ αὐτῆς αἱ μὲν γυναῖκες ἀνεβόησαν ἅμα πᾶσαι κωκυτὸν ὀξὺν καὶ μακρόν, οἱ δ᾽ ἐν τῷ συνεδρίῳ παρόντες Οὐολούσκων οὐκ ἠνέσχοντο τὴν ἀήθειαν τῆς ὄψεως, ἀλλ᾽ ἀπεστράφησαν. αὐτὸς δ᾽ ὁ Μάρκιος ἀναλόμενος ἐκ τοῦ δίφρου καὶ περιπεσὼν τῇ μητρὶ ἀνίστησιν αὐτὴν ἀπὸ τῆς γῆς ὀλίγον ἐμπνέουσαν, καὶ περιβαλὼν καὶ πολλὰ ἐκχέας δάκρυα εἶπε· νικᾷς, ὦ μῆτερ, οὐκ εὐτυχῆ νίκην οὔτε σεαυτῇ οὔτ᾽ ἐμοί· τὴν μὲν γὰρ πατρίδα σέσωκας, ἐμὲ δὲ τὸν εὐσεβῆ καὶ φιλόστοργον υἱὸν ἀπολώλεκας. [p. 206] [2] ταῦτ᾽ εἰπὼν ἐπὶ τὴν σκηνὴν ἀπῄει κελεύσας ἀκολουθεῖν τήν τε μητέρα καὶ τὴν γυναῖκα καὶ τὰ παιδία, ἔνθα τὸν λοιπὸν τῆς ἡμέρας χρόνον σκοπούμενος σὺν αὐταῖς, ὅ τι χρὴ πράττειν, διετέλεσεν. ἦν δὲ τὰ δόξαντα αὐτοῖς τοιάδε· περὶ μὲν τῆς καθόδου μήτε τὴν βουλὴν τέλος μηθὲν ἐκφέρειν εἰς τὸν δῆμον μήτ᾽ ἐκεῖνον ἐπιψηφίζειν, πρὶν ἂν τοῖς Οὐολούσκοις εὐτρεπῆ γένηται τὰ περὶ φιλίας καὶ καταλύσεως τοῦ πολέμου· αὐτὸν δὲ τὴν στρατιὰν ἀναστήσαντα ὡς διὰ φιλίας γῆς ἀπάγειν· ὑποσχόντα δὲ τῆς ἀρχῆς λόγον καὶ τὰς εὐεργεσίας ἀποδειξάμενον ἀξιοῦν τοὺς ἐπιτρέψαντας αὐτῷ τὴν στρατιάν, μάλιστα μὲν φιλίᾳ δέχεσθαι τοὺς πολεμίους καὶ συνθήκας ποιήσασθαι δικαίας, αὐτῷ τὴν ἰσότητα καὶ τὸ μὴ σφαλῆναι περὶ τὰς ὁμολογίας ἐπιτρέψαντας. [3] εἰ δ᾽ ἐπὶ τοῖς κατωρθωμένοις σφίσιν αὐθαδείας ἀναπιμπλάμενοι μὴ δέχοιντο τὰς διαλλαγάς, ἀφίστασθαι τῆς ἀρχῆς αὐτοῖς. ἢ γὰρ οὐχ ὑπομενεῖν αὐτοὺς ἄλλον τινὰ αἱρεῖσθαι στρατηγὸν δι᾽ ἀπορίαν ἀγαθοῦ ἡγεμόνος, ἢ παρακινδυνεύσαντας ὁτῳδήτινι παραδοῦναι τὰς δυνάμεις σὺν μεγάλῃ διδαχθήσεσθαι βλάβῃ τὴν τοῦ συμφέροντος αἵρεσιν. τὰ μὲν δὴ βουλευθέντα αὐτοῖς καὶ δόξαντα δίκαιά τε καὶ ὅσια εἶναι, φήμης τ᾽ ἀγαθῆς ἐφ᾽ ᾗ μάλιστα ὁ ἀνὴρ ἐσπούδαζε παρὰ πᾶσι τευξόμενα, τοιάδε ἦν. [4] ἐτάραττε δέ τις αὐτ ὑποψία δέος ἔχουσα, μή ποτε ἀλόγιστος ὄχλος ἐν ἐλπίδι τοῦ καταπεπολεμηκέναι τὸ ἀντίπαλον ἤδη ὢν δἰ ὀργῆς ἀκράτου λάβῃ τὴν ἀποτυχίαν κἄπειτα ὡς προδότην αὐτὸν οὐδὲ λόγου μεταδοὺς αὐτοχειρίᾳ φθάσῃ [p. 207] διολέσας. ἐδόκει οὖν αὐτοῖς καὶ τοῦτο καὶ εἴ τι ἄλλο δεινότερον εἴη κινδύνευμα σὺν ἀρετῇ σώζουσι τὴν πίστιν ὑπομένειν. ἐπεὶ δὲ περὶ δύσιν ἡλίου ἦν ἤδη, ἀσπασάμενοι ἀλλήλους ἐξῄεσαν ἐκ τῆς σκηνῆς· ἔπειθ᾽ [5] αἱ μὲν γυναῖκες εἰς τὴν πόλιν ἀπῄεσαν, ὁ δὲ Μάρκιος ἐν ἐκκλησίᾳ τὰς αἰτίας ἀποδοὺς τοῖς παροῦσι, δι᾽ ἃς ἔμελλε λύειν τὸν πόλεμον, καὶ πολλὰ τῶν στρατιωτῶν δεηθεὶς συγγνῶναί τ᾽ αὐτῷ καί, ἐπειδὰν οἴκαδε ἀφίκωνται, μεμνημένους ὧν ἔπαθον εὖ τοῦ μηθὲν ὑπὸ τῶν ἄλλων ἀνήκεστον παθεῖν συναγωνιστὰς γενέσθαι, καὶ ἄλλα πολλὰ καὶ ἐπαγωγὰ διαλεχθεὶς παρασκευάζεσθαι ἐκέλευσεν ὡς τῇ ἐπιούσῃ νυκτὶ ἀναστρατοπεδεύσοντας. ;ΚΕΦΑΛΑΙΟΝ ΝΕ΄ [1] Ῥωμαῖοι δ᾽ ὡς ἔμαθον, ὅτι λέλυται σφῶν ὁ κίνδυνος· ἔφθασε γὰρ τῶν γυναικῶν τὴν παρουσίαν προλαβοῦσα ἡ φήμη· σὺν πολλῇ χαρᾷ καταλιπόντες τὴν πόλιν ἔθεον ἔξω καὶ ὑπήντων ταῖς γυναιξὶν ἀσπασμοὺς καὶ παιᾶνας καὶ πάνθ᾽ ὅσα ἐκ μεγάλων κινδύνων εἰς ἀδόκητον εὐτυχίαν ἄνθρωποι καταστάντες πράττουσί τε καὶ λέγουσιν ὑπὸ χαρᾶς, τὰ μὲν ἀθρόοι, [2] τὰ δε καθ᾽ ἕνα ἕκαστον ἀποδεικνύμενοι. ἐκείνην μὲν οὖν τὴν νύκτα ἐν θαλείαις τε καὶ εὐπαθείαις διετέλεσαν, τῇ δ᾽ ἑξῆς ἡμέρᾳ συναχθεῖσα ὑπὸ τῶν ὑπάτων ἡ βουλὴ περὶ μὲν τοῦ Μαρκίου γνώμην ἀπεδείξαντο εἰς ἑτέρους ἀναβάλλεσθαι καιροὺς ἐπιτηδειοτέρους τὰς δοθησομένας αὐτῷ τιμάς· ταῖς δὲ γυναιξὶν ἔπαινόν τ᾽ ἀποδεδόσθαι τῆς προθυμίας παλαιᾷ δημοσίᾳ γραφῇ [p. 208] μνήμην οἴσοντα ἐκ τῶν ἐπιγινομένων αἰώνιον, καὶ γέρας, ὅ τι ἂν αὐταῖς λαβούσαις ἥδιστόν τε καὶ τιμιώτατον ἔσεσθαι μέλλῃ· καὶ ὁ δῆμος ἐπεκύρωσε ταῦτα. [3] ταῖς δὲ γυναιξὶ βουλευσαμέναις εἰσῆλθεν ἐπιφθόνου μὲν δωρεᾶς μηδεμιᾶς δεῖσθαι, ἀξιοῦν δ᾽ ἐπιτρέψαι σφίσι τὴν βουλὴν ἐπὶ τύχης γυναικῶν ἱδρύσασθαι ἱερόν, ἐν ᾧ τὰς περὶ τῆς πόλεως ἐποιήσαντο λιτὰς χωρίῳ, θυσίας τε καθ᾽ ἕκαστον ἔτος αὐτῇ συνιούσας ἐπιτελεῖν ἐν ᾗ τὸν πόλεμον ἔλυσαν ἡμέρᾳ. ἡ μέντοι βουλὴ καὶ ὁ δῆμος ἀπὸ τῶν κοινῶν ἐψηφίσαντο χρημάτων τέμενός τ᾽ ὠνηθὲν καθιερωθῆναι τῇ θεῷ, καὶ ἐν αὐτῷ νεὼν καὶ βωμόν, ὡς ἂν οἱ ἱερομνήμονες ἐξηγῶνται, συντελεσθῆναι, θυσίας τε προσάγεσθαι δημοτελεῖς καταρχομένης τῶν ἱερῶν γυναικός, ἣν ἂν ἀποδείξωσιν αὐταὶ λειτουργὸν τῶν ἱερῶν. [4] ταῦτα τῆς βουλῆς ψηφισαμένης ἱέρεια μὲν ὑπὸ τῶν γυναικῶν ἀπεδείχθη τότε πρῶτον ἡ τὴν γνώμην αὐταῖς εἰσηγησαμένη περὶ τῆς πρεσβείας Οὐαλερία καὶ τὴν μητέρα τοῦ Μαρκίου πείσασα συλλαβέσθαι σφίσι τῆς ἐξόδου. θυσίαν δὲ πρώτην αἱ γυναῖκες ἔθυσαν ὑπὲρ τοῦ δήμου καταρχομένης τῶν ἱερῶν τῆς Οὐαλερίας ἐπὶ τοῦ κατασκευασθέντος ἐν τῷ τεμένει βωμοῦ, πρὶν ἢ τὸν νεὼν καὶ τὸ ξόανον ἀνασταθῆναι, μηνὶ Δεκεμβρίῳ τοῦ κατόπιν ἐνιαυτοῦ, τῇ νέᾳ σελήνῃ, ἣν Ἕλληνες μὲν νουμηνίαν, Ῥωμαῖοι [p. 209] δὲ καλάνδας καλοῦσιν· αὕτη γὰρ ἦν ἡ λύσασα τὸν πόλεμον ἡμέρα. ἐνιαυτῷ δ᾽ ὕστερον ἑτέρῳ μετὰ τὴν πρώτην θυσίαν ὁ κατασκευασθεὶς ἐκ τῶν δημοσίων χρημάτων νεὼς συνετελέσθη τε καὶ καθιερώθη Κοιντιλίου μηνὸς ἑβδόμῃ μάλιστα κατὰ σελήνην· [5] αὕτη δὲ κατὰ Ῥωμαίους ἐστὶν ὁ προηγουμένη τῶν Κοιντιλίων νωνῶν ἡμέρα. ὁ δὲ καθιερώσας αὐτὸν ἦν Πρόκλος Οὑεργίνιος ἅτερος τῶν ὑπάτων. ;ΚΕΦΑΛΑΙΟΝ ΝΣΤ΄ [1] εἴη δ᾽ ἂν ἁρμόττον ἱστορίας σχήματι καὶ ἐπανορθώσεως ἕνεκα τῶν οἰομένων μήτ᾽ ἐπὶ ταῖς τιμαῖς ταῖς παρ᾽ ἀνθρώπων χαίρειν τοὺς θεοὺς μήτ᾽ ἐπὶ ταῖς ἀνοσίοις καὶ ἀδίκοις πράξεσιν ἀγανακτεῖν, τὸ δηλῶσαι τὴν γενομένην ἐπιφάνειαν τῆς θεοῦ κατ᾽ ἐκεῖνον τὸν χρόνον οὐχ ἅπαξ, ἀλλὰ καὶ δίς, ὡς αἱ τῶν ἱεροφαντῶν περιέχουσι γραφαί, ἵνα τοῖς μὲν εὐλαβεστέροις περὶ τὸ συνέχειν, ἃς παρὰ τῶν προγόνων δόξας ὑπὲρ τοῦ δαιμονίου παρέλαβον, ἀμεταμέλητος ἡ τοιαύτη προαίρεσις καὶ βεβαία διαμένῃ, τοῖς δ᾽ ὑπερορῶσι τῶν πατρίων ἐθισμῶν καὶ μηθενὸς ποιοῦσι τὸ δαιμόνιον τῶν ἀνθρωπίνων λογισμῶν κύριον μάλιστα μὲν ἀναθέσθαι ταύτην τὴν δόξαν, εἰ δ᾽ ἀνιάτως ἔχουσιν ἔτι μᾶλλον αὐτοῖς ἀπεχθάνεσθαι καὶ κακοδαιμονεστέροις εἶναι. [2] ἱστορεῖται τοίνυν, ὅτι τῆς βουλῆς ψηφισαμένης ἐκ τοῦ δημοσίου πάσας ἐπιχορηγηθῆναι τὰς εἰς τὸν νεών τε καὶ τὸ ξόανον δαπάνας, ἕτερον δ᾽ ἄγαλμα κατασκευασαμένων τῶν γυναικῶν ἀφ᾽ ὧν αὐταὶ συνήνεγκαν [p. 210] χρημάτων, ἀνατεθέντων τ᾽ αὐτῶν ἀμφοτέρων ἅμα ἐν τῇ πρώτῃ τῆς ἀνιερώσεως ἡμέρᾳ, θάτερον τῶν ἀφιδρυμάτων, ὃ κατεσκευάσανθ᾽ αἱ γυναῖκες, ἐφθέγξατο πολλῶν παρουσῶν γλώττῃ Λατίνῃ φωνὴν εὐσύνετόν τε καὶ γεγωνόν· ἧς ἐστι φωνῆς ἐξερμηνευόμενος ὁ νοῦς εἰς τὴν Ἑλλάδα διάλεκτον τοιόσδε· ὁσίῳ [3] πόλεως νόμῳ γυναῖκες γαμεταὶ δεδώκατέ με. οἷα δὲ φιλεῖ γίνεσθαι περὶ τὰς παραδόξους φωνάς τε καὶ ὄψεις, πολλὴ ταῖς παρούσαις ἐνέπιπτεν ἀπιστία, μή ποτ᾽ οὐ τὸ ξόανον εἴη τὸ φθεγξάμενον, ἀνθρωπίνη δέ τις φωνή· μάλιστα δ᾽ ὅσαι πρὸς ἄλλῳ τινὶ τὸν νοῦν ἔχουσαι τηνικαῦτα ἔτυχον, οὐκ ἰδοῦσαι τὸ φθεγγόμενον, ὅ τι ποτ᾽ ἦν, ταύτην εἶχον τὴν πρὸς τὰς ἰδούσας ἀπιστίαν. ἔπειτ᾽ αὖθις πληθύοντος τοῦ νεὼ καὶ σιωπῆς πλείστης κατὰ δαίμονα γενομένης ἐν μείζονι φωνῇ ταὐτὸ ξόανον ἐφθέγξατο τὴν αὐτὴν λέξιν, ὥστε μηδὲν ἔτι εἶναι τὸ ἀμφίλογον. ἡ μὲν οὖν βουλὴ ὡς. [4] ταῦτ᾽ ἔμαθεν ἐψηφίσατο θυσίας ἄλλας καὶ σεβασμούς, οὓς ἂν οἱ τῶν ἱερῶν ἐξηγηταὶ παραδῶσι καθ᾽ ἕκαστον ἔτος ἐπιτελεῖν. αἱ δὲ γυναῖκες ἐν ἔθει κατεστήσαντο τῇ τῆς ἱερείας χρησάμεναι γνώμῃ, τῷ ξοάνῳ τούτῳ μήτε στεφάνους ἐπιτιθέναι μήτε χεῖρας προσφέρειν γυναῖκας, ὅσαι δευτέρων ἐπειράθησαν γάμων, τὴν δὲ τιμὴν καὶ θεραπείαν αὐτοῦ πᾶσαν ἀποδεδόσθαι ταῖς νεογάμοις. ἀλλὰ περὶ μὲν τούτων οὔτε παρελθεῖν τὴν ἐπιχώριον ἱστορίαν καλῶς εἶχεν, οὔτε πλείονα περὶ αὐτῆς [p. 211] ποιεῖσθαι λόγον. ἐπάνειμι δ᾽, ὅθεν εἰς τοῦτον ἐξέβην τὸν λόγον. ;ΚΕΦΑΛΑΙΟΝ ΝΖ΄ [1] μετὰ τὴν ἐκ τοῦ χάρακος ἀπαλλαγὴν τῶν γυναικῶν ὁ Μάρκιος περὶ τὸν ὄρθρον ἀναστήσας τὴν στρατιὰν ἀπῆγεν ὡς διὰ φιλίας, καὶ ἐπειδὴ ἐν τῇ Οὐολούσκων ἐγένετο, πάντα, ὅσα ἐκ τῶν λαφύρων ἔλαβε, δωρησάμενος τοῖς στρατιώταις, ἑαυτῷ δ᾽ οὐδ᾽ ὁτιοῦν ὑπολιπόμενος ἀπέλυσεν ἐπὶ τὰ οἰκεῖα. ἡ μὲν οὖν κοινωνήσασα τῶν ἀγώνων αὐτῷ στρατιὰ πλούτῳ βαρεἶ ἀφικομένη τήν τ᾽ ἀνάπαυλαν οὐκ ἀηδῶς ἐδέξατο τοῦ πολέμου καὶ δι᾽ εὐνοίας εἶχε τὸν ἄνδρα, συγγνώμης τ᾽ ἄξιον ἡγεῖτο, εἰ μὴ τέλος ἐπέθηκε τῷ πολέμῳ [2] μητρὸς οἴκτους καὶ λιτὰς ἐντραπείς. ἡ δ᾽ ἐν ταῖς πόλεσιν ὑπομείνασα νεότης φθονοῦσα μὲν τοῖς ἐπὶ στρατοπέδου γενομένοις τῶν πολλῶν ὠφελειῶν, διημαρτηκυῖα δ᾽ ὧν ἤλπισεν, εἰ καθαιρεθείη τὸ Ῥωμαίων φρόνημα τῆς πόλεως ἁλούσης, ἐτραχύνετο πρὸς τὸν ἡγεμόνα καὶ πικρὰ σφόδρα ἦν· καὶ τελευτῶσα, ἐπειδὴ τοῦ μίσους ἡγεμόνας ἔλαβε τοὺς πλεῖστον ἐν τῷ ἔθνει δυναμένους, ἐξηγριώθη τε καὶ ἔργον ἔδρασεν ἀνόσιον. [3] ἦν δὲ Τύλλος Ἄττιος ὁ τὰς ὀργὰς αὐτῶν παραθήξας ἔχων περὶ αὐτὸν ἑταιρίαν ἐξ ἁπάσης πόλεως οὐκ ὀλίγην. τούτῳ δ᾽ ἄρα ἐδέδοκτο παλαίτερον ἔτι τὸν φθόνον οὐ δυναμένῳ κατέχειν, εἰ μὲν εὖ πράξας ὁ Μάρκιος καὶ τὴν Ῥωμαίων πόλιν διαφθείρας εἰς Οὐολούσκους ἔλθοι, [p. 212] κρύφα καὶ σὺν δόλῳ αὐτὸν ἀνελεῖν, εἰ δὲ διαμαρτὼν τῆς πείρας ἀτελὴς τοῦ ἔργου ἀναστρέψειεν, ὡς προδότην παραδόντα τῇ περὶ αὐτὸν ἑταιρίᾳ ἀποκτεῖναι· [4] ὅπερ ἐποίει τότε, καὶ συναγαγὼν χεῖρα οὐκ ὀλίγην κατηγόρει τοῦ ἀνδρὸς ψευδῆ τεκμαιρόμενος ἀληθέσι καὶ οὐ γενησόμενα εἰκάζων γεγενημένοις· ἐκέλευέ τ᾽ ἀποθέμενον αὐτὸν τὴν ἀρχὴν λόγον ὑπέχειν τῆς στρατηγίας. ἦν δὲ τῆς ὑπομενούσης στρατιᾶς ἐν ταῖς πόλεσιν ἡγεμών, ὡς καὶ πρότερον εἴρηταί μοι, κύριος τοῦ τε συναγαγεῖν ἐκκλησίαν καὶ τοῦ καλεῖν, ὃν βούλοιτο, ἐπὶ δίκην. ;ΚΕΦΑΛΑΙΟΝ ΝΗ΄ [1] ὁ δὲ Μάρκιος ἀντιλέγειν μὲν πρὸς οὐδέτερον τούτων ἐδικαίου, περὶ δὲ τῆς τάξεως αὐτῶν διεφέρετο λόγον ἀξιῶν ἀποδοῦναι πρότερον τῶν πεπραγμένων αὐτῷ κατὰ τὸν πόλεμον, ἔπειτ᾽, ἐὰν ἅπασι δόξῃ Οὐολούσκοις, ἀποθήσεσθαι τὴν ἀρχήν. τούτων δ᾽ οὐ μίαν ᾤετο πόλιν δεῖν, ἐν ᾗ τὸ πλεῖον ὑπὸ τοῦ Τύλλου διέφθαρτο μέρος, γενέσθαι κυρίαν, ἀλλὰ τὸ ἔθνος ἅπαν εἰς τὴν ἔννομον ἀγορὰν συναχθέν, εἰς ἣν ἔθος ἦν αὐτοῖς, ὅτι περὶ τῶν μεγίστων βουλεύεσθαι μέλλοιεν, ἐξ ἁπάσης πόλεως προβούλους ἀποστέλλειν. [2] ὁ δὲ Τύλλος ἀντέλεγε πρὸς ταῦτα καλῶς εἰδώς, ὅτι δεινὸς εἰπεῖν ἁνὴρ πολλῶν καὶ καλῶν ἔργων λόγον ἀποδιδοὺς ἐν ἡγεμονικῷ ἀξιώματι μένων πείσει τὸ πλῆθος, καὶ τοσούτου δεήσει τιμωρίαν προδοτῶν ὑποσχεῖν, ὥστε καὶ λαμπρότερος ἔτι καὶ τιμιώτερος ὑπ᾽ [p. 213] αὐτῶν ἔσται, τόν τε πόλεμον, ὅπως ἂν βούληται, καταλύσασθαι συγχωρησάντων ἁπάντων γενήσεται κύριος. [3] καὶ ἦν μέχρι πολλοῦ λόγων τε καὶ ἀντιμαχήσεων τῶν ἐπ᾽ ἀλλήλοις γινομένων καθ᾽ ἑκάστην ἡμέραν ἐν ταῖς ἐκκλησίαις καὶ κατὰ τὴν ἀγορὰν πολὺς ἀγών· ἔργῳ γὰρ οὐχ οἷόν τ᾽ ἦν οὐδετέρῳ βιάσασθαι τὸν ἕτερον τῆς ἰσοτίμου ἀρχῆς ἀξιώσει κρατυνόμενον. [4] ὡς δ᾽ οὐδὲν τῆς φιλονεικίας ἐγίνετο πέρας, ἡμέραν προειπὼν ὁ Τύλλος, ἐν ᾗ τὸν Μάρκιον ἐκέλευσεν ἥκειν τὴν ἀρχὴν ἀποθησόμενον καὶ δίκην ὑφέξοντα τῆς προδοσίας, θρασυτάτους τ᾽ ἄνδρας εὐεργεσιῶν ἐλπίσιν ἐπάρας ἀρχηγοὺς ἀνοσίου ἔργου γενέσθαι, παρῆν εἰς τὴν ἀποδειχθεῖσαν ἀγορὰν καὶ παρελθὼν ἐπὶ τὸ βῆμα πολλῇ κατηγορίᾳ ἐχρήσατο τοῦ Μαρκίου, καὶ εἰ μὴ βούλοιτο ἀποθέσθαι τὴν ἀρχὴν ἑκών, τῷ δήμῳ παρεκελεύετο παύειν αὐτὸν ἁπάσῃ δυνάμει. ;ΚΕΦΑΛΑΙΟΝ ΝΘ΄ [1] ἀναβάντος δὲ τοῦ ἀνδρὸς ἐπὶ τὴν ἀπολογίαν βοή τε πολλὴ κωλύουσα τοὺς λόγους ἐκ τῆς ἑταιρίας τῆς περὶ τὸν Τύλλον ἐγίνετο· καὶ μετὰ ταῦτα ‘παῖε’ καὶ ‘βάλλε’ φωνοῦντες περιίστανται αὐτὸν οἱ θρασύτατοι καὶ συναράττοντες τοῖς λίθοις ἀποκτιννύουσιν. ἐρριμμένου δ᾽ αὐτοῦ χαμαὶ κατὰ τὴν ἀγορὰν οἵ τε παραγενόμενοι τῷ πάθει καὶ οἱ μετὰ ταῦτ᾽ ἤδη νεκροῦ ὄντος ἀφικόμενοι τόν τ᾽ ἄνδρα τῆς τύχης ὠδύροντο ὡς οὐ καλὰς εἰληφότα παρὰ σφῶν ἀμοιβάς, ἐπιλεγόμενοι πάντα ὅσα τὸ κοινὸν ὠφέλησε, καὶ τοὺς δράσαντας τὸν [p. 214] φόνον ἐπόθουν λαβεῖν ὡς ἀνόμου ἔργου καὶ ἀσυμφόρου ταῖς πόλεσιν ἄρξαντας, ἄνευ δίκης ἐν χειρῶν νόμῳ [2] τινὰ ἀποκτεῖναι καὶ ταῦθ᾽ ἡγεμόνα. μάλιστα δ᾽ ἠγανάκτουν οἱ ταῖς στρατείαις αὐτοῦ παραγενόμενοι, καὶ ἐπειδὴ ζῶντι αὐτῷ οὐχ ἱκανοὶ ἐγένοντο κωλυταὶ τῆς συμφορᾶς, τὰς μετὰ τὸν θάνατον ὀφειλομένας ἔγνωσαν ἀποδιδόναι χάριτας, συμφέροντες εἰς τὴν ἀγοράν, ὅσων ἔδει τοῖς ἀγαθοῖς ἀνδράσιν εἰς τὴν ἀναγκαίαν τιμήν. [3] ἐπειδὴ δὲ πάντ᾽ εὐτρέπιστο, θέντες ἐπὶ στρωμνῆς ἐκπρεπεστάτῳ ἠσκημένης κόσμῳ τὴν αὐτοκρατορικὴν ἔχοντα ἐσθῆτα, καὶ πρὸ τῆς κλίνης αὐτοῦ φέρεσθαι κελεύσαντες λάφυρά τε καὶ σκῦλα καὶ στεφάνους καὶ μνήμας ὧν εἷλε πόλεων, ἤραντο τὴν κλίνην οἱ λαμπρότατοι τῶν νέων ἐν τοῖς κατὰ πολέμους ἔργοις· καὶ κομίσαντες εἰς τὸ προάστειον, ὃ μάλιστα ἦν ἐπιφανές, ἔθεσαν ἐπὶ τὴν παρεσκευασμένην πυράν, συμπροπεμπούσης τὸ σῶμα τῆς πόλεως ὅλης μετ᾽ οἰμωγῆς τε καὶ [4] δακρύων. ἔπειτα κατασφάξαντές τ᾽ αὐτῷ πολλὰ βοσκήματα καὶ τῶν ἄλλων ἀπαρξάμενοι πάντων, ὅσων ἄνθρωποι βασιλεῦσιν ἢ στρατιᾶς ἡγεμόσιν ἐπὶ πυραῖς ἀπάρχονται, παρέμειναν οἱ μάλιστα τὸν ἄνδρα ἀσπαζόμενοι μέχρι τοῦ μαρανθῆναι τὴν φλόγα, κἄπειτα συναγαγόντες τὰ λείψανα ἔθαψαν ἐν τῷ αὐτῷ χωρίῳ χώματι ὑψηλῷ διὰ πολυχειρίας ἐργασθέντι μνῆμα ἐπίσημον ἐργασάμενοι. ;ΚΕΦΑΛΑΙΟΝ Ξ΄ [1] Μάρκιος μὲν δὴ τοιαύτης καταστροφῆς ἔτυχεν, ἀνὴρ καὶ τὰ πολέμια ἄριστος τῶν καθ᾽ ἡλικίαν καὶ [p. 215] πρὸς ἁπάσας τὰς ἡδονάς, ὅσαι ἄρχουσι νέων, ἐγκρατής, τά τε δίκαια οὐκ ἀπὸ νόμου μᾶλλον ἀνάγκης διὰ τιμωριῶν δέος ἀκούσιος ἀποδιδούς, ἀλλ᾽ ἑκών τε καὶ πεφυκὼς πρὸς αὐτὰ εὖ, καὶ οὐδ᾽ ἐν ἀρετῆς μοίρᾳ τὸ μηθὲν ἀδικεῖν τιθέμενος, οὐ μόνον τ᾽ αὐτὸς ἁγνεύειν ἀπὸ πάσης κακίας προθυμούμενος, ἀλλὰ καὶ τοὺς ἄλλους προσαναγκάζειν δικαιῶν· [2] μεγαλόφρων τε καὶ δωρηματικὸς καὶ εἰς ἐπανόρθωσιν ὧν ἑκάστῳ δέοι τῶν φίλων, ὁπότε γνοίη, προχειρότατος, τά τε πολιτικὰ πράττειν οὐδενὸς χείρων τῶν ἀριστοκρατικῶν· καὶ εἰ μὴ τὸ στασιάζον τῆς πόλεως ἐμποδὼν αὐτοῦ τοῖς πολιτεύμασιν ἐγένετο, μεγίστην ἂν ἡ Ῥωμαίων πόλις ἐπίδοσιν εἰς ἡγεμονίαν ἐκ τῶν ἐκείνου πολιτευμάτων ἔλαβεν. ἀλλ᾽ οὐ γὰρ ἐν δυνατῷ ἦν ἅμα πάσας τὰς ἀρετὰς ἐν ἀνθρώπου γενέσθαι φύσει, οὐδὲ φύσεταί τις ἀπὸ θνητῶν καὶ ἐπικήρων σπερμάτων περὶ πάντ᾽ ἀγαθός. {{DEFAULTSORT:Ρωμαικη Αρχαιολογια 08 51}} gcb8fzjfj7g3absdthc0zx146r2feb2 Ρωμαϊκή Αρχαιολογία/η/41 0 23578 148477 100293 2022-08-09T13:18:24Z Αντιγόνη 235 wikitext text/x-wiki {{Κεφαλίδα | τίτλος = Κεφάλαια 41–50 | συγγραφέας = Διονύσιος ο Αλικαρνασσεύς | μεταφραστής= | ενότητα = [[Ρωμαϊκή Αρχαιολογία/η|Ῥωμαϊκὴ Ἀρχαιολογία: Λόγος η΄]] | προηγούμενο= [[Ρωμαϊκή Αρχαιολογία/η/31|Κεφάλαια 31–40]] | επόμενο = [[Ρωμαϊκή Αρχαιολογία/η/51|Κεφάλαια 51–60]] | σημειώσεις = Dionysii Halicarnasei Antiquitatum Romanarum quae supersunt, Vol I-IV. Dionysius of Halicarnassus. Karl Jacoby. In Aedibus B.G. Teubneri. Leipzig. 1885. }} ;ΚΕΦΑΛΑΙΟΝ ΜΑ΄ [1] ἡ μὲν δὴ ταῦτ᾽ εἰποῦσα καὶ πολλὰ προεμένη δάκρυα ἐσίγησεν· ὀδυρομένων δὲ καὶ τῶν ἄλλων γυναικῶν καὶ πολλὰς δεήσεις ποιουμένων μικρὸν ἐπισχοῦσα ἡ Οὐετουρία καὶ δακρύσασα εἶπεν· εἰς ἀσθενῆ [p. 185] καὶ λεπτὴν ἐλπίδα καταπεφεύγατε, ὦ Οὐαλερία, τὴν ἐξ ἡμῶν τῶν ἀθλίων γυναικῶν βοήθειαν, αἷς ἡ μὲν εὔνοια ἡ πρὸς τὴν πατρίδα πάρεστι καὶ τὸ θέλειν σώζεσθαι τοὺς πολίτας, οἷοί ποτέ εἰσιν, ἡ δ᾽ ἰσχὺς καὶ [2] τὸ δύνασθαι ποιεῖν ἃ θέλομεν ἄπεστιν. ἀπέστραπται γὰρ ἡμᾶς, ὦ Οὐαλερία, Μάρκιος, ἐξ οὗ τὴν πικρὰν ἐκείνην ὁ δῆμος αὐτοῦ κατέγνω δίκην, καὶ μεμίσηκε τὴν οἰκίαν ὅλην ἅμα τῇ πατρίδι· τοῦτο δ᾽ ὑμῖν οὐ παρ᾽ ἄλλου τινός, ἀλλὰ παρ᾽ αὐτοῦ Μαρκίου μαθοῦσαι λέγειν ἔχομεν. ὅτε γὰρ ἁλοὺς τὴν δίκην ἦλθεν εἰς τὴν οἰκίαν προπεμπόμενος ὑπὸ τῶν ἑταίρων, καταλαβὼν ἡμᾶς καθημένας ἐν πενθίμοις τρύχεσι, ταπεινάς, κρατούσας ἐν τοῖς γόνασι τὰ τέκνα αὐτοῦ στενούσας τε οἷα εἰκὸς καὶ ἀνακλαιομένας τὴν καθέξουσαν ἡμᾶς τύχην στερομένας ἐκείνου, στὰς μικρὸν ἄπωθεν ἡμῶν ἄδακρυς ὥσπερ λίθος καὶ ἀτενής· [3] οἴχεται, φησίν, ὑμῖν Μάρκιος, ὦ μῆτερ ἅμα καὶ σύ, ὦ Οὐολουμνία, κρατίστη γυναικῶν, ἐξελασθεὶς ὑπὸ τῶν πολιτῶν, ὅτι γενναῖος ἦν καὶ φιλόπολις καὶ πολλοὺς ὑπέμεινεν ὑπὲρ τῆς πατρίδος ἀγῶνας. ἀλλ᾽ ὡς πρέπει γυναιξὶν ἀγαθαῖς, οὕτω φέρετε τὰς συμφορὰς μηδὲν ἄσχημον ποιοῦσαι μηδὲ ἀγεννές, καὶ τὰ παιδία ταῦτα παραμύθια τῆς ἐμῆς ἐρημίας ἔχουσαι τρέφετε ἀξίως ὑμῶν τε καὶ τοῦ γένους· οἷς θεοὶ δοῖεν εἰς ἄνδρας ἐλθοῦσι τύχην μὲν κρείττονα τοῦ πατρός, ἀρετὴν δὲ μὴ χείρονα· καὶ χαίρετε. ἀπέρχομαι γὰρ ἤδη καταλιπὼν τὴν οὐκέτι [p. 186] χωροῦσαν ἄνδρας ἀγαθοὺς πόλιν. καὶ ὑμεῖς, ὦ θεοὶ κτήσιοι καὶ ἑστία πατρῴα καὶ δαίμονες οἱ κατέχοντες τοῦτον τὸν τόπον, χαίρετε. [4] ὡς δὲ ταῦτ᾽ εἶπεν, ἡμεῖς μὲν αἱ δυστυχεῖς ἃς τὸ πάθος ἀπῄτει φωνὰς ἀναβοῶσαι καὶ παίουσαι τὰ στήθη περιεχύθημεν αὐτῷ τοὺς ἐσχάτους ἀσπασμοὺς κομιούμεναι· τῶν δὲ παιδίων τούτων ἐγὼ μὲν τὸ πρεσβύτερον ἦγον, ἡ δὲ μήτηρ τὸ νεώτερον εἶχεν ἐπὶ τῆς ἀγκάλης· ὁ δ᾽ ἀποστραφεὶς καὶ παρωσάμενος ἡμᾶς εἶπεν· οὔτε σὸς υἱὸς ἔτι, μῆτερ, ἔσται τὸν ἀπὸ τοῦδε χρόνον Μάρκιος, ἀλλ᾽ ἀφῄρηταί σε τὸν γηροβοσκὸν ἡ πατρίς, οὔτε σὸς ἀνὴρ ἀπὸ ταύτης, ὦ Οὐολουμνία, τῆς ἡμέρας, ἀλλ᾽ εὐτυχοίης ἕτερον ἄνδρα λαβοῦσα εὐδαιμονέστερον ἐμοῦ, οὔθ᾽ ὑμῶν, ὦ τέκνα φίλτατα, πατήρ, ἀλλ᾽ ὀρφανοὶ καὶ ἔρημοι παρὰ [5] ταύταις, ἕως εἰς ἄνδρας ἔλθητε, τραφήσεσθε. ταῦτ᾽ εἰπὼν ἄλλ᾽ οὐθὲν οὔτε διοικησάμενος οὔτ᾽ ἐπιστείλας οὔθ᾽ ὅποι πορεύεται φράσας ἀπῆλθεν ἐκ τῆς οἰκίας μόνος, ὦ γυναῖκες, ἄδουλος, ἄπορος, οὐδὲ τὴν ἐφήμερον ὁ δύστηνος ἐκ τῶν ἑαυτοῦ χρημάτων τροφὴν ἐπαγόμενος. καὶ τέταρτον ἐνιαυτὸν ἤδη τοῦτον, ἐξ οὗ φεύγει τὴν πατρίδα, πάντας ἡμᾶς ἀλλοτρίους ἑαυτοῦ νενόμικεν, οὐ γράφων οὐθέν, οὐκ ἐπιστέλλων, οὐ [6] τὰ περὶ ἡμᾶς εἰδέναι βουλόμενος. πρὸς δὴ τοιαύτην ψυχὴν οὕτω σκληρὰν καὶ ἄτρωτον, ὦ Οὐαλερία, τίνα ἰσχὺν ἕξουσιν αἱ παρ᾽ ἡμῶν δεήσεις, αἷς οὔτ᾽ ἀσπασμῶν μετέδωκεν οὔτε φιλημάτων οὔτ᾽ ἄλλης φιλοφροσύνης [p. 187] οὐδεμιᾶς τὴν τελευταίαν πορευόμενος ἐκ τῆς οἰκίας ὁδόν; ;ΚΕΦΑΛΑΙΟΝ ΜΒ΄ [1] ἀλλ᾽ εἰ καὶ τούτου δεῖσθε ὑμεῖς, ὦ γυναῖκες, καὶ πάντως θέλετε ἀσχημονούσας ἡμᾶς ἰδεῖν, ὑπολάβετε παρεῖναι πρὸς αὐτὸν κἀμὲ καὶ Οὐολουμνίαν ἀγούσας τὰ παιδία· τίνας ἐρῶ πρῶτον ἡ μήτηρ ἐγὼ πρὸς αὐτὸν λόγους, καὶ τίνα δέησιν ποιήσομαι τοῦ υἱοῦ; λέγετε καὶ διδάσκετέ με. φείσασθαι παρακαλῶ τῶν ἑαυτοῦ πολιτῶν, ὑφ᾽ ὧν ἐκ τῆς πατρίδος ἐξελήλαται καὶ μηθὲν ἀδικῶν; οἰκτίρμονα δὲ καὶ συμπαθῆ πρὸς τοὺς δημοτικοὺς γενέσθαι, παρ᾽ ὧν οὔτ᾽ ἐλέου μετέσχεν οὔτε συμπαθείας; ἐγκαταλιπεῖν δ᾽ ἄρα καὶ προδοῦναι τοὺς ὑποδεξαμένους αὐτοῦ τὴν φυγήν, οἳ πολλὰ καὶ δεινὰ πεπονθότες ὑπ᾽ αὐτοῦ πρότερον, οὐ πολεμίων μῖσος, ἀλλὰ φίλων καὶ συγγενῶν εὔνοιαν εἰς αὐτὸν ἀπεδείξαντο; [2] τίνα ψυχὴν λαβοῦσα ἀξιώσω τὸν υἱὸν τὰ μὲν ἀπολέσαντα φιλεῖν, τὰ δὲ σώσαντα ἀδικεῖν; οὐκ εἰσὶν οὗτοι μητρὸς ὑγιαινούσης λόγοι πρὸς υἱὸν οὐδὲ γυναικὸς ἃ δεῖ λογιζομένης πρὸς ἄνδρα· μηδ᾽ ὑμεῖς βιάζεσθε, γυναῖκες, ἃ μήτε πρὸς ἀνθρώπους δίκαιά ἐστι μήτε πρὸς θεοὺς ὅσια, ταῦθ᾽ ἡμᾶς αἰτεῖσθαι παρ᾽ αὐτοῦ, ἀλλ᾽ ἄφετε τὰς ἐλεεινάς, ὡς πεπτώκαμεν ὑπὸ τῆς τύχης, κεῖσθαι ταπεινὰς μηθὲν ἔτι πλέον ἀσχημονούσας. ;ΚΕΦΑΛΑΙΟΝ ΜΓ΄ [1] παυσαμένης δ᾽ αὐτῆς τοσοῦτος ὀδυρμὸς ἐκ τῶν παρουσῶν γυναικῶν ἐγένετο, καὶ τηλικαύτη [p. 188] κατέσχε τὸν οἶκον οἰμωγή, ὥστ᾽ ἐπὶ πολὺ μέρος ἐξακουσθῆναι τῆς πόλεως τὴν βοὴν καὶ μεστοὺς γενέσθαι τοὺς ἐγγὺς τῆς οἰκίας στενωποὺς ὄχλου. [2] ἔπειθ᾽ ἥ τε Οὐαλερία πάλιν ἑτέρας ἐξέτεινε μακρὰς καὶ συμπαθεῖς δεήσεις, αἵ τ᾽ ἄλλαι γυναῖκες αἱ κατὰ φιλίαν ἢ συγγένειαν ἑκατέρᾳ τῶν γυναικῶν προσήκουσαι, καὶ παρέμενον λιπαροῦσαί τε καὶ γονάτων ἁπτόμεναι, ὥστ᾽ οὐκ ἔχουσα, ὅ τι πάθῃ πρὸς τοὺς ὀδυρμοὺς αὐτῶν καὶ τὰς πολλὰς δεήσεις, εἶξεν ἡ Οὐετουρία καὶ τελέσειν τὴν πρεσβείαν ὑπὲρ τῆς πατρίδος ὑπέσχετο τήν τε γυναῖκα τοῦ Μαρκίου παραλαβοῦσα καὶ τὰ τέκνα καὶ τῶν ἄλλων πολιτίδων τὰς βουλομένας. [3] αἱ μὲν δὴ περιχαρεῖς γενόμεναι καὶ τοὺς θεοὺς ἐπικαλεσάμεναι συλλαβέσθαι σφίσι τῆς ἐλπίδος ἀπῄεσαν ἐκ τῆς οἰκίας καὶ προσήγγειλαν τὰ γενόμενα τοῖς ὑπάτοις· οἱ δὲ τὴν προθυμίαν αὐτῶν ἐπαινέσαντες συνεκάλουν τὴν βουλὴν καὶ περὶ τῆς ἐξόδου τῶν γυναικῶν, εἰ συγχωρητέον αὐταῖς, γνωμηδὸν ἐπυνθάνοντο. πολλοὶ μὲν οὖν ἐλέχθησαν καὶ παρὰ πολλῶν λόγοι, καὶ μέχρι τῆς ἑσπέρας διετέλεσαν ὅ τι χρὴ ποιεῖν βουλευόμενοι. [4] οἱ μὲν γὰρ οὐ μικρὸν ἀπέφαινον εἶναι τῇ πόλει κινδύνευμα γυναῖκας ἅμα τέκνοις εἰς πολεμίων στρατόπεδον πορευομένας ἐᾶσαι· εἰ γὰρ αὐτοῖς ὑπεριδοῦσι τῶν νενομισμένων ὁσίων περί τε πρεσβείας καὶ ἱκεσίας δόξειε [p. 189] μηκέτι προίεσθαι τὰς γυναῖκας, ἀμαχητὶ σφῶν ἁλώσεσθαι τὴν πόλιν· ἠξίουν τ᾽ αὐτὰς μόνον ἐᾶσαι τὰς προσηκούσας τῷ Μαρκίῳ γυναῖκας ἅμα τοῖς τέκνοις αὐτοῦ πορευομένας. ἕτεροι δ᾽ οὐδὲ ταύταις ᾤοντο δεῖν ἐπιτρέπειν τὴν ἔξοδον, ἐπιμελῶς δὲ καὶ ταύτας παρῄνουν φυλάττειν, ὅμηρα νομίσαντας ἔχειν παρὰ τῶν πολεμίων ἐχέγγυα τοῦ μηδὲν τὴν πόλιν ἀνήκεστον ὑπ᾽ [5] αὐτῶν παθεῖν. οἱ δὲ πάσαις συνεβούλευον συγχωρῆσαι ταῖς βουλομέναις γυναιξὶ τὴν ἔξοδον, ἵνα σὺν μείζονι ἀξιώματι αἱ τῷ Μαρκίῳ προσήκουσαι ποιήσωνται τὴν ὑπὲρ τῆς πατρίδος δέησιν. τοῦ δὲ μηθὲν αὐταῖς συμβήσεσθαι δεινὸν ἐγγυητὰς ἀπέφαινον ἐσομένους θεοὺς μὲν πρῶτον, οἷς καθοσιωθεῖσαι τὰς ἱκεσίας ποιήσονται· ἔπειτα τὸν ἄνδρα αὐτόν, πρὸς ὃν ἔμελλον πορεύεσθαι, [6] πάσης ἀδίκου τε καὶ ἀνοσίου πράξεως καθαρὸν καὶ ἀμίαντον ἐσχηκότα τὸν βίον. ἐνίκα δ᾽ ὅμως ἡ συγχωροῦσα γνώμη ταῖς γυναιξὶ τὴν ἔξοδον μέγιστον ἀμφοῖν ἐγκώμιον ἔχουσα, τῆς μὲν βουλῆς τοῦ φρονίμου, ὅτι τὰ κράτιστα καὶ γενησόμενα προείδετο οὐδὲν ὑπὸ τοῦ κινδύνου τηλικοῦδε ὄντος ἐπιταραχθεῖσα· τοῦ δὲ Μαρκίου τῆς εὐσεβείας, ὅτι πολέμιος ὤν ἐπιστεύετο μηδὲν ἀσεβήσειν εἰς τὸ ἀσθενέστατον τῆς πόλεως μέρος κύριος αὐτοῦ καταστάς. [7] ὡς δὲ τὸ προβούλευμα ἐγράφη, προελθόντες οἱ ὕπατοι εἰς τὴν ἀγορὰν καὶ συναγαγόντες ἐκκλησίαν σκότους ὄντος ἤδη τὰ δόξαντα τῷ συνεδρίῳ διεσάφησαν καὶ προεῖπον ἥκειν ἅπαντας [p. 190] ἕωθεν ἐπὶ τὰς πύλας προπέμψοντας ἐξιούσας τὰς γυναῖκας· αὐτοὶ δὲ τῶν κατεπειγόντων ἔλεγον ἐπιμελήσεσθαι. ;ΚΕΦΑΛΑΙΟΝ ΜΔ΄ [1] ὅτε δ᾽ ἤδη περὶ τὸν ὄρθρον ἦν, αἱ μὲν γυναῖκες ἄγουσαι τὰ παιδία μετὰ λαμπάδων ἧκον ἐπὶ τὴν οἰκίαν καὶ παραλαβοῦσαι τὴν Οὐετουρίαν προῆγον ἐπὶ τὰς πύλας· οἱ δ᾽ ὕπατοι ζεύγη τε ὀρικὰ καὶ ἀμάξας καὶ τἆλλα φορεῖα ὡς πλεῖστα παρασκευασάμενοι καθεζομένας αὐτὰς προὔπεμπον ἄχρι πολλοῦ. παρηκολούθουν δ᾽ αὐταῖς οἵ τ᾽ ἐκ τοῦ συνεδρίου καὶ τῶν ἄλλων πολιτῶν συχνοὶ σὺν εὐχαῖς καὶ ἐπαίνοις καὶ δεήσεσι τὴν ἔξοδον ἐπιφανεστέραν αὐταῖς ποιοῦντες. [2] ὡς δ᾽ εὐσύνοπτοι πόρρωθεν ἔτι προσιοῦσαι τοῖς ἐκ τοῦ χάρακος αἱ γυναῖκες ἐγένοντο, πέμπει τῶν ἱππέων τινὰς ὁ Μάρκιος κελεύσας μαθεῖν, τίς ἐστιν ὁ προσιὼν ὄχλος ἐκ τῆς πόλεως, καὶ ἐπὶ τί παραγένοιντο. μαθὼν δὲ παρ᾽ αὐτῶν, ὅτι Ῥωμαίων αἱ γυναῖκες ἥκουσιν ἐπαγόμεναι παιδία, προηγεῖται δ᾽ αὐτῶν ἥ τε μήτηρ καὶ ἡ γυνὴ αὐτοῦ καὶ τὰ τέκνα, πρῶτον μὲν ἐθαύμασε τῆς τόλμης τὰς γυναῖκας, εἰ γνώμην ἔσχον εἰς χάρακα πολεμίων ἄτερ ἀνδρῶν φυλακῆς ἐλθεῖν ἄγουσαι τὰ τέκνα, οὔτ᾽ αἰδοῦς ἔτι τῆς ἁρμοττούσης γυναιξὶν ἐλευθέραις καὶ σώφροσι προνοούμεναι τὸ μὴ ἐν ἀνδράσιν ἀσυνήθεσιν ὁρᾶσθαι, οὔτε κινδύνων λαβοῦσαι δέος, οὓς ἀναρριπτεῖν ἔμελλον, εἰ τὰ συμφέροντα πρὸ τῶν δικαίων ἑλομένοις σφίσι, δόξειε κέρδος [p. 191] [3] αὐτὰς ποιήσασθαι καὶ ὠφέλειαν. ἐπεὶ δ᾽ ἀγχοῦ ἦσαν, ὑπαντᾶν τῇ μητρὶ προελθὼν ἐκ τοῦ χάρακος ἔγνω σὺν ὀλίγοις, τούς τε πελέκεις, οὓς προηγεῖσθαι τῶν στρατηγῶν ἔθος ἦν, ἀποθέσθαι κελεύσας τοῖς ὑπηρέταις, καὶ τὰς ῥάβδους, ὅταν ἐγγὺς τῆς μητρὸς γένηται, καταστεῖλαι. [4] ταῦτα δὲ Ῥωμαίοις ἐστὶ ποιεῖν ἔθος, ὅταν ὑπαντῶσι ταῖς μείζοσιν ἀρχαῖς οἱ τὰς ἐλάττους ἀρχὰς ἔχοντες, ὡς καὶ μέχρι τοῦ καθ᾽ ἡμᾶς χρόνου γίνεται· ἣν δὴ τότε συνήθειαν φυλάττων ὁ Μάρκιος, ὡς ἐξουσίᾳ μείζονι μέλλων. εἰς ταὐτὸν ἥξειν, πάντ᾽ ἀπέθετο τὰ τῆς ἰδίας παράσημα ἀρχῆς. τοσαύτη περὶ αὐτὸν ἦν αἰδὼς καὶ πρόνοια τῆς πρὸς τὸ γένος εὐσεβείας. ;ΚΕΦΑΛΑΙΟΝ ΜΕ΄ [1] ἐπεὶ δὲ σύνεγγυς ἀλλήλων ἐγένοντο, πρώτη μὲν αὐτῷ δεξιωσομένη προσῆλθεν ἡ μήτηρ πένθιμά τ᾽ ἠμφιεσμένη τρύχη καὶ τὰς ὁράσεις ἐκτετηκυῖα ὑπὸ τῶν δακρύων, ἐλεεινὴ σφόδρα. ἣν ὁ Μάρκιος ἰδὼν ἄτεγκτος τέως καὶ στερρός, οἷος ἅπασι τοῖς ἀνιαροῖς ἀντέχειν, οὐθὲν ἔτι τῶν λελογισμένων φυλάττειν ἱκανὸς ἦν, ἀλλ᾽ ᾤχετο φερόμενος ὑπὸ τῶν παθῶν ἐπὶ τὸ ἀνθρώπινον, καὶ περιβαλὼν αὐτὴν ἠσπάζετο καὶ ταῖς ἡδίσταις φωναῖς ἀνεκάλει καὶ μέχρι πολλοῦ κλαίων τε καὶ περιέπων κατεῖχεν ἐκλελυμένην καὶ ῥέουσαν ἐπὶ τὴν γῆν. ὡς δὲ τῶν ἀσπασμῶν τῆς μητρὸς ἅλις εἶχε, τὴν γυναῖκα προσελθοῦσαν δεξιωσάμενος ἅμα τοῖς τέκνοις εἶπεν· [2] ἀγαθῆς γυναικὸς ἔργον ἐποίησας, ὦ Οὐολουμνία, μείνασα παρὰ τῇ μητρί μου καὶ οὐκ ἐγκαταλιποῦσα τὴν ἐρημίαν αὐτῆς ἔμοιγε πασῶν ἡδίστην [p. 192] κεχάρισαι δωρεάν. μετὰ ταῦτα τῶν παιδίων ἑκάτερον προσαγόμενος καὶ τοὺς προσήκοντας ἀσπασμοὺς ἀποδούς, ἐπέστρεψεν αὖθις πρὸς τὴν μητέρα καὶ λέγειν ἐκέλευσε, τίνος δεομένη πάρεστιν. ἡ δὲ πάντων ἀκουόντων ἔφησεν ἐρεῖν, οὐθενὸς γὰρ ἀνοσίου δεήσεσθαι, παρεκάλει τ᾽ αὐτόν, ἐν ᾧ καθεζόμενος εἰώθει χωρίῳ [3] δικάζειν τοῖς ὄχλοις, ἐν τούτῳ καθίσαι. καὶ ὁ Μάρκιος ἀσμένως τὸ ῥηθὲν ἐδέξατο ὡς δὴ περιουσίᾳ τε πολλῇ τῶν δικαίων πρὸς τὴν ἔντευξιν αὐτῆς χρησόμενος καὶ ἐν καλῷ ποιούμενος τοῖς ὄχλοις τὴν ἀπόκρισιν. ἐλθὼν δ᾽ ἐπὶ τὸ στρατηγικὸν βῆμα πρῶτον μὲν ἐκέλευσε τοῖς ὑπηρέταις καθελεῖν ἀπ᾽ αὐτοῦ τὸν δίφρον καὶ θεῖναι χαμαί, μητρὸς ὑψηλότερον οὐκ οἰόμενος δεῖν τόπον ἔχειν, οὐδ᾽ ἐξουσίᾳ χρῆσθαι κατ᾽ ἐκείνης οὐδεμιᾷ· ἔπειτα παρακαθισάμενος τοὺς ἐπιφανεστάτους τῶν θ᾽ ἡγεμόνων καὶ λοχαγῶν, καὶ τῶν ἄλλων ἐάσας παρεῖναι τὸν βουλόμενον, ἐκέλευσε τὴν μητέρα λέγειν. ;ΚΕΦΑΛΑΙΟΝ ΜΣΤ΄ [1] καὶ ἡ Οὐετουρία παραστησαμένη τήν τε· γυναῖκα τοῦ Μαρκίου καὶ τὰ τέκνα καὶ τὰς ἐπιφανεστάτας τῶν ἐν Ῥώμῃ γυναικῶν πρῶτον μὲν ἔκλαιεν εἰς τὴν γῆν ὁρῶσα μέχρι πολλοῦ, καὶ πολὺν ἐκίνησεν ἐκ τῶν παρόντων ἔλεον. ἔπειτ᾽ ἀναλαβοῦσα αὑτὴν ἔλεξεν· [2] αἱ γυναῖκες, ὦ Μάρκιε τέκνον, τὰς ὕβρεις ἐνθυμούμεναι καὶ τὰς ἄλλας συμφορὰς τὰς συμβησομένας [p. 193] αὐταῖς, ἐὰν ἡ πόλις ἡμῶν ὑπὸ τοῖς πολεμίοις γένηται, πᾶσαν ἄλλην ἀπογνοῦσαι βοήθειαν, ἐπειδὴ τοῖς ἀνδράσιν αὐτῶν ἀξιοῦσι διαλύσασθαι τὸν πόλεμον αὐθάδεις καὶ σκληρὰς ἔδωκας ἀποκρίσεις, ἄγουσαι τὰ τέκνα καὶ τοῖς πενθίμοις τούτοις ἠμφιεσμέναι τρύχεσι κατέφυγον ἐπ᾽ ἐμέ, τὴν σὴν μητέρα, καὶ Οὐολουμνίαν, τὴν σὴν γυναῖκα, δεόμεναι, μὴ περιιδεῖν αὐτὰς τὰ μέγιστα τῶν ἐν ἀνθρώποις κακῶν ὑπὸ σοῦ παθούσας· οὐθὲν μὲν οὔτε μεῖζον οὔτ᾽ ἔλαττον εἰς ἡμᾶς ἐξαμαρτοῦσαι, πολλὴν δὲ καί, ὅτ᾽ εὐτυχοῦμεν, εὔνοιαν ἔτι παρασχόμεναι, καί, ὅτ᾽ ἐπταίσαμεν, συμπάθειαν. [3] ἔχομεν γὰρ αὐταῖς μαρτυρεῖν, ἐξ οὗ σὺ ἀπῆρας ἐκ τῆς πατρίδος, ἡμεῖς δ᾽ ἔρημοι καὶ τὸ μηθὲν ἔτι οὖσαι κατελειπόμεθα, συνεχῶς τε παραγινομέναις πρὸς ἡμᾶς καὶ παραμυθουμέναις τὰς συμφορὰς ἡμῶν καὶ συναλγούσαις. τούτων δὴ λαμβάνουσαι μνήμην ἐγώ τε καὶ ἡ σὴ γυνὴ ἡ συνοικουροῦσα μετ᾽ ἐμοῦ τὰς ἱκεσίας αὐτῶν οὐκ ἀπεστράφημεν, ἀλλ᾽ ὑπεμείναμεν, ὡς ἠξίουν ἡμᾶς ἐλθεῖν ἐπὶ σὲ καὶ τὰς ὑπὲρ τῆς πατρίδος ποιήσασθαι δεήσεις. ;ΚΕΦΑΛΑΙΟΝ ΜΖ΄ [1] ἔτι δ᾽ αὐτῆς λεγούσης ὑπολαβὼν ὁ Μάρκιος εἶπεν· ἀδυνάτων δεομένη, μῆτερ, ἐλήλυθας ἀξιοῦσα προδοῦναί με τοῖς ἐκβαλοῦσι τοὺς ὑποδεξαμένους, καὶ τοῖς ἅπαντά με ἀφελομένοις τὰ ἐμαυτοῦ τοὺς χαρισαμένους τὰ μέγιστα τῶν ἐν ἀνθρώποις ἀγαθῶν· οἷς ἐγὼ τὴν ἀρχὴν τήνδε παραλαμβάνων θεούς [p. 194] τε καὶ δαίμονας ἐγγυητὰς ἔδωκα, μήτε προδώσειν τὸ κοινὸν αὐτῶν μήτε προκαταλύσεσθαι τὸν πόλεμον, ἐὰν μὴ Οὐολούσκοις ἅπασι δοκῇ. [2] θεούς τε δὴ σεβόμενος, οὓς ὤμοσα, καὶ ἀνθρώπους αἰδούμενος, οἷς τὰς πίστεις ἔδωκα, πολεμήσω Ῥωμαίοις ἄχρι τέλους. ἐὰν δ᾽ ἀποδιδῶσι τὴν χώραν Οὐολούσκοις, ἣν κατέχουσιν αὐτῶν βίᾳ, καὶ φίλους αὐτοὺς ποιήσωνται πάντων αὐτοῖς μεταδιδόντες τῶν ἴσων ὥσπερ Λατίνοις, διαλύσομαι τὸν πρὸς αὐτοὺς πόλεμον· ἄλλως δ᾽ οὔ. [3] ὑμεῖς μὲν οὖν, ὦ γυναῖκες, ἄπιτε καὶ λέγετε τοῖς ἀνδράσι ταῦτα καὶ πείθετε αὐτοὺς μὴ φιλοχωρεῖν τοῖς ἀλλοτρίοις ἀδίκως, ἀλλ᾽ ἀγαπᾶν, ἐὰν τὰ ἑαυτῶν ἔχειν τις αὐτοὺς ἐᾷ, μηδ᾽ ὅτι πολέμῳ λαβόντες ἔχουσι τὰ Οὐολούσκων, περιμένειν, ἕως πολέμῳ πάλιν αὐτὰ ὑπὸ τούτων ἀφαιρεθῶσιν. οὐ γὰρ ἀποχρήσει τοῖς κρατοῦσι τὰ ἑαυτῶν μόνον ἀπολαβεῖν, ἀλλὰ καὶ τὰ τῶν κρατηθέντων ἴδια ἀξιώσουσιν ἔχειν. ἐὰν δὲ περιεχόμενοι τῶν μηθὲν ὐτοῖς προσηκόντων πᾶν ὁτιοῦν πάσχειν ὑπομένωσι φυλάττοντες τὸ αὔθαδες, ἐκείνους αἰτιάσεσθε τῶν καταληψομένων κακῶν, οὐ Μάρκιον οὐδὲ Οὐολούσκους οὐδὲ τῶν ἄλλων ἀνθρώπων οὐδένα. [4] σοῦ δέ, ὦ μῆτερ, ἐν μέρει πάλιν υἱὸς ὢν ἐγὼ δέομαι μή με παρακαλεῖν εἰς ἀνοσίους πράξεις καὶ ἀδίκους, μηδὲ μετὰ τῶν ἐχθίστων ἐμοί τε καὶ σεαυτῇ τεταγμένην πολεμίους ἡγεῖσθαι τοὺς ἀναγκαιοτάτους· ἀλλὰ παρ᾽ ἐμοὶ γενομένην ὥσπερ ἐστὶ δίκαιον πατρίδα τε νέμειν, [p. 195] ἣν ἐγὼ νέμω, καὶ οἶκον, ὃν ἐγὼ κέκτημαι, τιμάς τε καρποῦσθαι τὰς ἐμάς, καὶ δόξης ἀπολαύειν τῆς ἐμῆς, τοὺς αὐτοὺς ἡγουμένην φίλους τε καὶ πολεμίους οὕσπερ ἐγώ· ἀποθέσθαι τ᾽ ἤδη τὸ πένθος, ὃ διὰ τὰς ἐμὰς ὑπέμεινας, ὦ ταλαίπωρε, φυγάς, καὶ παύσασθαι τιμωρουμένην με τῷ σχήματι τούτῳ. [5] ἐμοὶ γὰρ τὰ μὲν ἄλλα, ὦ μῆτερ, ἀγαθὰ κρείττονα ἐλπίδων καὶ μείζονα εὐχῆς παρὰ θεῶν τε καὶ ἀνθρώπων ἀπήντηται, ἡ δὲ περὶ σοῦ φροντίς, ᾗ τὰς γηροβοσκοὺς οὐκ ἀπέδωκα χάριτας, ἐντετηκυῖα τοῖς σπλάγχνοις πικρὸν ἐποίει καὶ ἀνόνητον ἁπάντων τῶν ἀγαθῶν τὸν βίον. εἰ σὲ σὺν ἐμοὶ τάξεις σεαυτὴν καὶ τῶν ἐμῶν κοινωνεῖν ἐθελήσεις ἁπάντων, οὐθενὸς ἔτι μοι δεήσει τῶν ἀνθρωπίνων ἀγαθῶν. ;ΚΕΦΑΛΑΙΟΝ ΜΗ΄ [1] παυσαμένου δ᾽ αὐτοῦ μικρὸν ἡ Οὐετουρία ἐπισχοῦσα χρόνον, ἕως ὁ τῶν περιεστηκότων ἔπαινος ἐπαύσατο πολύς τε καὶ μέχρι πολλοῦ γενόμενος, λέγει πρὸς αὐτόν· ἀλλ᾽ ἔγωγέ σε, ὦ Μάρκιε τέκνον, οὔτε προδότην Οὐολούσκων γενέσθαι ἀξιῶ, οἵ σε φεύγοντα ὑποδεξάμενοι τοῖς τ᾽ ἄλλοις ἐτίμησαν καὶ τὴν ἑαυτῶν ἡγεμονίαν ἐπίστευσαν, οὔτε παρὰ τὰς ὁμολογίας καὶ τοὺς ὅρκους, οὓς ἔδωκας αὐτοῖς, ὅτε τὰς δυνάμεις παρελάμβανες, ἄνευ κοινῆς γνώμης ἰδίᾳ καταλύσασθαι τὴν ἔχθραν βούλομαι· μηδ᾽ ὑπολάβῃς τὴν σεαυτοῦ μητέρα τοσαύτης ἀναπεπλῆσθαι θεοβλαβείας, ὥστε τὸν ἀγαπητὸν καὶ μόνον υἱὸν εἰς αἰσχρὰς καὶ [2] ἀνοσίους πράξεις παρακαλεῖν. ἀλλὰ μετὰ κοινῆς γνώμης [p. 196] ἀποστῆναί σε ἀξιῶ τοῦ πολέμου, πείσαντα τοὺς Οὐολούσκους μετριάσαι περὶ τὰς διαλλαγὰς καὶ ποιήσασθαι τὴν εἰρήνην ἀμφοτέροις τοῖς ἔθνεσι καλὴν καὶ πρέπουσαν. τοῦτο δὲ γένοιτ᾽ ἄν, εἰ νῦν μὲν ἀναστήσας τὴν στρατιὰν ἀπαγάγοις ἐνιαυσίους ποιησάμενος ἀνοχάς, ἐν δὲ τῷ μεταξὺ χρόνῳ πρέσβεις ἀποστέλλων τε καὶ δεχόμενος ἀληθῆ φιλίαν πράττοις καὶ [3] διαλλαγὰς βεβαίας. καὶ εὖ ἴσθι· Ῥωμαῖοι μέν, ὅσα μήτε τὸ ἀδύνατον μήτ᾽ ἄλλη τις ἀδοξία προσπεσοῦσα κωλύσει, πάντα ὑπομενοῦσι πράττειν λόγῳ καὶ παρακλήσει πειθόμενοι, ἀναγκαζόμενοι δ᾽ , ὥσπερ σὺ νῦν ἀξιοῖς, οὐθὲν ἂν πώποτε χαρίσαιντο ὑμῖν οὔτε μεῖζον οὔτ᾽ ἔλαττον, ὡς ἐξ ἄλλων τε πολλῶν πάρεστί σοι καταμαθεῖν καὶ τὰ τελευταῖα ἐξ ὧν Λατίνοις συνεχώρησαν ἀποστᾶσιν ἀπὸ τῶν ὅπλων· Οὐολοῦσκοι δὲ πολὺ τὸ αὔθαδες ἔχουσιν, ὃ συμβαίνει τοῖς μεγάλα εὐτυχήσασιν. [4] ἐὰν δὲ διδάσκῃς αὐτούς, ὅτι πᾶσα μὲν εἰρήνη παντός ἐστι πολέμου κρείττων, σύμβασις δὲ φίλων κατὰ τὸν ἑκούσιον γινομένη τρόπον τῶν ὑπ᾽ ἀνάγκης συγχωρηθέντων βεβαιοτέρα, καὶ ὅτι σωφρόνων ἐστὶν ἀνθρώπων, ὅταν μὲν εὖ πράττειν δοκῶσι, ταμιεύεσθαι τὰς τύχας, ὅταν δ᾽ εἰς ταπεινὰς καὶ φαύλας ἔλθωσι, μηθὲν ὑπομένειν ἀγεννές· καὶ τἆλλα, ὅσα εἰς ἡμερότητα καὶ ἐπιείκειαν ἐπαγωγὰ παιδεύματα εὕρηται [p. 197] λόγων, οὕς ὑμεῖς οἱ τὰ πολιτικὰ πράττοντες μάλιστ᾽ ἐπίστασθε, ἴστε ὅτι τοῦ τε αὐχήματος, ἐφ᾽ οὗ νῦν εἰσιν, ἑκόντες ὑποβήσονται καὶ ποιήσουσιν ἐξουσίαν σοι τοῦ πράττειν, ὅ τι ἂν αὐτοῖς ὑπολαμβάνῃς συνοίσειν. [5] ἐὰν δ᾽ ἀντιπράττωσί σοι καὶ τοὺς λόγους μὴ προσδέχωνται ταῖς διὰ σὲ καὶ διὰ τὴν ἡγεμονίαν τὴν σὴν γενομέναις περὶ αὐτοὺς τύχαις ὡς ἀεὶ διαμενούσαις ἐπαιρόμενοι, τῆς στρατηγίας αὐτοῖς ἀφίστασο φανερῶς, καὶ μήτε προδότης γίνου τῶν πεπιστευκότων μήτε πολέμιος τῶν ἀναγκαιοτάτων· ἀσεβὲς γὰρ ἑκάτερον. ταῦτα ἥκω δεομένη σου γενέσθαι μοι παρὰ σοῦ, Μάρκιε τέκνον, οὔτ᾽ ἀδύναθ᾽, ὡς σὺ φῄς, πάσης τ᾽ ἀδίκου καὶ ἀνοσίου συνειδήσεως καθαρά. ;ΚΕΦΑΛΑΙΟΝ ΜΘ΄ [1] φέρε, ἀλλὰ δόξαν αἰσχρὰν οἴσεσθαι δέδοικας, ἐὰν ἃ παρακαλῶ σε πράττῃς, ὡς ἀχάριστος εἰς τοὺς εὐεργέτας ἐξελεγχθησόμενος, οἵ σε πολέμιον ὄντα ὑποδεξάμενοι πάντων μετέδωκαν ὧν τοῖς φύσει πολίταις μέτεστιν ἀγαθῶν· ταῦτα γάρ ἐστιν, ἃ μεγάλα ποιεῖς τοῖς λόγοις ἀεί. [2] οὐκ ἀποδέδωκας οὖν αὐτοῖς πολλὰς καὶ καλὰς ἀμοιβὰς καὶ νενίκηκας ἀπείρῳ δή τινι μεγέθει καὶ πλήθει χαρίτων τὰς ἐξ ἐκείνων εὐεργεσίας; οὓς ἀγαπητὸν ἡγουμένους καὶ πάντων μέγιστον ἀγαθῶν, ἐὰν ἐλευθέρας οἰκῶσι τὰς πατρίδας, οὐ μόνον ἑαυτῶν κυρίους εἶναι βεβαίως παρεσκεύακας, [p. 198] ἀλλὰ καὶ πεποίηκας ἤδη σκοπεῖν, πότερα καταλῦσαι τὴν Ῥωμαίων ἀρχὴν αὐτοῖς ἄμεινον, ἢ μετέχειν αὐτῆς [3] ἐξ ἴσου κοινὴν καταστησαμένους πολιτείαν. ἐῶ γὰρ λέγειν, ὅσοις κεκόσμηκας ἐκ τοῦ πολέμου λαφύροις τὰς πόλεις αὐτῶν, καὶ πηλίκους κεχάρισαι τοῖς συστρατευσαμένοις πλούτους. τοὺς δὴ τοσούτους διὰ σὲ γενομένους καὶ ἐπὶ τηλικαύτης βεβηκότας εὐτυχίας οὐ δοκεῖς ἀγαπήσειν οἷς ἔχουσιν ἀγαθοῖς, ἀλλ᾽ ὀργιεῖσθαί σοι καὶ ἀγανακτήσειν, ἐὰν μὴ καὶ τὸ τῆς πατρίδος αἷμα ταῖς χερσὶν αὐτῶν ἐπισπείσῃς; ἐγὼ μὲν οὐκ οἴομαι. [4] εἷς ἔτι μοι καταλείπεται λόγος ἰσχυρὸς μέν, ἐὰν λογισμῷ κρίνῃς αὐτόν, ἀσθενὴς δ᾽, ἐὰν μετ᾽ ὀργῆς, ὁ περὶ τῆς οὐ δικαίως μισουμένης ὑπὸ σοῦ πατρίδος. οὔτε γὰρ ὑγιαίνουσα καὶ τῷ πατρίῳ κόσμῳ πολιτευομένη τὴν οὐ δικαίαν κατὰ σοῦ κρίσιν ἐξήνεγκεν, ἀλλὰ νοσοῦσα καὶ ἐν πολλῷ κλύδωνι σαλευομένη, οὔτε πᾶσα τὴν αὐτὴν γνώμην τότ᾽ ἔσχεν, ἀλλὰ τὸ κάκιον ἐν αὐτῇ μέρος πονηροῖς προστάταις χρησάμενον. [5] εἰ δὲ δὴ μὴ τοῖς κακίστοις μόνον, ἀλλὰ καὶ τοῖς ἄλλοις ἅπασιν ἐδόκει ταῦτα, καὶ ὡς οὐ τὰ κράτιστα πολιτευόμενος ἀπηλάθης ὑπ᾽ αὐτῶν, οὐδ᾽ οὕτω σοι προσῆκε μνησικακεῖν πρὸς τὴν σεαυτοῦ πατρίδα. πολλοῖς γὰρ δὴ καὶ ἄλλοις τῶν ἀπὸ τοῦ βελτίστου πολιτευομένων τὰ παραπλήσια συνέβη παθεῖν· καὶ σπάνιοι δή τινές εἰσιν, οἷς οὐκ ἀντέπνευσε πρὸς τὴν δοκοῦσαν ἀρετὴν [p. 199] [6] φθόνος ἐκ τῶν συμπολιτευομένων ἄδικος. ἀλλ᾽ ἀνθρωπίνως, ὦ Μάρκιε, φέρουσι καὶ μετρίως ἅπαντες οἱ γενναῖοι τὰς συμφοράς, καὶ πόλεις μεταλαμβάνουσιν, ἐν αἷς οἰκήσαντες οὐθὲν λυπήσουσι τὰς πατρίδας· ὥσπερ καὶ Ταρκύνιος ἐποίησεν ὁ Κολλατῖνος ἐπικαλούμενος· ἱκανὸν ἓν παράδειγμα καὶ οἰκεῖον· ὃς συνελευθερώσας ἀπὸ τῶν τυράννων τοὺς πολίτας, ἔπειτα διαβληθεὶς πρὸς αὐτοὺς ὡς συμπράττων πάλιν τοῖς τυράννοις τὴν κάθοδον, καὶ διὰ τοῦτο ἐξελασθεὶς αὐτὸς ἐκ τῆς πατρίδος, οὐκ ἐμνησικάκει πρὸς τοὺς ἐκβαλόντας αὐτόν, οὐδ᾽ ἐπεστράτευε τῇ πόλει τοὺς τυράννους ἐπαγόμενος, οὐδ᾽ ἐποίει τεκμήρια τῶν διαβολῶν τὰ ἔργα, ἀλλ᾽ εἰς τὴν μητρόπολιν ἡμῶν Λαουΐνιον ἀπελθὼν ἐκεῖ πάντα τὸν λοιπὸν ἐβίω χρόνον εὔνους ὢν τῇ πατρίδι καὶ φίλος. ;ΚΕΦΑΛΑΙΟΝ Ν΄ [1] ἔστω δ᾽ οὖν ὅμως, καὶ δεδόσθω τοῖς τὰ δεινὰ παθοῦσι μὴ διακρίνειν εἴτε φίλιον εἴη τὸ κακῶς δεδρακὸς εἴτ᾽ ἀλλότριον, ἀλλ᾽ ἴσην πρὸς ἅπαντας ὀργὴν ἔχειν· ἔπειτ᾽ οὐχ ἱκανὰς εἰσπέπραξαι παρὰ τῶν ὑβρισάντων σε δίκας γῆν τ᾽ αὐτῶν τὴν ἀρίστην πεποιηκὼς μηλόβοτον καὶ πόλεις διαπεπορθηκὼς συμμαχίδας, ἃς πολλοῖς πόνοις κτησαμένη κατέσχε, καὶ τρίτον ἤδη ταῦτ᾽ ἔτος εἰς πολλὴν τῶν ἀναγκαίων κατακεκλεικὼς αὐτοὺς ἀπορίαν; ἀλλὰ καὶ πόρρω ἀνδραποδισμοῦ τῆς πόλεως αὐτῶν καὶ κατασκαφῆς τὴν ἀγριαίνουσαν καὶ [p. 200] [2] μαινομένην ὀργὴν προάγεις· καὶ οὐδὲ τοὺς πεμφθέντας ὑπὸ τῆς βουλῆς πρέσβεις φέροντάς σοι τῶν τε ἐγκλημάτων ἄφεσιν καὶ κάθοδον ἐπὶ τὰ οἰκεῖα φίλους καὶ ἀγαθοὺς ἄνδρας ἐλθόντας ἐνετράπης, οὐδὲ τοὺς ἱερεῖς, οὓς τὸ τελευταῖον ἔπεμψεν ἡ πόλις, ἱερὰ στέμματα θεῶν ἔχοντας καὶ προτείνοντας γηραιοὺς ἄνδρας ἀλλὰ καὶ τούτους ἀπήλασας, αὐθάδεις καὶ δεσποτικὰς ὡς κεκρατημένοις ἀποκρίσεις δούς. [3] ἐγὼ μὲν οὐκ ἔχω, πῶς ἐπαινέσω ταῦτα τὰ σκληρὰ καὶ ὑπέραυχα καὶ τὴν θνητὴν φύσιν ἐκβεβηκότα δικαιώματα ὁρῶσα καταφυγὰς εὑρημένας ἅπασιν ἀνθρώποις καὶ παραιτήσεις, ὧν ἂν ἐξαμαρτάνωσι περὶ ἀλλήλους, ἱκετηρίας καὶ λιτὰς καὶ τὸ καταφυγεῖν ἐπὶ τοὺς ἠδικημένους τὸ ἀδικοῦν ταπεινόν, θεῶν ἡμῖν ταῦτα τὰ ἔθη καταστησαμένων· ὑφ᾽ ὧν μαραίνεται πᾶσα ὀργὴ καὶ ἀντὶ τοῦ μισεῖν τὸν ἐχθρὸν ἐλεεῖ· τοὺς δ᾽ αὐθαδείᾳ χρησαμένους καὶ λιτὰς ἱκετῶν ὑβρίσαντας, ἅπαντας νεμεσωμένους ὑπὸ θεῶν καὶ εἰς συμφορὰς καταστρέφοντας οὐκ εὐτυχεῖς. [4] αὐτοὶ γὰρ δὴ πρῶτον οἱ ταῦτα καταστησάμενοι καὶ παραδόντες ἡμῖν θεοὶ συγγνώμονες τοῖς ἀνθρωπίνοις εἰσὶν ἁμαρτήμασι καὶ εὐδιάλλακτοι, καὶ πολλοὶ ἤδη μεγάλα [p. 201] εἰς αὐτοὺς ἐξαμαρτόντες εὐχαῖς καὶ θυσίαις τὸν χόλον ἐξιλάσαντο· εἰ μὴ σύ, ὦ Μάρκιε, ἀξιοῖς τὰς μὲν τῶν θεῶν ὀργὰς θνητὰς εἶναι, τὰς δὲ τῶν ἀνθρώπων ἀθανάτους. δίκαια μὲν οὖν ποιήσεις καὶ σεαυτῷ πρέποντα καὶ τῇ πατρίδι αὐτῇ, ἀφεὶς τὰ ἐγκλήματα μετανοούσῃ γε καὶ διαλλαττομένῃ καὶ ὅσα πρότερον ἀφείλετο σοὶ νῦν ἀποδιδούσῃ. {{DEFAULTSORT:Ρωμαικη Αρχαιολογια 08 41}} qbtbvan23r221lhyedhvw4ojvk9l4qi Ρωμαϊκή Αρχαιολογία/η/31 0 23579 148500 100294 2022-08-09T13:49:12Z Αντιγόνη 235 wikitext text/x-wiki {{Κεφαλίδα | τίτλος = Κεφάλαια 31–40 | συγγραφέας = Διονύσιος ο Αλικαρνασσεύς | μεταφραστής= | ενότητα = [[Ρωμαϊκή Αρχαιολογία/η|Ῥωμαϊκὴ Ἀρχαιολογία: Λόγος η΄]] | προηγούμενο= [[Ρωμαϊκή Αρχαιολογία/η/21|Κεφάλαια 21–30]] | επόμενο = [[Ρωμαϊκή Αρχαιολογία/η/41|Κεφάλαια 41–50]] | σημειώσεις = Dionysii Halicarnasei Antiquitatum Romanarum quae supersunt, Vol I-IV. Dionysius of Halicarnassus. Karl Jacoby. In Aedibus B.G. Teubneri. Leipzig. 1885. }} ;ΚΕΦΑΛΑΙΟΝ ΛΑ΄ [1] ἴθι δή μοι, Μηνύκιε, ἀπόκριναι, πότερα καὶ τῇ βουλῇ τῆς τιμωρίας ἄξιος ἐφάνην εἶναι, ὅτι τὰ κράτιστα ἐπολιτευόμην τε καὶ ἔπραττον, ἢ τῷ δήμῳ μόνῳ; εἰ μὲν γὰρ ἅπασι ταὐτὰ ἐδόκει τότε καὶ πάντες με ἀπηλάσατε, φανερὸν ὅτι πάντες οἱ ταῦτα βουληθέντες ἀρετὴν μισεῖτε, καὶ τόπος οὐδείς ἐστιν ἐν τῇ πόλει δεχόμενος καλοκαγαθίαν· εἰ δὲ βιασθεῖσα ἡ βουλὴ συνεχώρησε τῷ δήμῳ καὶ τὸ ἔργον αὐτῆς ἀνάγκης ἦν, οὐ γνώμης, ὁμολογεῖτε δήπου πονηροκρατεῖσθαι καὶ μηδενὸς εἶναι τὴν βουλὴν ὧν ἂν προέληται κυρίαν. [2] ἔπειτ᾽ εἰς τοιαύτην ἀξιοῦτέ με κατελθεῖν πόλιν, ἐν ᾗ τὸ κρεῖττον μέρος ὑπὸ τοῦ χείρονος ἄρχεται; πολλὴν ἄρα κατεγνώκατέ μου μανίαν. φέρε, καὶ δὴ πέπεισμαι καὶ διαλυσάμενος τὸν πόλεμον, ὥσπερ ἀξιοῦτε, κατελήλυθα, τίς ἡ μετὰ ταῦτ᾽ ἔσται μου διάνοια καὶ τίνα βίον ζήσομαι; πότερα τἀσφαλὲς καὶ ἀκίνδυνον [p. 170] αἱρούμενος ἀρχάς τε καὶ τιμὰς καὶ τἆλλα ἀγαθά, ὧν ἄξιον ἐμαυτὸν ἡγοῦμαι, μετιὼν θεραπεύειν ὑπομενῶ τὸν ἔχοντα τὴν τούτων ἐξουσίαν ὄχλον; πονηρὸς ἄρα ἐξ ἀγαθοῦ γενήσομαι, καὶ οὐδὲν ἔσται μοι τῆς προτέρας ἀρετῆς ὄφελος. [3] ἀλλ᾽ ἐν τοῖς αὐτοῖς ἤθεσι μένων καὶ τὴν αὐτὴν προαίρεσιν τῆς πολιτείας φυλάττων ἐναντιώσομαι τοῖς μὴ ταὐτὰ προαιρουμένοις; εἶτα οὐ πρόδηλον, ὅτι πολεμήσει μοι πάλιν ὁ δῆμος καὶ δίκας ἑτέρας πάλιν ἀξιώσει λαμβάνειν, τοῦτ᾽ αὐτὸ πρῶτον ἔγκλημα ποιούμενος, ὅτι τῆς καθόδου δι᾽ ἐκείνου τυχὼν οὐ τὰ πρὸς ἡδονὴν αὐτῷ πολιτεύομαι; οὐκ ἔνεστ᾽ ἄλλως εἰπεῖν. [4] ἔπειτ᾽ ἀναφανήσεταί τις ἕτερος Ἰκιλίῳ παραπλήσιος ἢ Δεκίῳ θρασὺς δημαγωγός, ὃς αἰτιάσεταί με διιστάναι τοὺς πολίτας ἀπ᾽ ἀλλήλων ἢ κατὰ τοῦ δήμου πράττειν ἐπιβουλὴν ἢ προδιδόναι τοῖς πολεμίοις τὴν πόλιν ἢ τυραννίδι, ὥσπερ καὶ Δέκιος ᾐτιάσατο, ἐπιχειρεῖν ἢ ἄλλο ἀδικεῖν, ὁτιδήποτ᾽ ἂν αὐτῷ [5] φανῇ· οὐ γὰρ ἀπορήσει τὸ μισοῦν αἰτίας. ἥξει τε πρὸς τοῖς ἄλλοις ἐγκλήμασι καὶ ταυτὶ φερόμενα οὐκ εἰς μακράν, ὅσα ἐν τῷ πολέμῳ πέπρακταί μοι τούτῳ, ὅτι χώραν ὑμῶν τέτμηκα καὶ λείαν ἀπελήλακα καὶ πόλεις ἀφῄρημαι καὶ τοὺς ὑπὲρ τούτων ἀμυνομένους τοὺς μὲν πεφόνευκα, τοὺς δὲ τοῖς πολεμίοις παραδέδωκα. ταῦτ᾽ ἐὰν οἱ κατήγοροι λέγωσι, τί φήσω πρὸς αὐτοὺς ἀπολογούμενος ἢ τίνι βοηθείᾳ χρήσομαι; ;ΚΕΦΑΛΑΙΟΝ ΛΒ΄ [1] ἆρ᾽ οὐ φανερόν, ὅτι καλλιλογεῖτε καὶ εἰρωνεύεσθε, ὦ Μηνύκιε, ὄνομα καλὸν ἔργῳ περιθέντες ἀνοσίῳ; οὐ γὰρ δὴ κάθοδόν μοι δίδοτε, ἀλλὰ σφάγιόν [p. 171] με τῷ δήμῳ κατάγετε, τάχα μὲν καὶ βεβουλευμένοι τοῦτο πράττειν· οὐθὲν γὰρ ἔτι μοι χρηστὸν ὑπὲρ ὑμῶν ἐπέρχεται φρονεῖν· εἰ δὲ βούλεσθε — τίθημι γάρ — [2] οὐδὲν ὧν πείσομαι προορώμενοι, τί οὖν ἔσται μοι τῆς ὑμετέρας ἀγνοίας ἢ μωρίας ὄφελος, κωλύειν μὲν οὐδὲν οὐδ᾽ ἂν οἷοι ἦτε δυνησομένων, χαρίζεσθαι δὲ καὶ τοῦτο τῷ δήμῳ σὺν τοῖς ἄλλοις ἀναγκαζομένων; ἀλλὰ γὰρ ὅτι μὲν οὐ συνοίσει μοι πρὸς ἀσφάλειαν ἥδε, ἣν ὑμεῖς μὲν κάθοδον καλεῖτε, ἐγὼ δὲ ταχεῖαν ὁδὸν ἐπὶ τὸν ὄλεθρον, οὐ πολλῶν οἴομαι δεῖν ἔτι λόγων· ὅτι δ᾽ οὐδὲ πρὸς εὐδοξίαν ἢ τιμὴν ἢ πρὸς εὐσέβειαν, ἐπειδὴ καὶ σὺ τούτων, ὦ Μηνύκιε, πρόνοιαν ἔχειν με ἠξίους, εὖ ποιῶν, ἀλλ᾽ αἴσχιστά μοι καὶ ἀνοσιώτατα πραχθήσεται πεισθέντι ὑμῖν, ἄκουσον ἐν τῷ μέρει. [3] ἐγὼ πολέμιος ἐγενόμην τούτοις Οὐολούσκοις καὶ πολλὰ ἠδίκησα αὐτοὺς ἐν τῷ πολέμῳ, τῇ πατρίδι πράττων ἡγεμονίαν καὶ ἰσχὺν καὶ κλέος. οὐκοῦν προσῆκέ μοι τιμᾶσθαι μὲν ὑπὸ τῶν εὖ πεπονθότων, μισεῖσθαι δ᾽ ὑπὸ τῶν ἠδικημένων; εἰ γοῦν τι τῶν εἰκότων ἐγένετο. ἀνέτρεψε δ᾽ ἀμφότερα ταῦθ᾽ ἡ τύχη, καὶ εἰς τἀναντία μετέθηκε τὰς ἀξιώσεις. ὑμεῖς μὲν γάρ, ὑπὲρ ὧν τούτοις ἐχθρὸς ἦν, ἀφείλεσθέ με πάντα τἀμὰ καὶ τὸ μηδὲν ποιήσαντες ἐρρίψατε· οὗτοι δ᾽ οἱ τὰ δεινὰ ὑπ᾽ ἐμοῦ [p. 172] παθόντες, τὸν ἄπορον καὶ ἀνέστιον καὶ ταπεινὸν καὶ [4] ἄπολιν ὑπεδέξαντό με ταῖς ἑαυτῶν πόλεσι. καὶ οὐκ ἀπέχρη αὐτοῖς τοῦτο ποιήσασι μόνον οὕτω λαμπρὸν καὶ μεγαλόψυχον ἔργον, ἀλλὰ καὶ πολιτείαν ἔδοσάν μοι ἐν ἁπάσαις ταῖς ἑαυτῶν πόλεσι καὶ ἀρχὰς καὶ τιμάς, αἳ μέγισται παρ᾽ αὐτοῖς εἰσιν. ἐῶ τἆλλα· ἀλλὰ νυνὶ στρατηγὸν ἀποδεδείχασί με αὐτοκράτορα τῆς ὑπερορίου στρατιᾶς καὶ πάντα τὰ κοινὰ ἐπ᾽ ἐμοὶ πεποιήκασι μόνῳ. [5] φέρε δή, τίνα λαβὼν καρδίαν προδοίην ἂν ἔτι τούτους, ὑφ᾽ ὧν τηλικαύταις κεκόσμημαι τιμαῖς, οὐθὲν οὔτε μεῖζον οὔτ᾽ ἔλαττον ἀδικηθείς; εἰ μὴ ἄρα αἱ χάριτες αὐτῶν ἀδικοῦσί με, ὥσπερ ὑμᾶς αἱ ἐμαί· καλήν γε δόξαν οἴσει μοι παρὰ πᾶσιν ἀνθρώποις γνωσθεῖσα ἡ παλιμπροδοσία. τίς δ᾽ οὐκ ἂν ἐπαινέσειέ με ἀκούσας, ὅτι τοὺς μὲν φίλους, ὑφ᾽ ὧν εὖ πάσχειν μοι προσῆκε, πολεμίους εὑρών, τοὺς δ᾽ ἐχθρούς, ὑφ᾽ ὧν ἐχρῆν με ἀπολωλέναι, φίλους, ἀντὶ τοῦ μισεῖν μὲν τὰ μισοῦντα, φιλεῖν δὲ τὰ φιλοῦντα, τὴν ἐναντίαν γνώμην ἔσχον; ;ΚΕΦΑΛΑΙΟΝ ΛΓ΄ [1] ἴθι δὴ σκόπει καὶ τὰ παρὰ θεῶν, Μηνύκιε, οἷά μοι νῦν τ᾽ ἀπήντηται καί, ἐὰν ἄρα πεισθεὶς ὑμῖν προδῶ τὴν τούτων πίστιν, οἷα τὸν λοιπὸν ὑπάρξει μοι βίον. νῦν μέν γε πάσης πράξεως, ἧς ἂν ἅψωμαι καθ᾽ ὑμῶν, συλλαμβάνουσί μοι, καὶ οὐδεμιᾶς πείρας ἀποτυγχάνω. [2] καὶ τοῦτο πηλίκον οἴεσθε εἶναι τεκμήριον εὐσεβείας τῆς ἐμῆς; εἰ γὰρ δὴ κατὰ τῆς πατρίδος [p. 173] οὐχ ὅσιον ἐγὼ πόλεμον ἐνεστησάμην, ἅπαντα χρῆν ἐναντία μοι γίνεσθαι τὰ παρὰ θεῶν· ὁπότε δ᾽ οὐρίῳ πνεούσῃ κέχρημαι τῇ περὶ τοὺς πολέμους τύχῃ, καὶ ὁπόσοις ἂν ἐπιβάλωμαι πράγμασι κατ᾽ ὀρθὸν ἅπαντά μοι χωρεῖ, δῆλον ὅτι εὐσεβής εἰμι ἀνὴρ καὶ [3] πράξεις προῄρημαι καλάς. τί οὖν, ἐὰν μεταβάλωμαι καὶ τὰ μὲν ὑμέτερα αὔξειν, τὰ δὲ τούτων ταπεινὰ ποιεῖν ζητῶ, γενήσεταί μοι; ἆρ᾽ οὐχὶ τἀναντία, καὶ πονηρὰν νέμεσιν ἕξω παρὰ τοῦ δαιμονίου τοῖς ἠδικημένοις τιμωρόν, καὶ ὥσπερ ἐκ ταπεινοῦ μέγας διὰ τοὺς θεοὺς ἐγενόμην, οὕτως αὖθις ἐκ μεγάλου ταπεινὸς γενήσομαι, καὶ τἀμὰ παθήματα παιδεύματα γενήσεται τοῖς ἄλλοις; [4] ἐμοὶ μὲν ταῦτα παρίσταται περὶ τοῦ δαιμονίου φρονεῖν, καὶ πείθομαί γε τὰς ἐρινύας ἐκείνας τὰς φοβερὰς καὶ ἀπαραιτήτους τοῖς ἀνόσιόν τι διαπραξαμένοις, ὧν καὶ σὺ ἐμνήσθης, ὦ Μηνύκιε, τότε μοι παρακολουθήσειν ψυχήν τε καὶ σῶμα αἰκιζομένας, ὅταν ἐγκαταλίπω καὶ προδῶ τοὺς σώσαντάς με ἀπολωλότα ὑφ᾽ ὑμῶν καὶ μετὰ τοῦ σῶσαι πολλὰς καὶ καλὰς προσθέντας εὐεργεσίας, οἷς ἐγγυητὰς ἔδωκα θεούς, ὡς ἐπ᾽ οὐδενὶ κακῷ τὴν ἄφιξιν ποιησάμενος καὶ φυλάξων τὴν εἰς τόδε χρόνου καθαρὰν καὶ ἀμίαντον συνοῦσάν μοι πίστιν. ;ΚΕΦΑΛΑΙΟΝ ΛΔ΄ [1] ὅταν δὲ φίλους ἔτι καλῇς, ὦ Μηνύκιε, τοὺς ἐξελάσαντάς με καὶ πατρίδα τὴν ἀπαρνησαμένην, φύσεώς τε νόμους ἀνακαλῇ καὶ περὶ τῶν ὁσίων διαλέγῃ, [p. 174] φαίνῃ μοι τὰ κοινότατα καὶ ὑπὸ μηδενὸς ἀγνοούμενα μόνος ἀγνοεῖν· ὅτι τὸ φίλιον ἢ πολέμιον οὔτ᾽ ὄψεως ὁρίζει χαρακτὴρ οὔτ᾽ ὀνόματος θέσις, ἀλλὰ ταῖς χρείαις καὶ τοῖς ἔργοις δηλοῦται τούτων ἑκάτερον, φιλοῦμέν τε πάντες τὰ ὠφελοῦντα καὶ μισοῦμεν τὰ βλάπτοντα, οὐκ ἀνθρώπων τινῶν ἡμῖν τόνδε θεμένων τὸν νόμον, οὐδὲ ἀνελούντων ποτὲ αὐτόν, ἐὰν τἀναντία αὐτοῖς δοκῇ, ἀλλ᾽ ὑπὸ τῆς κοινῆς φύσεως ἐξ ἅπαντος τοῦ χρόνου πᾶσι τοῖς αἰσθήσεως μετειληφόσι κείμενον καὶ εἰς ἀεὶ διαμενοῦντα παραλαβόντες· [2] καὶ διὰ τοῦτο φίλους τ᾽ ἀπαρνούμεθα, ὅταν ἀδικήσωσι, καὶ ἐχθροὺς φίλους ποιούμεθα, ὅταν τις ἡμῖν παρ᾽ αὐτῶν ὑπάρξῃ χάρις, πόλιν τε τὴν γειναμένην ἡμᾶς, ὅταν μὲν ὠφελῇ, στέργομεν, ὅταν δὲ βλάπτῃ, καταλείπομεν, οὐ διὰ τὸν τόπον ἀγαπῶντες αὐτήν, ἀλλὰ διὰ τὸ συμφέρον. [3] καὶ οὐχὶ τοῖς μὲν ἰδιώταις οὕτως ἐπέρχεται καθ᾽ ἕνα φρονεῖν, οὐχὶ δὲ καὶ πόλεσιν ὅλαις καὶ ἔθνεσιν, ὥστε ὁ ταύτῃ τῇ γνώμῃ χρώμενος οὐδὲν ἔξω τῶν θείων ἀξιοῖ νομίμων, οὐδὲ παρὰ τὴν κοινὴν ἁπάντων ἀνθρώπων ποιεῖ δικαίωσιν. ἐγὼ μὲν δὴ ταῦτα πράττοντα ἐμαυτὸν τά τε δίκαια ἡγοῦμαι πράττειν καὶ τὰ συμφέροντα καὶ τὰ καλὰ καὶ ἅμα ταῦτα καὶ τὰ πρὸς τοὺς θεοὺς ὁσιώτατα· καὶ οὐ δέομαι δικαστὰς ὑπὲρ αὐτῶν λαβεῖν τοὺς εἰκασμῷ καὶ δόξῃ τεκμαιρομένους τὴν ἀλήθειαν ἀνθρώπους, ἐπειδὴ θεοῖς ἀρέσκοντα πράττω. οὐ γὰρ [p. 175] ἀδυνάτοις ἐπιχειρεῖν ὑπολαμβάνω πράγμασι θεοὺς ἔχων αὐτῶν ἡγεμόνας, εἴγε δεῖ τεκμαίρεσθαι τοῖς γεγονόσιν ἤδη τὰ μέλλοντα. ;ΚΕΦΑΛΑΙΟΝ ΛΕ΄ [1] περὶ δὲ τῆς μετριότητος, ἐφ᾽ ἣν παρακαλεῖτέ με, καὶ τοῦ μὴ πρόρριζον ἀνελεῖν τὸ Ῥωμαίων γένος μηδ᾽ ἐκ βάθρων ὅλην ἀναστῆσαι τὴν πόλιν, εἶχον μέν, ὦ Μηνύκιε, λέγειν, ὅτι οὐκ ἐγὼ τούτου κύριος οὐδὲ πρὸς ἐμὲ ὁ περὶ τούτων ἐστὶ λόγος, ἀλλ᾽ ἐγὼ στρατηγός εἰμι τῆς δυνάμεως, πολέμου δὲ καὶ εἰρήνης οὗτοι κύριοι· ὥστε παρὰ τούτων αἰτεῖσθέ γ᾽ [2] ἀνοχὰς ἐπὶ διαλλαγαῖς, ἀλλὰ μὴ παρ᾽ ἐμοῦ. οὐ μὴν ταύτην γε δίδωμι τὴν ἀπόκρισιν ἀλλὰ καὶ θεοὺς σέβων τοὺς πατρῴους καὶ τάφους αἰδούμενος προγόνων καὶ γῆν, ἐξ ἧς ἔφυν, γυναῖκάς τε καὶ παῖδας ὑμῶν ἐλεῶν, οἷς οὐκ ἐπιτηδείοις οὖσι τὰ πατέρων καὶ ἀνδρῶν ἥξει σφάλματα, καὶ οὐχ ἥκιστα τῶν ἄλλων καὶ δἰ ὑμᾶς, ὦ Μηνύκιε, τοὺς προχειρισθέντας ὑπὸ τῆς πόλεως, τάδε ἀποκρίνομαι· ἐὰν ἀποδῶσι Ῥωμαῖοι Οὐολούσκοις χώραν τε ὅσην αὐτοὺς ἀφῄρηνται καὶ πόλεις ὅσας κατέχουσιν ἀνακαλεσάμενοι τοὺς ἐποίκους, φιλίαν τε ποιήσωνται πρὸς αὐτοὺς εἰς τὸν ἀεὶ χρόνον καὶ ἰσοπολιτείας μεταδῶσιν ὥσπερ Λατίνοις ὅρκους καὶ ἀρὰς κατὰ τῶν παραβαινόντων τὰ συγκείμενα ποιησάμενοι, [p. 176] διαλύσομαι πρὸς αὐτοὺς τὸν πόλεμον, πρότερον δὲ οὔ. [3] ταῦτ᾽ οὖν ἀπαγγέλλετε αὐτοῖς, καὶ τὸν αὐτὸν τρόπον ὅνπερ πρὸς ἐμὲ καὶ πρὸς ἐκείνους περὶ τοῦ δικαίου πάνυ ἐπιστρεφῶς ταῦτα διαλέγεσθε· καλόν τοι τὰς ἰδίας ἕκαστον ἔχοντα κτήσεις ἐν εἰρήνῃ ζῆν, καὶ πολλοῦ ἄξιον τὸ μηθένα δεδοικέναι μήτ᾽ ἐχθρὸν μήτε καιρόν, αἰσχρὸν δὲ τῶν ἀλλοτρίων περιεχομένους οὐκ ἀναγκαῖον πόλεμον ὑπομένειν, ἐν ᾧ καὶ περὶ τῶν ἰδίων ἁπάντων κινδυνεύσουσιν ἀγαθῶν· τά τ᾽ ἆθλα ἐπιδείκνυτε αὐτοῖς οὐκ ἴσα κατορθοῦσί τε καὶ μὴ τυχοῦσι γινόμενα γῆς ἀλλοτρίας γλιχομένοις, εἰ δὲ βούλεσθε, προστίθετε καὶ τὰς πόλεις τῶν ἠδικημένων προσλαβεῖν βουλομένοις, ἐὰν μὴ κρατῶσι, καὶ τὴν ἑαυτῶν γῆν τε καὶ πόλιν ἀφαιρεθῆναι, καὶ ἔτι πρὸς τούτῳ γυναῖκας ἐπιδεῖν τὰ αἴσχιστα πασχούσας καὶ παῖδας εἰς ὕβριν ἀγομένους καὶ γονεῖς δούλους ἀντ᾽ ἐλευθέρων ἐπὶ γήρως ὀδῷ γινομένους. [4] καὶ ἅμα διδάσκετε τὴν βουλήν, ὅτι τούτων τῶν κακῶν οὐκ ἂν ἔχοιεν αἰτιάσασθαι Μάρκιον, ἀλλὰ τὴν ἑαυτῶν ἀφροσύνην. παρὸν γὰρ αὐτοῖς τὰ δίκαια ποιεῖν καὶ μηδενὶ δεινῷ περιπεσεῖν τὸν ὑπὲρ τῶν ἐσχάτων κίνδυνον ἀναιρήσονται μέχρι παντὸς φιλοχωροῦντες ἐν τοῖς ἀλλοτρίοις. [5] ἔχετε τὰς ἀποκρίσεις· τούτων οὐθὲν ἂν εὕροισθε παρ᾽ ἐμοῦ πλέον, ἀλλ᾽ ἄπιτε καὶ σκοπεῖτε, ὅ [p. 177] τι πρακτέον ὑμῖν· ἕως δὲ βουλεύσησθε, δίδωμι χρόνον ὑμῖν ἡμερῶν τριάκοντα. ἐν δὲ τῷ μεταξὺ χρόνῳ σήν τε χάριν, ὦ Μηνύκιε, καὶ τῶν ἄλλων ὑμῶν ἕνεκα τὴν στρατιὰν ἐκ τῆς χώρας ἀπάξω· μεγάλα γὰρ ἂν βλάπτοισθε μενούσης αὐτῆς ἐνθάδε. τῇ δὲ τριακοστῇ προσδέχεσθέ με ἡμέρᾳ τὰς ἀποκρίσεις ληψόμενον. ;ΚΕΦΑΛΑΙΟΝ ΛΣΤ΄ [1] ταῦτ᾽ εἰπὼν ἀνέστη καὶ διέλυσε τὸν σύλλογον. τῇ δ᾽ ἐπιούσῃ νυκτὶ περὶ τὴν τελευταίαν φυλακὴν ἀναστήσας τὴν στρατιὰν ἦγεν ἐπὶ τὰς λοιπὰς τῶν Λατίνων πόλεις εἴτε κατ᾽ ἀλήθειαν πεπυσμένος, ὅτι μέλλοι τις ἐκεῖθεν ἐπικουρία Ῥωμαίοις ἀφικέσθαι, ὡς τότε δημηγορῶν ἔφησεν, εἴτ᾽ αὐτὸς πλασάμενος τὸν λόγον, ἵνα μὴ δόξειε χαριζόμενος τοῖς ἐχθροῖς καταλελοιπέναι τὸν πόλεμον. [2] ἐπιβαλὼν δὲ τῇ καλουμένῃ Λογγόλᾳ καὶ δίχα πόνου γενόμενος αὐτῆς ἐγκρατὴς καὶ τὸν αὐτὸν τρόπον ὅνπερ τὰς ἑτέρας ἐξανδραποδισάμενός τε καὶ διαρπάσας ἐπὶ τὴν Σατρικανῶν ἤλαυνε πόλιν. ἑλὼν δὲ καὶ ταύτην ὀλίγον ἀντισχόντων τῶν ἐν αὐτῇ χρόνον, καὶ τὰς ἐξ αὐτῶν ἀμφοτέρων τῶν πόλεων ὠφελείας μέρει τῆς στρατιᾶς κελεύσας ἀπάγειν εἰς Ἐχέτραν, τὴν λοιπὴν ἀναλαβὼν δύναμιν ἦγεν ἐπὶ πόλιν ἄλλην τὴν καλουμένην Κετίαν. γενόμενος δὲ καὶ ταύτης ἐγκρατὴς καὶ διαρπάσας εἰς τὴν Πολυσκανῶν χώραν ἐνέβαλεν. οὐ δυνηθέντων δ᾽ ἀντισχεῖν τῶν Πολυσκανῶν κατὰ κράτος ἑλὼν καὶ τούτους ἐπὶ [p. 178] τὰς ἑξῆς ἐχώρει. Ἀλβιήτας μὲν οὖν καὶ Μογιλλανοὺς ἐκ τειχομαχίας αἱρεῖ, % χωριελανοὺς δὲ καθ᾽ ὁμολογίας παραλαμβάνει. [3] γενόμενος δ᾽ ἐν ἡμέραις τριάκοντα πόλεων ἑπτὰ κύριος ἧκεν ἐπὶ τὴν Ῥώμην ἄγων πολὺ πλείω στρατιὰν τῆς προτέρας καὶ σταδίους ἀποσχὼν τῆς πόλεως ὀλίγῳ πλείους τῶν τριάκοντα παρὰ τὴν ἐπὶ Τυσκλανοὺς φέρουσαν ὁδὸν κατεστρατοπέδευσεν. ἐν ᾧ δὲ τὰς Λατίνων ἐξῄρει τε καὶ προσήγετο πόλεις, Ῥωμαίοις πρὸς τὰς ἐπιταγὰς αὐτοῦ πολλὰ βουλευσαμένοις ἔδοξε μηδὲν ἀνάξιον ποιεῖν τῆς πόλεως, ἀλλ᾽ ἐὰν μὲν ἀπέλθωσιν αὐτῶν ἐκ τῆς χώρας Οὐολοῦσκοι καὶ τῆς τῶν συμμάχων τε καὶ ὑπηκόων γῆς, καὶ καταλυσάμενοι τὸν πόλεμον πρέσβεις ἀποστείλωσι τοὺς διαλεξομένους περὶ φιλίας, προβουλεῦσαι τὸ συνέδριον, ἐφ᾽ οἷς ἔσονται δικαίοις φίλοι, καὶ τὰ βουλευθέντα εἰς τὸν δῆμον ἐξενεγκεῖν· ἕως δ᾽ ἂν ἐν τῇ χώρᾳ μένοντες αὐτῶν καὶ τῶν συμμάχων ἔργα πράττωσι πολεμίων, [4] μηθὲν αὐτοῖς ψηφίζεσθαι φιλάνθρωπον. πολὺς γὰρ δὴ Ῥωμαίοις ἀεὶ λόγος τοῦ μηθὲν δρᾶσαί ποτ᾽ ἐξ ἐπιτάγματος μηδὲ φόβῳ πολεμίων εἴξαντας, σπεισαμένοις δὲ τοῖς διαφόροις καὶ παρασχοῦσιν ἑαυτοὺς ὑπηκόους χαρίζεσθαί τε καὶ ἐπιτρέπειν ὅτου δέοιντο τῶν μετρίων. καὶ τοῦτο τὸ φρόνημα ἐν πολλοῖς καὶ μεγάλοις κινδύνοις φυλάττουσα ἡ πόλις κατά τε τοὺς ὀθνείους καὶ τοὺς ἐμφυλίους πολέμους μέχρι τοῦ καθ᾽ ἡμᾶς χρόνου διατετέλεκε. [p. 179] ;ΚΕΦΑΛΑΙΟΝ ΛΖ΄ [1] ταῦτα ψηφισαμένης τῆς βουλῆς καὶ πρεσβευτὰς ἑτέρους ἑλομένης δέκα ἄνδρας ἐκ τῶν ὑπατικῶν τοὺς ἀξιώσοντας τὸν ἄνδρα μηθὲν ἐκφέρειν ἐπίταγμα βαρὺ μηδ᾽ ἀνάξιον τῆς πόλεως, ἀλλὰ καταλύσαντα τὴν ἔχθραν καὶ ἀναστήσαντα τὴν δύναμιν ἐκ τῆς χώρας πειθοῖ καὶ διὰ λόγων συμβατηρίων ταῦτα πειρᾶσθαι πράττειν, εἰ βούλεται βεβαίους τε καὶ εἰς ἀεὶ διαμενούσας ποιήσασθαι τὰς ὁμολογίας τῶν πόλεων, ὡς τῶν γε ὑπ᾽ ἀνάγκης τινὸς ἢ καιροῦ συγχωρουμένων καὶ ἰδιώταις καὶ πόλεσιν ἅμα τῷ μεταπεσεῖν τοὺς καιροὺς ἢ τὰς ἀνάγκας εὐθὺς διαλυομένων· οἱ μὲν ἀποδειχθέντες ὑπ᾽ αὐτῆς πρέσβεις ἅμα τῷ πυθέσθαι τὴν παρουσίαν τοῦ Μαρκίου πορευθέντες ὡς αὐτὸν πολλὰ ἐπαγωγὰ διελέγοντο φυλάττοντες καὶ ἐν τοῖς λόγοις τὸ ἀξίωμα τῆς πόλεως. [2] ὁ δὲ Μάρκιος ἄλλο μὲν οὐδὲν αὐτοῖς ἀπεκρίνατο, συνεβούλευε δὲ κρεῖττόν τι βουλευσαμένους ἥκειν τριῶν ἐντὸς ἡμερῶν· ταύτας γὰρ αὐτοῖς ἔσεσθαι μόνας ἀνοχὰς τοῦ πολέμου. βουλομένων δέ τι πρὸς ταῦτα λέγειν τῶν ἀνδρῶν οὐκ ἐπέτρεψεν, ἀλλ᾽ ἀπιέναι τὴν ταχίστην ἐκέλευσεν ἐκ τοῦ χάρακος, ἀπειλήσας ὡς, εἰ μὴ ποιήσουσιν, ὡς κατασκόποις χρήσεται· κἀκεῖνοι σιωπῇ ἀπιόντες εὐθὺς ᾤχοντο. [3] μαθόντες δ᾽ οἱ βουλευταὶ παρὰ τῶν πρέσβεων τὰς αὐθάδεις ἀποκρίσεις %5τε καὶ ἀπειλὰς τοῦ Μαρκίου στρατιὰν μὲν ὑπερόριον ἐξάγειν οὐδὲ τότε [p. 180] ἐψηφίσαντο, εἴτε τὸ ἀπειροπόλεμον τῶν σφετέρων στρατιωτῶν· νεοσύλλεκτοι γὰρ οἱ πλείους ἦσαν αὐτῶν· εὐλαβηθέντες, εἴτε τὴν ἀτολμίαν τῶν ὑπάτων· ἥκιστα γὰρ ἐν αὐτοῖς τὸ δραστήριον ἦν· σφαλερὰν ἡγησάμενοι τηλικοῦτον ἀναιρεῖσθαι ἀγῶνα, εἴτ᾽ ἄρα καὶ τοῦ δαιμονίου σφίσιν ἐναντιουμένου πρὸς τὴν ἔξοδον δἰ οἰωνῶν ἢ χρησμῶν Σιβυλλείων ἤ τινος ὀττείας πατρίου, ὧν οὐκ ἠξίουν οἱ τότ᾽ ἄνθρωποι καθάπερ οἱ νῦν ὑπερορᾶν· φυλάττειν δὲ τὴν πόλιν ἐπιμελεστέρᾳ φυλακῇ καὶ ἀπὸ τῶν ἐρυμάτων τοὺς ἐπιόντας ἀμύνεσθαι διέγνωσαν. ;ΚΕΦΑΛΑΙΟΝ ΛΗ΄ [1] ταῦτα δὲ πράττοντες καὶ παρασκευαζόμενοι τῆς τ᾽ ἐλπίδος οὔπω ἀφιστάμενοι ὡς δυνατὸν ὑπάρχον ἔτι μεταπεισθῆναι τὸν Μάρκιον, εἰ μείζονι καὶ τιμιωτέρᾳ πρεσβείᾳ δεηθεῖεν αὐτοῦ, ψηφίζονται τούς θ᾽ ἱεροφάντας καὶ τοὺς οἰωνοσκόπους καὶ τοὺς ἄλλους ἅπαντας, ὅσοι τιμήν τινα ἱερὰν ἢ λειτουργίαν περὶ τὰ θεῖα δημοτελῆ λαβόντες εἶχον· εἰσὶ δὲ παρ᾽ αὐτοῖς ἱερεῖς καὶ θεραπευταὶ θεῶν πάνυ πολλοὶ καὶ αὐτοὶ οὗτοι διαφανέστατοι τῶν ἄλλων κατά τ᾽ οἴκους πατέρων καὶ ἀρετῆς οἰκείας ἀξίωσιν· ἔχοντας ἅμ᾽ αὐτοῖς τῶν ὀργιαζομένων τε καὶ θεραπευομένων θεῶν τὰ σύμβολα καὶ τὰς ἱερὰς ἀμπεχομένους ἐσθῆτας ἀθρόους ἐπὶ τὸν χάρακα τῶν πολεμίων πορεύεσθαι τοὺς αὐτοὺς φέροντας τοῖς προτέροις λόγους. [2] ὡς δ᾽ ἀφίκοντο οἱ ἄνδρες καὶ ἔλεξαν, ὅσα ἡ βουλὴ αὐτοῖς ἐπέστελλεν, [p. 181] οὐδὲ τούτοις ἔδωκεν ὁ Μάρκιος ἀπόκρισιν ὑπὲρ ὧν ἠξίουν, ἀλλ᾽ ἢ τὰ κελευόμενα ποιεῖν συνεβούλευεν ἀπιόντας, εἰ θέλουσιν εἰρήνην ἄγειν, ἢ προσδέχεσθαι τὸν πόλεμον ἥξοντα πρὸς τὴν πόλιν, καὶ τὸ λοιπὸν ἀπεῖπε μὴ διαλέγεσθαι πρὸς αὐτόν. [3] ὡς δὲ καὶ ταύτης ἀπέτυχον τῆς πείρας οἱ Ῥωμαῖοι, πᾶσαν ἐλπίδα διαλλαγῆς ἀπογνόντες ὡς πολιορκησόμενοι παρεσκευάζοντο τοὺς μὲν ἀκμαιοτάτους ὑπὸ τῇ τάφρῳ καὶ παρὰ ταῖς πύλαις %5τάξαντες, τοὺς δ᾽ ἀφειμένους ἤδη στρατείας, οἷς ἔτι τὰ σώματα ἱκανὰ ἦν κακοπαθεῖν, ἐπὶ τοῖς τείχεσιν. ;ΚΕΦΑΛΑΙΟΝ ΛΘ΄ [1] αἱ δὲ γυναῖκες αὐτῶν, ὡς ἐγγὺς ὄντος ἤδη τοῦ δεινοῦ, καταλιποῦσαι τῆς οἴκοι μονῆς τὸ εὐπρεπὲς ἔθεον ἐπὶ τὰ τεμένη τῶν θεῶν ὀλοφυρόμεναί τε καὶ προκυλιόμεναι τῶν ξοάνων· καὶ ἦν ἅπας μὲν ἱερὸς τόπος οἰμωγῆς τε καὶ ἱκετείας γυναικῶν ἀνάπλεως, μάλιστα δὲ τὸ τοῦ Καπετωλίου Διὸς ἱερόν. [2] ἔνθα δή τις αὐτῶν γένει τε καὶ ἀξιώματι προὔχουσα καὶ ἡλικίας ἐν τῷ κρατίστῳ τότ᾽ οὖσα καὶ φρονῆσαι τὰ δέοντα ἱκανωτάτη, Οὐαλερία μὲν ὄνομα, Ποπλικόλα δὲ τοῦ συνελευθερώσαντος ἀπὸ τῶν βασιλέων τὴν πόλιν ἀδελφή, θείῳ τινὶ παραστήματι κινηθεῖσα ἐπὶ τῆς ἀνωτάτω κρηπῖδος ἔστη τοῦ νεὼ καὶ προσκαλεσαμένη τὰς ἄλλας γυναῖκας πρῶτον μὲν παρεμυθήσατο καὶ παρεθάρρυνεν ἀξιοῦσα μὴ καταπεπλῆχθαι τὸ δεινόν· ἔπειτα ὑπέσχετο μίαν εἶναι σωτηρίας ἐλπίδα τῇ πόλει, ταύτην δ᾽ ἐν αὐταῖς εἶναι μόναις καταλειπομένην, ἐὰν [p. 182] [3] ἐθελήσωσι πράττειν, ἃ δεῖ. καί τις εἶπεν ἐξ αὐτῶν· καὶ τί πράττουσαι ἂν ἡμεῖς αἱ γυναῖκες διασῶσαι δυνηθείημεν τὴν πατρίδα τῶν ἀνδρῶν ἀπειρηκότων; τίς ἡ τοσαύτη περὶ ἡμᾶς τὰς ἀσθενεῖς καὶ ταλαιπώρους ἐστὶν ἰσχύς; οὐχὶ ὅπλων, ἔφησεν ἡ Οὐαλερία, καὶ χειρῶν δεομένη· τούτων μὲν γὰρ ἀπολέλυκεν ἡμᾶς ἡ φύσις· ἀλλ᾽ εὐνοίας καὶ λόγου. βοῆς δὲ μετὰ τοῦτο γενομένης καὶ δεομένων ἁπασῶν φανερὸν ποιεῖν, ἥτις ἐστὶν ἡ ἐπικουρία, λέγει πρὸς αὐτάς· [4] ταύτην ἔχουσαι τὴν πιναράν τε καὶ ἄκοσμον ἐσθῆτα καὶ τὰς ἄλλας παραλαβοῦσαι γυναῖκας καὶ τὰ τέκνα ἐπαγόμεναι βαδίζωμεν ἐπὶ τὴν Οὐετουρίας τῆς Μαρκίου μητρὸς οἰκίαν· καὶ πρὸ τῶν γονάτων αὐτῆς τὰ τέκνα θεῖσαι, δεώμεθα μετὰ δακρύων ἡμᾶς τ᾽ οἰκτείρασαν τὰς μηθενὸς κακοῦ αἰτίας καὶ τὴν ἐν ἐσχάτοις κινδύνοις οὖσαν πατρίδα προελθεῖν ἐπὶ τὸν χάρακα τῶν πολεμίων, ἄγουσαν τούς θ᾽ υἱωνοὺς καὶ τὴν μητέρα αὐτῶν καὶ ἡμᾶς ἁπάσας· ἀκολουθῶμεν γὰρ αὐτῇ τὰ παιδία ἐπαγόμεναι· ἔπειτα ἱκέτιν γενομένην τοῦ τέκνου, ἀξιοῦν καὶ δεῖσθαι μηδὲν [5] ἀνήκεστον κατὰ τῆς πατρίδος ἐξεργάσασθαι. ὀλοφυρομένης γὰρ αὐτῆς καὶ ἀντιβολούσης οἶκτός τις εἰσελεύσεται τὸν ἄνδρα καὶ λογισμὸς ἥμερος. οὐχ οὕτω στερρὰν καὶ ἄτρωτον ἔχει καρδίαν, ὥστ᾽ ἀνασχέσθαι μητέρα πρὸς τοῖς ἑαυτοῦ γόνασι κυλιομένην. ;ΚΕΦΑΛΑΙΟΝ Μ΄ [1] ὡς δ᾽ ἐπῄνεσαν αἱ παροῦσαι τὸν λόγον, [p. 183] εὐξαμένη τοῖς θεοῖς πειθὼ καὶ χάριν αὐτῶν περιθεῖναι τῇ δεήσει προῆλθεν ἐκ τοῦ τεμένους, αἱ δ᾽ ἠκολούθουν. καὶ μετὰ τοῦτο παραλαβοῦσαι τὰς ἄλλας γυναῖκας ἐπορεύοντο ἐπὶ τὴν οἰκίαν τῆς Μαρκίου μητρὸς ἀθρόαι. ἰδοῦσα δ᾽ αὐτὰς προσιούσας ἡ τοῦ Μαρκίου γυνὴ Οὐολουμνία πλησίον καθημένη τῆς ἑκυρᾶς ἐθαύμασέ τε καὶ εἶπε· τίνος δεόμεναι, γυναῖκες, ἐληλύθατε κατὰ πλῆθος εἰς οἰκίαν δύστηνον καὶ ταπεινήν; [2] καὶ ἡ Οὐαλερία ἔλεξεν· ἐν ἐσχάτοις οὖσαι κινδύνοις καὶ αὐταὶ καὶ τὰ νήπια ταῦτα καταπεφεύγαμεν ἱκέτιδες ἐπὶ σέ, ὦ Οὐετουρία, τὴν μόνην καὶ μίαν βοήθειαν, ἀξιοῦσαί δε πρῶτον μὲν οἰκτεῖραι τὴν κοινὴν πατρίδα, ἣν οὐθενὶ πώποτε γενομένην ὑποχείριον μὴ περιίδῃς ἀφαιρεθεῖσαν ὑπ᾽ Οὐολούσκων τὴν ἐλευθερίαν, εἰ δὴ καὶ φείσονται αὐτῆς κρατήσαντες, ἀλλ᾽ οὐ πρόρριζον ἐπιχειρήσουσιν ἀνελεῖν· ἔπειτα ὑπὲρ ἡμῶν αὐτῶν ἀντιβολοῦσαι καὶ τῶν δυστήνων παιδίων τούτων, ἵνα μὴ πέσωμεν εἰς ἐχθρῶν ὕβριν οὐθενὸς οὖσαι τῶν συμβεβηκότων ὑμῖν κακῶν αἴτιαι. [3] εἴ τις ἐστὶν ἐν σοὶ ψυχῆς ἡμέρου καὶ φιλανθρώπου καταλειπομένη μερίς, ἐλέησον, ὦ Οὐετουρία, γυνὴ γυναῖκας κοινωνησάσας ἱερῶν ποτε καὶ ὁσίων, καὶ παραλαβοῦσα μετὰ σεαυτῆς Οὐολουμνίαν τε τὴν ἀγαθὴν γυναῖκα καὶ τοὺς παῖδας αὐτῆς καὶ τὰς ἱκέτιδας ἡμᾶς φερούσας τὰ νήπια ταυτὶ καὶ αὐτὰς γενναίας ἴθι πρὸς τὸν υἱὸν καὶ πεῖθε καὶ [p. 184] λιπάρει καὶ μὴ ἀνῇς δεομένη, μίαν ἀντὶ πολλῶν χάριν αἰτοῦσα παρ᾽ αὐτοῦ σπείσασθαι πρὸς τοὺς ἑαυτοῦ πολίτας καὶ κατελθεῖν εἰς τὴν δεομένην ἀπολαβεῖν αὐτὸν πατρίδα· πείσεις γάρ, εὖ ἴσθι, καὶ οὐ περιόψεταί σε ἐρριμμένην παρὰ τοῖς ἑαυτοῦ ποσὶν ἀνὴρ εὐσεβής. [4] καταγαγοῦσα δὲ τὸν υἱὸν εἰς τὴν πόλιν αὐτή τ᾽ ἀθάνατον ἕξεις κλέος ὥσπερ εἰκὸς ἐκ τηλικούτου κινδύνου καὶ φόβου ῥυσαμένη τὴν πατρίδα, καὶ ἡμῖν τιμῆς τινος αἰτία παρὰ τοῖς ἀνδράσιν ἔσῃ, ὅτι τὸν οὐ δυνηθέντα ὑπ᾽ ἐκείνων διασκεδασθῆναι πόλεμον αὐταὶ διελύσαμεν· ἐκείνων τ᾽ ἀληθῶς ἔγγονοι τῶν γυναικῶν φανησόμεθα, αἳ τὸν συστάντα Ῥωμύλῳ πρὸς Σαβίνους πόλεμον αὐταὶ πρεσβευσάμεναι διελύσαντο καὶ συναγαγοῦσαι τούς θ᾽ ἡγεμόνας καὶ τὰ ἔθνη μεγάλην ἐκ μικρᾶς ἐποίησαν τὴν πόλιν. [5] καλὸς ὁ κίνδυνος, ὦ Οὐετουρία, τὸν υἱὸν κομίσασθαι, ἐλευθερῶσαι τὴν πατρίδα, σῶσαι τὰς ἑαυτῆς πολίτιδας, κλέος ἀρετῆς ἀθάνατον τοῖς ἐσομένοις καταλιπεῖν. δὸς ἡμῖν ἑκοῦσα καὶ μετὰ προθυμίας τὴν χάριν καὶ σπεῦσον, ὦ Οὐετουρία· βουλὴν γὰρ ἢ χρόνον ὁ κίνδυνος ὀξὺς ὢν οὐκ ἐπιδέχεται. {{DEFAULTSORT:Ρωμαικη Αρχαιολογια 08 31}} econ25v62fzx2u87g3c8ig5hajf069c Ρωμαϊκή Αρχαιολογία/η/21 0 23580 148487 100295 2022-08-09T13:28:19Z Αντιγόνη 235 wikitext text/x-wiki {{Κεφαλίδα | τίτλος = Κεφάλαια 21–30 | συγγραφέας = Διονύσιος ο Αλικαρνασσεύς | μεταφραστής= | ενότητα = [[Ρωμαϊκή Αρχαιολογία/η|Ῥωμαϊκὴ Ἀρχαιολογία: Λόγος η΄]] | προηγούμενο= [[Ρωμαϊκή Αρχαιολογία/η/11|Κεφάλαια 11–20]] | επόμενο = [[Ρωμαϊκή Αρχαιολογία/η/31|Κεφάλαια 31–40]] | σημειώσεις = Dionysii Halicarnasei Antiquitatum Romanarum quae supersunt, Vol I-IV. Dionysius of Halicarnassus. Karl Jacoby. In Aedibus B.G. Teubneri. Leipzig. 1885. }} ;ΚΕΦΑΛΑΙΟΝ ΚΑ΄ [1] μετὰ τοῦτο χώρα θ᾽, ὅσην διαπορεύοιτο, ὑποχείριος ἦν καὶ πόλις οὐδεμία ἠναντιοῦτο ἔξω Λαουινίου, ἣν πρώτην τε πόλιν οἱ σὺν Αἰνείᾳ κατάραντες εἰς Ἰταλίαν Τρῶες ἔκτισαν, καὶ ἀφ᾽ ἧς τὸ Ῥωμαίων ἦν γένος, ὡς καὶ πρότερόν μοι δεδήλωται. οἱ δ᾽ ἐν ταύτῃ κατοικοῦντες πάντα πρότερον ᾤοντο δεῖν ὑπομένειν, ἢ τὸ πρὸς τοὺς ἀπογόνους σφῶν Ῥωμαίους [2] πιστὸν ἐγκαταλιπεῖν. ἐγένοντο μὲν οὖν καὶ τειχομαχίαι [p. 153] τινὲς αὐτόθι καρτεραὶ καὶ πρὸ τῶν ἐρυμάτων ὀξεῖαι μάχαι· οὐ μὴν ἑάλω γε τὸ τεῖχος ἀπὸ κράτους τῇ πρώτῃ ἐφόδῳ, ἀλλ᾽ ἐδόκει χρόνου δεῖν ἡ πολιορκία καὶ τριβῆς. ἀποστὰς οὖν τῆς πολιορκίας ὁ Μάρκιος περιετάφρευε κύκλῳ τὴν πόλιν καὶ ἀπεσταύρου, τὰς ὁδοὺς φυλάττων, ἵνα μήτ᾽ ἀγορὰ μήτ᾽ ἐπικουρία τις αὐτοῖς ἔξωθεν προσγένοιτο. [3] Ῥωμαῖοι δὲ τῶν τε κεκρατημένων ἤδη πόλεων τὸν ὄλεθρον ἀκούοντες καὶ τῶν προσθεμένων τῷ Μαρκίῳ τὴν ἀνάγκην, ταῖς τε πρεσβείαις ἐνοχλούμενοι ταῖς ἀφικνουμέναις ὡς αὐτοὺς ὁσημέραι παρὰ τῶν μενουσῶν ἐν τῇ φιλίᾳ καὶ δεομένων βοηθείας, τοῦ τε Λαουινίου τὸν περιτειχισμὸν ὀρρωδοῦντες ἐν χερσὶν ὄντα, καὶ εἰ τόδε τὸ φρούριον ἁλώσεται τὸν πόλεμον ἐπὶ σφᾶς ἥξειν εὐθὺς οἰόμενοι, μίαν ὑπέλαβον ἔσεσθαι πάντων τῶν κακῶν λύσιν, εἰ [4] ψηφίσαιντο τῷ Μαρκίῳ τὴν κάθοδον. καὶ ὅ τε δῆμος ἅπας ἐβόα τοῦτο, καὶ οἱ δήμαρχοι νόμον εἰσφέρειν ὑπὲρ ἀκυρώσεως τῆς καταδίκης ἐβούλοντο· ἀλλ᾽ οἱ πατρίκιοι ἠναντιώθησαν αὐτοῖς οὐκ ἀξιοῦντες τῶν δεδικασμένων λύειν οὐθέν. μὴ γενομένου δὲ προβουλεύματος ὑπὸ τῆς βουλῆς οὐδὲ τοῖς δημάρχοις ἔτι προθεῖναι γνώμην εἰς τὸν δῆμον ἐδόκει. [5] ὃ καὶ θαυμάζειν ἄξιον, ἀφ᾽ ἧς δήποτε αἰτίας ἡ βουλὴ σπουδάζουσα τὸν ἔμπροσθεν χρόνον ὑπὲρ τοῦ Μαρκίου τότε βουλομένῳ [p. 154] τῷ δήμῳ κατάγειν αὐτὸν ἠναντιώθη· πότερα πεῖραν αὐτοῦ ποιουμένη τῆς γνώμης καὶ τῷ μὴ συγχωρεῖν ἑτοίμως ἐπὶ τὸ μᾶλλον σπουδάζειν αὐτὸν παρορμῶσα, ἢ τὰς καθ᾽ ἑαυτῆς ἀπολύσασθαι βουλομένη διαβολὰς ὑπὲρ τοῦ μηθενὸς ὧν ἔπραττεν ὁ ἀνὴρ μήτε αἰτία μήτε συνεργὸς εἶναι. χαλεπὸν γὰρ ἦν ἀπόρρητον γενόμενον αὐτῆς τὸ βούλευμα συμβαλεῖν. ;ΚΕΦΑΛΑΙΟΝ ΚΒ΄ [1] ἀκούσας δὲ ταῦτα παρ᾽ αὐτομόλων τινῶν ὁ Μάρκιος, ὡς εἶχεν ὀργῆς, εὐθὺς ἀναστήσας τὴν δύναμιν ἦγεν ἐπὶ τὴν Ῥώμην, φυλακὴν τοῦ Λαουινίου τὴν ἀρκοῦσαν καταλιπών· καὶ αὐτίκα τῆς πόλεως σταδίους τετταράκοντα ἀποσχὼν κατεστρατοπέδευσε περὶ τὰς καλουμένας Κλοιλίας τάφρους. [2] μαθοῦσι δὲ τὴν παρουσίαν αὐτοῦ τοῖς κατὰ τὴν πόλιν τοσοῦτος ἐνέπεσε θόρυβος ὡς αὐτίκα τοῖς τείχεσι τοῦ πολέμου προσάξοντος, ὥσθ᾽ οἱ μὲν ἐπὶ τὰ τείχη τὰ ὅπλα λαβόντες ἔθεον ἄνευ παραγγέλματος, οἱ δ᾽ ἐπὶ τὰς πύλας κατὰ πλῆθος ἐφέροντο χωρὶς ἡγεμόνος, οἱ δὲ τοὺς δούλους καθοπλίσαντες ἐπὶ τοῖς τέγεσι τῶν οἰκιῶν ἵστασαν, οἱ δὲ τήν τ᾽ ἄκραν καὶ τὸ Καπιτώλιον καὶ τοὺς ἄλλους ἐρυμνοὺς τόπους τῆς πόλεως κατελαμβάνοντο, γυναῖκές τε λελυμέναι τὰς κόμας ἐπὶ τὰ τεμένη καὶ τοὺς νεὼς ἔθεον ὀλοφυρόμεναί τε καὶ δεόμεναι τῶν θεῶν ἀποστρέψαι τῆς πόλεως τὸν ἐπιόντα φόβον. [3] ὡς δ᾽ ἥ τε [p. 155] νὺξ παρῆλθε καὶ τῆς ἐπιούσης ἡμέρας τὸ πλεῖστον, καὶ οὐδὲν ὧν ἐδεδοίκεσαν ἐγίνετο, ἀλλ᾽ ἔμενεν ὁ Μάρκιος ἐφ᾽ ἡσυχίας, συνέδραμον ἅπαντες εἰς τὴν ἀγορὰν οἱ δημοτικοὶ καὶ τοὺς πατρικίους ἐκάλουν εἰς τὸ βουλευτήριον, καὶ εἰ μὴ προβουλεύσουσι τῷ ἀνδρὶ τὴν κάθοδον, αὐτοὶ βουλεύσεσθαι περὶ σφῶν αὐτῶν ἔφασαν ὡς προδιδόμενοι. [4] τότε δὴ συνελθόντες εἰς τὴν βουλὴν οἱ πατρίκιοι ψηφίζονται πρεσβευτὰς πρὸς τὸν Μάρκιον ἀποστεῖλαι πέντε ἄνδρας ἐκ τῶν πρεσβυτάτων, οὓς μάλιστ᾽ ἐκεῖνος ἠσπάζετο, περὶ διαλύσεώς τε καὶ φιλίας διαλεξομένους. ἦσαν δ᾽ οἱ προχειρισθέντες ἀπ᾽ αὐτῶν ἄνδρες οἵδε, Μάρκος Μηνύκιος καὶ Πόστουμος Κομίνιος καὶ Σπόριος Λάρκιος καὶ Πόπλιος Πινάριος καὶ [5] Κόιντος Σολπίκιος, ἅπαντες ὑπατικοί. ὡς δ᾽ ἀφίκοντο ἐπὶ τὸ στρατόπεδον, καὶ ἔγνω τὴν παρουσίαν αὐτῶν ὁ Μάρκιος, καθεζόμενος ἅμα τοῖς ἐπιφανεστάτοις Οὐολούσκων τε καὶ τῶν ἄλλων συμμάχων, ἔνθα πλεῖστοι ἔμελλον ἀκούσεσθαι τῶν λεγομένων, ἐκέλευσε καλεῖν τοὺς ἄνδρας. εἰσελθόντων δ᾽ αὐτῶν ἤρξατο τοῦ λόγου Μηνύκιος, ὁ πλεῖστα κατὰ τὸν τῆς ὑπατείας χρόνον σπουδάσας ὑπὲρ αὐτοῦ, καὶ μάλιστα τοῖς δημοτικοῖς ἐναντιωθείς, καὶ ἔλεξε τοιάδε. ;ΚΕΦΑΛΑΙΟΝ ΚΓ΄ [1] ὅτι μὲν οὐ δίκαια πέπονθας ὑπὸ τοῦ δήμου, ὦ Μάρκιε, μετ᾽ αἰτίας αἰσχρᾶς ἐξελασθεὶς ἐκ τῆς πατρίδος, ἅπαντες ἴσμεν· καὶ οὐδὲν οἰόμεθά σε ποιεῖν θαυμαστόν, εἰ χαλεπαίνεις καὶ ἀγανακτεῖς ἐπὶ ταῖς τύχαις. κοινὸς γὰρ δὴ τῆς ἁπάντων φύσεως οὗτος [p. 156] ὁ νόμος, ἐχθρὸν εἶναι τῷ δράσαντι τὸ πεπονθὸς κακῶς. [2] ὅτι δ᾽ οὐ μετὰ λογισμοῦ σώφρονος ἐξετάζεις, οὓς ἀμύνεσθαί τε καὶ τιμωρεῖσθαί σοι προσῆκεν, οὐδὲ μετριάζεις περὶ τὴν ἀνάπραξιν τῆς δίκης, ἀλλ᾽ ἐν ταὐτῷ τίθεσαι τά τ᾽ ἀναίτια τοῖς αἰτίοις καὶ τὰ φίλια τοῖς πολεμίοις, νόμους τε κινεῖς φύσεως ἀκινήτους καὶ τὰ πρὸς τοὺς θεοὺς συνταράττεις ὅσια, καὶ οὐδὲ σεαυτὸν ἐξ ὧν τε καὶ ὅστις ἔφυς ἔτι μέμνησαι, τοῦτο τεθαυμάκαμεν. [3] ἥκομέν τ᾽ ἀποσταλέντες ὑπὸ τοῦ κοινοῦ πρέσβεις οἱ προὔχοντες ἡλικίᾳ τῶν πατρικίων καὶ περὶ σὲ προθυμότατοι μεμιγμένην φέροντες δικαιολογίαν παραιτήσει, καὶ ἐφ᾽ οἷς ἀξιοῦμέν σε διαλύσεσθαι τὴν ἔχθραν, πρὸς τὸν δῆμον ἀπαγγελοῦντες· πρὸς δὲ τούτοις, ἃ νομίζομεν εἶναι κάλλιστα καὶ συμφορώτατά σοι, ταῦτα παραινέσοντες. ;ΚΕΦΑΛΑΙΟΝ ΚΔ΄ [1] ἀρχέτω δ᾽ ὁ περὶ τῶν δικαίων λόγος. συνέστη τὸ δημοτικὸν ἐπὶ σοὶ παροξυνθὲν ὑπὸ τῶν δημάρχων, καὶ ἧκον ὡς ἀποκτενοῦντές σε ἄκριτον, οἷς φοβερὸς ἦσθα. τοῦτο τὸ ἔργον ἐκωλύσαμεν ἡμεῖς οἱ ἐκ τοῦ συνεδρίου καὶ παρέσχομέν σοι μηθέν, ὃ μὴ δίκαιον ἦν τότε παθεῖν. μετὰ τοῦτο προὐκαλοῦντό σε οἱ κωλυθέντες ἀνελεῖν ἐπὶ δίκην, αἰτιασάμενοι πονηροὺς κατ᾽ αὐτῶν εἰπεῖν ἐν τῇ βουλῇ λόγους. [2] ἐνέστημεν καὶ πρὸς τοῦτο, ὡς οἶσθα, καὶ οὐκ ἐπετρέψαμεν οὔτε γνώμης οὔτε λόγων ὑποσχεῖν σε δίκας. ἀποτυχόντες [p. 157] καὶ τούτου τελευτῶντες ἧκον ἐφ᾽ ἡμᾶς αἰτιώμενοί σε τυραννίδι ἐπιχειρεῖν. ταύτην αὐτὸς ὑπέμεινας ἀπολογήσασθαι τὴν αἰτίαν, ἐπειδὴ πάμπολυ ἀπεῖχες αὐτῆς, καὶ παρέσχες τοῖς δημοτικοῖς περὶ σεαυτοῦ τὴν ψῆφον ἀναλαβεῖν. [3] ἡ βουλὴ δὲ καὶ τότε παρῆν καὶ πολλὰς ἐποιεῖτο δεήσεις περὶ σοῦ. τίνος οὖν ἡμεῖς οἱ πατρίκιοι τῶν συμβεβηκότων σοι κακῶν γεγόναμεν αἴτιοι, καὶ διὰ τί πολεμεῖς ἡμῖν τοσαύτην εὔνοιαν ἀποδειξαμένοις περὶ σὲ κατὰ τὸν τότε ἀγῶνα; ἀλλὰ μὴν οὐδὲ τὸ δημοτικὸν ἅπαν ἐξελασθῆναί σε βουλόμενον εὑρέθη· δυσὶ γοῦν ψήφοις ἑάλως μόναις, ὥστ᾽ οὐδὲ τούτοις ἂν εἴης σὺν δίκῃ πολέμιος, οἵ σε ὡς οὐδὲν ἀδικοῦντα ἀπέλυσαν. [4] τίθημι δ᾽, εἰ βούλει, πᾶσι μὲν τοῖς δημόταις δόξαν, ὅλῃ δὲ τῇ βουλῇ φανὲν ταύτῃ χρήσασθαί σε τῇ συμφορᾷ, καὶ δίκαιον εἶναί σου τὸ πρὸς ἅπαντας ἡμᾶς μῖσος· ἀλλ᾽ αἱ γυναῖκές σε, ὦ Μάρκιε, τί δεινὸν εἰργάσαντο, ἀνθ᾽ ὅτου πολεμεῖς αὐταῖς; ποίαν ἐπενέγκασαι περὶ φυγῆς ψῆφον ἢ τίνας εἰποῦσαι κατὰ σοῦ πονηροὺς λόγους; [5] τί δ᾽ οἱ παῖδες ἡμῶν δράσαντες ἢ διανοηθέντες ἀδικεῖν περὶ σοῦ κινδυνεύουσιν ὑπὲρ αἰχμαλωσίας καὶ τῶν ἄλλων, ἃ παθεῖν αὐτοὺς εἰκός, ἐὰν ἡ πόλις ἁλῷ; οὐ τὰ δίκαια διαιτᾷς, ὦ Μάρκιε, καὶ εἰ τοῦτον οἴει δεῖν τὸν τρόπον τὰ ὑπαίτια καὶ ἐχθρὰ μισεῖν, ὥστε μηδὲ τῶν ἀναιτίων φείδεσθαι καὶ φιλίων, οὐκ ἄρα τὰ προσήκοντα ἀνδρὶ ἀγαθῷ [p. 158] [6] φρονεῖς. ἵνα δὲ πάντα ταῦτα ἀφῶ, τί ἂν ἔχοις εἰπεῖν, ὦ πρὸς Διός, εἴ τις ἔροιτό σε, τοὺς δὲ δὴ τάφους τῶν προγόνων τί παθὼν ὑπ᾽ αὐτῶν ἀνασκάπτεις καὶ τιμάς, ἃς κομίζονται παρ᾽ ἀνθρώπων, ἀφαιρῇ; θεῶν δὲ βωμοὺς καὶ τεμένη καὶ νεὼς τίνος ἀδικήματος ὀργῇ συλᾷς καὶ κατακαίεις καὶ ἀνατρέπεις καὶ σεβασμῶν οὐκ ἐᾷς τυγχάνειν τῶν νομίμων; τί πρὸς ταῦτα φαίης ἄν; ἐγὼ μὲν γὰρ οὐδὲν ὁρῶ. [7] ταῦτά σοι περί τε ἡμῶν αὐτῶν, ὦ Μάρκιε, τῶν ἐκ τοῦ συνεδρίου καὶ περὶ τῶν ἄλλων πολιτῶν, οὓς ἀπολέσαι προθυμῇ κακὸν οὐδὲν ὑπ᾽ αὐτῶν πεπονθώς, τάφων τε καὶ ἱερῶν καὶ πόλεως τῆς γειναμένης τε καὶ θρεψαμένης τὰ δίκαια εἰρήσθω. ;ΚΕΦΑΛΑΙΟΝ ΚΕ΄ [1] φέρε, εἰ δὲ δὴ πάντας μὲν ἀνθρώπους καὶ τοὺς μηδὲν ἀδικοῦντάς σε γυναιξὶν ὁμοῦ καὶ τέκνοις δίκας σοι δοῦναι προσῆκε, πάντας δὲ θεούς τε καὶ ἥρωας καὶ δαίμονας πόλιν τε καὶ χώραν ἀπολαῦσαι τῆς τῶν δημάρχων ἀνοίας, καὶ μηδὲν ἐξαίρετον μηδ᾽ ἀτιμώρητον ἀφεῖσθαι μέρος ὑπὸ σοῦ, οὐχ ἱκανὰς ἤδη παρὰ πάντων εἰσπέπραξαι δίκας τοσοῦτον μὲν φόνον ἐργασάμενος ἀνθρώπων, τοσαύτην δὲ χώραν πυρὶ καὶ σιδήρῳ λωβησάμενος, τοσαύτας δὲ πόλεις ἐκ βάθρων ἀναστήσας, ἑορτὰς δὲ καὶ θυσίας καὶ σεβασμοὺς θεῶν καὶ δαιμόνων ἐν πολλοῖς τόποις ἀνεόρτους ἀναγκάσας [p. 159] γενέσθαι καὶ ἀθύτους καὶ τιμῶν νομίμων ἀμοίρους; [2] ἐγὼ μὲν οὐκ ἠξίουν ἄνδρα, ὅτῳ φροντὶς ὁποσηοῦν ἀρετῆς ἐστιν, οὔτε συναναιρεῖν τοῖς ἐχθροῖς τὰ φίλια οὔτε χαλεπὸν ὀργὴν εἶναι καὶ ἀπαραίτητον εἰς τοὺς ἐξαμαρτάνοντάς τι περὶ αὐτόν, ἄλλως τε καὶ δίκας παρ᾽ [3] αὐτῶν εἰληφότα πολλὰς καὶ μεγάλας. ἃ μὲν οὖν ἀπολογεῖσθαί τε περὶ ἡμῶν αὐτῶν εἴχομεν καὶ παραιτεῖσθαί σε περὶ τῶν δημοτικῶν, ταῦτ᾽ ἐστιν, ἃ δ᾽ ὑποτίθεσθαί σοι δι᾽ εὔνοιαν οἱ τιμιώτατοι φίλων ἥκοντες καὶ ὑπισχνεῖσθαι διαλλαττομένῳ πρὸς τὴν πατρίδα, ταυτί· ἐν ᾧ τὸ δύνασθαί σοι μάλιστα ὑπάρχει καὶ τὸ θεῖον ἔτι συλλαμβάνει μετριάσαι καὶ ταμιεύεσθαι τὴν τύχην ἐνθυμηθέντα, ὅτι μεταβολὰς ἔχει πάντα τὰ πράγματα καὶ οὐδὲν ἐπὶ τῶν αὐτῶν φιλεῖ διαμένειν, νεμεσᾶταί τε πάντα ὑπὸ θεῶν τὰ ὑπερέχοντα, ὅταν εἰς ἄκρον ἐπιφανείας ἀφίκηται, καὶ τρέπεται πάλιν εἰς τὸ μηδέν. μάλιστα δὲ τοῦτο πάσχει τὰ σκληρὰ καὶ μεγάλαυχα φρονήματα καὶ τοὺς ὅρους ἐκβαίνοντα τῆς ἀνθρωπίνης φύσεως. [4] ὑπάρχει δέ σοι νῦν ἁπάντων κράτιστα καταλύσασθαι τὸν πόλεμον· ἥ τε γὰρ βουλὴ πᾶσα ὥρμηται τὴν κάθοδον ψηφίσασθαί σοι, καὶ ὁ δῆμος ἕτοιμός ἐστι νόμῳ κυρωθέντι λῦσαι τὴν ἀειφυγίαν. τί οὖν ἔτι κωλύει σε τὰς ἡδίστας καὶ τιμιωτάτας ὄψεις τῶν ἀναγκαιοτάτων σωμάτων ἀπολαβεῖν καὶ κεκομίσθαι τὴν περιμάχητον πατρίδα ἄρχειν τε ὥσπερ σοι προσῆκεν [p. 160] ἀρχόντων καὶ ἡγεῖσθαι ἡγεμόνων παισί τε καὶ ἐγγόνοις μέγιστον αὔχημα καταλιπεῖν; τούτων μέντοι τῶν ὑποσχέσεων ἡμεῖς ἐγγυηταὶ πασῶν ἐσμεν ὡς αὐτίκα μάλα γενησομένων. νῦν μὲν γὰρ οὐχὶ καλῶς εἶχε ψηφίσασθαί [5] σοι τὴν βουλὴν ἢ τὸν δῆμον οὐθὲν ἐπιεικὲς ἢ μέτριον, ἕως ἀντιπαρεστρατοπέδευκας ἡμῖν καὶ τὰ πολεμίων ἔργα δρᾷς· εἰ δ᾽ ἀποσταίης τῶν ὅπλων, ἥξει σοι τὸ περὶ τῆς καθόδου ψήφισμα φερόμενον ὑφ᾽ ἡμῶν οὐκ εἰς μακράν. ;ΚΕΦΑΛΑΙΟΝ ΚΣΤ΄ [1] ἀγαθὰ μὲν δὴ ταῦτα ὑπάρξει σοι διαλλαττομένῳ, μένοντι δ᾽ ἐπὶ τῆς ὀργῆς καὶ μὴ διαλυομένῳ τὸ μῖσος πρὸς ἡμᾶς πολλὰ καὶ χαλεπά, ἐξ ὧν ἐγὼ δύο τὰ μέγιστα νυνὶ καὶ φανερώτατα ἐρῶ. πρῶτον μὲν ὅτι δυσκόλου γενέσθαι, μᾶλλον δ᾽ ἀδυνάτου πράγματος πονηρὸν ἔρωτα ἔχεις, πόλεως τῆς Ῥωμαίων καθελεῖν τὴν ἰσχὺν καὶ ταῦτα τοῖς Οὐολούσκων ὅπλοις· ἔπειθ᾽ ὅτι σοι κατορθώσαντί τε καὶ δὴ τυχόντι πάντων ἀνθρώπων ὑπάρξει δυστυχεστάτῳ νομίζεσθαι. ἐξ ὧν δὲ ταῦτα παρίσταταί μοι περὶ σοῦ φρονεῖν, ἄκουσον, ὦ Μάρκιε, μηθὲν πρὸς τὴν ἐλευθερίαν μου τῶν λόγων τραχυνόμενος. σκόπει δὲ πρῶτον ὑπὲρ τοῦ ἀδυνάτου. [2] Ῥωμαίοις, ὡς οἶσθα καὶ σύ, πολλὴ μέν ἐστι νεότης ἐπιχώριος, ἧς εἰ τὸ στασιάζον ἐξαιρεθείη· γενήσεται δὲ τοῦτο κατὰ πολλὴν ἀνάγκην νυνὶ διὰ τόνδε τὸν πόλεμον, πάντα γὰρ ὑπὸ δέους κοινοῦ συνίστασθαι φιλεῖ τὰ διάφορα· οὐχ ὅτι Οὐολοῦσκοι κρατήσουσιν, ἀλλ᾽ οὐδὲ ἄλλο τῶν κατὰ τὴν Ἰταλίαν ἐθνῶν οὐθέν· πολλὴ [p. 161] δ᾽ ἡ Λατίνων καὶ τῶν ἄλλων συμμάχων τε καὶ ἀποίκων τῆς πόλεως ἰσχύς, ἣν ὀλίγου πᾶσαν ἐπίκουρον ἥξειν προσδέχου· στρατηγοί τε οἷος σὺ καὶ πρεσβύτεροι καὶ νέοι τοσοῦτοι τὸ πλῆθος, ὅσοι παρὰ πάσαις οὐκ εἰσὶ ταῖς ἄλλαις πόλεσι. [3] μεγίστη δὲ πασῶν βοήθεια καὶ τὰς ἐν τοῖς δεινοῖς ἐλπίδας οὐδέποθ᾽ ἡμῶν ψευσαμένη συμπάσης τ᾽ ἀμείνων ἀνθρωπίνης ἰσχύος, ἡ παρὰ τῶν θεῶν εὔνοια, δι᾽ οὓς οὐ μόνον ἐλευθέραν εἰς τόδε χρόνου τὴν πόλιν τήνδε οἰκοῦμεν ὀγδόην ἤδη τὴν νῦν γενεάν, ἀλλὰ καὶ εὐδαίμονα καὶ πολλῶν ἐθνῶν ἄρχουσαν. [4] μὴ δὲ Πεδανοῖς ἡμᾶς εἰκάσῃς μηδὲ Τολερίνοις μηδὲ τοῖς ἄλλοις μικροπολίταις, ὧν κατέσχες τὰ πολίχνια· καὶ γὰρ ἥττων ἄν τίς σου στρατηγὸς καὶ ἀπ᾽ ἐλάττονος ἢ τοσαύτης στρατιᾶς ὀλιγανθρωπίαν καὶ φαυλότητα ἐρυμάτων ἐβιάσατο· ἀλλ᾽ ἐνθυμοῦ τὸ μέγεθος τῆς πόλεως καὶ τὴν λαμπρότητα τῶν ἐν τοῖς πολέμοις πράξεων καὶ τὴν ἐκ τοῦ θείου παροῦσαν αὐτῇ τύχην, [5] δἰ ἣν ἐκ μικρᾶς τοσαύτη γέγονε. καὶ τὴν σεαυτοῦ δύναμιν, ἣν ἄγων ἔργῳ τοσῷδε ἐπιχειρεῖς, μὴ νόμιζε ἠλλάχθαι, ἀλλὰ μέμνησο ἀκριβῶς, ὅτι Οὐολούσκων τε καὶ Αἰκανῶν στρατιὰν ἐπάγῃ, οὓς ἡμεῖς οἵδε οἱ νῦν ὄντες ἐν πολλαῖς ἐνικῶμεν μάχαις, ὁσάκις ἡμῖν ἐτόλμησαν εἰς πόλεμον καταστῆναι· ὥστε σὺν τοῖς χείροσιν ἀγωνίζεσθαι μέλλων ἴσθι πρὸς τοὺς κρείττονας καὶ σὺν τοῖς ἡττωμένοις διὰ παντὸς πρὸς τοὺς νικῶντας ἀεί. [6] εἰ δὲ δὴ τἀναντία τούτων ἦν, ἐκεῖνό γέ τοι θαυμάζειν [p. 162] ἄξιον, πῶς λέληθέ σε πολεμικῶν ὄντα πραγμάτων ἔμπειρον, ὅτι τὸ παρὰ τὰ δεινὰ εὔτολμον οὐκ ἐξ ἴσου παραγίνεσθαι φιλεῖ τοῖς θ᾽ ὑπὲρ οἰκείων ἀγαθῶν ἀγωνιζομένοις καὶ τοῖς ἐπὶ τἀλλότρια πορευομένοις· οἱ μέν γ᾽ οὐδέν, ἐὰν μὴ κατορθώσωσι, βλάπτονται, τοῖς δ᾽ οὐδέν, ἐὰν πταίσωσι, καταλείπεται· καὶ τοῦ σφάλλεσθαι τὰς μεγάλας δυνάμεις ὑπὸ τῶν ἐλαττόνων καὶ τὰς κρείττους ὑπὸ τῶν φαυλοτέρων τοῦτ᾽ ἐν τοῖς μάλιστ᾽ αἴτιον ἦν. δεινὴ γὰρ ἡ ἀνάγκη, καὶ ὁ περὶ τῶν ἐσχάτων κίνδυνος ἱκανὸς θάρσος ἐνθεῖναί τινι καὶ μὴ προϋπάρχον φύσει. εἶχον ἔτι πλείω λέγειν ὑπὲρ τοῦ ἀδυνάτου, ἀλλὰ καὶ ταῦθ᾽ ἱκανά. ;ΚΕΦΑΛΑΙΟΝ ΚΖ΄ [1] εἷς ἔτι μοι καταλείπεται λόγος, ὃν εἰ μὴ μετ᾽ ὀργῆς, ἀλλ᾽ ἐκ λογισμοῦ κρινεῖς, ὀρθῶς τ᾽ εἰρῆσθαι δόξει καὶ παραστήσεταί σοι μεταμέλεια τῶν πραττομένων. τίς δ᾽ ἐστιν οὗτος ὁ λόγος; οὐδενὶ θνητῷ φύντι θεοὶ τῶν μελλόντων ἔσεσθαι βεβαίαν ἐπιστήμην ἔδωκαν ἔχειν, οὐδ᾽ ἂν εὕροις ἐκ τοῦ παντὸς αἰῶνος, ὅτῳ πάντα κατὰ νοῦν ἐχώρησε τὰ πράγματα μηδὲν ἐναντιωθείσης τῆς τύχης. [2] καὶ διὰ τοῦτο οἱ φρονήσει προὔχοντες ἑτέρων, ἣν ὁ μακρὸς βίος καὶ τὰ πολλὰ μαθήματα φέρει, πρὶν ἐγχειρεῖν ὁτῳδήποτε ἔργῳ, τὸ τέλος αὐτοῦ πρῶτον οἴονται δεῖν σκοπεῖν, οὐ θάτερον μόνον, ὃ βούλονται γενέσθαι σφίσιν, ἀλλὰ καὶ τὸ παρὰ [p. 163] γνώμην ἐκβησόμενον· μάλιστα δ᾽ οἱ τῶν πολέμων ἡγεμόνες, ὅσῳ μειζόνων τε γίνονται πραγμάτων κύριοι, καὶ τὰς αἰτίας τῶν κατορθωμάτων ἢ σφαλμάτων ἅπαντες ἐπὶ τούτους ἀναφέρουσιν. ἔπειτ᾽ ἂν μὲν εὕρωσι μηδεμίαν ἐνοῦσαν ἢ μικρὰς καὶ ὀλίγας ἐν τῷ μὴ κατορθῶσαι βλάβας, ἅπτονται τῶν ἔργων, ἐὰν δὲ πολλὰς καὶ μεγάλας, [3] ἀφίστανται. τοῦτο δὴ καὶ σὺ ποίησον καὶ σκόπει πρὸ τῶν ἔργων, ἐὰν σφαλῇς κατὰ τὸν πόλεμον καὶ μὴ πάντα ὑπάρξῃ, τί συμβήσεταί σοι παθεῖν. δι᾽ αἰτίας μὲν ἔσῃ παρὰ τοῖς ὑποδεξαμένοις, μέμψῃ δὲ καὶ αὐτὸς σεαυτόν, ὡς μείζοσιν ἐπιχειρήσας πράγμασιν ἢ δυνατοῖς· στρατιᾶς δ᾽ ἡμετέρας πάλιν ἐκεῖσε ἀφικομένης καὶ φθειρούσης τὴν ἐκείνων γῆν· οὐ γὰρ ἀνεξόμεθα μὴ ἀντιτιμωρούμενοι τοὺς ἄρξαντας ἡμᾶς κακῶς ποιεῖν· δυεῖν οὐκ ἂν ἁμάρτοις θατέρου, ἢ πρὸς αὐτῶν ἐκείνων, οἷς αἴτιος ἔσῃ συμφορῶν μεγάλων, αἰσχρῶς ἀναιρεθῆναι, ἢ πρὸς ἡμῶν, οὓς ἀποκτενῶν τε καὶ [4] δουλωσόμενος ἦλθες. τάχα δ᾽ ἂν ἐκεῖνοι, πρὶν ἐν τῷ παθεῖν τι κακὸν γενέσθαι, διαλύσεις ποιεῖσθαι πρὸς ἡμᾶς ἐπιχειροῦντες ἔκδοτον ἀξιώσειαν ἐπὶ τιμωρίᾳ σε παραδιδόναι· ὃ πολλοὶ βάρβαροί τε καὶ Ἕλληνες εἰς τοιαύτας καταστάντες τύχας ἠναγκάσθησαν ὑπομεῖναι. ἆρά γε μικρὰ καὶ οὐκ ἄξια λόγου ταῦτ᾽ εἶναί σοι δοκεῖ καὶ δέον αὐτῶν ὑπεριδεῖν ἢ κακῶν συμπάντων τὰ ἔσχατα παθεῖν; [p. 164] ;ΚΕΦΑΛΑΙΟΝ ΚΗ΄ [1] φέρε, ἐὰν δὲ δὴ κατορθώσῃς, τί τὸ θαυμαστὸν ἔσται σοι καὶ περιμάχητον ἀγαθόν, ἢ τίνας ἐξοίσῃ δόξας; καὶ γὰρ τοῦτ᾽ ἐξέτασον. πρῶτον μὲν τῶν φιλτάτων τε καὶ ἀναγκαιοτάτων ὑπάρξει σοι στερέσθαι σωμάτων, μητρὸς ἀθλίας, ᾗ γενέσεως καὶ τροφῆς καὶ τῶν ἄλλων ὧν ἔσχεν ἐπὶ σοὶ πόνων οὐ καλὰς ἀμοιβὰς ἀποδίδως· ἔπειτα γαμετῆς σώφρονος, ἣ διὰ τὸν σὸν πόθον ἐν ἐρημίᾳ καὶ χηρείᾳ κάθηται πᾶσαν ἡμέραν καὶ νύκτα τὰς σὰς φυγὰς ὀδυρομένη· πρὸς δὲ τούτοις τέκνων δυεῖν, οὓς ἐχρῆν ἀγαθῶν προγόνων ὄντας ἀπογόνους καρποῦσθαι τὰς ἐκείνων τιμὰς εὐδοξοῦντας ἐν εὐτυχούσῃ τῇ πατρίδι. [2] ὧν ἁπάντων οἰκτρὰς καὶ ἀτυχεῖς ἀναγκασθήσῃ θεωρεῖν καταστροφάς, εἰ τολμήσεις προσάγειν τοῖς τείχεσι τὸν πόλεμον· οὐ γὰρ δὴ φείσονται τῶν σῶν οὐθενὸς οἱ περὶ τῶν σφετέρων κινδυνεύοντες καὶ εἰς τὰ ὅμοια κακῶς ὑπὸ σοῦ πάσχοντες, ἀλλ᾽ εἰς αἰκισμοὺς αὐτῶν δεινοὺς καὶ ὕβρεις ἀνηλεεῖς καὶ πᾶσαν ἄλλην ἰδέαν προπηλακισμοῦ χωρήσουσιν ὑπὸ τῶν συμφορῶν βιαζόμενοι· καὶ τούτων οὐχ οἱ δρῶντες, ἀλλ᾽ ὁ τὴν ἀνάγκην αὐτοῖς ἐπιτιθεὶς αἴτιος ἔσῃ· [3] ἡδονὰς μὲν δὴ τοιαύτας καρπώσῃ κατὰ γνώμην χωρήσαντός σοι τοῦδε τοῦ ἔργου, ἔπαινον δὲ καὶ ζῆλον καὶ τιμάς, ὧν ὀρέγεσθαι χρὴ τοὺς ἀγαθοὺς ἄνδρας, σκόπει ποίας τινάς· μητροκτόνος κεκλήσῃ καὶ παιδοφόνος καὶ γυναικὸς ἀλιτήριος καὶ πατρίδος ἀλάστωρ, καὶ οὔτε θυσιῶν οὔτε σπονδῶν οὔθ᾽ ἑστίας, ὅποι ποτ᾽ [p. 165] ἂν ἀφίκῃ, κοινωνεῖν ἐθελήσει σοι τῶν εὐσεβῶν καὶ δικαίων οὐθείς, αὐτοῖς τ᾽ οὐκ ἔσῃ τίμιος, οἷς εὔνοιαν ἐνδεικνύμενος ταῦτα δρᾷς, ἀλλὰ καρπωσάμενοί τινα ἕκαστος τούτων ἐκ τῶν σῶν ἀσεβημάτων ὠφέλειαν μισήσουσι τὴν αὐθάδειαν τοῦ τρόπου. [4] ἐῶ γὰρ λέγειν, ὅτι χωρὶς τοῦ μίσους, ὃ παρὰ τῶν ἐπιεικεστάτων ἕξεις, καὶ φθόνος ἀπαντήσεται πολὺς ἐκ τῶν ἴσων καὶ φόβος ἐκ τῶν ἡσσόνων καὶ δι᾽ ἄμφω ταῦτ᾽ ἐπιβουλαὶ καὶ ἄλλα πολλὰ καὶ χαλεπά, ὅσα εἰκὸς συμπεσεῖν ἀνδρὶ ἐρήμῳ φίλων καὶ ἐν ξένῃ ὄντι γῇ. τὰς γὰρ δὴ παρὰ θεῶν τε καὶ δαιμόνων ἐπιπεμπομένας τοῖς ἀνόσια καὶ δεινὰ διαπραξαμένοις ἐρινύας ἐῶ, ὑφ᾽ ὧν αἰκιζόμενοι ψυχάς τε καὶ σώματα κακοὺς μὲν διαντλοῦσι βίους, [5] οἰκτρὰς δ᾽ ὑπομένουσι τελευτάς. ταῦτ᾽ ἐνθυμηθείς, ὦ Μάρκιε, μετάγνωθι καὶ παῦσαι μνησικακῶν τῇ σεαυτοῦ πατρίδι· τύχην τε πάντων αἰτίαν ἡγησάμενος ὧν πέπονθας πρὸς ἡμῶν ἢ δέδρακας ἡμᾶς κακῶν, ἄπιθι χαίρων ἐπὶ τὰ οἰκεῖα, καὶ κόμισαι μητρός τε περιβολὰς προσηνεστάτας καὶ γυναικὸς τε φιλοφροσύνας ἡδίστας καὶ τέκνων ἀσπασμοὺς γλυκυτάτους, καὶ σεαυτὸν ἀπόδος ὀφείλημα κάλλιστον τῇ γειναμένῃ σε καὶ τηλικοῦτον ἄνδρα παιδευσαμένῃ πατρίδι. ;ΚΕΦΑΛΑΙΟΝ ΚΘ΄ [1] τοιαῦτα διεξελθόντος τοῦ Μηνυκίου μικρὸν ἐπισχὼν ὁ Μάρκιος εἶπε· σοὶ μέν, ὦ Μηνύκιε, καὶ ὑμῖν τοῖς ἅμα τούτῳ πεμφθεῖσιν ὑπὸ τῆς βουλῆς φίλος εἰμὶ καὶ πρόθυμος, εἴ τι δύναμαι, ποιεῖν [p. 166] ἀγαθόν, ὅτι μοι καὶ πρότερον, ὅτε πολίτης ὑμέτερος ἦν καὶ τὰ κοινὰ ἔπραττον, ἐν πολλοῖς καὶ ἀναγκαίοις ἐγένεσθε καιροῖς χρήσιμοι, καὶ μετὰ τὴν φυγὴν οὐκ ἀπεστράφητέ με καταφρονήσει τῆς τότε τύχης, ὡς οὔτε φίλους εὖ ποιεῖν δυνάμενον ἔτι οὔτ᾽ ἐχθροὺς κακῶς, ἀλλὰ χρηστοὶ καὶ βέβαιοι διεμείνατε φίλοι μητρός τε τῆς ἐμῆς κηδόμενοι καὶ γυναικὸς καὶ τέκνων, καὶ τὰς συμφορὰς αὐτοῖς κουφοτέρας ποιοῦντες ταῖς ἰδίαις ἐπιμελείαις. [2] τοῖς δ᾽ ἄλλοις Ῥωμαίοις ἀπέχθομαί τ᾽ ὡς δύναμαι μάλιστα καὶ πολεμῶ καὶ οὐδέποτε μισῶν αὐτοὺς παύσομαι· οἵ με ἀντὶ πολλῶν καὶ καλῶν ἔργων, ἐφ᾽ οἱς τιμᾶσθαι προσῆκεν, ὡς τὰ μέγιστα ἐξημαρτηκότα περὶ τὸ κοινὸν αἰσχρῶς ἐξήλασαν ἐκ τῆς πατρίδος, οὔτε μητέρα αἰδεσθέντες τὴν ἐμὴν οὔτε παιδία ἐλεήσαντες οὔτ᾽ ἄλλο πάθος ἥμερον οὐδὲν ἐπὶ ταῖς ἐμαῖς λαβόντες τύχαις. [3] μαθόντες δὲ τοῦτο, εἰ μὲν αὐτοὶ δεῖσθέ του παρ᾽ ἡμῶν, λέγετε μηθὲν ὀκνοῦντες, ὡς οὐθενὸς ἀτυχήσοντες τῶν δυνατῶν, περὶ δὲ φιλίας καὶ διαλλαγῶν, ἃς ἀξιοῦτέ με ποιήσασθαι πρὸς τὸν δῆμον ἐπὶ ταῖς ἐλπίσι τῆς καθόδου, παύσασθε διαλεγόμενοι. πάνυ γὰρ ἀγαπητῶς δεξαίμην ἂν εἰς τοιαύτην κατελθεῖν πόλιν, ἐν ᾗ τὰ μὲν τῆς ἀρετῆς ἆθλα ἡ κακία φέρεται, τὰς δὲ τῶν κακούργων τιμωρίας οἱ μηδὲν ἡμαρτηκότες ὑπομένουσιν. [4] ἐπεί, φέρε, πρὸς θεῶν εἴπατέ μοι, τίνος ἀδικήματος αἰτίᾳ ταύτης ἐγὼ πεπείραμαι τῆς τύχης, ἢ ποῖον ἐπιτηδεύσας ἔργον ἀνάξιον τῶν ἐμαυτοῦ προγόνων; πρώτην ἐστρατευσάμην [p. 167] ἔξοδον κομιδῇ νέος ὤν, ὅτε πρὸς τοὺς βασιλεῖς βίᾳ κατιόντας ἠγωνιζόμεθα. ἐκ ταύτης τῆς μάχης ἀριστείοις ἀνεδούμην ὑπὸ τοῦ στρατηγοῦ στεφάνοις πολίτην ὑπερασπίσας καὶ πολέμιον ἀποκτείνας. [5] ἔπειθ᾽ ὅσας ἄλλας ἱππικὰς καὶ πεζικὰς ἠγωνισάμην μάχας, ἐπιφανὴς ἐν ἁπάσαις ἐγενόμην καὶ τἀριστεῖα ἐξ ἁπασῶν ἔλαβον· καὶ οὔτε πόλις ἐκ τειχομαχίας ἑάλω τις, ἧς οὐκ ἐγὼ πρῶτος ἐπέβην ἢ μόνος ἢ σὺν ὀλίγοις, οὔτε φυγὴ πολεμίων ἐκ παρατάξεως ἐγένετο, ἧς οὐκ ἐμὲ αἰτιώτατον γενέσθαι πάντες οἱ παρόντες ὡμολόγουν, οὔτ᾽ ἄλλο τῶν λαμπρῶν ἢ γενναίων ἐν πολέμοις ἔργων οὐθὲν ἄνευ τῆς ἐμῆς εἴτ᾽ εὐτολμίας εἴτ᾽ εὐτυχίας ἐπράχθη. ;ΚΕΦΑΛΑΙΟΝ Λ΄ [1] καὶ ταυτὶ μὲν ἴσως ἂν ἔχοι τις καὶ ἕτερος ὑπὲρ αὑτοῦ γενναῖος ἀνήρ, εἰ μὴ καὶ τοσαῦτα, λέγειν· ἀλλὰ πόλιν ὅλην τίς δύναιτ᾽ ἂν καυχήσασθαι στρατηγὸς ἢ λοχαγὸς ἑλών, ὥσπερ ἐγὼ τὴν Κοριολανῶν, καὶ τῆς αὐτῆς ἡμέρας ὁ αὐτὸς ἀνὴρ στρατιὰν πολεμίων τρεψάμενος, ὥσπερ ἐγὼ τὴν Ἀντιατῶν ἐπίκουρον τοῖς πολιορκουμένοις ἀφικομένην; [2] ἐῶ γὰρ λέγειν, ὅτι τοιαύτας ἀρετὰς ἀποδειξάμενος, ἐξόν μοι λαβεῖν ἐκ τῶν λαφύρων πολὺν μὲν χρυσόν, πολὺν δ᾽ ἄργυρον ἀνδράποδά τε καὶ ὑποζύγια καὶ βοσκήματα καὶ γῆν πολλὴν καὶ ἀγαθὴν οὐκ ἠξίωσα, ἀλλ᾽ ἀνεπίφθονον ὡς μάλιστα βουληθεὶς ἐμαυτὸν παρασχεῖν, πολεμιστὴν ἵππον ἕνα μόνον ἐκ τῶν λαφύρων ἔλαβον καὶ τὸν ἐμαυτοῦ ξένον ἐκ τῶν αἰχμαλώτων, τὸν δ᾽ ἄλλον πλοῦτον [p. 168] [3] εἰς τὸ κοινὸν ἔθηκα φέρων. πότερον οὖν τιμωρίας ἄξιος ἦν ἐπὶ τούτοις ὑπέχειν, ἢ τιμὰς λαμβάνειν, καὶ πότερον ὑπὸ τοῖς κακίστοις γενέσθαι τῶν πολιτῶν, ἢ τὰ δίκαια τάττειν αὐτὸς τοῖς ἥττοσιν; ἀλλ᾽ οὐ διὰ ταῦτά με ἀπήλασεν ὁ δῆμος, ἀλλ᾽ ὅτι περὶ τὸν ἄλλον βίον ἀκόλαστος καὶ πολυτελὴς καὶ παράνομος ἦν; καὶ τίς ἂν ἔχοι δεῖξαί τινα διὰ τὰς ἐμὰς παρανόμους ἡδονὰς ἢ τὴν πατρίδα φεύγοντα ἢ τὴν ἐλευθερίαν ἀπολωλεκότα ἢ χρημάτων στερόμενον ἢ ἄλλῃ τινὶ συμφορᾷ χρησάμενον; ἀλλ᾽ οὐδὲ τῶν ἐχθρῶν με οὐδεὶς πώποτε ᾐτιάσατο οὐδὲ διέβαλεν ἐπ᾽ οὐδενὶ τούτων, ἀλλ᾽ ὑπὸ πάντων ἐμαρτυρεῖτό μοι καὶ ὁ καθ᾽ ἡμέραν ἀνεπίληπτος εἶναι βίος. [4] ἀλλ᾽ ἡ προαίρεσις, νὴ Δία, φαίη τις ἄν, ἡ τῶν πολιτευμάτων σου μισηθεῖσα ταύτην ἐξειργάσατό σοι τὴν συμφοράν. ἐξὸν γὰρ ἑλέσθαι τὴν κρείττω μερίδα τὴν χείρονα εἵλου καὶ διετέλεις ἅπαντα καὶ λέγων καὶ πράττων, ἐξ ὧν καταλυθήσεται μὲν ἡ πάτριος ἀριστοκρατία, κύριος δ᾽ ἔσται τῶν κοινῶν ὄχλος ἀμαθὴς καὶ πονηρός. ἀλλ᾽ ἔγωγε τἀναντία ἔπραττον, ὦ Μηνύκιε, καὶ ὅπως ἡ βουλὴ τῶν κοινῶν διὰ παντὸς ἐπιμελήσεται καὶ ὁ πάτριος διαμενεῖ κόσμος τῆς πολιτείας προὐνοούμην. [5] ἀντὶ τούτων μέντοι τῶν καλῶν ἐπιτηδευμάτων, ἃ τοῖς προγόνοις ἡμῶν ζηλωτὰ εἶναι ἐδόκει, τὰς εὐτυχεῖς ταύτας καὶ μακαρίας κεκόμισμαι παρὰ τῆς πατρίδος ἀμοιβάς, οὐχ ὑπὸ τοῦ δήμου μόνον ἐξελασθείς, ὦ Μηνύκιε, ἀλλὰ πολὺ πρότερον [p. 169] ὑπὸ τῆς βουλῆς, ἣ κατ᾽ ἀρχὰς ἐπαίρουσά με κεναῖς ἐλπίσιν, ἡνίκα τοῖς δημάρχοις τυραννίδα περιβαλλομένοις ἠναντιούμην, ὡς αὐτὴ παρέξουσα τὸ ἀσφαλές, ἐπειδὴ κίνδυνόν τιν᾽ ἐκ τῶν δημοτικῶν ὑπείδετο, [6] ἀπέστη καὶ παρέδωκέ με τοῖς ἐχθροῖς. σὺ μέντοι τότ᾽ αὐτὸς ὕπατος ἦσθα, ὦ Μηνύκιε, ὅτι τὸ προβούλευμα τὸ περὶ τῆς δίκης ἐγένετο, καὶ ἡνίκα Οὐαλέριος ὁ παραδιδόναι με τῷ δήμῳ παραινῶν σφόδρα ἐπὶ τοῖς λόγοις εὐδοκίμει, κἀγὼ δεδιώς, μὴ ψήφου δοθείσης ὑπὸ τῶν συνέδρων ἁλῶ, συνέγνων καὶ παρέξειν ἐμαυτὸν ὑπεσχόμην ἑκόντα ἐπὶ τὴν δίκην. {{DEFAULTSORT:Ρωμαικη Αρχαιολογια 08 21}} 3ra4rpdr2i6k1qho3fupwrqmg5ih992 Ρωμαϊκή Αρχαιολογία/η/11 0 23581 148499 100296 2022-08-09T13:48:50Z Αντιγόνη 235 wikitext text/x-wiki {{Κεφαλίδα | τίτλος = Κεφάλαια 11–20 | συγγραφέας = Διονύσιος ο Αλικαρνασσεύς | μεταφραστής= | ενότητα = [[Ρωμαϊκή Αρχαιολογία/η|Ῥωμαϊκὴ Ἀρχαιολογία: Λόγος η΄]] | προηγούμενο= [[Ρωμαϊκή Αρχαιολογία/η/01|Κεφάλαια 01–10]] | επόμενο = [[Ρωμαϊκή Αρχαιολογία/η/21|Κεφάλαια 21–30]] | σημειώσεις = Dionysii Halicarnasei Antiquitatum Romanarum quae supersunt, Vol I-IV. Dionysius of Halicarnassus. Karl Jacoby. In Aedibus B.G. Teubneri. Leipzig. 1885. }} ;ΚΕΦΑΛΑΙΟΝ ΙΑ΄ [1] ταύτας οἱ πρέσβεις τὰς ἀποκρίσεις λαβόντες ἀπήγγειλαν τῷ πλήθει τῶν Οὐολούσκων. συναχθείσης οὖν αὖθις ἐκκλησίας μετὰ τοῦτο κυροῦται δόγμα κοινὸν τοῦ ἔθνους προειπεῖν Ῥωμαίοις τὸν πόλεμον. ἔπειθ᾽ αἱροῦνται στρατηγοὺς αὐτοκράτορας τοῦ πολέμου Τύλλον τε καὶ Μάρκιον δυνάμεις τε ψηφίζονται καταγράφειν καὶ χρήματ᾽ εἰσφέρειν καὶ τἆλλα παρασκευάσασθαι, [2] ὅσων ὑπελάμβανον δεήσειν τῷ πολέμῳ. μελλούσης δὲ διαλύεσθαι τῆς ἐκκλησίας ἀναστὰς ὁ Μάρκιος ἔφησεν· [p. 139] α μὲν ἐψήφισται τὸ κοινὸν ὑμῶν, ἔχει καλῶς καὶ γινέσθω κατὰ τὸν οἰκεῖον ἕκαστα καιρόν· ἐν ὅσῳ δὲ τὰ στρατεύματα μέλλετε καταγράφειν καὶ τἆλλα εὐτρεπίζειν ἕξοντά τινας ὥσπερ εἰκὸς ἀσχολίας καὶ διατριβάς, ἐγὼ καὶ Τύλλος ἔργου ἐχώμεθα. ὅσοις οὖν ὑμῶν βουλομένοις ἐστὶ προνομεῦσαι τὴν τῶν πολεμίων καὶ πολλὴν ἀποτεμέσθαι λείαν, ἴτε σὺν ἡμῖν. ὑποδέχομαι δ᾽ ὑμῖν, ἐὰν θεὸς συλλάβῃ, πολλὰς καὶ καλὰς δώσειν ὡφελείας. [3] ἔτι γὰρ ἀπαράσκευοί εἰσι Ῥωμαῖοι δύναμιν οὔπω συνεστηκυῖαν ὁρῶντες ὑμετέραν, ὥστ᾽ ἀδεῶς ἡμῖν ὑπάρξει πᾶσαν ὅσην ἂν βουλώμεθα τῆς ἐκείνων χώρας καταδραμεῖν. ;ΚΕΦΑΛΑΙΟΝ ΙΒ΄ [1] ἀποδεξαμένων δὲ καὶ ταύτην τὴν γνώμην τῶν Οὐολούσκων ἐξῄεσαν οἱ στρατηγοὶ διὰ ταχέων, πρὶν ἔκπυστα γενέσθαι Ῥωμαίοις τὰ βουλεύματα, πολλὴν ἐπαγόμενοι στρατιὰν ἑκούσιον· ἧς μέρος μὲν ὁ Τύλλος ἔχων εἰς τὴν Λατίνων χώραν ἐνέβαλεν, ἵνα περισπάσειε τῶν πολεμίων τὴν ἐκεῖθεν ἐπικουρίαν, τὸ δὲ λοιπὸν ὁ Μάρκιος ἄγων ἐπὶ τὴν Ῥωμαίων ἤλασεν. [2] οἷα δ᾽ ἀπροσδοκήτου τοῦ κακοῦ τοῖς κατὰ τὴν χώραν διατρίβουσιν ἐπιπεσόντος πολλὰ μὲν ἑάλω σώματα Ῥωμαίων ἐλεύθερα, πολλὰ δ᾽ ἀνδράποδα, βοῶν τε καὶ ὑποζυγίων καὶ τῶν ἄλλων βοσκημάτων χρῆμα οὐκ ὀλίγον· σῖτός θ᾽ ὅσος ἐγκατελήφθη καὶ σίδηρος καὶ ὅσοις ἄλλοις χώρα γεωργεῖται, τὰ μὲν ἡρπάσθη, τὰ δὲ διεφθάρη. τελευτῶντες γὰρ καὶ πῦρ εἰς τὰς αὐλὰς φέροντες ἐνέβαλλον Οὐολοῦσκοι, ὥστε πολλοῦ χρόνου μηδ᾽ [p. 140] [3] ἀναλαβεῖν αὐτὰς δύνασθαι τοὺς ἀποβαλόντας. μάλιστα δὲ τοῦτ᾽ ἔπασχον αἱ τῶν δημοτῶν κτήσεις, αἱ δὲ τῶν πατρικίων ἔμειναν ἀσινεῖς· εἰ δέ τινες ἐβλάβησαν, εἰς ἀνδράποδα καὶ βοσκήματα ἔδοξαν βλαβῆναι. τοῦτο γὰρ ὑπὸ τοῦ Μαρκίου παρηγγέλλετο τοῖς Οὐολούσκοις, ἵνα δἰ ὑποψίας ἔτι μᾶλλον οἱ πατρίκιοι γένοιντο τοῖς δημοτικοῖς καὶ μὴ ἐξαιρεθείη τὸ στασιάζον ἐκ τῆς πόλεως, [4] ὅπερ καὶ συνέβη. ὡς γὰρ ἠγγέλθη τοῖς Ῥωμαίοις ἡ καταδρομὴ τῆς χώρας, καὶ ἔγνωσαν οὐκ ἐξ ἴσου γεγονυῖαν ἅπασι τὴν συμφοράν, κατεβόων μὲν τῶν πλουσίων οἱ πένητες ὡς ἐπαγόντων σφίσι τὸν Μάρκιον, ἀπελογοῦντο δ᾽ οἱ πατρίκιοι καὶ κακουργίαν τινὰ τοῦ στρατηγοῦ ταύτην ἀπέφαινον. βοηθεῖν δὲ τοῖς ἀπολλυμένοις ἢ σώζειν τὰ περιόντα δι᾽ ὑποψίαν τ᾽ ἀλλήλων καὶ δέος προδοσίας οὐθεὶς ἠξίου· ὥστε κατὰ πολλὴν ἄδειαν ὁ Μάρκιος ἀπῆγε τὴν στρατιὰν καὶ κατέστησεν ἅπαντας ἐπὶ τὰ οἰκεῖα παθόντας μὲν οὐδὲν δεινόν, δράσαντας δ᾽ ὅσα ἠξίουν, καὶ πολλῶν εὐπορήσαντας χρημάτων. [5] ἧκε δὲ καὶ ὁ Τύλλος ὀλίγον ὕστερον ἐκ τῆς Λατίνων χώρας πολλὰς ἐπαγόμενος ὠφελείας· οὐδὲ γὰρ ἐκεῖ δύναμιν ἔσχον ὁμόσε χωρεῖν τοῖς πολεμίοις μαχησόμενοι ἀπαράσκευοί τ᾽ ὄντες καὶ παρ᾽ ἐλπίδα τοῦ δεινοῦ σφίσιν ἐπιπεσόντος. ἐκ δὲ τούτου πᾶσα πόλις ἐπῆρτο ταῖς ἐλπίσι, καὶ θᾶττον ἢ ὡς ἄν τις ὑπέλαβεν ἥ τε καταγραφὴ τῶν στρατιωτῶν ἐγίνετο, καὶ τἆλλα ὑπηρετεῖτο, ὅσων τοῖς στρατηγοῖς ἔδει. [p. 141] ;ΚΕΦΑΛΑΙΟΝ ΙΓ΄ [1] ἐπειδὴ δὲ συνῆκτο ἤδη πᾶσα ἡ δύναμις, ἐβουλεύετο μετὰ τοῦ συνάρχοντος ὁ Μάρκιος, ὅπως χρηστέον τοῖς λοιποῖς πράγμασιν. ἔφη δ᾽ οὖν λέγων· ἐμοὶ δοκεῖ, ὦ Τύλλε, κράτιστον εἶναι νείμασθαι τὰς δυνάμεις ἡμᾶς διχῇ· ἔπειτα τὸν μὲν ἕτερον ἡμῶν ἄγοντα τοὺς ἀκμαιοτάτους καὶ προθυμοτάτους ὁμόσε χωρεῖν τοῖς πολεμίοις μαχησόμενον, καὶ εἰ μὲν ὑπομενοῦσιν εἰς χεῖρας ἡμῖν ἰέναι μιᾷ κρῖναι τὸν ἀγῶνα μάχῃ, εἰ δ᾽ ἀποκνήσουσιν, ὡς ἐγὼ πείθομαι, στρατιᾷ νεοσυλλέκτῳ καὶ ἡγεμόσιν ἀπείροις πολέμου τὸν ὑπὲρ τῶν ὅλων κίνδυνον ἐπιτρέπειν, τήν τε χώραν αὐτῶν ἐπιόντα πορθεῖν καὶ τοὺς συμμάχους περισπᾶν καὶ τὰς ἀποικίας ἀναιρεῖν καὶ πᾶν ἄλλο κακὸν ὅ τι δύναιτο ποιεῖν. [2] τὸν δ᾽ ἕτερον ἐνθάδε ὑπομένοντα φυλακὴν ποιεῖσθαι τῆς τε χώρας καὶ τῶν πόλεων, μὴ λάθωσιν ἀφυλάκτοις ἐπιπεσόντες αὐτοῖς οἱ πολέμιοι, καὶ πρᾶγμα αἴσχιστον πάθωμεν, ἐν ᾧ τῶν ἀπόντων ἐφιέμεθα τὰ παρόντα ἀφαιρεθέντες. ἀλλὰ χρὴ τὸν ἐνθάδε ὑπομένοντα ἤδη τείχη τ᾽ ἀνορθοῦν, ὅσα πέπτωκε, καὶ τάφρους ἀνακαθαίρειν καὶ φρούρια ὀχυροῦν, ἵνα τοῖς γεωργοῦσι τὴν χώραν ὑπάρχωσι καταφυγαί, στρατιάν τ᾽ ἄλλην προσκαταγράφειν καὶ τροφὰς τοῖς ἔξω οὖσιν ἐπιχορηγεῖν καὶ ὅπλα χαλκεύειν καὶ εἴ τι ἄλλο ἀναγκαῖον ἔσται πρᾶγμα ὀξέως ὑπηρετεῖν. [3] δίδωμι δέ σοι τὴν αἵρεσιν, εἴτε τῆς ὑπερορίου στρατιᾶς εἴτε τῆς ἐνθάδε ὑπομενούσης ἐθέλεις στρατηγεῖν. ταῦτα λέγοντος αὐτοῦ σφόδρα [p. 142] ἠγάσθη τὴν γνώμην ὁ Τύλλος, καὶ τὸ δραστήριον τοῦ ἀνδρὸς εἰδὼς καὶ ἐπιτυχὲς ἐπέτρεψεν ἐκείνῳ τῆς ἔξω στρατιᾶς ἄρχειν. ;ΚΕΦΑΛΑΙΟΝ ΙΔ΄ [1] καὶ ὁ Μάρκιος οὐθὲν ἔτι διαμελλήσας ἧκεν ἄγων τὴν δύναμιν ἐπὶ Κιρκαίαν πόλιν, ἐν ᾗ κληροῦχοι Ῥωμαίων ἦσαν ἅμα τοῖς ἐπιχωρίοις πολιτευόμενοι, καὶ παραλαμβάνει τὴν πόλιν ἐξ ἐφόδου. ὡς γὰρ ἔγνωσαν οἱ Κιρκαῖοι κρατουμένην σφῶν τὴν χώραν καὶ προσάγουσαν τῷ τείχει τὴν στρατιάν, ἀνοίξαντες τὰς πύλας ἐξῄεσαν ὁμόσε τοῖς πολεμίοις ἄνοπλοι παραλαβεῖν τὴν πόλιν ἀξιοῦντες· ὅπερ αὐτοῖς αἴτιον τοῦ μηδὲν παθεῖν ἀνήκεστον ἐγένετο. [2] οὔτε γὰρ αὐτῶν ἀπέκτεινεν ὁ στρατηγὸς οὐδένα, οὔτ᾽ ἐξήλασεν ἐκ τῆς πόλεως· ἐσθῆτα δὲ τοῖς στρατιώταις καὶ τροφὰς εἰς μῆνα ἱκανὰς καὶ ἀργύριόν τι μέτριον λαβὼν ἀπῆγε τὴν δύναμιν ὀλίγην μοῖραν ἐν τῇ πόλει καταλιπὼν τῆς τ᾽ ἀσφαλείας τῶν ἐνοικούντων ἕνεκα, μή τι ὑπὸ Ῥωμαίων πάθωσι κακόν, [3] καὶ τοῦ μηδὲν ὕστερον νεωτερίσαι. εἰς δὲ τὴν Ῥώμην ὡς ἠγγέλθη τὰ γενόμενα πολὺ πλείων ταραχὴ καὶ θόρυβος ἦν τῶν μὲν πατρικίων τὸν δῆμον ἐχόντων δι᾽ αἰτίας, ὅτι πολεμιστὴν ἄνδρα καὶ δραστήριον καὶ φρονήματος εὐγενοῦς μεστὸν ψευδεῖ περιβαλόντες αἰτίᾳ τῆς πόλεως ἀπήλασαν καὶ παρεσκεύασαν ἡγεμόνα Οὐολούσκοις γενέσθαι· [4] τῶν δὲ προεστηκότων τοῦ δήμου κατηγορίας τοῦ συνεδρίου ποιουμένων καὶ τὸ πρᾶγμα ὅλον ἐξ ἐπιβουλῆς ὑπ᾽ ἐκείνων κατεσκευάσθαι λεγόντων [p. 143] τόν τε πόλεμον οὐ κοινὸν ἅπασιν, ἀλλὰ σφίσι μόνοις ἐπάγεσθαι σκηπτομένων· καὶ ἦν τὸ κακοηθέστατον τοῦ δήμου μέρος ἅμα τούτοις. στρατιὰς δὲ καταγράφειν ἢ καλεῖν τοὺς συμμάχους ἢ παρασκευάσασθαι τὰ κατεπείγοντα διὰ τὰ πρὸς ἀλλήλους ἔχθη καὶ τὰς ἐν ταῖς ἐκκλησίαις κατηγορίας οὐδ᾽ εἰς νοῦν ἐλάμβανον. ;ΚΕΦΑΛΑΙΟΝ ΙΕ΄ [1] τοῦτο καταμαθόντες οἱ πρεσβύτατοι τῶν Ῥωμαίων συστραφέντες ἔπειθον ἰδίᾳ τε καὶ ἐν κοινῷ τοὺς στασιωδεστάτους τῶν δημοτικῶν παύσασθαι τῶν εἰς τοὺς πατρικίους ὑποψιῶν τε καὶ κατηγοριῶν· διδάσκοντες ὡς εἰ δι᾽ ἑνὸς ἀνδρὸς ἐπιφανοῦς φυγὴν τοσοῦτος κίνδυνος κατέσχε τὴν πόλιν, τί χρὴ προσδοκᾶν, ἐὰν ἀναγκασθῶσιν οἱ πολλοὶ τῶν πατρικίων προπηλακισθέντες ὑπὸ τοῦ δήμου ταὐτὸ φρονῆσαι· καὶ κατέσχον οὗτοι τὴν ἀκοσμίαν τοῦ πλήθους. [2] παυσαμένου δὲ τοῦ πολλοῦ θορύβου συνελθοῦσα ἡ βουλὴ τοῖς μὲν ἀπὸ τοῦ κοινοῦ τῶν Λατίνων παροῦσι ἐπὶ συμμαχίας αἴτησιν ἀπεκρίνατο, μὴ ῥᾴδιον εἶναι σφίσι βοήθειαν ἀποστέλλειν κατὰ τὸ παρόν· αὐτοῖς δ᾽ ἐκείνοις ἐπιτρέπειν τὴν ἑαυτῶν στρατιὰν καταγράφειν καὶ ἡγεμόνας τῆς δυνάμεως ἰδίους ἐκπέμπειν τε, ὅταν αὐτοὶ ἐκπέμψωσι δύναμιν. ἐν γὰρ ταῖς συνθήκαις, αἷς ἐποιήσαντο πρὸς αὐτοὺς περὶ φιλίας, ἀπόρρητον ἦν τούτων ἑκάτερον. [3] τοῖς δ᾽ ὑπάτοις ἐφῆκαν στρατόν τε [p. 144] συναγαγεῖν ἐκ καταλόγου καὶ τὴν πόλιν διὰ φυλακῆς ἔχειν καὶ τοὺς συμμάχους παρακαλεῖν, εἰς ὕπαιθρον δὲ μήπω τὰς δυνάμεις ἐξάγειν, ἕως ἂν ἅπαντα εὐτρεπῆ γένηται. καὶ ὁ δῆμος ταῦτ᾽ ἐπεκύρωσεν. ἦν δὲ βραχὺς ὁ λειπόμενος τῆς ἀρχῆς τοῖς ὑπάτοις χρόνος, ὥστ᾽ οὐδὲν ἔφθασαν τῶν ἐψηφισμένων ἐπὶ τέλος ἀγαγεῖν, ἀλλὰ παρέδοσαν ἡμιτελῆ πάντα τοῖς μεθ᾽ ἑαυτοὺς ὑπάτοις. ;ΚΕΦΑΛΑΙΟΝ ΙΣΤ΄ [1] οἱ δὲ παρὰ τούτων τὴν ἀρχὴν παραλαβόντες, Σπόριος Ναύτιος καὶ Σέξτος Φούριος, στρατιάν θ᾽ ὅσην ἐδύναντο πλείστην ἐκ τοῦ πολιτικοῦ κατεστήσαντο καταλόγου, καὶ φρυκτωρίας καὶ σκοποὺς ἐν τοῖς ἐπικαιροτάτοις φρουρίοις ἔταξαν, ἵνα μηδὲν ἀγνοήσωσι τῶν ἐπὶ τῆς χώρας πραττομένων· χρήματά τε καὶ σῖτον καὶ ὅπλα ἐν ὀλίγῳ χρόνῳ πολλὰ ἡτοιμάσαντο. [2] τὰ μὲν οὖν οἰκεῖα παρεσκεύαστο αὐτοῖς ὡς ἐνῆν ἄριστα, καὶ οὐδὲν αὐτῶν ἔτι δεῖν ἐδόκει· τὰ δὲ συμμαχικὰ οὐχ ἅπαντα ὑπήκουε προθύμως ἑκούσιά τ᾽ οὐκ ἦν, οἷα συνάρασθαι τοῦ πολέμου, ὥστ᾽ οὐδὲ προσαναγκάζειν αὐτὰ ἠξίουν φοβούμενοι προδοσίαν. ἤδη δέ τινα καὶ ἀφίστατο αὐτῶν ἐκ τοῦ φανεροῦ καὶ τοῖς Οὐολούσκοις συνελάμβανε. [3] πρῶτοι δ᾽ ἦρξαν Αἰκανοὶ τῆς ἀποστάσεως, ἅμα τῷ συστῆναι τὸν πόλεμον εὐθὺς ἐλθόντες ὡς τοὺς Οὐολούσκους καὶ συμμαχίαν μεθ᾽ ὅρκων συνθέμενοι, στρατιάν τ᾽ ἀπέστειλαν οὗτοι τῷ Μαρκίῳ πλείστην τε καὶ προθυμοτάτην. ἀρξαμένων δὲ τούτων [p. 145] πολλοὶ καὶ τῶν ἄλλων συμμάχων κρύφα συνελάμβανον τοῖς Οὐολούσκοις οὐκ ἀπὸ ψηφισμάτων οὐδ᾽ ἀπὸ κοινοῦ δόγματος ἀποστέλλοντες αὐτοῖς τὰς συμμαχίας, εἰ δέ τισιν ἦν βουλομένοις μετέχειν τῆς στρατείας τῶν σφετέρων, οὐχ ὅπως ἀποτρέποντες, ἀλλὰ καὶ παρορμῶντες. [4] ἐγεγόνει τ᾽ ἐν οὐ πολλῷ χρόνῳ τοσαύτη δύναμις περὶ τοὺς Οὐολούσκους, ὅσην οὐ πώποτ᾽ ἔσχον, ὅτε μάλιστ᾽ ἤκμαζον ταῖς πόλεσιν· ἣν ἐπαγόμενος ὁ Μάρκιος ἐνέβαλεν αὖθις εἰς τὴν Ῥωμαίων γῆν, καὶ ἐγκαθεζόμενος ἡμέρας συχνὰς ἐδῄου τῆς γῆς, ὅσην ἐν τῇ πρότερον εἰσβολῇ παρέλιπε. [5] σωμάτων μὲν οὖν ἐλευθέρων οὐκέτι πολλῶν ἐγκρατὴς ἐγένετο κατὰ ταύτην τὴν στρατείαν· οἱ γὰρ ἄνθρωποι τὰ πλείστου ἄξια συσκευασάμενοι παλαίτερον ἔτι κατεπεφεύγεσαν, οἱ μὲν εἰς τὴν πόλιν, οἱ δ᾽ εἰς τὰ πλησίον φρούρια, εἴ τινα ἦν ἐχυρώτατα· τὰ δὲ βοσκήματα αὐτῶν, ὅσα οὐχ οἷοί τ᾽ ἦσαν ἀπελάσαι, καὶ τοὺς νέμοντας θεράποντας λαμβάνει τόν τε σῖτον τὸν ἐπὶ ταῖς ἅλωσιν ἔτι κείμενον καὶ τοὺς ἄλλους καρπούς, τοὺς μὲν ἐν χερσὶν ὄντας, [6] τοὺς δὲ καὶ συγκεκομισμένους ἀναιρεῖται. προνομεύσας δὲ καὶ διαπορθήσας ἅπαντα οὐθενὸς ὁμόσε χωρῆσαι τολμήσαντος ἀπῆγεν ἐπ᾽ οἴκου τὴν στρατιὰν βαρεῖαν οὖσαν ἤδη τῷ πλήθει τῶν ὠφελειῶν καὶ σχολῇ πορευομένην. ;ΚΕΦΑΛΑΙΟΝ ΙΖ΄ [1] οἱ δὲ Οὐολοῦσκοι τὸ μέγεθος τῆς κομιζομένης [p. 146] λείας ὁρῶντες καὶ περὶ τῆς Ῥωμαίων ἀτολμίας ἀκούοντες, οἳ δὴ τέως τὴν ἀλλοτρίαν λεηλατοῦντες ἀδεῶς τότε τὴν αὑτῶν γῆν ἠνείχοντο δῃουμένην ὁρῶντες, αὐχήματός τε μεγάλου ἐνεπίμπλαντο καὶ ἐν ἐλπίδι ἦσαν ἡγεμονίας, ὡς δὴ ῥᾴδιον καὶ ἐν ἑτοίμῳ σφίσιν ὂν καταλῦσαι τὴν τῶν ἀντιπάλων ἰσχύν, θυσίας τε χαριστηρίους τοῖς θεοῖς ἐποιοῦντο καὶ σκύλων ἀναθέσει τοὺς νεὼς καὶ τὰς ἀγορὰς ἐκόσμουν καὶ ἦσαν ἅπαντες ἐν ἑορταῖς καὶ εὐπαθείαις τόν τε Μάρκιον ἀγάμενοι καὶ ὑμνοῦντες διετέλουν, ὡς εἴη τά τε πολέμια δεινότατος ἀνθρώπων καὶ στρατηγός, οἷος οὔτε Ῥωμαῖος οὔτε ἄλλος στρατηγὸς Ἑλλήνων ἢ βαρβάρων οὐδείς. [2] μάλιστα δὲ τῆς τύχης αὐτὸν ἐμακάριζον ἅπαντα, ὅσοις ἐπιχειρήσειε, κατὰ γνώμην αὐτῷ προχωροῦντα ὁρῶντες δίχα πόνου· ὥστ᾽ οὐδεὶς ἦν τῶν ἐχόντων τὴν στρατεύσιμον ἡλικίαν, ὃς ἀπολείπεσθαι τοῦ ἀνδρὸς ἠξίου, ἀλλὰ πάντες ὥρμηντο μετέχειν τῶν πράξεων καὶ συνῄεσαν ὡς αὐτὸν ἐξ ἁπάσης πόλεως. [3] ὁ δὲ στρατηγός, ἐπειδὴ τὴν προθυμίαν τῶν Οὐολούσκων ἐπέρρωσε καὶ τὸ τῶν πολεμίων ἀνδρεῖον εἰς ταπεινὴν καὶ ἄνανδρον κατέκλεισεν ἀμηχανίαν, ἐπὶ τὰς συμμαχίδας αὐτῶν πόλεις, ὅσαι τὸ πιστὸν διεφύλαττον, ἦγε τὴν δύναμιν· καὶ αὐτίκα ἑτοιμασάμενος, ὅσα εἰς πολιορκίαν χρήσιμα ἦν, ἐπὶ Τολερίνους ἐλαύνει τοῦ Λατίνων ὄντας ἔθνους. [4] οἱ δὲ Τολερῖνοι πρὸ πολλοῦ παρασκευασάμενοι τὰ εἰς τὸν πόλεμον καὶ τὰ ἐκ τῆς χώρας εἰς τὴν πόλιν συγκεκομικότες ἐδέχοντο αὐτὸν ἐπιόντα καὶ χρόνον μέν [p. 147] τιν᾽ ἀντεῖχον ἀπὸ τῶν τειχῶν μαχόμενοι καὶ πολλοὺς τῶν πολεμίων κατέτρωσαν· ἔπειθ᾽ ὑπὸ τῶν σφενδονητῶν ἀναστελλόμενοι καὶ μέχρι δείλης ὀψίας ταλαιπωροῦντες πολλὰ μέρη τοῦ τείχους ἐξέλιπον. τοῦτο [5] καταμαθὼν ὁ Μάρκιος τοῖς μὲν ἄλλοις στρατιώταις παρήγγειλε κλίμακας προσφέρειν κατὰ τὰ γυμνούμενα μέρη τοῦ περιβόλου, αὐτὸς δὲ τοὺς κρατίστους τῆς στρατιᾶς ἀναλαβὼν ἐπὶ τὰς πύλας ἵεται βαλλόμενος ἀπὸ τῶν πύργων, καὶ διαρρήξας τοὺς μοχλοὺς παρέρχεται πρῶτος εἰς τὴν πόλιν. ἦν δ᾽ ὑφεστηκὸς ταῖς πύλαις πολὺ καὶ καρτερὸν στῖφος τῶν πολεμίων, οἳ δέχονταί τ᾽ αὐτὸν ἐρρωμένως καὶ μέχρι πολλοῦ διεκαρτέρουν ἀγωνιζόμενοι· πολλῶν δ᾽ ἀναιρεθέντων τρέπονται οἱ λοιποὶ καὶ σκεδασθέντες ἔφευγον ἀνὰ τοὺς στενωπούς. [6] ὁ δ᾽ ἠκολούθει κτείνων τοὺς καταλαμβανομένους, ὅσοι μὴ τὰ ὅπλα ῥίψαντες εἰς ἱκεσίας ἐτράποντο· ἐν δὲ τούτῳ καὶ οἱ διὰ τῶν κλιμάκων ἀναβαίνοντες ἐκράτουν τοῦ τείχους. τοῦτον δὴ τὸν τρόπον ἁλούσης τῆς πόλεως ἐξελόμενος ὁ Μάρκιος ἐκ τῶν λαφύρων ὅσα θεοῖς τ᾽ ἀναθήματα καὶ κόσμος ταῖς Οὐολούσκων πόλεσιν ἔμελλε γενέσθαι, τὰ λοιπὰ τοῖς στρατιώταις ἐφῆκε διαρπάσαι. [7] ἦν δὲ πολλὰ μὲν αὐτόθι σώματα, πολλὰ δὲ χρήματα, πολὺς δὲ σῖτος, ὥστε μὴ ῥᾴδιον εἶναι μιᾷ πάντα ἐκκομίσαι τοὺς κρατήσαντας ἡμέρᾳ, ἀλλ᾽ ἐκ διαδοχῆς ἄγοντες καὶ φέροντες τὰ μὲν [p. 148] αὐτοί, τὰ δ᾽ ἐπὶ τῶν ὑποζυγίων πολὺν ἠναγκάσθησαν διατρῖψαι χρόνον. ;ΚΕΦΑΛΑΙΟΝ ΙΗ΄ [1] ὁ δὲ στρατηγός, ἐπειδὴ τὰ σώματα καὶ τὰ χρήματα πάντα ἐξεκεκόμιστο, τὴν πόλιν ἔρημον καταλιπὼν ἀπῆγε τὴν δύναμιν ἐπὶ Βῶλαν Λατίνων ἑτέραν πόλιν. ἔτυχον δὲ καὶ οἱ Βωλανοὶ προεγνωκότες αὐτοῦ τὴν ἔφοδον καὶ παρεσκευασμένοι πάντα τὰ πρὸς τὸν ἀγῶνα ἐπιτήδεια. ὁ μὲν οὖν Μάρκιος ὡς ἐξ ἐφόδου τὴν πόλιν αἱρήσων κατὰ πολλὰ μέρη τοῦ τείχους ἐποιεῖτο τὰς προσβολάς· οἱ δὲ Βωλανοὶ περιμείναντες καιρὸν ἐπιτήδειον ἀνοίγουσι τὰς πύλας, καὶ φερόμενοι κατὰ πλῆθος ἐν τάξει τε καὶ κόσμῳ συρράττουσι τοῖς κατὰ μέτωπον, καὶ πολλοὺς αὐτῶν ἀποκτείναντες, ἔτι δὲ πλείους κατατραυματίσαντες τούς τε λοιποὺς αἰσχρῶς ἀναγκάσαντες φυγεῖν ἀνέστρεψαν εἰς τὴν πόλιν. [2] ὠς δ᾽ ἔγνω τὴν τροπὴν τῶν Οὐολούσκων ὁ Μάρκιος· οὐ γὰρ ἔτυχε παρὼν ἐν ᾧ χωρίῳ τὸ πάθος ἐγένετο· παρῆν σὺν ὀλίγοις κατὰ σπουδὴν καὶ τοὺς ἐκ τῆς τροπῆς σκεδασθέντας ἀναλαβὼν συνίστατο καὶ παρεθάρρυνε, καὶ ἐπειδὴ κατέστησεν εἰς τάξεις, ὑποδείξας, ἃ δεῖ πράττειν, ἐκέλευσε προσβάλλειν τῇ πόλει κατὰ τὰς αὐτὰς πύλας. [3] χρησαμένων δὲ πάλιν τῶν Βωλανῶν τῇ αὐτῇ πείρᾳ καὶ κατὰ πλῆθος ἐκδραμόντων οὐ δέχονται αὐτοὺς οἱ Οὐολοῦσκοι, ἀλλ᾽ ἐγκλίναντες ἔφευγον κατὰ [p. 149] τοῦ πρανοῦς, ὡς ὁ στρατηγὸς αὐτοῖς ὑπέθετο· καὶ οἱ Βωλανοὶ τὴν ἀπάτην οὐκ εἰδότες ἐδίωκον ἄχρι πολλοῦ. ἐπεὶ δὲ πρόσω τῆς πόλεως ἐγένοντο, ἔχων τοὺς ἐπιλέκτους τῶν νέων ὁ Μάρκιος ὁμόσε τοῖς Βωλανοῖς ἐχώρει· καὶ γίνεται πολὺς αὐτῶν ἐνταῦθα φόνος τῶν μὲν ἀμυνομένων, τῶν δὲ φευγόντων. [4] ὁ δ᾽ ἀκολουθῶν τοῖς ἐπὶ τὴν πόλιν ὠθουμένοις φθάνει, πρὶν ἐπιρραχθῆναι τὰς πύλας εἰσβιασάμενος εἰς τὸ τεῖχος. ὡς δ᾽ ὁ στρατηγὸς ἅπαξ ἐγκρατὴς τῶν πυλῶν ἐγένετο, ἠκολούθει καὶ τὸ ἄλλο τῶν Οὐολούσκων πλῆθος, οἱ δὲ Βωλανοὶ τὸ τεῖχος ἐκλιπόντες ἔφευγον ἐπὶ τὰς οἰκίας. γενόμενος δὲ καὶ ταύτης κύριος τῆς πόλεως ἐπέτρεψε τοῖς στρατιώταις τά τε σώματα ἐξανδραποδίσασθαι καὶ τὰ χρήματα διαρπάσαι καὶ τὸν αὐτὸν τρόπον ὥσπερ καὶ πρότερον ἅπασαν ἐκκομίσας τὴν λείαν σὺν χρόνῳ τε καὶ κατὰ πολλὴν ἐξουσίαν μετὰ τοῦτο τὴν πόλιν ἐνέπρησεν. ;ΚΕΦΑΛΑΙΟΝ ΙΘ΄ [1] ἐντεῦθεν δὲ τὴν δύναμιν ἀναλαβὼν ἦγεν ἐπὶ τοὺς καλουμένους Λαβικανούς. ἦν δὲ καὶ αὕτη τότε Λατίνων ἡ πόλις Ἀλβανῶν ὥσπερ καὶ ἄλλαι ἄποικος. καταπλήξασθαι δὲ βουλόμενος τοὺς ἔνδον ἔκαιεν αὐτῶν τὴν χώραν εὐθὺς ἐπιών, ὅθεν μάλιστα ἔμελλον ὄψεσθαι τὴν φλόγα. οἱ δὲ Λαβικανοὶ τεῖχος εὖ κατεσκευασμένον ἔχοντες οὔτε κατεπλάγησαν αὐτοῦ τὴν ἔφοδον οὔτε μαλακὸν ἐνέδοσαν οὐδέν, ἀλλ᾽ ἀντεῖχον [p. 150] ἀπομαχόμενοι γενναίως καὶ πολλάκις ἐπιβαίνοντας τοῦ [2] τείχους τοὺς πολεμίους ἀπήραξαν. οὐ μὴν εἰς τέλος γ᾽ ἀντέσχον ὀλίγοι πρὸς πολλοὺς ἀγωνιζόμενοι καὶ χρόνον οὐδὲ τὸν ἐλάχιστον ἀναπαυόμενοι. πολλαὶ γὰρ προσβολαὶ καὶ καθ᾽ ὅλην τὴν πόλιν ἐγίνοντο ὑπὸ τῶν Οὐολούσκων ἐκ διαδοχῆς ὑποχωρούντων μὲν αἰεὶ τῶν κεκμηκότων, ἑτέρων δὲ προσιόντων νεαρῶν· πρὸς οὓς ἀγωνιζόμενοι δι᾽ ὅλης ἡμέρας, καὶ οὐδὲ τὸν τῆς νυκτὸς ἀναπαυσάμενοι χρόνον ἐκλιπεῖν ἠναγκάσθησαν τὸ τεῖχος ὑπὸ κόπου. παραλαβὼν δὲ καὶ ταύτην ὁ Μάρκιος τὴν πόλιν ἐξηνδραποδίσατο καὶ τοῖς στρατιώταις ἐφῆκε μερίσασθαι τὰς ὠφελείας. [3] ἀναστήσας δὲ τὴν δύναμιν ἐκεῖθεν ἐπὶ τὴν Πεδανῶν πόλιν· ἦν δὲ καὶ αὕτη τοῦ Λατίνων γένους· συντεταγμένην ἔχων τὴν στρατιὰν ἀφικνεῖται καὶ αὐτὴν ἅμα τῷ πλησιάσαι τοῖς τείχεσιν αἱρεῖ κατὰ κράτος. καὶ ταὐτὰ διαθεὶς ὅσα τὰς πρότερον ἁλούσας ἕωθεν εὐθὺς ἀναστήσας τὴν δύναμιν ἦγεν ἐπὶ Κορβιῶνα. [4] ὄντι δ᾽ αὐτῷ πλησίον τοῦ τείχους τὰς πύλας ἀνοίξαντες οἱ ἔνδον ἀπαντῶσιν ἀντὶ τῶν ὅπλων προτείνοντες ἱκετηρίας καὶ παραδιδόντες ἀμαχητὶ τὸ τεῖχος. οὓς ἐπαινέσας ὡς τὰ κράτιστα περὶ σφῶν βεβουλευμένους, ἐκέλευσεν ὧν ἔδει τῇ στρατιᾷ φέροντας ἥκειν ἀργύριόν τε καὶ σῖτον, καὶ λαβὼν ὅσα προσέταξεν ἀπῆγε τὴν δύναμιν ἐπὶ τὴν Κοπιολανῶν [p. 151] πόλιν. παραδόντων δὲ κἀκείνην τῶν ἔνδον ἀμαχητὶ καὶ μετὰ πολλῆς προθυμίας ἀγοράς τε παρασχόντων τῇ δυνάμει καὶ χρήματα καὶ ὅσα ἄλλα ἐπετέτακτο αὐτοῖς ἀπῆγε τὴν στρατιὰν ὡς διὰ φιλίας γῆς. πάνυ γὰρ δὴ [5] καὶ τοῦτ᾽ ἐσπούδαζεν, ὡς μηδὲν οἱ παραδιδόντες αὐτοῖς τὰς πόλεις πάθοιεν, ὧν φιλεῖ δρᾶν ὁ πόλεμος, ἀλλὰ καὶ γῆν ἀδῄωτον ἀπολαμβάνοιεν καὶ βοσκήματα καὶ ἀνδράποδα, ὅσα κατέλιπον ἐπὶ τῶν κτήσεων, κομίζοιντο, αὐλίζεσθαί τ᾽ οὐκ εἴα τὴν δύναμιν ἐν ταῖς πόλεσιν, ἵνα μή τι γένηται δι᾽ ἁρπαγῆς πρὸς αὐτῶν ἢ κλοπῆς κακόν, ἀλλὰ παρὰ τοῖς τείχεσι κατεστρατοπέδευεν. ;ΚΕΦΑΛΑΙΟΝ Κ΄ [1] ἀπὸ δὲ ταύτης ἀναστήσας τῆς πόλεως ἤλαυνε τὸν στρατὸν ἐπὶ Βοίλλας, ἐπιφανῆ τότε οὖσαν καὶ ἐν ὀλίγαις πάνυ ταῖς ἡγουμέναις τοῦ Λατίνων γένους πόλεσιν ἐξεταζομένην. οὐ προσδεξαμένων δ᾽ αὐτὸν τῶν ἔνδον, ἀλλὰ τῷ τ᾽ ἐρύματι πιστευόντων ἐχυρῷ γε σφόδρα ὄντι καὶ τῷ πλήθει τῶν ἀπ᾽ αὐτοῦ μαχησομένων παρακαλέσας τὴν δύναμιν ἀγωνίζεσθαι προθύμως καὶ τοῖς πρώτοις ἐπιβᾶσι τοῦ τείχους μεγάλας δωρεὰς ὑποσχόμενος ἔργου εἴχετο· καὶ γίνεται μάχη περὶ τῇ πόλει ταύτῃ καρτερά. [2] οὐ γὰρ μόνον ἀπὸ τοῦ τείχους ἠμύνοντο τοὺς προσιόντας οἱ Βοιλλανοί, ἀλλὰ καὶ τὰς πύλας ἀνοίξαντες ἐξέθεον ἀθρόοι καὶ κατὰ τοῦ πρανοῦς ἐώθουν βίᾳ τοὺς ὑφισταμένους· φόνος τε [p. 152] πλεῖστος αὐτόθι τῶν Οὐολούσκων ἐγένετο καὶ χρόνος τῆς τειχομαχίας πολὺς τοῦ τε κρατήσειν τῆς πόλεως ἄπορος ἅπασιν ἡ ἐλπίς. ἀλλὰ τῶν ἀπολλυμένων ἄδηλον ἐποίει τὴν ἀπουσίαν ὁ στρατηγὸς ἀντικαθιστὰς ἑτέρους, τῶν δὲ καμνόντων παρεθάρρυνε τὴν ἀθυμίαν ἐπὶ τὸ πονοῦν μέρος τῆς στρατιᾶς αὐτὸς ὠθούμενος. ἦν δ᾽ οὐχ ὁ λόγος αὐτοῦ μόνον ἐπαγωγὸς εἰς τὸ εὔψυχον, ἀλλὰ καὶ τὰ ἔργα. πάντα γὰρ ὑφίστατο κίνδυνον καὶ οὐδεμιᾶς πείρας ἀπελείφθη, τέως ἑάλω τὸ [3] τεῖχος. κρατήσας δὲ καὶ ταύτης σὺν χρόνῳ τῆς πόλεως καὶ τῶν ἁλόντων τοὺς μὲν ἐν χειρῶν νόμῳ διαφθείρας, τοὺς δ᾽ αἰχμαλώτους λαβὼν ἀπῆγε τὴν δύναμιν ἐπιφανεστάτην νίκην ἐξενεγκάμενος καὶ λάφυρα κάλλιστα καὶ πλεῖστα ἄγων, χρήμασί τε παμπόλλοις, ὧν ἐγκρατὴς ἐγένετο· ἦν δ᾽ αὐτόθι ὅσα ἐν οὐδενὶ τῶν ἁλόντων χωρίων· πλουτίσας τὴν στρατιάν. {{DEFAULTSORT:Ρωμαικη Αρχαιολογια 08 11}} sr5wsxr1ofezvqo14m4tbyytsxzpfkr Ρωμαϊκή Αρχαιολογία/η/01 0 23582 148486 100297 2022-08-09T13:27:39Z Αντιγόνη 235 wikitext text/x-wiki {{Κεφαλίδα | τίτλος = Κεφάλαια 01–10 | συγγραφέας = Διονύσιος ο Αλικαρνασσεύς | μεταφραστής= | ενότητα = [[Ρωμαϊκή Αρχαιολογία/η|Ῥωμαϊκὴ Ἀρχαιολογία: Λόγος η΄]] | προηγούμενο= | επόμενο = [[Ρωμαϊκή Αρχαιολογία/η/11|Κεφάλαια 11–20]] | σημειώσεις = Dionysii Halicarnasei Antiquitatum Romanarum quae supersunt, Vol I-IV. Dionysius of Halicarnassus. Karl Jacoby. In Aedibus B.G. Teubneri. Leipzig. 1885. }} ;ΚΕΦΑΛΑΙΟΝ Α΄ [1] Οἱ δὲ μετὰ τούτους ἀποδειχθέντες ὕπατοι κατὰ τὴν ἑβδομηκοστὴν καὶ τρίτην ὀλυμπιάδα, καθ᾽ ἣν ἐνίκα στάδιον Ἀστύλος Κροτωνιάτης ἄρχοντος Ἀθήνησιν Ἀγχίσου, Γάιος Ἰούλιος Ἰοῦλος καὶ Πόπλιος Πινάριος Ῥοῦφος, ἄνδρες ἥκιστα πολεμικοὶ καὶ διὰ τοῦτο μάλιστα τῆς ἀρχῆς ταύτης παρὰ τοῦ δήμου τυχόντες, εἰς πολλοὺς καὶ μεγάλους ἠναγκάσθησαν κινδύνους καταστῆναι πολέμου καταρραγέντος ἐκ τῆς ἐκείνων ἀρχῆς, δι᾽ ὧν ἡ πόλις ὀλίγου ἐδέησεν ἐκ βάθρων ἀναιρεθῆναι. [2] ὁ γὰρ Μάρκιος ἐκεῖνος ὁ Κοριολάνος, ὁ τὴν ἐπὶ τῇ τυραννίδι αἰτίαν σχὼν καὶ φυγῇ ἀιδίῳ ἐλασθείς, ἀγανακτῶν τ᾽ ἐπὶ τῇ συμφορᾷ καὶ τιμωρίαν [p. 124] παρὰ τῶν ἐχθρῶν βουλόμενος λαβεῖν, δι᾽ οὗ δ᾽ ἂν αὕτη γένοιτο τρόπου καὶ δι᾽ οἵας δυνάμεως ἀνασκοπῶν μίαν εὕρισκε Ῥωμαίοις τότ᾽ ἀντίπαλον ἰσχὺν τὴν Οὐολούσκων, εἰ κοινῇ χρησάμενοι γνώμῃ καὶ τυχόντες ἡγεμόνος ἔμφρονος ἐνστήσονται πρὸς αὐτοὺς τὸν πόλεμον. [3] ἐλογίζετο μὲν οὖν, ὡς εἰ πείσειε τοὺς Οὐολούσκους δέξασθαί τ᾽ αὐτὸν καὶ τὴν ἡγεμονίαν ἐπιτρέψαι τοῦ πολέμου, ῥᾳδίως αὐτῷ διαπεπράξεται τὸ ἔργον· ἐτάραττε δ᾽ αὐτὸν ἡ συνείδησις, ὅτι πλειστάκις κατὰ τὰς μάχας δεινὰ δεδρακὼς ἦν αὐτοὺς καὶ πόλεις συμμαχίδας ἀφῃρημένος. οὐ μὴν ἀπέστη γε τῆς πείρας διὰ τὸ τοῦ κινδύνου μέγεθος, ἀλλ᾽ εἰς αὐτὰ τὰ δεινὰ χωρεῖν ἐβουλεύσατο καὶ πάσχειν ὑπ᾽ αὐτῶν ὁτιοῦν. [4] φυλάξας δὲ νύκτα καὶ ταύτην σκοταίαν ἧκεν εἰς Ἄντιον, τὴν ἐπιφανεστάτην τῶν ἐν Οὐολούσκοις πόλεων, ἡνίκα περὶ δεῖπνον ἦσαν οἱ κατὰ τὴν πόλιν, καὶ παρελθὼν εἰς οἰκίαν ἀνδρὸς δυνατοῦ, δι᾽ εὐγένειάν τε καὶ πλοῦτον καὶ τὰς ἐν τοῖς πολέμοις πράξεις μέγα ἐφ᾽ ἑαυτῷ φρονοῦντος καὶ τὸ ἔθνος ὅλον ἄγοντος ὡς τὰ πολλά, ᾧ Τύλλος Ἄττιος ὄνομα ἦν, ἱκέτης τοῦ ἀνδρὸς γίνεται καθεζόμενος ἐπὶ τῆς ἑστίας. [5] διηγησάμενος δ᾽ αὐτῷ τὰς κατασχούσας αὐτὸν ἀνάγκας, δι᾽ ἃς ὑπέμεινεν ἐπὶ τοὺς ἐχθροὺς καταφυγεῖν, μέτρια ἠξίου φρονῆσαι καὶ ἀνθρώπινα περὶ ἀνδρὸς ἱκέτου καὶ μηκέτι πολέμιον ἡγεῖσθαι τὸν ὑποχείριον μηδ᾽ εἰς τοὺς ἀτυχοῦντας καὶ τεταπεινωμένους ἀποδείκνυσθαι τὴν ἰσχὺν ἐνθυμούμενον, [p. 125] ὡς οὐ μένουσιν ἐπὶ τοῖς αὐτοῖς πράγμασιν αἱ τῶν ἀνθρώπων τύχαι. [6] δύναιο δ᾽ ἄν, ἔφη, τοῦτ᾽ ἐξ αὐτοῦ μάλιστα μαθεῖν ἐμοῦ, ὃς ἐν τῇ μεγίστῃ πόλει κράτιστός ποτ᾽ εἶναι τῶν ἄλλων δοκῶν νῦν ἔρημος καὶ ἄπολις καὶ ταπεινὸς ἐρριμμένος τοῦτο πείσομαι, ὅ τι ἂν ἐχθρῷ ὄντι σοι δοκῇ. ὑπισχνοῦμαι δέ σοι τοσαῦτ᾽ ἀγαθὰ ποιήσειν Οὐολούσκους φίλος τῷ ἔθνει γενόμενος, ὅσα κακὰ εἰργασάμην ἐχθρὸς ὤν. εἰ δέ τι ἄλλο γινώσκεις περὶ ἐμοῦ, χρῆσαι τῇ ὀργῇ παραχρῆμα καὶ θάνατον χάρισαί μοι τὸν τάχιστον αὐτοχειρίᾳ τε καὶ ἐπὶ τῆς ἑστίας τῆς σεαυτοῦ καθιερεύσας τὸν ἱκέτην. ;ΚΕΦΑΛΑΙΟΝ Β΄ [1] ἔτι δ᾽ αὐτοῦ ταῦτα λέγοντος ἐμβαλὼν τὴν δεξιὰν ὁ Τύλλος καὶ ἀπὸ τῆς ἑστίας ἀναστήσας θαρρεῖν τ᾽ αὐτὸν ἐκέλευσεν, ὡς μηδὲν ἀνάξιον τῆς ἰδίας ἀρετῆς πεισόμενον καὶ πολλὰς αὐτῷ χάριτας εἰδέναι τῆς πρὸς ἑαυτὸν ἀφίξεως ἔφη, τιμήν τινα οὐ μικρὰν εἶναι καὶ ταύτην ἀποφαινόμενος· Οὐολούσκους τ᾽ αὐτῷ πάντας ὑπισχνεῖτο ποιήσειν φίλους ἀρξάμενος ἀπὸ τῆς ἑαυτοῦ πατρίδος· καὶ οὐδεμίαν ἐψεύσατο τῶν ὑποσχέσεων. [2] χρόνου δέ τινος οὐ πολλοῦ διελθόντος βουλευομένοις τοῖς ἀνδράσι κατὰ σφᾶς, Μαρκίῳ τε καὶ Τύλλῳ, κινεῖν ἐδόκει τὸν πόλεμον. ὁ μὲν οὖν Τύλλος αὐτίκα μάλα ἐβούλετο πᾶσαν τὴν Οὐολούσκων δύναμιν παραλαβὼν ἐπὶ τὴν Ῥώμην χωρεῖν, ἕως ἐστασίαζέ τε [p. 126] καὶ ἡγεμόνας ἀπολέμους εἶχεν, ὁ δὲ Μάρκιος αἰτίαν πρῶτον ᾤετο δεῖν εὐσεβῆ καὶ δικαίαν ἐνστήσασθαι τοῦ πολέμου διδάσκων, ὡς ἁπάσαις μὲν πράξεσι θεοὶ συλλαμβάνουσι, μάλιστα δὲ ταῖς κατὰ πολέμους, ὅσῳ μείζους τέ εἰσι τῶν ἄλλων καὶ εἰς ἀδήλους φιλοῦσι κατασκήπτειν τύχας. ἐτύγχανον δὲ τότε Ῥωμαίοις καὶ Οὐολούσκοις ἐκεχειρίαι τοῦ πολέμου καὶ ἀνοχαὶ πρὸς ἀλλήλους οὖσαι σπονδαί τε διετεῖς ὀλίγῳ πρότερον χρόνῳ γενόμεναι. [3] ἐὰν μὲν οὖν ἀπερισκέπτως, ἔφη, καὶ διὰ τάχους τὸν πόλεμον ἐπιφέρῃς, τοῦ λελύσθαι τὰς σπονδὰς αἴτιος ἔσῃ καὶ τὸ δαιμόνιον οὐχ ἕξεις εὐμενές· ἐὰν δὲ περιμείνῃς, ἕως ἐκεῖνοι τοῦτο ποιήσωσιν, ἀμύνεσθαι δόξεις καὶ λελυμέναις σπονδαῖς βοηθεῖν. ὅπως δ᾽ ἂν τοῦτο γένοιτο, καὶ ὅπως ἂν ἐκεῖνοι μὲν ἄρξειαν παρασπονδεῖν, ἡμεῖς δὲ δόξαιμεν ὅσιον καὶ δίκαιον ἐπιφέρειν τὸν πόλεμον, ἐγὼ σὺν πολλῇ φροντίδι ἀνεύρηκα. δεῖ δ᾽ ὑφ᾽ ἡμῶν αὐτοὺς ἐξαπατηθέντας ἄρξαι τῆς παρανομίας. [4] ὁ δὲ τρόπος τῆς ἐξαπάτης, ὃν ἐγὼ τέως μὲν ἀπόρρητον ἐφύλαττον ἀναμένων τὸν οἰκεῖον αὐτοῦ καιρόν, νῦν δὲ σοῦ σπουδάζοντος ἔργου ἔχεσθαι θᾶττον ἐκφέρειν εἰς μέσον ἀναγκάζομαι, τοιόσδε ἐστίν· θυσίας ἐπιτελεῖν Ῥωμαῖοι μέλλουσι καὶ ἀγῶνας ἄγειν ἀπὸ πολλῶν χρημάτων σφόδρα λαμπρούς, ἀφίξονταί τε κατὰ θέαν ἐπὶ τούτους πολλοὶ τῶν ξένων. [5] τοῦτον ἀναμείνας τὸν χρόνον ἴθι καὶ σὺ καὶ Οὐολούσκων ὅσους δύνασαι πλείστους παρασκεύασον [p. 127] ἐλθεῖν ἐπὶ τὴν θέαν· ὅταν δ᾽ ἐν τῇ πόλει γένῃ, τῶν ἀναγκαιοτάτων τινά σοι φίλων κέλευσον ἐλθεῖν ὡς τοὺς ὑπάτους καὶ δι᾽ ἀπορρήτων εἰπεῖν, ὅτι μέλλουσιν ἐπιτίθεσθαι τῇ πόλει Οὐολοῦσκοι νύκτωρ, καὶ ἐπὶ τοῦθ᾽ ἥκουσι τὸ ἔργον ἀθρόοι. εὖ γὰρ ἴσθι, ὡς εἰ τοῦτ᾽ ἀκούσειαν οὐδὲν ἔτι ἐνδοιάσαντες ἐκβαλοῦσιν ὑμᾶς ἐκ τῆς πόλεως καὶ παρέξουσιν ἀφορμὴν δικαίας ὀργῆς. ;ΚΕΦΑΛΑΙΟΝ Γ΄ [1] ὡς δ᾽ ἤκουσε ταῦθ᾽ ὁ Τύλλος, ὑπερηγάσθη τε καὶ τὸν παρόντα καιρὸν τῆς στρατείας ἀναβαλόμενος περὶ τὴν παρασκευὴν ἐγίνετο τοῦ πολέμου. ἐπεὶ δὲ καθῆκεν ὁ τῆς ἀρχῆς καιρός, Ἰουλίου τε καὶ Πιναρίου τὴν ὑπατείαν ἤδη παρειληφότων, ἡ κρατίστη τῶν Οὐολούσκων νεότης ἐξ ἁπάσης πόλεως, ὡς ὁ Τύλλος ἠξίου, παρῆν ἐπὶ τὴν τῶν ἀγώνων θέαν· καὶ κατεσκήνουν οἱ πλείους ἐν ἱεροῖς τε καὶ δημοσίοις τόποις οὐκ ἔχοντες καταγωγὰς ἐν οἰκίαις τε καὶ παρὰ ξένοις, καὶ ὁπότε διὰ τῶν στενωπῶν πορεύοιντο κατὰ συστροφὰς καὶ ἑταιρίας ἀθρόοι διεξῄεσαν, ὥστε καὶ λόγον ἤδη γίνεσθαι περὶ αὐτῶν ἀνὰ τὴν πόλιν καὶ ὑποψίας ἀτόπους. [2] ἐν δὲ τούτῳ προσέρχεται τοῖς ὑπάτοις ὁ κατασκευασθεὶς ὑπὸ τοῦ Τύλλου μηνυτής, ὡς ὁ Μάρκιος ὑπέθετο, καὶ ὡς δὴ ἀπόρρητον πρᾶξιν κατὰ τῶν ἑαυτοῦ φίλων ἐχθροῖς μέλλων ἐκφέρειν ὅρκοις καταλαμβάνεται τοὺς ὑπάτους ὑπὲρ ἀσφαλείας τε τῆς αὐτὸς αὐτοῦ καὶ τοῦ μηδένα Οὐολούσκων μαθεῖν, ὅστις ἦν ὁ τὴν μήνυσιν κατ᾽ αὐτῶν πεποιημένος. καὶ μετὰ τοῦτ᾽ ἐκφέρει [p. 128] τὴν περὶ τῆς ἐπιθέσεως τῆς κατεψευσμένης μήνυσιν. [3] ἐδόκει τοῖς ἀνδράσιν ἀληθὴς εἶναι ὁ λόγος, καὶ αὐτίκα ἡ βουλὴ κατ᾽ ἄνδρα ὑπὸ τῶν ὑπάτων κληθεῖσα συνῆκτο, καὶ παραχθεὶς ὁ μηνυτὴς τοὺς αὐτοὺς εἶπε καὶ πρὸς ἐκείνην τὰ πιστὰ λαβὼν λόγους. τοῖς δὲ καὶ πάλαι μὲν εἶναι τὸ πρᾶγμα ἐδόκει μεστὸν ὑποψίας τοσαύτην νεότητα ἐξ ἑνὸς ἔθνους διαφόρου σφίσιν ἐπὶ τὴν θέαν παρελθεῖν, προσελθούσης δὲ μηνύσεως, ἧς τὴν ἀπάτην ἠγνόουν, ἰσχὺν βεβαίαν ἡ δόξα ἔλαβεν, ἐδόκει θ᾽ ἅπασιν ἀπαλλάττειν τοὺς ἄνδρας ἐκ τῆς πόλεως πρὶν ἥλιον δῦναι, τοῖς δὲ μὴ πεισθεῖσιν ἐπικηρύξαι θάνατον, ἐπιμεληθῆναι δὲ τῆς ἀπαλλαγῆς αὐτῶν, ἵνα χωρὶς ὕβρεως καὶ μετ᾽ ἀσφαλείας γένοιτο, τοὺς ὑπάτους. ;ΚΕΦΑΛΑΙΟΝ Δ΄ [1] ταῦτα τῆς βουλῆς ψηφισαμένης οἱ μὲν ἐκήρυττον διὰ τῶν στενωπῶν διεξιόντες ἀπιέναι Οὐολούσκους ἐκ τῆς πόλεως αὐτίκα μάλα κατὰ μίαν ἅπαντας ἐξιόντας πύλην τὴν καλουμένην Καπυΐνην, ἕτεροι δὲ παρέπεμπον τοὺς ἀπαλλαττομένους ἅμα τοῖς ὑπάτοις· ἔνθα μάλιστα ὤφθη, ὅσον αὐτῶν τὸ πλῆθος ἦν καὶ ὡς ἀκμαῖον ἅπαν ὑφ᾽ ἕνα καιρὸν καὶ κατὰ μίαν ἐξιόντων πύλην. πρῶτος δ᾽ αὐτῶν ὁ Τύλλος ἐξῄει διὰ ταχέων καὶ καταλαβὼν οὐ πρόσω τῆς πόλεως τόπον ἐπιτήδειον ἐν τούτῳ τοὺς ὑστεροῦντας ἀνελάμβανεν. [2] ἐπειδὴ δὲ πάντες συνήχθησαν, ἐκκλησίαν ποιησάμενος πολλῇ καταβοῇ τῆς Ῥωμαίων πόλεως ἐχρήσατο, δεινὴν καὶ ἀφόρητον [p. 129] ἀποφαίνων τὴν ὕβριν, ἣν ὑβρισμένοι πρὸς αὐτῶν ἦσαν Οὐολοῦσκοι μόνοι τῶν ἄλλων ξένων ἐξελασθέντες ἐκ τῆς πόλεως· καὶ λέγειν ἠξίου ταῦτα πρὸς τὴν ἑαυτοῦ πόλιν ἕκαστον καὶ πράττειν, ὅπως παύσωνται τῆς ὕβρεως Ῥωμαῖοι δίκας παρασχόντες τῆς παρανομίας. ταῦτ᾽ εἰπὼν καὶ παραθήξας ἀνθρώπους ἀγανακτοῦντας ἐπὶ τῷ πάθει διέλυσε τὴν ἐκκλησίαν. [3] ὡς δ᾽ ἀπαλλαγέντες εἰς τὰς ἑαυτῶν ἕκαστοι πατρίδας ἐδήλωσαν τοῖς ἄλλοις τὸν προπηλακισμὸν ἐπὶ μεῖζον ἐξαίροντες τὰ γενόμενα, ἠγανάκτει τε πᾶσα πόλις καὶ κατέχειν τὴν ὀργὴν οὐκ ἠδύνατο· διαπρεσβευομένη δ᾽ ἄλλη πρὸς ἄλλην εἰς μίαν ἀγορὰν ἅπαντας ἠξίου Οὐολούσκους συνιέναι, ἵνα κοινῇ χρήσαιντο γνώμῃ περὶ τοῦ πολέμου. [4] ἐγίνετο δὲ ταῦτα τοῦ Τύλλου μάλιστ᾽ ἐνάγοντος, καὶ συνῄεσαν ἐξ ἁπάσης πόλεως οἵ τ᾽ ἐν τοῖς τέλεσι καὶ πολὺς ἄλλος ὄχλος εἰς τὴν Ἐχετρανῶν πόλιν· αὕτη γὰρ ἐδόκει ἐν καλλίστῃ κεῖσθαι συνόδῳ ταῖς ἄλλαις ἡ πόλις. ῥηθέντων δὲ πολλῶν λόγων, οὓς εἶπον οἱ δυναστεύοντες ἐν ἑκάστῃ πόλει, ψῆφος ἀνεδόθη τοῖς παροῦσι, καὶ ἦν ἡ νικῶσα γνώμη κινεῖν τὸν πόλεμον, ὡς Ῥωμαίων ἀρξάντων τῆς περὶ τὰς σπονδὰς παρανομίας. ;ΚΕΦΑΛΑΙΟΝ Ε΄ [1] ὑπὲρ δὲ τοῦ τίνα χρὴ πολεμεῖν αὐτοῖς τρόπον [p. 130] προθέντων σκοπεῖν τῶν ἐν τοῖς τέλεσι παρελθὼν ὁ Τύλλος συνεβούλευσεν αὐτοῖς καλεῖν τὸν Μάρκιον καὶ παρ᾽ ἐκείνου πυνθάνεσθαι, πῶς ἂν ἡ Ῥωμαίων καταλυθείη δύναμις· κράτιστα γὰρ ἁπάντων ἀνθρώπων εἰδέναι, πῇ τε κάμνει τὰ τῆς πόλεως πράγματα καὶ πῇ μάλιστα ἔρρωται. ἐδόκει ταῦτα, καὶ αὐτίκα πάντες ἐβόων καλεῖν τὸν ἄνδρα. καὶ ὁ Μάρκιος ἧς ἐβούλετο ἀφορμῆς λαβόμενος ἀνέστη κατηφὴς καὶ δεδακρυμένος καὶ μικρὸν ἐπισχὼν χρόνον τοιούτους διέθετο λόγους· [2] εἰ μὲν ἡγούμην ὑμᾶς ἅπαντας ὅμοια γινώσκειν περὶ τῆς ἐμῆς συμφορᾶς, οὐκ ἂν ὑπελάμβανον ἀναγκαῖον εἶναι περὶ αὐτῆς ἀπολογεῖσθαι· ἐνθυμούμενος δ᾽, ὡς ἐν πολλοῖς καὶ διαφόροις ἤθεσιν εἰκός, εἶναί τινας, οἷς παραστήσεται δόξα οὔτ᾽ ἀληθὴς οὔτε προσήκουσα περὶ ἐμοῦ, ὡς οὐκ ἂν ἄτερ αἰτίας ἀληθοῦς καὶ δικαίας ἐξήλασέ με ὁ δῆμος ἐκ τῆς πατρίδος, παντὸς μάλιστα οἴομαι δεῖν πρῶτον ὑπὲρ τῆς ἐμῆς φυγῆς ἐν κοινῷ [3] πρὸς ἅπαντας ὑμᾶς ἀπολογήσασθαι. ἀλλ᾽ ἀνάσχεσθέ μου, πρὸς θεῶν, καὶ οἱ κράτιστα ἐγνωκότες, ἃ πέπονθα ὑπὸ τῶν ἐχθρῶν καὶ ὡς οὐ προσῆκόν μοι ταύτης πεπείραμαι τῆς τύχης διεξιόντος, καὶ μὴ πρότερον ποθεῖτε, ὅ τι χρὴ πράττειν ἀκοῦσαι, πρίν, ὁποῖός τις εἰμὶ ὁ τὴν γνώμην ἀποδειξόμενος, ἐξετάσαι. ἔσται δὲ βραχὺς ὁ περὶ αὐτῶν, κἂν πρόσωθεν ἄρξωμαι, λόγος. [4] Ῥωμαίοις τὸ μὲν ἐξ ἀρχῆς πολίτευμα ἦν μικτὸν ἔκ τε βασιλείας καὶ ἀριστοκρατίας· ἔπειτα ὁ τελευταῖος βασιλεὺς Ταρκύνιος τυραννίδα τὴν ἀρχὴν ἠξίου ποιεῖν. συστάντες [p. 131] οὖν ἐπ᾽ αὐτὸν οἱ τῆς ἀριστοκρατίας ἡγεμόνες ἐκεῖνον μὲν ἐξέβαλον ἐκ τῆς πόλεως, αὐτοὶ δὲ τὰ κοινὰ κατέσχον ἀρίστην καὶ σωφρονεστάτην, ὡς ἅπαντες ὁμολογοῦσι, καταστησάμενοι πολιτείαν. χρόνοις δ᾽ οὐ πολλοῖς τῶν νῦν πρότερον, ἀλλὰ τρίτον ἢ τέταρτον τοῦτ᾽ ἔτος οἱ πενέστατοί τε καὶ ἀργότατοι τῶν πολιτῶν πονηροῖς χρησάμενοι προστάταις ἄλλα τε πολλὰ ἐξύβρισαν, καὶ τελευτῶντες καταλύειν τὴν ἀριστοκρατίαν ἐπεχείρουν. ἐφ᾽ οἷς ἅπαντες μὲν οἱ τῆς βουλῆς προεστηκότες ἤχθοντο καί, ὅπως παύσωνται τῆς ὕβρεως οἱ [5] κινοῦντες τὴν πολιτείαν, σκοπεῖν ἠξίουν. ὑπὲρ ἅπαντας δὲ τοὺς ἀριστοκρατικοὺς ἐκ μὲν τῶν πρεσβυτέρων Ἄππιος ἀνὴρ πολλῶν ἄξιος ἕνεκεν ἐπαινεῖσθαι, ἐκ δὲ τῶν νεωτέρων ἐγώ· καὶ λόγους ἐποιούμεθα διὰ παντὸς ἐπὶ τῆς βουλῆς ἐλευθέρους οὐ δήμῳ πολεμοῦντες, ἀλλὰ πονηροκρατίαν ὑφορώμενοι, οὐδὲ καταδουλώσασθαί τινα βουλόμενοι Ῥωμαίων, ἀλλὰ τὸ μὲν ἐλεύθερον ἅπασιν ἀξιοῦντες ὑπάρχειν, τὴν δὲ προστασίαν τῶν κοινῶν ἀποδεδόσθαι τοῖς κρείττοσι. ;ΚΕΦΑΛΑΙΟΝ ΣΤ΄ [1] ταῦθ᾽ ὁρῶντες οἱ πονηρότατοι τοῦ πλήθους ἐκεῖνοι προστάται πρώτους ἔγνωσαν ἡμᾶς τοὺς φανερώτατα ἐναντιουμένους σφίσιν ἐκποδὼν ποιήσασθαι, οὐχ ἅμ᾽ ἀμ᾽ ἀμφοτέροις ἐπιχειρήσαντες, ἵνα μὴ ἐπίφθονόν τε καὶ βαρὺ τὸ πρᾶγμα γένηται, ἀλλ᾽ ἀπ᾽ ἐμοῦ τοῦ νεωτέρου τε καὶ εὐμεταχειριστοτέρου ἀρξάμενοι. τὸ μὲν οὖν πρῶτον ἄκριτόν με ἐπεχείρησαν ἀπολέσαι, [p. 132] ἔπειτ᾽ ἔκδοτον παρὰ τῆς βουλῆς ἠξίουν ἐπὶ θανάτῳ λαβεῖν· ἀποτυχόντες δ᾽ ἀμφοτέρων προὐκαλέσαντο ἐπὶ δίκην, ἣν αὐτοὶ δικάσειν ἔμελλον, τυραννίδος ἐπιβαλόντες αἰτίαν. [2] καὶ οὐδὲ τοῦτ᾽ ἔμαθον, ὅτι δήμῳ τύραννος οὐδεὶς πολεμεῖ μετὰ τῶν ἀρίστων συστάς, ἀλλὰ τἀναντία μετὰ τοῦ δήμου τὸ κράτιστον ἐκ τῆς πόλεως ἀναιρεῖ μέρος· δικαστήριόν τ᾽ οὐχ ὅπερ ἦν πάτριον ἀπέδωκάν μοι τὴν λοχῖτιν καλέσαντες ἐκκλησίαν, ἀλλ᾽ ὃ πάντες ὁμολογοῦσι πονηρότατον εἶναι δικαστήριον καὶ ἐπ᾽ ἐμοῦ πρώτου καὶ μόνου γενόμενον, ἐν ᾧ πλέον ἔχειν ἔμελλον οἱ θῆτες καὶ ἀνέστιοι καὶ τοῖς ἀλλοτρίοις ἐπιβουλεύοντες βίοις τῶν ἀγαθῶν καὶ δικαίων καὶ τὰ [3] κοινὰ σώζεσθαι βουλομένων. τοσοῦτο δ᾽ ἄρα μοι περιῆν τοῦ μηδὲν ἀδικεῖν, ὥστ᾽ ἐν ὄχλῳ κρινόμενος, οὗ τὸ πλέον μισόχρηστον ἦν καὶ διὰ τοῦτ᾽ ἐχθρὸν ἐμοί, δυσὶ μόνον ἑάλων ψήφοις ἀποτιθεμένων τὴν ἐξουσίαν τῶν δημάρχων, εἰ μὴ καταδικασθείην ἐγώ, καὶ τὰ ἔσχατα πείσεσθαι πρὸς ἐμοῦ λεγόντων καὶ πάσῃ σπουδῇ καὶ προθυμίᾳ παρὰ τὸν ἀγῶνα κατ᾽ ἐμοῦ χρησαμένων. [4] τοιαῦτα δὴ πεπονθὼς ἐγὼ πρὸς τῶν ἐμαυτοῦ πολιτῶν ἀβίωτον ἡγησάμην τὸν λοιπὸν ἔσεσθαί μοι βίον, εἰ μὴ λάβοιμι παρ᾽ αὐτῶν δίκας· καὶ διὰ τοῦτ᾽ ἐξόν μοι ζῆν ἀπραγμόνως, εἴτ᾽ ἐν ταῖς Λατίνων πόλεσιν ἠβουλόμην κατὰ τὸ συγγενές, εἴτ᾽ ἐν ταῖς νεοκτίστοις, ἅς οἱ πατέρες ἡμῶν ἀπῴκισαν, οὐκ ἠβουλήθην, ἐφ᾽ ὑμᾶς δὲ κατέφυγον, οὓς ἠπιστάμην πλεῖστά θ᾽ ὑπὸ [p. 133] Ῥωμαίων ἠδικημένους καὶ μάλιστ᾽ αὐτοῖς ἀπεχθομένους, ἵνα κοινῇ μεθ᾽ ὑμῶν τιμωρησαίμην αὐτούς, ὅση μοι δύναμις, λόγοις τ᾽, ἔνθα δεῖ λόγων, καὶ ἔργοις, ὅταν ἔργων δέῃ. χάριν τε τὴν μεγάλην ὑμῖν οἶδα τῆς θ᾽ ὑποδοχῆς μου καὶ ἔτι μᾶλλον τῆς τιμῆς, ᾗ με τιμᾶτε οὐθὲν οὔτε μνησικακήσαντες οὔθ᾽ ὑπολογισάμενοι ὧν ὑπ᾽ ἐμοῦ πολεμίου ποτὲ ὄντος ἐπάθετε κατὰ τοὺς πολέμους. ;ΚΕΦΑΛΑΙΟΝ Ζ΄ [1] φέρε δή, τίς ἂν εἴην ἀνήρ, εἰ δόξης καὶ τιμῶν, ὧν προσῆκέ μοι παρὰ τοῖς ἐμαυτοῦ πολίταις τυγχάνειν, παρὰ τῶν εὖ παθόντων ἀποστερηθείς, πρὸς δὲ τούτοις πατρίδος τε καὶ οἴκου καὶ φίλων καὶ θεῶν πατρῴων καὶ τάφων προγονικῶν καὶ παντὸς ἄλλου ἀπελασθεὶς ἀγαθοῦ, παρ᾽ ὑμῖν δ᾽ ἅπαντα ταῦθ᾽ εὑρών, οἷς ἐκείνων χάριν ἐπολέμουν, εἰ μὴ γενοίμην χαλεπὸς μὲν οἷς ἀντὶ πολιτῶν ἐχθροῖς κέχρημαι, χρηστὸς δ᾽ οἷς ἀντὶ πολεμίων φίλοις; ἀλλ᾽ ἔγωγ᾽ οὐδ᾽ ἐν ἀνδρὸς μοίρᾳ θείην ἄν, ὅστις μήτε τὸ πολεμοῦν δι᾽ ὀργῆς ἔχει μήτε τὸ σῶζον ἑαυτὸν δι᾽ εὐνοίας. πατρίδα θ᾽ ἡγοῦμαι οὐ τὴν ἀπαρνησαμένην με πόλιν, ἀλλ᾽ ἧς ἀλλότριος [2] ὢν πολίτης γέγονα, γῆν τ᾽ οὐκ ἐν ᾗ ἠδίκημαι φίλην, ἀλλ᾽ ἐν ᾗ τὸ ἀσφαλὲς ἔχω. καὶ ἂν θεός τε συλλαμβάνῃ καὶ τὰ ὑμέτερα ὡς εἰκὸς πρόθυμα ᾖ, μεγάλην καὶ ταχεῖαν [p. 134] ἐλπίζω γενήσεσθαι τὴν μεταβολήν. εὖ γὰρ ἴστε, ὅτι πολλῶν ἤδη πολεμίων πειραθέντες Ῥωμαῖοι οὐθένας μᾶλλον ἔδεισαν ὑμῶν, οὐδ᾽ ἐστίν, ἐφ᾽ ᾧ μᾶλλον σπουδάζοντες διατελοῦσιν ἢ ὅπως τὸ ὑμέτερον ἔθνος ἀσθενὲς ἀποδείξουσι. [3] καὶ διὰ τοῦτο τὰς μὲν πολέμῳ λαβόντες ὑμῶν ἔχουσι πόλεις, τὰς δὲ φιλίας ἐλπίδι παρακρουσάμενοι, ἵνα μὴ καθ᾽ ἓν ἅπαντες γενόμενοι κοινὸν ἐξενέγκητε κατ᾽ αὐτῶν πόλεμον. ἐὰν οὖν τἀναντία ὑμεῖς ἀντιφιλοτιμούμενοι διατελῆτε καὶ μίαν ἅπαντες ἔχητε περὶ τοῦ πολέμου γνώμην, ὃ ποιεῖτε νυνί, ῥᾳδίως αὐτῶν τὸ κράτος παύσετε. ;ΚΕΦΑΛΑΙΟΝ Η΄ [1] ὃν δὲ τρόπον ἀγωνιεῖσθε καὶ πῶς χρήσεσθε τοῖς πράγμασιν, ἐπειδὴ γνώμην ἀξιοῦτέ με ἀποφήνασθαι, εἴτ᾽ ἐμπειρίαν μοι μαρτυροῦντες εἴτ᾽ εὔνοιαν εἴτε καὶ ἀμφότερα, φράσω καὶ οὐκ ἀποκρύψομαι. πρῶτον μὲν οὖν ὑμῖν παραινῶ σκοπεῖν, ὅπως εὐσεβῆ καὶ δικαίαν πορίσησθε τοῦ πολέμου πρόφασιν. εὐσεβὴς δὲ καὶ δικαία τοῦ πολέμου πρόφασις, ἥτις ἂν γένοιτο καὶ [2] ἅμα συμφέρουσα ὑμῖν, ἀκούσατέ μου. Ῥωμαίοις ἡ μὲν ἐξ ἀρχῆς ὑπάρξασα γῆ βραχεῖά ἐστι καὶ λυπρά, ἡ δ᾽ ἐπίκτητος, ἣν τοὺς περιοίκους ἀφελόμενοι ἔχουσι, πολλὴ καὶ ἀγαθή· καὶ εἰ τῶν ἠδικημένων ἕκαστοι τὴν ἑαυτῶν ἀξιοῖεν ἀπολαβεῖν, οὐδὲν οὕτως μικρὸν οὐδ᾽ ἀσθενὲς οὐδ᾽ ἄπορον, ὡς τὸ Ῥωμαίων ἄστυ γενήσεται. [p. 135] [3] τούτου δ᾽ οἴομαι δεῖν ὑμᾶς ἄρξαι. πέμπετε οὖν πρέσβεις ὡς αὐτοὺς ἀπαιτοῦντες ἃς κατέχουσιν ὑμῶν πόλεις καὶ ὅσα τείχη ἐν τῇ ὑμετέρᾳ γῇ ἐνετειχίσαντο ἀξιοῦντες ἐκλιπεῖν, καὶ εἴ τι ἄλλο βίᾳ σφετερισάμενοι τῶν ὑμετέρων ἔχουσι πείθοντες ἀποδιδόναι. πολέμου δὲ μήπω ἄρχετε, πρὶν ἢ λαβεῖν τὰς παρ᾽ αὐτῶν ἀποκρίσεις. ἐὰν γὰρ ταῦτα ποιήσητε, δυεῖν ὧν βούλεσθε ὑπάρξει θάτερον ὑμῖν· ἢ τὰ ἑαυτῶν ἀπολήψεσθε ἄνευ κινδύνων καὶ δαπάνης, ἢ καλὴν καὶ δικαίαν πρόφασιν εἰληφότες ἔσεσθε τοῦ πολέμου. τὸ γὰρ μὴ τῶν ἀλλοτρίων ἐπιθυμεῖν, ἀλλὰ τὰ ἑαυτῶν ἀπαιτεῖν καὶ μὴ τυγχάνοντας τούτου πολεμεῖν, ἅπαντες ἂν ὁμολογήσουσιν εἶναι καλόν. [4] φέρε δή, τί ποιήσειν οἴεσθε Ῥωμαίους ταῦθ᾽ ὑμῶν προελομένων; πότερον ἀποδώσειν τὰ χωρία ὑμῖν; καὶ τί κωλύσει πάντων αὐτοὺς ἀποστῆναι τῶν ἀλλοτρίων; ἥξουσι γὰρ Αἰκανοί τε καὶ Ἀλβανοὶ καὶ Τυρρηνοὶ καὶ πολλοὶ ἄλλοι τὴν ἑαυτῶν ἕκαστοι γῆν ἀποληψόμενοι. ἢ καθέξειν τὰ χωρία καὶ μηθὲν τῶν δικαίων ποιήσειν; ὅπερ ἐγὼ νομίζω. οὐκοῦν ἀδικεῖσθαι πρότεροι λέγοντες ὑπ᾽ αὐτῶν κατὰ τὸ ἀναγκαῖον ἐπὶ τὰ ὅπλα χωρήσετε καὶ συμμάχους ἕξετε, ὅσοι τὰ ἑαυτῶν ἀφαιρεθέντες ἀπεγνώκασιν ἄλλως ἂν ἔτι αὐτὰ [5] ἢ πολεμοῦντες οὐκ ἀπολήψεσθαι. κράτιστος δ᾽ ὁ καιρὸς καὶ οἷος οὐκ ἕτερος ἐπιθέσθαι Ῥωμαίοις, ὃν ἡ [p. 136] τύχη τοῖς ἀδικουμένοις οὐδ᾽ ἂν ἐλπισθέντα παρεσκεύασεν, ἐν ᾧ στασιάζουσι καὶ ὑποπτεύουσιν ἀλλήλους καὶ ἡγεμόνας ἔχουσιν ἀπείρους πολέμου. ἃ μὲν οὖν ὑποτίθεσθαι ἔδει λόγοις καὶ παραινεῖν φίλοις, μετὰ πάσης εὐνοίας καὶ πίστεως εἰρημένα ὑπ᾽ ἐμοῦ, ταῦτ᾽ ἐστίν, ἃ δὲ παρ᾽ αὐτὰ τὰ ἔργα ἑκάστοτε προορᾶσθαί τε καὶ μηχανᾶσθαι δεήσει, τοῖς ἡγεμόσι τῆς δυνάμεως ἐπιτρέψατε διανοεῖσθαι. [6] πρόθυμον γὰρ καὶ τοὐμὸν ἔσται, ἐν ᾧ ἄν με τάττητε τόπῳ, καὶ πειράσομαι μηδενὸς εἶναι χείρων μήτε στρατιώτου μήτε λοχαγοῦ μήτε ἡγεμόνος· ἀλλὰ καταχρῆσθέ μοι λαβόντες, ὅπου ἂν μέλλω τι ὑμᾶς ὠφελήσειν, καὶ εὖ ἴστε ὅτι, εἰ πολεμῶν ὑμῖν μεγάλα βλάπτειν δυνατὸς ἦν, καὶ σὺν ὑμῖν ἀγωνιζόμενος μεγάλα δυνήσομαι ὠφελεῖν. ;ΚΕΦΑΛΑΙΟΝ Θ΄ [1] τοιαῦτα μὲν ὁ Μάρκιος εἶπεν. οἱ δὲ Οὐολοῦσκοι λέγοντός τε τοῦ ἀνδρὸς ἔτι δῆλοι ἦσαν ἀγάμενοι τοὺς λόγους, καὶ ἐπειδὴ ἐπαύσατο μεγάλῃ βοῇ πάντες ἐπεσήμηναν ὡς τὰ κράτιστα ὑποθεμένῳ λόγον τ᾽ οὐθενὶ προθέντες ἐπικυροῦσι τὴν γνώμην. γραφέντος δὲ τοῦ δόγματος εὐθὺς ἐξ ἑκάστης πόλεως τοὺς ἐπιφανεστάτους ἄνδρας ἑλόμενοι πρεσβευτὰς εἰς τὴν Ῥώμην ἀπέστειλαν· τῷ δὲ Μαρκίῳ ψηφίζονται βουλῆς τε μετουσίαν ἐν ἁπάσῃ πόλει καὶ ἀρχὰς ἐξεῖναι πανταχόσε μετιέναι καὶ τῶν ἄλλων, ὁπόσα τιμιώτατα ἦν παρ᾽ [2] αὐτοῖς, μετέχειν. καὶ πρὶν ἢ τὰς Ῥωμαίων ἀποκρίσεις [p. 137] ἀναμεῖναι, πάντες ἔργου εἴχοντο παρασκευαζόμενοι τὰ πολέμια· ὅσοι τ᾽ ἦσαν αὐτῶν ἄθυμοι τέως κακωθέντες ἐν ταῖς προτέραις μάχαις, τότε πάντες ἐπερρώσθησαν ὡς τὴν Ῥωμαίων καθαιρήσοντες ἰσχύν. [3] οἱ δ᾽ εἰς τὴν Ῥώμην ἀποσταλέντες ὑπ᾽ αὐτῶν πρέσβεις καταστάντες ἐπὶ τὴν βουλὴν ἔλεγον· ὅτι Οὐολούσκοις περὶ πολλοῦ ἐστι καταλύσασθαι τὰ πρὸς Ῥωμαίους ἐγκλήματα καὶ τὸν λοιπὸν χρόνον εἶναι φίλοις καὶ συμμάχοις ἄνευ δόλου καὶ ἀπάτης. ἔσεσθαι δὲ τὸ πιστὸν αὐτοῖς τῆς φιλίας βέβαιον ἀπέφαινον, εἰ κομίσαιντο γῆν τε τὴν ἑαυτῶν καὶ πόλεις, ἃς ὑπὸ Ῥωμαίων ἀφῃρέθησαν· ἄλλως δ᾽ οὔτ᾽ εἰρήνην οὔτε φιλότητα βεβαίαν ὑπάρξειν αὐτοῖς· τὸ γὰρ ἀδικούμενον ἀεὶ πολέμιον εἶναι τῷ πλημμελοῦντι φύσει. ἠξίουν τε μὴ καταστῆσαι σφᾶς εἰς ἀνάγκην πολέμου τῶν δικαίων ἀποτυγχάνοντας. ;ΚΕΦΑΛΑΙΟΝ Ι΄ [1] ὡς δὲ ταῦτ᾽ εἶπον οἱ πρέσβεις, ἐβουλεύοντο κατὰ σφᾶς οἱ σύνεδροι μεταστησάμενοι τοὺς ἄνδρας, καὶ ἐπειδὴ ἔκριναν ἃς χρὴ ἀποκρίσεις ποιήσασθαι, καλέσαντες αὐτοὺς πάλιν ἐπὶ τὸν σύλλογον ταύτην ἔδοσαν τὴν ἀπόφασιν. οὐ λανθάνετε ἡμᾶς, ὦ Οὐολοῦσκοι, φιλίας μὲν οὐδὲν δεόμενοι, πρόφασιν δ᾽ εὐπρεπῆ λαβεῖν βουλόμενοι τοῦ πολέμου. ἃ γὰρ ἥκετε παρ᾽ ἡμῶν ἀπαιτοῦντες, καλῶς ἐπίστασθε οὐδέποτε ληψόμενοι· χρῄζετε γὰρ ἀδίκων τε καὶ ἀδυνάτων. [2] εἰ μὲν οὖν δόντες ἡμῖν τὰ χωρία ἔπειτα μεταδόξαν ὑμῖν νῦν ἀπαιτεῖτε, ἀδικεῖσθε [p. 138] μὴ κομιζόμενοι, εἰ δὲ πολέμῳ ἀφαιρεθέντες οὐκέτι αὐτῶν ὄντες κύριοι, ἀδικεῖτε τῶν ἀλλοτρίων ἐφιέμενοι. ἡμεῖς δὲ κρατίστας ἡγούμεθα κτήσεις, ἃς ἂν πολέμῳ κρατήσαντες λάβωμεν, οὔτε πρῶτοι καταστησάμενοι νόμον τόνδε οὔτε αὐτὸν ἀνθρώπων ἡγούμενοι εἶναι μᾶλλον ἢ οὐχὶ θεῶν· ἅπαντάς τε καὶ Ἕλληνας καὶ βαρβάρους εἰδότες αὐτῷ χρωμένους οὐκ ἂν ἐνδοίημεν ὑμῖν μαλακὸν οὐδὲν οὐδ᾽ ἂν ἀποσταίημεν ἔτι τῶν δορικτήτων. [3] πολλὴ γὰρ ἂν εἴη κακότης, εἴ τις ἃ μετ᾽ ἀρετῆς καὶ ἀνδρείας ἐκτήσατο, ταῦθ᾽ ὑπὸ μωρίας τε καὶ δειλίας ἀφαιρεθείη. πολεμεῖν τ᾽ οὔτε μὴ βουλομένους ὑμᾶς ἀναγκάζομεν, οὔτε προθυμουμένους παραιτούμεθα, ἂν δ᾽ ἄρξησθε ἀμυνούμεθα. ταῦτα Οὐολούσκοις ἀπαγγέλλετε καὶ λέγετε, ὅτι λήψονται μὲν πρότεροι τὰ ὅπλ᾽ ἐκεῖνοι, θήσομεν δ᾽ ἡμεῖς ὕστεροι. {{DEFAULTSORT:Ρωμαικη Αρχαιολογια 08 01}} 1mr3fnada8lc1yrvojorja74i6xm2pr Ρωμαϊκή Αρχαιολογία/θ/61 0 23583 148479 100298 2022-08-09T13:20:00Z Αντιγόνη 235 wikitext text/x-wiki {{Κεφαλίδα | τίτλος = Κεφάλαια 61–71 | συγγραφέας = Διονύσιος ο Αλικαρνασσεύς | μεταφραστής= | ενότητα = [[Ρωμαϊκή Αρχαιολογία/θ|Ῥωμαϊκὴ Ἀρχαιολογία: Λόγος θ΄]] | προηγούμενο= [[Ρωμαϊκή Αρχαιολογία/θ/51|Κεφάλαια 51–60]] | επόμενο = | σημειώσεις = Dionysii Halicarnasei Antiquitatum Romanarum quae supersunt, Vol I-IV. Dionysius of Halicarnassus. Karl Jacoby. In Aedibus B.G. Teubneri. Leipzig. 1885. }} ;ΚΕΦΑΛΑΙΟΝ ΞΑ΄ [1] ἐπὶ δὲ τῆς ἐνάτης καὶ ἑβδομηκοστῆς ὀλυμπιάδος, ἣν ἐνίκα Ξενοφῶν Κορίνθιος ἄρχοντος Ἀθήνησιν Ἀρχεδημίδου, παραλαμβάνουσι τὴν ὑπατείαν Τῖτος Κοίντιος Καπιτωλῖνος καὶ Κόιντος Φάβιος Οὐιβουλανός· Κοίντιος μὲν τὸ τρίτον ἐπὶ τὴν ἀρχὴν ἀποδειχθεὶς ὑπὸ τοῦ δήμου, Φάβιος δὲ τὸ δεύτερον. οἷς ἡ βουλὴ ἀμφοτέροις στρατιὰς μεγάλας καὶ εὖ παρεσκευασμένας παραδοῦσα ἐξέπεμψε. [2] Κοίντιος μὲν οὖν ἐτάχθη φυλάττειν τὴν σφετέραν γῆν, ὅση τοῖς πολεμίοις ὅμορος ἦν, Φάβιος δὲ τὴν Αἰκανῶν δῃοῦν· καὶ καταλαμβάνει τοὺς Αἰκανοὺς ἐπὶ τοῖς μεθορίοις ὑπομένοντας αὐτὸν σὺν δυνάμει πολλῇ. καὶ ἐπειδὴ τὰς παρεμβολὰς ἐν τοῖς κρατίστοις ἑκάτεροι χωρίοις κατεστήσαντο, προῄεσαν εἰς τὸ πεδίον Αἰκανῶν προκαλεσαμένων καὶ ἀρξάντων τῆς μάχης, καὶ διέμειναν ἐπὶ πολὺ τῆς ἡμέρας ἐκθύμως καὶ φιλοπόνως ἀγωνιζόμενοι, καὶ τὸ νικᾶν οὐ παρ᾽ ἄλλον τινὰ ἢ παρ᾽ ἑαυτὸν ἕκαστος τιθέμενος. [3] ὡς δὲ τὰ ξίφη τοῖς πλείοσιν αὐτῶν διὰ τὰς συνεχεῖς πληγὰς ἄχρηστα ἐγεγόνει, σημηνάντων τὸ ἀνακλητικὸν τῶν ἡγεμόνων ἀπῆλθον ἐπὶ τοὺς χάρακας. καὶ μετὰ τοῦτο τὸ ἔργον ἀγὼν μὲν ἐκ παρατάξεως οὐκέτ᾽ αὐτῶν ἐγένετο, ἀκροβολισμοὶ δέ τινες συμπλοκαὶ ψιλῶν περί τε ὕδασι καὶ ἐν ἀγορᾶς παραπομπαῖς συνεχεῖς· κἀν τούτοις μέντοι τὰ πολλὰ [4] ἦσαν ἰσόρροποι. ἐν ᾧ δὲ ταῦτ᾽ ἐγίνετο χρόνῳ, μοῖρά [p. 385] τις ἀπὸ τῆς Αἰκανῶν στρατιᾶς παρελθοῦσα καθ᾽ ἑτέρας ὁδοὺς ἀφυλάκτους ἐνέβαλεν εἰς τὴν Ῥωμαίων γῆν, ἣ πλεῖστον ἀφειστήκει τῆς ὁμόρου καὶ διὰ τοῦτ᾽ ἀφύλακτος ἦν· ἐξ ἧς ἀνθρώπους τε πολλοὺς συνήρπασε καὶ χρήματα, λαθοῦσά τε τοὺς σὺν τῷ Κοιντίῳ περιπόλους τῆς σφετέρας γῆς ἀπῆλθεν ἐπὶ τὰ οἰκεῖα. τοῦτο συνεχῶς ἐγίνετο καὶ πολλὴν παρεῖχεν αἰσχύνην τοῖς ὑπάτοις. [5] ἔπειτα μαθὼν διὰ κατασκόπων τε καὶ αἰχμαλώτων ὁ Φάβιος ἐξεληλυθυῖαν ἐκ τοῦ χάρακος τῶν Αἰκανῶν τὴν κρατίστην δύναμιν, ἐν τῇ παρεμβολῇ καταλιπὼν τοὺς πρεσβυτάτους αὐτὸς ἐξῆλθε νύκτωρ ἱππέων ἐπαγόμενος καὶ τοῦ πεζοῦ τὸ ἀκμαιότατον. οἱ μὲν οὖν Αἰκανοὶ διηρπακότες τὰ χωρία, οἷς ἐνέβαλον, ἀπῄεσαν ἐπαγόμενοι πολλὰς ὠφελείας, ὁ δὲ Φάβιος οὐ πολὺ προελθοῦσιν αὐτοῖς ἐπιφαίνεται καὶ τήν τε λείαν ἀφαιρεῖται καὶ μάχῃ τοὺς ὑπομείναντας νικᾷ γενομένους ἄνδρας ἀγαθούς· οἱ δὲ λοιποὶ σποράδες ἐμπειρίᾳ ὁδῶν λαθόντες τοὺς διώκοντας κατέφυγον εἰς τὸν χάρακα. [6] ἐπεὶ δὲ ταύτῃ ἀνεκρούσθησαν οἱ Αἰκανοὶ τῇ συμφορᾷ παρὰ δόξαν σφίσι γενομένῃ, λύσαντες τὴν παρεμβολὴν ὑπὸ νύκτα ᾤχοντο καὶ οὐκέτι τὸ λοιπὸν ἐξῄεσαν ἐκ τῆς πόλεως· ἀλλ᾽ ἠνείχοντο σῖτόν τε, ὃς ἐν ἀκμῇ τότε ἦν, συγκομιζόμενον ὑπὸ τῶν πολεμίων καὶ ἀγέλας βοσκημάτων ἀπελαυνομένας ὁρῶντες, χρήματά τε διαρπαζόμενα καὶ αὐλὰς πυρὶ διδομένας καὶ αἰχμαλώτους πολλοὺς ἀγομένους. τοῦτο διαπραξάμενος [p. 386] ὁ Φάβιος, ἐπειδὴ παραδοῦναι τὰς ἀρχὰς ἑτέροις ἔδει, τὴν δύναμιν ἀναστήσας ἀπῆγε· τὸ δ᾽ αὐτὸ καὶ Κοίντιος ἐποίει. ;ΚΕΦΑΛΑΙΟΝ ΞΒ΄ [1] ἀφικόμενοι δ᾽ εἰς τὴν Ῥώμην ἀπέδειξαν ὑπάτους Αὖλον Ποστόμιον Ἄλβον καὶ Σερούιον Φούριον. οἱ μὲν δὴ νεωστὶ παρειλήφεσαν τὴν ἀρχήν, παρὰ δὲ τῶν συμμάχων Λατίνων ἄγγελοι Ῥωμαίοις κατὰ σπουδὴν διαπεμφθέντες ἧκον. οὗτοι καταστάντες ἐπὶ τὴν βουλὴν διεσάφουν Ἀντιατῶν τὰ πράγματα οὐ βέβαια εἶναι, κρύφα τε διαπρεσβευομένων πρὸς αὐτοὺς Αἰκανῶν καὶ ἀναφανδὸν εἰσιόντων εἰς τὴν πόλιν ἀγορᾶς προφάσει πολλῶν Οὐολούσκων, οὓς ἐπήγοντο οἱ πρότερον ἐκλιπόντες τὴν πόλιν Ἀντιατῶν, ὅτ᾽ ἐκληρουχεῖτο διὰ πενίαν καὶ πρὸς Αἰκανοὺς ἀπαυτομολήσαντες, [2] ὥσπερ ἔφην. συνδιεφθάρθαι τε τοῖς ἐπιχωρίοις ἅμα ἤγγελλον καὶ τῶν ἐποίκων συχνούς· καὶ εἰ μὴ προκαταληφθήσονται φυλακῇ ἀξιόχρεῳ, ἀναστήσεσθαί τινα ἔλεγον κἀκεῖθεν ἀπροσδόκητον Ῥωμαίοις πόλεμον. τούτων οὐ πολλῷ ὕστερον ἕτεροι πεμφθέντες ὑφ᾽ Ἑρνίκων ἤγγελλον ἐξεληλυθέναι μεγάλην δύναμιν Αἰκανῶν καὶ ἐγκαθεζομένην ἐν τῇ σφετέρᾳ γῇ φέρειν τε πάντα καὶ ἄγειν, στρατεύειν δ᾽ ἅμα τοῖς Αἰκανοῖς καὶ Οὐολούσκους τὴν πλείω τοῦ στρατοῦ μοῖραν παρεχομένους. [3] πρὸς ταῦτ᾽ ἐψηφίσατο ἡ βουλὴ τοῖς μὲν Ἀντιατῶν ταράττουσι τὰ πράγματα — ἧκον γὰρ ἀπολογησόμενοί τινες ἐξ αὐτῶν καὶ καταφανεῖς ἐγένοντο [p. 387] οὐδὲν ὑγιὲς φρονοῦντες — φυλακὴν ἑτέραν πέμψαι, ἣ ἔμελλε δι᾽ ἀσφαλείας ἕξειν τὴν πόλιν· ἐπὶ δ᾽ Αἰκανοὺς ἄγειν τὴν στρατιὰν τὸν ἕτερον τῶν ὑπάτων Σερούιον Φούριον· καὶ ἐγίνετο ταχεῖα ἀμφοῖν ἡ ἔξοδος. [4] οἱ δ᾽ Αἰκανοὶ μαθόντες ἐξεληλυθυῖαν τὴν Ῥωμαίων στρατιάν, ἀναστάντες ἐκ τῆς Ἑρνίκων ἐχώρουν αὐτοῖς ὁμόσε. ἐπεὶ δ᾽ εἶδον ἀλλήλους, ἐκείνην μὲν τὴν ἡμέραν οὐ πολὺ διαστάντες κατεστρατοπέδευσαν, τῇ δ᾽ ἑξῆς ἐπὶ τὸν χάρακα τῶν Ῥωμαίων οἱ πολέμιοι ἧκον διάπειραν αὐτῶν τῆς γνώμης ληψόμενοι. [5] ὡς δ᾽ οὐκ ἐξῄεσαν εἰς μάχην, ἀκροβολισμοῖς χρησάμενοι καὶ οὐδὲν ἀξιόλογον δράσαντες σὺν μεγάλῳ αὐχήματι ἀπῆλθον. ὁ μέντοι Ῥωμαίων ὕπατος ἐκλιπὼν τὸν χάρακα τῇ ἐπιούσῃ· τὸ γὰρ χωρίον οὐ λίαν ἀσφαλὲς ἦν· μετεστρατοπεδεύσατο ἐν ἐπιτηδειοτέρῳ, ἔνθα τάφρον τ᾽ ὠρύξατο βαθυτέραν καὶ χάρακα ἐβάλετο ὑψηλότερον. τοῖς δὲ πολεμίοις ταῦθ᾽ ὁρῶσι πολὺ θράσος προσεγένετο· καὶ ἔτι μᾶλλον, ἐπειδὴ σύμμαχος αὐτοῖς ἀφίκετο στρατιὰ παρὰ τοῦ Οὐολούσκων τε καὶ Αἰκανῶν ἔθνους, οὐδὲν ἔτι διαμελλήσαντες ἐπῆγον τῷ Ῥωμαίων χάρακι. ;ΚΕΦΑΛΑΙΟΝ ΞΓ΄ [1] ὁ δ᾽ ὕπατος ἐνθυμούμενος, ὅτι οὐκ ἀξιόμαχος ἔσται ἡ σὺν αὐτῷ δύναμις ἀγωνιζομένη πρὸς ἀμφότερα τὰ ἔθνη, πέμπει τινὰς ἐκ τῶν ἱππέων γράμματα εἰς τὴν Ῥώμην κομίζοντας, δι᾽ ὧν ἠξίου ταχεῖαν αὐτοῖς ἐλθεῖν ἐπικουρίαν, ὡς κινδυνευούσης ὅλης διαφθαρῆναι τῆς σὺν αὐτῷ στρατιᾶς. [2] ταῦτ᾽ ἐπιλεξάμενος [p. 388] ὁ συνύπατος αὐτοῦ Ποστόμιος — ἦσαν δὲ μέσαι νύκτες μάλιστα, ὅτε οἱ ἱππεῖς ἀφίκοντο — διὰ κηρύκων πολλῶν τοὺς βουλευτὰς ἐκ τῶν οἰκιῶν συνεκάλει· καὶ γίνεται δόγμα βουλῆς, πρὶν ἡμέραν λαμπρὰν γενέσθαι, Τῖτον μὲν Κοίντιον τὸν ὑπατεύσαντα τὸ τρίτον, ἔχοντα τοὺς ἀκμαιοτάτους τῶν νέων πεζούς τε καὶ ἱππεῖς, ἀρχῇ κοσμηθέντα ἀνθυπάτῳ χωρεῖν ἐπὶ τοὺς πολεμίους ἐξ ἐφόδου· Αὖλον δὲ Ποστόμιον τὸν ἕτερον τῶν ὑπάτων τὰς λοιπὰς δυνάμεις συναγαγόντα, ἃς ἔδει χρονιώτερον συνελθεῖν, ὡς ἂν αὐτῷ τάχους ἐγγένηται βοηθεῖν. ἡμέρα δ᾽ ἤδη. [3] διέφωσκε, καὶ ὁ Κοίντιος συνήγαγε τοὺς ἐθελοντὰς πεντακισχιλίους μάλιστ᾽ ἄνδρας· καὶ οὐ πολὺ ἐπισχὼν ἐξῆγεν ἐκ τῆς πόλεως. τοῦθ᾽ ὑποπτεύσαντες ἔμενον οἱ Αἰκανοὶ καὶ πρὶν ἐλθεῖν ἐπικουρίαν τοῖς Ῥωμαίοις προσβάλλειν τῷ χάρακι αὐτῶν καὶ διανοηθέντες ὡς βίᾳ καὶ πλήθει ἁλωσόμενον ἐξῆλθον ἀθρόοι διχῇ νείμαντες αὑτούς. [4] γίνεταί τε μέγας ἀγὼν δι᾽ ὅλης τῆς ἡμέρας ἰταμῶς αὐτῶν ἐπιβαινόντων τοῖς προτειχίσμασι κατὰ πολλὰ μέρη, καὶ οὔτε παλτῶν οὔτε βελῶν ὑπὸ τοξοτῶν οὔτε χερμάδων ἀπὸ σφενδόνης ἀφιεμένων ἀδιαλείπτοις βολαῖς ἀνειργομένων. ἔνθα δὴ παρακελευσάμενοι ἀλλήλοις ὅ τε ὕπατος καὶ ὁ πρεσβευτὴς ὑφ᾽ ἕνα καιρὸν ἀναπετάσαντες [p. 389] τὰς πύλας, ἅμα τοῖς ἀκμαιοτάτοις ἐκτρέχουσιν ἐπὶ τοὺς πολεμίους, κατ᾽ ἄμφω τε τὰ μέρη τῆς προσβολῆς συρράξαντες αὐτοῖς ἀποτρέπουσι τοὺς ἐπιβαίνοντας τῷ χάρακι. τροπῆς δὲ γενομένης ὁ μὲν ὕπατος ἐπ᾽ ὀλίγον διώξας τοὺς καθ᾽ ἑαυτὸν τεταγμένους ἀνέστρεψεν· [5] ὁ δ᾽ ἀδελφὸς αὐτοῦ καὶ πρεσβευτὴς Πόπλιος Φούριος ὑπὸ λήματός τε καὶ προθυμίας φερόμενος ἄχρι τῆς παρεμβολῆς τῶν πολεμίων ἤλασε διώκων τε καὶ κτείνων. ἦσαν δὲ δύο σπεῖραι περὶ αὐτὸν οὐ πλείους ἀνδρῶν ἔχουσαι χιλίων. τοῦτο μαθόντες οἱ πολέμιοι περὶ πεντακισχιλίους μάλιστα γενόμενοι, χωροῦσιν ἐπ᾽ αὐτὸν ἐκ τοῦ χάρακος· καὶ οὗτοι μὲν ἐξ ἐναντίας προσῄεσαν, ἱππεῖς δ᾽ αὐτῶν κύκλῳ περιελάσαντες κατὰ [6] νώτου τοῖς Ῥωμαίοις ἐφίστανται. τούτῳ δὴ τῷ τρόπῳ κυκλωθέντες ὑπ᾽ αὐτῶν οἱ σὺν τῷ Ποπλίῳ καὶ δίχα τῶν σφετέρων ἀποληφθέντες, ἐξὸν αὐτοῖς σώζεσθαι παραδοῦσι τὰ ὅπλα· προὐκαλοῦντο γὰρ αὐτοὺς εἰς τοῦτο οἱ πολέμιοι καὶ περὶ πολλοῦ ἐποιοῦντο χιλίους Ῥωμαίων τοὺς ἀρίστους αἰχμαλώτους λαβεῖν, ὡς διὰ τούτων διαλύσεις εὑρησόμενοι καλὰς τοῦ πολέμου· καταφρονήσαντες αὐτῶν καὶ παρακελευσάμενοι ἀλλήλοις μηδὲν ἀνάξιον πρᾶξαι τῆς πόλεως, μαχόμενοι καὶ πολλοὺς ἀποκτείναντες τῶν πολεμίων ἅπαντες ἀποθνήσκουσιν. ;ΚΕΦΑΛΑΙΟΝ ΞΔ΄ [1] διαφθαρέντων δὲ τούτων ἐπαρθέντες οἱ Αἰκανοὶ τῷ προτερήματι παρῆσαν ἐπὶ τὸν χάρακα τῶν Ῥωμαίων, τήν τε τοῦ Ποπλίου κεφαλὴν ἐπὶ δορατίου [p. 390] πεπηγυῖαν ἀνατείνοντες καὶ τῶν ἄλλων ἀνδρῶν τῶν ἐπιφανῶν, ὡς δὴ τούτῳ καταπληξόμενοι τοὺς ἔνδον καὶ ἀναγκάσοντες παραδοῦναι σφίσι τὰ ὅπλα. τοῖς δ᾽ ἄρα πρὸς μὲν τὴν συμφορὰν τῶν ἀπολωλότων ἔλεός τις παρέστη καὶ ἀνεκλάοντο αὐτῶν τὴν τύχην, πρὸς δὲ τὸν ἀγῶνα θράσος διπλάσιον ἐνέφυ, καὶ τοῦ νικᾶν ἢ τὸν αὐτὸν ἐκείνοις τρόπον ἀποθανεῖν, πρὶν εἰς πολεμίων χεῖρας ἐλθεῖν, καλὸς ἔρως. [2] ἐκείνην μὲν οὖν τὴν νύκτα παρεστρατοπεδευκότων τῷ χάρακι τῶν πολεμίων ἄγρυπνοί τε οἱ Ῥωμαῖοι καὶ ἐπισκευάζοντες τὰ πεπονηκότα τοῦ χάρακος διετέλεσαν, τά τ᾽ ἄλλα, οἷς ἀπερύκειν ἔμελλον αὐτούς, εἰ πειραθεῖεν πάλιν τειχομαχεῖν πολλὰ καὶ παντοῖα εὐτρεπιζόμενοι. τῇ δ᾽ ἑξῆς αἵ τε προσβολαὶ πάλιν ἐγίνοντο, καὶ ὁ χάραξ διεσπᾶτο κατὰ πολλὰ μέρη· καὶ πολλάκις μὲν ὑπὸ τῶν ἐξιόντων κατὰ συστροφὰς ἐκ τοῦ χάρακος ἐξεκρούσθησαν οἱ Αἰκανοί, πολλάκις δ᾽ ἀνεκόπησαν ὑπ᾽ ἐκείνων οἱ θρασύτερον ἐπεξιόντες. [3] καὶ τοῦτο δι᾽ ὅλης τῆς ἡμέρας ἐγίνετο· ἔνθα ὅ θ᾽ ὕπατος ὁ τῶν Ῥωμαίων σαυνίῳ διὰ τοῦ θυρεοῦ διαπερονηθεὶς τιτρώσκεται τὸν μηρόν, καὶ ἄλλοι συχνοὶ τῶν ἐπιφανῶν, ὅσοι περὶ αὐτὸν ἐμάχοντο· ἤδη δὲ τοῖς Ῥωμαίοις ἀπειρηκόσιν ἀπροσδόκητος ἐπιφαίνεται περὶ δείλην ὀψίαν προσιὼν Κοίντιος, ἄγων τὴν ἐθελούσιον ἐπικουρίαν τῶν ἀκμαιοτάτων, οὓς ἰδόντες οἱ πολέμιοι προσιόντας ἀνέστρεφον ἀφέντες [p. 391] τὴν πολιορκίαν ἀτελῆ· καὶ οἱ Ῥωμαῖοι ἐπεξελθόντες αὐτοῖς ἀπιοῦσι τοὺς ὑστερίζοντας ἐφόνευον. [4] οὐ μέντοι ἐπὶ πολύν γε χρόνον ἐδίωξαν ἀσθενεῖς ὄντες οἱ πολλοὶ ὑπὸ τραυμάτων, ἀλλὰ διὰ τάχους ἀνέστρεψαν. καὶ μετὰ ταῦτα διὰ φυλακῆς εἶχον ἑκάτεροι σφᾶς αὐτοὺς μένοντες ἐν ταῖς παρεμβολαῖς ἄχρι πολλοῦ. ;ΚΕΦΑΛΑΙΟΝ ΞΕ΄ [1] ἔπειτ᾽ Αἰκανῶν τε καὶ Οὐολούσκων ἑτέρα δύναμις καλὸν ὑπολαμβάνουσα καιρὸν ἔχειν προνομεῦσαι τὴν Ῥωμαίων γῆν, ἐξεστρατευμένης αὐτῶν τῆς κρατίστης δυνάμεως, ἐξῆλθε νυκτός· καὶ ἐμβαλοῦσα εἰς τὴν προσωτάτω χώραν, ἔνθα τοῖς γεωργοῖς δέος οὐδὲν εἶναι ἐδόκει, πολλῶν γίνονται χρημάτων καὶ [2] σωμάτων ἐγκρατεῖς. οὐ μὴν καλάς γ᾽ οὐδ᾽ εὐτυχεῖς τὰς ἐσχάτας ἔσχον ἐκεῖθεν ἀπαλλαγάς. ὁ γὰρ ἕτερος τῶν ὑπάτων Ποστόμιος ἄγων τὴν συναχθεῖσαν ἐπικουρίαν τοῖς ἐν τῷ χάρακι πολεμουμένοις, ὡς ἔμαθε τὰ γινόμενα ὑπὸ τῶν πολεμίων, ἐπιφαίνεται αὐτοῖς ἐκ τοῦ ἀνελπίστου. [3] οἱ δ᾽ οὔτε κατεπλάγησαν οὔτ᾽ ἔδεισαν αὐτοῦ τὴν ἔφοδον, ἀλλ᾽ ἀποθέμενοι σχολῇ τὰς ἀποσκευὰς καὶ τὰ λάφυρα εἰς ἓν χωρίον ἐχυρὸν καὶ φυλακὴν τὴν ἀρκοῦσαν ἐπὶ τούτοις καταλιπόντες οἱ λοιποὶ συντεταγμένοι χωροῦσι τοῖς Ῥωμαίοις ὁμόσε· καὶ συμπεσόντες ἄξια λόγου ἔργα ἀπεδείκνυντ᾽ ὀλίγοι μὲν πρὸς πολλοὺς ἀγωνιζόμενοι — συνέρρεον γὰρ ἐκ τῶν ἀγρῶν ἐπ᾽ αὐτοὺς συχνοὶ ἤδη διεσκεδασμένοι — ψιλῇ [p. 392] ὁπλίσει πρὸς ἄνδρας ὅλα τὰ σώματα ἔχοντας ἐν φυλακῇ ἐποίησάν τε πολλοὺς τῶν Ῥωμαίων νεκροὺς καὶ μικροῦ ἐδέησαν ἐν ἀλλοτρίᾳ γῇ καταληφθέντες τρόπαια τῶν ἐλθόντων ἐπὶ σφᾶς αὐτοὺς ἀναστῆσαι. [4] ἀλλ᾽ ὅ γ᾽ ὕπατος καὶ οἱ σὺν αὐτῷ Ῥωμαίων ἱππεῖς ἐπίλεκτοι, ἀχαλινώτοις ἐπελάσαντες τοῖς ἵπποις κατὰ τὸ καρτερώτατόν τε καὶ ἄριστα μαχόμενον αὐτῶν μέρος, διασπῶσι τὴν τάξιν καὶ καταβάλλουσι συχνούς. διαφθαρέντων δὲ τῶν προμάχων καὶ ἡ λοιπὴ δύναμις ἀποτραπεῖσα ἐνέκλινεν εἰς φυγήν, οἵ τε φυλάττοντες τὰς ἀποσκευὰς μεθέμενοι αὐτῶν ἀπιόντες ᾤχοντο ἀνὰ τὰ πλησίον ὄρη. κατ᾽ αὐτὸν μὲν οὖν τὸν ἀγῶνα ὀλίγοι τινὲς αὐτῶν διεφθάρησαν, ἐν δὲ τῇ φυγῇ πάνυ πολλοί, χώρας τ᾽ ἄπειροι ὄντες καὶ ὑπὸ τῆς Ῥωμαίων ἵππου διωκόμενοι. ;ΚΕΦΑΛΑΙΟΝ ΞΣΤ΄ [1] ἐν ᾧ δὲ ταῦτ᾽ ἐγίνετο χρόνῳ, πεπυσμένος ἅτερος τῶν ὑπάτων Σερούιος ἐπὶ βοήθειαν αὐτῷ προσιόντα τὸν συνύπατον δείσας, μὴ ὑπαντήσωσιν αὐτῷ οἱ πολέμιοι καὶ διακλείσωσι τῆς πρὸς αὐτὸν ὁδοῦ, περισπᾶν αὐτοὺς διενοεῖτο προσβολὰς ποιούμενος τῷ [2] χάρακι. ἀλλὰ γὰρ φθάσαντες αὐτὸν οἱ πολέμιοι, ἐπειδὴ ἔγνωσαν τὴν συμφορὰν τῶν σφετέρων, ἣν ἀπήγγειλαν οἱ περισωθέντες ἐκ τῆς προνομῆς, λύσαντες τὴν παρεμβολὴν ἐν τῇ πρώτῃ νυκτὶ μετὰ τὴν μάχην εἰς τὴν πόλιν ἀπῆραν, οὐχ ἅπαντα πεπραχότες, ὅσα ἐβούλοντο. [p. 393] [3] χωρὶς γὰρ τῶν ἀποθανόντων ἔν τε ταῖς μάχαις καὶ κατὰ τὰς προνομὰς τοὺς ὑστερήσαντας ἐν τῇ τότε φυγῇ πολλῷ πλείους τῶν προτέρων ἀπέβαλον. οἱ γὰρ ὑπὸ καμάτου τε καὶ τραυμάτων βαρυνόμενοι σχολῇ προβαίνοντες ἐγκαταλιπόντων αὐτοὺς τῶν μελῶν ἔπιπτον, μάλιστα δὲ περὶ τὰ νάματα καὶ ποταμοὺς ὑπὸ δίψης φλεγόμενοι· οὓς οἱ Ῥωμαίων ἱππεῖς καταλαμβάνοντες ἐφόνευον. [4] οὐ μὲν δὴ οὐδὲ Ῥωμαῖοι πάντα ἐκ τοῦ τότε ἀγῶνος εὐτυχηκότες ἀνέστρεψαν, ἄνδρας μὲν γὰρ ἀγαθοὺς καὶ πολλοὺς ἐν ταῖς μάχαις ἀπολωλέκεσαν, καὶ πρεσβευτὴν ἁπάντων λαμπρότατον γενόμενον ἐν τῷ ἀγῶνι· νίκην δ᾽ οὐδεμιᾶς ἥττονα τῇ πόλει φέροντες ἀνέστρεψαν. ταῦτ᾽ ἐπ᾽ ἐκείνων τῆς ἀρχῆς ἐπράχθη. ;ΚΕΦΑΛΑΙΟΝ ΞΖ΄ [1] τῷ δὲ κατόπιν ἔτει Λευκίου Αἰβουτίου καὶ Ποπλίου Σερουιλίου Πρίσκου παρειληφότων τὴν ἀρχὴν οὐδὲν οὔτε κατὰ πολέμους ἔργον ἀπεδείξαντο Ῥωμαῖοι λόγου ἄξιον οὔτε πολιτικόν, ὑπὸ νόσου κακωθέντες ὡς οὔπω πρότερον λοιμικῆς· ἣ τὸ μὲν πρῶτον ἵππων τε φορβάδων καὶ βοῶν ἀγέλαις προσῆλθεν, ἀπὸ δὲ τούτων εἴς τ᾽ αἰπόλια καὶ ποίμνας κατέσκηψε, καὶ διέφθειρεν ὀλίγου δεῖν πάντα τὰ τετράποδα· ἔπειτα τῶν νομέων τε καὶ γεωργῶν ἥψατο, καὶ διελθοῦσα διὰ πάσης τῆς χώρας εἰς τὴν πόλιν ἐνέπεσε. [2] θεραπόντων μὲν οὖν καὶ θητῶν καὶ τοῦ πένητος ὄχλου πλῆθος ὅσον διέφθειρεν, οὐ ῥᾴδιον ἦν εὑρεῖν. κατ᾽ ἀρχὰς μὲν γὰρ ἐφ᾽ ἁμάξαις σωρηδὸν οἱ θνήσκοντες [p. 394] ἀπεκομίζοντο, τελευτῶντες δ᾽, ὧν ἐλάχιστος ἦν ὁ λόγος, εἰς τὸ τοῦ παραρρέοντος ποταμοῦ ῥεῖθρον ὠθοῦντο. τῶν δ᾽ ἐκ τοῦ βουλευτικοῦ συνεδρίου τὸ τέταρτον μέρος συνελογίσθη διεφθαρμένον, ἐν οἷς ἦσαν οἵ θ᾽ ὕπατοι ἀμφότεροι καὶ τῶν δημάρχων οἱ πλείους. [3] ἤρξατο μὲν οὖν ἡ νόσος περὶ τὰς καλάνδας τοῦ Σεπτεμβρίου μηνός, διέμεινε δὲ τὸν ἐνιαυτὸν ἐκεῖνον ὅλον, ἅπασαν ὁμοίως καταλαμβάνουσα καὶ διεργαζομένη φύσιν τε καὶ ἡλικίαν. γενομένης δὲ τοῖς πλησιοχώροις γνώσεως τῶν κατεχόντων τὴν Ῥώμην κακῶν, καλὸν ἡγησάμενοι καιρὸν εἶναι Αἰκανοί τε καὶ Οὐολοῦσκοι καταλῦσαι τὴν ἀρχὴν αὐτῆς, συνθήκας τε καὶ ὅρκους ἐποιήσαντο πρὸς ἀλλήλους περὶ συμμαχίας· καὶ παρασκευασάμενοι τὰ εἰς πολιορκίαν ἐπιτήδεια, ὡς εἶχον ἀμφότεροι τάχους, ἐξῆγον τὰς δυνάμεις. [4] ἵνα δὲ τὴν ἀπὸ τῶν συμμάχων ἀφέλοιντο τῆς Ῥώμης ἐπικουρίαν εἰς τὴν Λατίνων τε καὶ Ἑρνίκων γῆν πρῶτον ἐνέβαλον. ἀφικομένης δὲ πρεσβείας ἐπὶ τὴν βουλὴν ἀφ᾽ ἑκατέρου τῶν πολεμουμένων ἐθνῶν ἐπὶ συμμαχίας παράκλησιν ὁ μὲν ἕτερος τῶν ὑπάτων Λεύκιος Αἰβούτιος ἐκείνην ἔτυχε τὴν ἡμέραν τεθνηκώς, Πόπλιος δὲ Σερουίλιος ἐγγὺς ὢν τοῦ θανάτου· ὃς ἔτι ὀλίγον ἐμπνέων συνεκάλει [5] τὴν βουλήν. τῶν δ᾽ οἱ πλείους ἡμιθνῆτες ἐπὶ κλινιδίων κομισθέντες καὶ συνεδρεύσαντες ἀπεκρίναντο τοῖς παροῦσιν ἀγγέλλειν τοῖς σφετέροις, ὅτι διὰ τῆς ἑαυτῶν ἀρετῆς τοὺς πολεμίους ἀμύνεσθαι ἡ βουλὴ αὐτοῖς ἐπιτρέπει, μέχρις ἂν ὁ ὕπατος ῥαίσῃ, καὶ ἡ [p. 395] [6] συναγωνιουμένη δύναμις αὐτοῖς συναχθῇ. ταῦτα Ῥωμαίων ἀποκριναμένων Λατῖνοι μὲν ὅσα ἠδυνήθησαν ἐκ τῶν ἀγρῶν εἰς τὰς πόλεις ἀνασκευασάμενοι φυλακὴν ἐποιοῦντο τῶν τειχῶν, τὰ δ᾽ ἄλλα περιεώρων ἀπολλύμενα. Ἕρνικες δὲ δυσανασχετοῦντες ἐπὶ τῇ λύμῃ καὶ διαρπαγῇ τῶν ἀγρῶν, ἀναλαβόντες τὰ ὅπλα ἐξῆλθον. ἀγωνισάμενοι δὲ λαμπρῶς καὶ πολλοὺς μὲν ἀποβαλόντες τῶν σφετέρων, πολλῷ δ᾽ ἔτι πλείους ἀποκτείναντες τῶν πολεμίων, ἐκβιασθέντες εἰς τὰ τείχη κατέφυγον, καὶ οὐκέτι μάχης ἐπειρῶντο. ;ΚΕΦΑΛΑΙΟΝ ΞΗ΄ [1] Αἰκανοὶ δὲ καὶ Οὐολοῦσκοι προνομεύσαντες αὐτῶν τὴν χώραν ἀδεῶς ἐπὶ τοὺς Τυσκλάνων ἀγροὺς ἀφίκοντο. διαρπάσαντες δὲ καὶ τούτους οὐδενὸς ἀμυνομένου παρῆσαν εἰς τοὺς Γαβίνων ὅρους. ἐλάσαντες δὲ καὶ διὰ ταύτης ἀδεῶς τῆς γῆς ἐπὶ τὴν Ῥώμην ἀφικνοῦντο. [2] ἐθορύβησαν μὲν οὖν ἱκανῶς τὴν πόλιν, οὐ μὴν κρατῆσαί γ᾽ αὐτῆς ἠδυνήθησαν· ἀλλὰ καίπερ ἐξασθενοῦντες οἱ Ῥωμαῖοι τὰ σώματα καὶ τοὺς ὑπάτους ἀπολωλεκότες ἀμφοτέρους — καὶ γὰρ ὁ Σερουίλιος ἐτεθνήκει νεωστί — καθοπλισάμενοι παρὰ δύναμιν τοῖς τείχεσιν ἐπέστησαν, τοῦ περιβόλου τῆς πόλεως ὄντος ἐν τῷ τότε χρόνῳ, ὅσος Ἀθηναίων τοῦ ἄστεος ὁ κύκλος· καὶ τὰ μὲν ἐπὶ λόφοις κείμενα καὶ πέτραις ἀποτόμοις ὑπ᾽ αὐτῆς ἐστιν ὠχυρωμένα τῆς φύσεως καὶ ὀλίγης δεόμενα φυλακῆς· τὰ δ᾽ ὑπὸ τοῦ [p. 396] Τεβέριος τετειχισμένα ποταμοῦ, οὗ τὸ μὲν εὖρός ἐστι τεττάρων πλέθρων μάλιστα, βάθος δ᾽ οἷόν τε ναυσὶ πλεῖσθαι μεγάλαις, τὸ δὲ ῥεῦμα ὥσπερ τι καὶ ἄλλο ὀξὺ καὶ δίνας ἐργαζόμενον μεγάλας· ὃν οὐκ ἔνεστι πεζοῖς διελθεῖν εἰ μὴ κατὰ γέφυραν, ἣ ἦν ἐν τῷ τότε χρόνῳ μία ξυλόφρακτος, ἣν ἔλυον ἐν τοῖς πολέμοις. [3] ἓν δὲ χωρίον, ὃ τῆς πόλεως ἐπιμαχώτατόν ἐστιν, ἀπὸ τῶν Αἰσκυλίνων καλουμένων πυλῶν μέχρι τῶν Κολλίνων, χειροποιήτως ἐστὶν ὀχυρόν. τάφρος τε γὰρ ὀρώρυκται πρὸ αὐτοῦ πλάτος ᾗ βραχυτάτη μείζων ἑκατὸν ποδῶν, καὶ βάθος ἐστὶν αὐτῆς τριακοντάπουν· τεῖχος δ᾽ ὑπερανέστηκε τῆς τάφρου χώματι προσεχόμενον ἔνδοθεν ὑψηλῷ καὶ πλατεῖ, οἷον μήτε κριοῖς κατασεισθῆναι μήτε ὑπορυττομένων τῶν θεμελίων ἀνατραπῆναι. [4] τοῦτο τὸ χωρίον ἑπτὰ μέν ἐστι μάλιστ᾽ ἐπὶ μῆκος σταδίων, πεντήκοντα δὲ ποδῶν ἐπὶ πλάτος· ἐν ᾧ τότε οἱ Ῥωμαῖοι τεταγμένοι κατὰ πλῆθος ἀνεῖρξαν τῶν πολεμίων τὴν ἔφοδον οὔτε χελώνας χωστρίδας εἰδότων κατασκευάζειν τῶν τότ᾽ ἀνθρώπων, οὔτε τὰς καλουμένας ἑλεπόλεις μηχανάς. οἱ μὲν δὴ πολέμιοι ἀπογνόντες τῆς πόλεως τὴν ἅλωσιν ἀπῄεσαν ἀπὸ τοῦ τείχους, καὶ δῃώσαντες τὴν χώραν, ὅσην διεξῆλθον, ἀπῆγον ἐπ᾽ οἴκου τὰς δυνάμεις. ;ΚΕΦΑΛΑΙΟΝ ΞΘ΄ [1] Ῥωμαῖοι δὲ τοὺς καλουμένους ἀντιβασιλεῖς ἑλόμενοι τῶν ἀρχαιρεσίων ἕνεκα, ὃ ποιεῖν εἰώθασιν, [p. 397] ὅταν ἀναρχία κατάσχῃ τὴν πόλιν, ὑπάτους ἀπέδειξαν Λεύκιον Λοκρήτιον καὶ Τῖτον Οὐετούριον Γέμινον. ἐπὶ τῆς τούτων ἀρχῆς ἥ τε νόσος ἐπαύσατο καὶ τὰ πολιτικὰ ἐγκλήματα ἀναβολῆς ἔτυχε, τά τ᾽ ἴδια καὶ τὰ κοινά, πειραθέντος μὲν αὖθις τὸ περὶ τῆς κληρουχίας πολίτευμα κινεῖν ἑνὸς τῶν δημάρχων Σέξτου Τιτίου, κωλύσαντος δὲ τοῦ δήμου καὶ εἰς ἐπιτηδειοτέρους ὑπερθεμένου καιρούς. [2] προθυμία τε πολλὴ πᾶσιν ἐνέπεσε τιμωρήσασθαι τοὺς ἐπιστρατεύσαντας τῇ πόλει κατὰ τὸν τῆς νόσου καιρόν· καὶ αὐτίκα τῆς βουλῆς ψηφισαμένης καὶ τοῦ δήμου τὸν πόλεμον ἐπικυρώσαντος κατεγράφοντο τὰς δυνάμεις, οὐδενὸς τῶν ἐχόντων στρατεύσιμον ἡλικίαν οὐδ᾽, εἴ τινα ὁ νόμος ἀπέλυεν, ἀξιοῦντος ἐκείνης ἀπολειφθῆναι τῆς στρατείας· νεμηθείσης δὲ τριχῇ τῆς δυνάμεως μία μὲν ὑπελείφθη φυλάττειν τὴν πόλιν, ἧς ἡγεῖτο Κόιντος Φούριος ἀνὴρ ὑπατικός· αἱ δὲ δύο σὺν τοῖς ὑπάτοις ἐξῆλθον ἐπί τ᾽ [3] Αἰκανοὺς καὶ Οὐολούσκους. τὸ δ᾽ αὐτὸ τοῦτο καὶ ὑπὸ τῶν πολεμίων ἔτυχεν ἤδη γεγονός. ἡ μὲν γὰρ κρατίστη δύναμις ἀφ᾽ ἑκατέρου τῶν ἐθνῶν συνελθοῦσα ὑπαίθριος ἦν ὑπὸ δυσὶν ἡγεμόσι, καὶ ἔμελλεν ἀπὸ τῆς Ἑρνίκων γῆς, ἐν ᾗ τότ᾽ ἦν, ἀρξαμένη πᾶσαν ἐπελεύσεσθαι τὴν Ῥωμαίων ὑπήκοον· ἡ δ᾽ ἧττον ἐκείνης χρησίμη τὰ οἰκεῖα πολίσματα ὑπελείφθη φυλάττειν, μή [4] τις ἔφοδος αἰφνίδιος πολεμίων ἐπ᾽ αὐτὰ γένηται. πρὸς ταῦτα βουλευομένοις τοῖς Ῥωμαίων ὑπάτοις ἐδόκει [p. 398] κράτιστον εἶναι ταῖς πόλεσιν αὐτῶν πρῶτον ἐπιχειρεῖν, κατὰ τοιόνδε τινὰ λογισμόν, ὅτι διαλυθήσεται τὸ κοινὸν αὐτῶν στράτευμα, εἰ πύθοιντο ἕκαστοι τὰ οἰκεῖα ἐν τοῖς ἐσχάτοις ὄντα κινδύνοις, καὶ πολὺ κρεῖττον ἡγήσεται τὰ σφέτερα σώζειν, ἢ τὰ τῶν πολεμίων φθείρειν. Λοκρήτιος μὲν οὖν εἰς τὴν Αἰκανῶν ἐνέβαλεν, Οὐετούριος δ᾽ εἰς τὴν Οὐολούσκων. Αἰκανοὶ μὲν οὖν τὰ ἔξω πάντα ἀπολλύμενα περιορῶντες τὴν πόλιν καὶ τὰ φρούρια εἶχον ἐν φυλακῇ. ;ΚΕΦΑΛΑΙΟΝ Ο΄ [1] Οὐολοῦσκοι δ᾽ ὑπό τε θράσους καὶ αὐθαδείας προαχθέντες τοῦ τε Ῥωμαϊκοῦ στρατεύματος ὡς οὐκ ἀξιομάχου ὄντος πρὸς τὸ ἑαυτῶν πλῆθος συμφέρεσθαι καταφρονήσαντες ἐξῆλθον ἀγωνιούμενοι περὶ τῆς γῆς, καὶ πλησίον τοῦ Οὐετουρίου κατεστρατοπέδευσαν. οἷα δὲ φιλεῖ πάσχειν στραιὰ νεοσύλλεκτος ἔκ τε πολιτικοῦ καὶ γεωργικοῦ πρὸς καιρὸν συνελθόντος ὄχλου συναχθεῖσα, ἐν ᾗ πολὺ καὶ τὸ ἄνοπλον ἦν καὶ κινδύνων ἄπειρον, οὐδ᾽ εἰς χεῖρας ἐλθεῖν τοῖς πολεμίοις ἐθάρσησεν· [2] ἀλλ᾽ ἅμα τῇ πρώτῃ τῶν Ῥωμαίων ἐφόδῳ διαταραχθέντες οἱ πολλοὶ καὶ οὔτ᾽ ἀλαλαγμὸν οὔθ᾽ ὅπλων κτύπον ἀνασχόμενοι, προτροπάδην ἔφευγον εἰς τὰ τείχη· ὥστε πολλοὺς μὲν ἐν ταῖς στενοχωρίαις τῶν ὁδῶν καταληφθέντας ἀποθανεῖν, πολλῷ δὲ πλείους παρὰ ταῖς πύλαις ὠθουμένους τῶν ἱππέων ἐπιδιωκόντων. [3] Οὐολοῦσκοι μὲν οὖν ταύτῃ χρησάμενοι τῇ συμφορᾷ [p. 399] σφᾶς αὐτοὺς ᾐτιῶντο τῆς ἀφροσύνης, καὶ οὐδὲν ἔτι παρακινδυνεύειν ἐπειρῶντο. οἱ δὲ τὰς ἐν ὑπαίθρῳ στρατιὰς Οὐολούσκων τε καὶ Αἰκανῶν ἔχοντες ἡγεμόνες, πυνθανόμενοι τὰ οἰκεῖα πολεμούμενα γενναῖόν τι καὶ οὗτοι δρᾶν ἐβουλεύσαντο, ἀναστάντες ἐκ τῆς Ἑρνίκων τε καὶ Λατίνων γῆς ἐπὶ τὴν Ῥώμην ἄγειν ὡς εἶχον ὀργῆς τε καὶ τάχους, τὸν στρατόν, κατὰ τοιάνδε τινὰ καὶ αὐτοὶ δόξαν, ὅτι δυεῖν ἔργων καλῶν θάτερον αὐτοῖς κατορθῶσαι ὑπάρξει, ἢ τὴν Ῥώμην ἀφύλακτον οὖσαν ἑλεῖν, ἢ τοὺς πολεμίους ἐκ τῆς ἑαυτῶν χώρας ἐκβαλεῖν, ὡς δὴ τῶν ὑπάτων ἀναγκασθησομένων πολεμουμένῃ [4] τῇ πατρίδι βοηθεῖν. ταῦτα διανοηθέντες ἦγον τὴν στρατιὰν ἐπιταχύνοντες, ἵν᾽ ἐξ ἀπροσδοκήτου τῇ πόλει συμμίξαντες εὐθὺς ἔργου ἔχωνται. ;ΚΕΦΑΛΑΙΟΝ ΟΑ΄ [1] ἀφικόμενοί τε μέχρι Τύσκλου πόλεως, μαθόντες τὸν περίβολον τῆς Ῥώμης ὅλον πληθύοντα ὅπλων, καὶ πρὸ τῶν πυλῶν τέτταρας ἐξεστρατευμένας σπείρας, ἀνδρῶν ἑξακοσίων ἑκάστην, τῆς μὲν ἐπὶ τὴν Ῥώμην ὁδοῦ ἀπετράποντο, τὴν δ᾽ ὑπὸ τῇ πόλει χώραν, ἣν ἐν τῇ προτέρᾳ παρέλιπον εἰσβολῇ, ἐγκαθεζόμενοι ἐδῄουν. [2] ἐπιφανέντος δ᾽ αὐτοῖς θατέρου τῶν ὑπάτων Λευκίου Λοκρητίου καὶ θεμένου τὴν παρεμβολὴν οὐ πρόσω καλὸν ὑπολαβόντες εἶναι καιρόν, πρὶν ἐλθεῖν τῷ Λοκρητίῳ τὴν ἑτέραν Ῥωμαίων δύναμιν σύμμαχον, ἧς Οὐετούριος ἡγεῖτο, συνάψαι μάχην, θέμενοι τὰς ἀποσκευὰς ἐπὶ λόφου τινὸς καὶ δύο σπείρας ἐπ᾽ αὐταῖς καταλιπόντες, οἱ λοιποὶ προῆλθον εἰς τὸ πεδίον· [p. 400] καὶ συμβαλόντες τοῖς Ῥωμαίοις ἄνδρες ἀγαθοὶ κατὰ [3] τὸν ἀγῶνα ἐγίνοντο μέχρι πολλοῦ. μαθόντες δ᾽ ἐκ τῶν κατὰ νώτου φρουρῶν τινες καταβαίνουσαν ὑπὲρ ὄχθου στρατιὰν ὑπέλαβον ἥκειν τὸν ἕτερον τῶν ὑπάτων ἄγοντα τὴν σὺν αὐτῷ δύναμιν, καὶ δείσαντες, μὴ κυκλωθεῖεν ὑπ᾽ ἀμφοῖν, οὐκέτι διέμειναν, ἀλλ᾽ εἰς φυγὴν τρέπονται. ἐν τούτῳ τῷ ἀγῶνι οἵ θ᾽ ἡγεμόνες αὐτῶν ἀμφότεροι γενναίων ἀνδρῶν ἔργα ἀποδειξάμενοι πίπτουσι, καὶ ἄλλοι πολλοὶ μαχόμενοι περὶ αὐτοὺς ἀγαθοί· οἱ δὲ φυγόντες ἐκ τῆς μάχης εἰς τὰς ἑαυτῶν ἕκαστοι πατρίδας σκεδασθέντες ἀνεχώρησαν. [4] ἐκ δὲ τούτου πολλὴν ἄδειαν λαβὼν ὁ Λοκρήτιος ἔφθειρε τὴν Αἰκανῶν γῆν, καὶ Οὐετούριος τὴν Οὐολούσκων, ἕως ὁ τῶν ἀρχαιρεσίων ἐπέστη καιρός. τότε δ᾽ ἀναστήσαντες τὰς δυνάμεις ἀπῆγον ἐπ᾽ οἴκου καὶ κατήγαγον ἀμφότεροι τοὺς ἐπινικίους θριάμβους· Λοκρήτιος μέν, ἐπὶ τοῦ τεθρίππου παρεμβεβηκώς, Οὐετούριος δὲ πεζὸς εἰσελαύνων. δύο γὰρ οὗτοι θρίαμβοι δίδονται τοῖς ἡγεμόσιν ὑπὸ τῆς βουλῆς, ὥσπερ ἔφην, τὰ μὲν ἄλλα ἔχοντες ἴσα, τῷ δὲ τὸν μὲν ἱππικὸν εἶναι, τὸν δὲ πεζικόν, διαφέροντες. {{DEFAULTSORT:Ρωμαικη Αρχαιολογια 09 61}} bvzlr3sndyhd6t6xa1elkavgaif4m70 Ρωμαϊκή Αρχαιολογία/θ/51 0 23584 148471 100299 2022-08-09T13:15:22Z Αντιγόνη 235 wikitext text/x-wiki {{Κεφαλίδα | τίτλος = Κεφάλαια 51–60 | συγγραφέας = Διονύσιος ο Αλικαρνασσεύς | μεταφραστής= | ενότητα = [[Ρωμαϊκή Αρχαιολογία/θ|Ῥωμαϊκὴ Ἀρχαιολογία: Λόγος θ΄]] | προηγούμενο= [[Ρωμαϊκή Αρχαιολογία/θ/41|Κεφάλαια 41–50]] | επόμενο = [[Ρωμαϊκή Αρχαιολογία/θ/61|Κεφάλαια 61–71]] | σημειώσεις = Dionysii Halicarnasei Antiquitatum Romanarum quae supersunt, Vol I-IV. Dionysius of Halicarnassus. Karl Jacoby. In Aedibus B.G. Teubneri. Leipzig. 1885. }} ;ΚΕΦΑΛΑΙΟΝ ΝΑ΄ [1] ἀποδειχθέντων δὲ μετ᾽ ἐκείνους ὑπάτων Λευκίου Οὐαλερίου τὸ δεύτερον καὶ Τιβερίου Αἰμιλίου βραχύν τινα χρόνον ἐπισχόντες οἱ δήμαρχοι τὸν ὑπὲρ κληρουχίας πάλιν εἰσῆγον λόγον· καὶ προσιόντες τοῖς ὑπάτοις ἠξίουν βεβαιῶσαι τῷ δήμῳ τὰς ὑποσχέσεις, ἃς ἐποιήσατο ἡ βουλὴ Σπορίου Κασσίου καὶ Πρόκλου [p. 363] Οὐεργινίου ὑπατευόντων, δεόμενοί τε καὶ λιπαροῦντες. [2] καὶ οἱ ὕπατοι αὐτοῖς συνελάμβανον ἀμφότεροι, Τιβέριος μὲν Αἰμίλιος κότον τινὰ παλαιὸν εἰς τὴν βουλὴν οὐκ ἄλογον ἀναφέρων, ὅτι τῷ πατρὶ αὐτοῦ θρίαμβον αἰτουμένῳ κατάγειν οὐκ ἐπέτρεψεν, ὁ δὲ Οὐαλέριος ἀποθεραπεῦσαι τοῦ δήμου τὴν ὀργὴν βουλόμενος, ἣν εἶχε πρὸς αὐτὸν ἐπὶ τῷ Σπορίου Κασσίου θανάτῳ, ὃν ἀπέκτεινεν ὡς ἐπιχειροῦντα βασιλείᾳ ταμίας τότ᾽ ὢν Οὐαλέριος, ἄνδρα τῶν κατὰ τὴν αὐτὴν ἡλικίαν γενομένων ἐπιφανέστατον ἐν ἡγεμονίαις τε πολέμων καὶ πολιτικαῖς πράξεσιν, ὃς καὶ τὸ περὶ τῆς κληρουχίας πολίτευμα πρῶτος εἰσήγαγεν εἰς τὴν πόλιν, καὶ δι᾽ αὐτὸ μάλιστα ὑπὸ τῶν πατρικίων, ὡς δῆμον ἀναιρούμενος πρὸ αὐτῶν, ἐμισήθη. [3] τότε δ᾽ οὖν ὑποσχομένων τῶν ὑπάτων αὐτοῖς προθήσειν ἐν τῇ βουλῇ τὸν ὑπὲρ τῆς διανομῆς τῶν δημοσίων κλήρων λόγον, καὶ τῆς ἐπικυρώσεως τοῦ νόμου συναρεῖσθαι, πιστεύσαντες αὐτοῖς οἱ δήμαρχοι παρῆσαν ἐπὶ τὴν βουλὴν καὶ λόγους διεξῆλθον ἐπιεικεῖς. οἷς οὐδὲν ἀντιλέξαντες οἱ ὕπατοι, ὡς μὴ φιλονεικίας δόξαν ἀπενέγκαιντο, γνώμην ἀποδείκνυσθαι τοὺς πρεσβυτάτους ἠξίουν. [4] ἦν δ᾽ ὁ πρῶτος ὑπ᾽ αὐτῶν κληθεὶς Λεύκιος Αἰμίλιος θατέρου τῶν ὑπάτων πατήρ· ὃς ἔφη δοκεῖν αὐτῷ καὶ δίκαιον καὶ συμφέρον ἔσεσθαι τῇ πόλει, πάντων εἶναι τὰ κοινὰ καὶ μὴ ὀλίγων, τῷ τε δήμῳ πείθοντι ὑπουργεῖν συνεβούλευεν, [p. 364] ἵνα χάρις ἡ παραχώρησις αὐτῶν γένηται. πολλὰ γὰρ καὶ ἄλλα μὴ δόντας αὐτῷ κατὰ προαίρεσιν, ὑπ᾽ ἀνάγκης συγκεχωρηκέναι· τούς τε κατέχοντας τὰς κτήσεις ὧν ἐκαρπώσαντο χρόνων λαθόντες ἠξίου χάριν εἰδέναι, κωλυομένους δὲ μὴ φιλοχωρεῖν. [5] ἔφη τε σὺν τῷ δικαίῳ, ὃ πάντες ὁμολογήσειαν ἰσχυρὸν εἶναι, τὰ μὲν δημόσια καινὰ πάντων εἶναι, τὰ δ᾽ ἴδια ἑκάστου τῶν νόμῳ κτησαμένων· καὶ ἀναγκαῖον ἤδη τὸ πρᾶγμα ὑπὸ τῆς βουλῆς γεγονέναι πρὸ ἐτῶν ἑπτακαίδεκα τὴν γῆν διανέμειν ψηφισαμένης. καὶ τοῦτ᾽ ἀπέφηνεν ἐπὶ τῷ συμφέροντι τότ᾽ αὐτὴν βεβουλεῦσθαι, ἵνα μήτε γῆ χέρσος ᾖ, καὶ ὁ τὴν πόλιν οἰκουρῶν πένης ὄχλος μὴ ἀργός, ὥσπερ νῦν τοῖς ἀλλοτρίοις ἀγαθοῖς φθονῶν, ἐπιτρέφηται δὲ τῇ πόλει νεότης ἐν ἐφεστίοις καὶ κλήροις πατρῴοις, ἔχουσά τι καὶ ἐπὶ τῷ καλῶς τεθράφθαι μέγα φρονεῖν· [6] ἐπεὶ τοῖς γ᾽ ἀκλήροις καὶ ἐκ τῶν ἀλλοτρίων κτημάτων, ἃ μισθοῦ ἐργάζονται, γλίσχρως διατρεφομένοις, ἢ ἀρχῆθεν μὴ ἐμφύεσθαι ἔρωτα γενεᾶς τέκνων, ἢ ἐμφύντα πονηρὸν ἐκφέρειν καρπὸν καὶ οὐδ᾽ εὐτυχῆ, ἐκ ταπεινῶν τε συμπορισθέντα οἷα εἰκὸς γάμων, [7] καὶ ἐν κατεπτωχευμέναις τραφέντα τύχαις. ἐγὼ μὲν οὖν, ἔφη, γνώμην ἀποδείκνυμαι, τά τε προβουλευθέντα ὑπὸ τοῦ συνεδρίου καὶ διὰ τὰς μεταξὺ ταραχὰς [p. 365] παρειλκυσμένα ἐμπεδοῦν τοὺς ὑπάτους, καὶ τοὺς ποιησομένους τὴν διανομὴν ἄνδρας ἀποδεικνύναι. ;ΚΕΦΑΛΑΙΟΝ ΝΒ΄ [1] ταῦτ᾽ εἰπόντος Αἰμιλίου δεύτερος κληθεὶς Ἄππιος Κλαύδιος, ὁ τῷ πρόσθεν ὑπατεύσας ἔτει, τὴν ἐναντίαν γνώμην ἀπεφήνατο διδάσκων, ὡς οὔθ᾽ ἡ βουλὴ διανεῖμαι τὰ δημόσια προαίρεσιν ἔσχε· πάλαι γὰρ ἂν εἰληφέναι τὰ δόξαντ᾽ αὐτῇ τέλος· ἀλλ᾽ εἰς χρόνον καὶ διάγνωσιν ἑτέραν ἀνεβάλετο, παῦσαι προθυμουμένη τὴν τότε κατασχοῦσαν στάσιν, ἣν εἰσῆγεν ὁ τῇ τυραννίδι ἐπιχειρῶν ὕπατος καὶ μετὰ ταῦτα δίκας δοὺς καλάς· [2] οὔθ᾽ οἱ μετὰ τὸ προβούλευμα λαχόντες ὕπατοι τέλος τοῖς ἐψηφισμένοις ἐπέθεσαν ὁρῶντες, ὅσων εἰσελεύσεται κακῶν εἰς τὴν πόλιν ἀρχὴ συνεθισθέντων τὰ κοινὰ τῶν πενήτων διαλαγχάνειν· αἵ τε μετ᾽ ἐκείνους πεντεκαίδεκα ὑπατεῖαι πολλῶν αὐταῖς ἐπαχθέντων ὑπὸ τοῦ δήμου κινδύνων οὐδὲν ὑπέμειναν, ὃ μὴ συνέφερε τῷ κοινῷ πράττειν, διὰ τὸ μηδ᾽ ἐξεῖναι σφίσι κατὰ τὸ προβούλευμα τοὺς γεωμόρους ἀποδεικνύειν, [3] ἀλλὰ τοῖς πρώτοις ἐκείνοις ὑπάτοις. ὥστ᾽ οὐδ᾽ ὑμῖν, ἔφησεν, ὦ Οὐαλέριε, καὶ σὺ Αἰμίλιε, γῆς ἀναδασμοὺς εἰσφέρειν, οὓς οὐκ ἐπέταξεν ὑμῖν τὸ συνέδριον, οὔτε καλῶς ἔχει, προγόνων οὖσιν ἀγαθῶν, οὔτ᾽ ἀσφαλῶς. καὶ περὶ μὲν τοῦ προβουλεύματος, ὡς οὐ κρατεῖσθε ὑπ᾽ αὐτοῦ οἱ τοσούτοις ὕστερον ὑπατεύσαντες χρόνοις, [p. 366] [4] ταῦθ᾽ ἱκανά. περὶ δὲ τοῦ βιασαμένους τινὰς ἢ λαθόντας σφετερίσασθαι τὰ δημόσια βραχὺς ἀπαρκεῖ μοι λόγος. εἰ γάρ τις οἶδε καρπούμενόν τινα, ὧν οὐκ ἔχει κτῆσιν ἀποδεῖξαι νόμῳ, μήνυσιν ἀπενεγκάτω πρὸς τοὺς ὑπάτους καὶ κρινάτω κατὰ τοὺς νόμους, οὓς οὐ νεωστὶ δεήσει γράφειν· πάλαι γὰρ ἐγράφησαν, καὶ οὐδεὶς αὐτοὺς ἠφάνικε χρόνος. [5] ἐπεὶ δὲ καὶ περὶ τοῦ συμφέροντος ἐποιεῖτο λόγους Αἰμίλιος, ὡς ἐπὶ τῷ πάντων ἀγαθῷ τῆς κληρουχίας ἐσομένης, οὐδὲ τοῦτο τὸ μέρος ἀνέλεγκτον ἐᾶσαι βούλομαι. ἐμοὶ γὰρ δοκεῖ τὸ αὐτόθι μόνον οὗτός γ᾽ ὁρᾶν, τὸ δὲ μέλλον οὐ προσκοπεῖν, ὅτι μικρὸν εἶναι δοκοῦν ἐπὶ τῶν δημοσίων τοῖς ἀργοῖς καὶ [6] ἀπόροις πολλῶν ἔσται καὶ μεγάλων κακῶν αἴτιον. τὸ γὰρ ἔθος τὸ συνεισπορευόμενον ἅμα τούτῳ καὶ διαμένον ἐν τῇ πόλει καὶ μέχρι παντὸς ὀλέθριον ἔσται καὶ δεινόν· οὐ γὰρ ἐξαιρεῖ τὰς πονηρὰς ἐπιθυμίας ἐκ τῆς ψυχῆς τὸ τυγχάνειν αὐτῶν, ἀλλ᾽ αὔξει καὶ πονηροτέρας ποιεῖ. τεκμήρια δ᾽ ὑμῖν γενέσθω τούτων τὰ ἔργα· τί γὰρ δεῖ τοῖς λόγοις ὑμᾶς τοῖς ἐμοῖς ἢ τοῖς Αἰμιλίου προσέχειν; ;ΚΕΦΑΛΑΙΟΝ ΝΓ΄ [1] ἴστε δήπου πάντες, ὅσους ἐχειρωσάμεθα πολεμίους, καὶ ὅσην γῆν προὐνομεύσαμεν, καὶ ὅσα λάφυρα ἐκ τῶν ἁλόντων χωρίων ἐλάβομεν, ὧν οἱ πολέμιοι στερόμενοι τέως εὐδαίμονες ὄντες ἐν πολλῇ νῦν [p. 367] καθεστήκασιν ἀπορίᾳ· καὶ ὅτι τούτων οὐδενὸς ἀπηλάσθησαν οὐδὲ μεῖον ἐκτήσαντο ἐν ταῖς διανομαῖς οἱ τὴν ἀπορίαν ὀδυρόμενοι. [2] ἆρ᾽ οὖν διὰ ταύτας τὰς ἐπικτήσεις ἐπανορθωσάμενοι φαίνονταί τι τῆς παλαιᾶς τύχης καὶ προεληλυθότες εἰς ἐπιφάνειαν τοῖς βίοις; ἐβουλόμην μὲν ἂν καὶ θεοῖς εὐξάμην, ἵνα ἧττον ἦσαν ἐπίσκηνοι λυπηροὶ τῇ πόλει, νῦν δ᾽ ὁρᾶτε γὰρ καὶ ἀκούετε αὐτῶν ὀδυρομένων, ὅτι ἐν ἐσχάτῃ εἰσὶν ἀπορίᾳ. ὥστ᾽ οὐδ᾽ εἰ ταῦτα, ἃ νῦν αἰτοῦνται, καὶ ἔτι πλείω τούτων λάβοιεν, ἐπανορθώσονται τοὺς βίους. [3] οὐ γὰρ ἐν ταῖς τύχαις αὐτῶν ἐνοικεῖ τὸ ἄπορον, ἀλλ᾽ ἐν τοῖς τρόποις· οὓς οὐχ οἷον ὁ βραχὺς οὗτος ἐκπληρώσει κλῆρος, ἀλλ᾽ οὐδ᾽ αἱ σύμπασαι βασιλέων τε καὶ τυράννων δωρεαί. δράσομέν τ᾽, εἰ καὶ ταῦτα συγχωρήσομεν αὐτοῖς, ὅμοια τοῖς πρὸς ἡδονὴν θεραπεύουσι τοὺς κάμνοντας ἰατροῖς. οὐ γὰρ τὸ νοσοῦν ὑγιασθήσεται τῆς πολιτείας μέρος, ἀλλὰ καὶ τὸ ὑγιαῖνον ἀπολαύσει τῆς νόσου. καθόλου τ᾽, ὦ βουλή, πολλῆς ὑμῖν δεῖ ἐπιμελείας τε καὶ φροντίδος, ὅπως ἂν σώσητε πάσῃ προθυμίᾳ διαφθειρόμενα τὰ ἤθη τῆς πόλεως. [4] ὁρᾶτε γάρ, εἰς ἃ προελήλυθεν ἡ τοῦ δήμου ἀκοσμία, καὶ ὡς οὐκέτι ἄρχεσθαι πρὸς τῶν ὑπάτων ἀξιοῖ· ᾧ γ᾽ οὐ μετεμέλησε τῶν ἐνθάδε πραττομένων, ἀλλὰ καὶ ἐπὶ στρατοπέδου τὴν αὐτὴν ἀπεδείξατο ἀκοσμίαν, ὅπλα τε ῥίψας καὶ τάξεις ἐκλιπὼν καὶ [p. 368] σημεῖα πολεμίοις προέμενος καὶ φυγῇ πρὶν εἰς χεῖρας ἐλθεῖν ἐπονειδίστῳ χρησάμενος, ὥσπερ ἐμοῦ μόνον ἀφαιρησόμενος τὴν ἐκ τῆς νίκης δόξαν, ἀλλ᾽ οὐχὶ καὶ τῆς πατρίδος τὸ κατὰ τῶν ἐχθρῶν πάθος. [5] καὶ νῦν Οὐολούσκοις κατὰ Ῥωμαίων ἵσταται τρόπαια, καὶ κοσμεῖται τοῖς ἡμετέροις λαφύροις τἀκείνων ἱερὰ καὶ ἐν αὐχήμασιν, ἡλίκοις οὐπώποτε αἱ πόλεις αὐτῶν εἰσιν τέως ὑπὲρ ἀνδραποδισμοῦ τε καὶ κατασκαφῆς τῶν ἡμετέρων δεόμεναι ἡγεμόνων. [6] ἆρά γε δίκαιον ἢ καλὸν ἐπὶ τοιούτοις κατορθώμασι χάριν αὐτοῖς ὑμᾶς εἰδέναι, καὶ δημοσίαις ἐπικοσμεῖν δωρεαῖς κληρουχήσαντας τὴν γῆν, ἧς πολέμιοι κρατοῦσι τὸ κατὰ τούτους εἶναι μέρος; ἀλλὰ τί δεῖ τούτοις ἐγκαλεῖν, οἷς δι᾽ ἀπαιδευσίαν τε καὶ δυσγένειαν ὀλίγος ἐστὶ τῶν καλῶν λόγος, ὁρῶντας, ὡς οὐδ᾽ ἐν τοῖς ὑμετέροις ἤθεσι πᾶσιν ἔτι τὸ ἀρχαῖον οἰκεῖ φρόνημα, ἀλλ᾽ αὐθάδεια μὲν ἡ σεμνότης καλεῖται πρὸς ἐνίων, μωρία δ᾽ ἡ δικαιοσύνη, μανικὸν δὲ τὸ ἀνδρεῖον, καὶ ἠλίθιον τὸ σῶφρον; ἃ δὲ μισητὰ παρὰ τοῖς προτέροις ἦν, ταῦτα πυργοῦταί τε νῦν καὶ θαυμάσια ἡλίκα φαίνεται τοῖς διεφθαρμένοις ἀγαθά, ἀνανδρία καὶ βωμολοχία καὶ κακοήθεια καὶ τὸ πανούργως σοφὸν καὶ τὸ πρὸς ἅπαντα ἰταμὸν καὶ τὸ μηδενὶ τῶν κρειττόνων εὐπειθές· ἃ πολλὰς ἤδη πόλεις [p. 369] [7] ἰσχυρὰς λαβόντα ἐκ βάθρων ἀνέτρεψε. ταῦθ᾽ ὑμῖν, ὦ βουλή, εἴθ᾽ ἡδέα ἐστὶν ἀκούειν εἴτ᾽ ἀνιαρά, μετὰ πάσης ἀληθείας καὶ παρρησίας εἴρηται, τοῖς μὲν πεισθησομένοις ὑμῶν, ἐὰν ἄρα πεισθῆτε, ἔν τε τῷ παρόντι χρήσιμα καὶ εἰς τὸ μέλλον ἀσφαλῆ· ἐμοὶ δ᾽, ὃς ὑπὲρ τοῦ κοινῇ συμφέροντος ἰδίας ἀπεχθείας ἀναιροῦμαι, πολλῶν ἐσόμενα κινδύνων αἴτια. προορᾶν γὰρ ἱκανός εἰμι τὰ συμβησόμενα ἐκ λογισμοῦ, καὶ παραδείγματα ποιοῦμαι τἀλλότρια πάθη τῶν ἐμαυτοῦ. ;ΚΕΦΑΛΑΙΟΝ ΝΔ΄ [1] ταῦτ᾽ εἰπόντος Ἀππίου καὶ τῶν ἄλλων ὀλίγου δεῖν πάντων τὴν αὐτὴν γνώμην ἀποφηναμένων ἡ μὲν βουλὴ διελύετο. οἱ δὲ δήμαρχοι δι᾽ ὀργῆς ἔχοντες τὴν ἀποτυχίαν ἀπῄεσαν καὶ μετὰ τοῦτ᾽ ἐσκόπουν, ὅπως τιμωρήσονται τὸν ἄνδρα· ἔδοξεν οὖν αὐτοῖς πολλὰ βουλευσαμένοις δίκῃ τὸν Ἄππιον ὑπαγαγεῖν θάνατον ἐχούσῃ τὸ τίμημα. καὶ μετὰ ταῦτ᾽ ἐν ἐκκλησίᾳ τοῦ ἀνδρὸς κατηγορήσαντες παρεκάλουν ἥκειν ἅπαντας εἰς τὴν ἀποδειχθησομένην ἡμέραν ὡς διοίσοντας ὑπὲρ αὐτοῦ [2] ψῆφον. ἃ δὲ κατηγορεῖν ἔμελλον, ταῦτ᾽ ἦν· ὅτι πονηρὰς ἐτίθει κατὰ τοῦ δήμου γνώμας, καὶ στάσιν εἰσῆγεν εἰς τὴν πόλιν, καὶ δημάρχῳ χεῖρας ἐπήνεγκε παρὰ τοὺς ἱεροὺς νόμους, καὶ στρατιᾶς ἡγησάμενος σὺν βλάβῃ τε καὶ αἰσχύνῃ μεγάλῃ ἀνέστρεψε. ταῦτα προειπόντες ἐν τῷ πλήθει, καὶ ῥητήν τινα ἀποδεἰξαντες ἡμέραν, ἐν ᾗ τέλος ἔφησαν ἐπιθήσειν τῇ δίκῃ, παρήγγειλαν αὐτῷ παρεῖναι τότ᾽ ἀπολογησομένῳ. [3] ἀγανακτούντων δ᾽ ἁπάντων τῶν πατρικίων καὶ παρεσκευασμένων [p. 370] ἁπάσῃ προθυμίᾳ σώζειν τὸν ἄνδρα, καὶ τὸν Ἄππιον παρακαλούντων εἶξαι τῷ καιρῷ καὶ σχῆμα ταῖς παρούσαις τύχαις ἁρμόττον μεταλαβεῖν, οὐδὲν ἔφη ποιήσειν ὁ ἀνὴρ οὔτ᾽ ἀγεννὲς οὔτε τῶν προγεγονότων ἔργων ἀνάξιον, μυρίους δ᾽ ἂν ὑπομεῖναι θανάτους πρότερον ἢ γονάτων ἅψασθαί τινος· τούς θ᾽ ὑπὲρ αὐτοῦ δεῖσθαι παρεσκευασμένους διεκώλυεν εἰπών, ὡς διπλασίως ἂν αἰδεσθείη ταῦθ᾽ ὑπὲρ αὐτοῦ ποιοῦντας ἑτέρους ὁρῶν, ἃ μηδ᾽ αὐτὸν ὑπὲρ ἑαυτοῦ πράττειν πρέποντα ἡγεῖται. [4] ταῦτά τε δὴ καὶ πολλὰ ὅμοια τούτοις λέγων, καὶ οὔτ᾽ ἐσθῆτα ἀλλάξας οὔτε τὸ τῆς ὄψεως γαῦρον ἀλλοιώσας οὔτε φρονήματός τι ὑφέμενος, ὡς εἶδεν ὀρθὴν καὶ μετέωρον ἐπὶ τῇ προσδοκίᾳ τοῦ ἀγῶνος τὴν πόλιν, ὀλίγων ἔτι λειπομένων ἡμερῶν ἑαυτὸν διεχρήσατο. [5] οἱ μὲν δὴ προσήκοντες αὐτῷ νόσον ἐσκήπτοντο γενέσθαι τοῦ θανάτου αἰτίαν· προενεχθέντος δὲ τοῦ σώματος εἰς τὴν ἀγορὰν ὁ μὲν υἱὸς αὐτοῦ προσιὼν τοῖς δημάρχοις καὶ τοῖς ὑπάτοις ἠξίου τὴν νόμιμον ἐκκλησίαν αὐτῷ συναγαγεῖν καὶ τὸν ἐν ἔθει Ῥωμαίοις ὄντα ἐπὶ ταῖς ταφαῖς ἀγορεύεσθαι τῶν ἀγαθῶν ἀνδρῶν λόγον ἐπιτρέψαι περὶ τοῦ πατρὸς διελθεῖν. [6] οἱ δὲ δήμαρχοι καλουμένης ἔτι τῆς ἐκκλησίας ὑπὸ τῶν ὑπάτων ἐνίσταντο, καὶ παρήγγελλον τῷ μειρακίῳ τὸν νεκρὸν ἀποφέρειν. οὐ μὴν ὁ δῆμός γ᾽ ἠνέσχετο οὐδὲ περιεῖδε τὴν ὕβριν, ἄτιμον ἐκβληθῆναι τὸ σῶμα, ἀλλ᾽ ἐπέτρεψε τῷ μειρακίῳ [p. 371] τὰς νομιζομένας ἀποδοῦναι τῷ πατρὶ τιμάς. Ἄππιος μὲν οὖν τοιαύτης τελευτῆς ἔτυχεν. ;ΚΕΦΑΛΑΙΟΝ ΝΕ΄ [1] οἱ δ᾽ ὕπατοι καταγράψαντες τὰς δυνάμεις ἐξῆγον ἐκ τῆς πόλεως· Λεύκιος μὲν Οὐαλέριος Αἰκανοῖς πολεμήσων, Τιβέριος δ᾽ Αἰμίλιος Σαβίνοις. καὶ γὰρ οὗτοι κατὰ τὸν τῆς στάσεως καιρὸν ἐνέβαλον εἰς τὴν Ῥωμαίων χώραν καὶ πολλὴν αὐτῆς κακώσαντες ἀπῆλθον λείαν ἄφθονον περιβαλόμενοι. Αἰκανοὶ μὲν οὖν πολλάκις εἰς χεῖρας ἐλθόντες καὶ πολλὰς πληγὰς λαβόντες εἰς τὸν χάρακα ἐν ἐχυρῷ χωρίῳ κείμενον κατέφυγον καὶ τὸ λοιπὸν οὐκέτι προῄεσαν εἰς μάχην. [2] ὁ δὲ Οὐαλέριος ἐπεχείρησε μὲν ἐκπολιορκεῖν αὐτῶν τὸ στρατόπεδον, ἐκωλύθη δ᾽ ὑπὸ τοῦ δαιμονίου. προιόντι γὰρ αὐτῷ καὶ ἤδη ἔργου ἐχομένῳ ζόφος ἐξ οὐρανοῦ γίνεται καὶ ὄμβρος πολύς, ἀστραπαὶ δὲ καὶ βρονταὶ σκληραί. διασκεδασθείσης δὲ τῆς στρατιᾶς ὅ τε χειμὼν εὐθὺς ἐπαύσατο καὶ πολλὴ κατέσχε τὸν τόπον αἰθρία. τοῦτό τε δὴ τὸ ἔργον ὀττευσάμενος ὁ ὕπατος, καὶ τῶν μάντεων κωλυόντων ἔτι πολιορκεῖν τὸ χωρίον, ἀποτραπεὶς τὴν γῆν αὐτῶν ἐκάκου, καὶ ὅσῃ ἐπέτυχε λείᾳ τοῖς στρατιώταις ἅπασαν ὠφελεῖσθαι ἐφείς, ἀπῆγεν ἐπ᾽ [3] οἴκου τὴν δύναμιν. Τιβερίῳ δ᾽ Αἰμιλίῳ διεξιόντι τὴν πολεμίαν σὺν πολλῇ καταφρονήσει κατ᾽ ἀρχὰς καὶ οὐδὲν ἔτι προσδοκῶντι ἀντίπαλον ἐπῆλθεν ἡ Σαβίνων δύναμις καὶ γίνεται μάχη αὐτῶν ἐκ παρατάξεως μεσούσης μάλιστα τῆς ἡμέρας ἀρξαμένη μέχρι δύσεως ἡλίου. [p. 372] σκότους δ᾽ ἐπιλαμβάνοντος ἀνεχώρουν αἱ δυνάμεις ἐπὶ τοὺς ἑαυτῶν χάρακας οὔτε νικῶσαι οὔτε λειπόμεναι. [4] ταῖς δ᾽ ἑξῆς ἡμέραις νεκρούς τε τοὺς ἑαυτῶν ἐκήδευσαν οἱ ἡγεμόνες καὶ χάρακας ἐξωρύξαντο, καὶ γνώμας τὰς αὐτὰς εἶχον ἑκάτεροι, διὰ φυλακῆς τὰ οἰκεῖα ἔχειν καὶ μηκέτι ἄρχειν μάχης. ἔπειτα σὺν χρόνῳ τὰς σκηνὰς λύσαντες ἀπῆγον τὰς δυνάμεις. ;ΚΕΦΑΛΑΙΟΝ ΝΣΤ΄ [1] ἐν δὲ τῷ μετὰ τούτους τοὺς ὑπάτους ἔτει, κατὰ τὴν ἑβδομηκοστὴν καὶ ὀγδόην ὀλυμπιάδα, ἣν ἐνίκα στάδιον Παρμενίδης Ποσειδωνιάτης Ἀθήνῃσι τὴν ἐνιαύσιον ἀρχὴν ἔχοντος Θεαγενίδου, κατεστάθησαν ὕπατοι Ῥωμαίων Αὖλος Οὐεργίνιος Καιλιμοντανὸς καὶ Τῖτος Νομίκιος Πρίσκος. ἄρτι δ᾽ αὐτῶν τὴν ἀρχὴν παρειληφότων ἀγγέλλεται στρατιὰ Οὐολούσκων πολλὴ παροῦσα. καὶ μετ᾽ οὐ πολὺ τῶν περιπολίων τι τῶν Ῥωμαϊκῶν ἐξ ἐφόδου καταληφθὲν ἐκαίετο· ἦν δ᾽ οὐ διὰ μακροῦ τῆς Ῥώμης, καὶ ὁ καπνὸς ἤγγελλε τοῖς ἐν τῇ πόλει τὸ πάθος. [2] τότε μὲν οὖν — καὶ γὰρ ἦν ἔτι νύξ — ἱππεῖς τινας ἀποστείλαντες ἐπὶ κατασκοπὴν οἱ ὕπατοι καὶ φυλακὰς καταστήσαντες ἐπὶ τοῖς τείχεσι καὶ αὐτοὶ ταξάμενοι τρὸ τῶν πυλῶν σὺν τοῖς εὐζωνοτάτοις, ἐξεδέχοντο τὰς παρὰ τῶν ἱππέων ἀγγελίας· ὡς δ᾽ ἡμέρα τ᾽ ἐγένετο, καὶ συνήθροιστο αὐτοῖς ἡ ἐν τῇ πόλει δύναμις, [p. 373] ἦγον ἐπὶ τοὺς πολεμίους. οἱ δὲ διαρπάσαντες καὶ κατακαύσαντες τὸ φρούριον ἀπῄεσαν διὰ τάχους. [3] τότε μὲν οὖν οἱ ὕπατοι σβέσαντες τὰ ἔτι καιόμενα καὶ τοῦ χωρίου φυλακὴν καταλιπόντες ἀπῄεσαν εἰς τὴν πόλιν· ὀλίγαις δ᾽ ὕστερον ἡμέραις τάς τ᾽ οἰκείας ἔχοντες δυνάμεις καὶ τὰς παρὰ τῶν συμμάχων ἐξῄεσαν ἀμφότεροι, Οὐεργίνιος μὲν ἐπὶ τὴν Αἰκανῶν, Νομίκιος δ᾽ ἐπὶ τὴν Οὐολούσκων· καὶ αὐτοῖς ἀμφοτέροις κατὰ [4] γνώμην τὰ τοῦ πολέμου ἐχώρησεν. Οὐεργινίῳ τε γὰρ Αἰκανοὶ δῃοῦντι τὴν χώραν αὐτῶν οὐκ ἐτόλμησαν εἰς χεῖρας ἐλθεῖν, ἀλλὰ καὶ λόχον τινὰ ὑποκαθίσαντες ἐν ὕλαις ἐπιλέκτων ἀνδρῶν, οἳ ἔμελλον ἐσκεδασμένοις ἐπιθήσεσθαι τοῖς πολεμίοις, διήμαρτον τῆς ἐλπίδος ταχείας γενομένης τοῖς Ῥωμαίοις αἰσθήσεως καὶ μάχης καρτερᾶς, ἐξ ἧς πολλοὺς τῶν σφετέρων οἱ Αἰκανοὶ ἀπέβαλον· ὥστ᾽ οὐδ᾽ εἰς πεῖραν ἑτέρας μάχης ἔτ᾽ ἤρχοντο. [5] Νομικίῳ τ᾽ ἄγοντι τὴν στρατιὰν ἐπὶ τὴν Ἀντιατῶν πόλιν, ἣ ἐν ταῖς πρώταις τότε τῶν Οὐολούσκων πόλεσιν ἦν, οὐδεμία ἠναντιώθη δύναμις, ἀλλ᾽ ἀπὸ τῶν τειχῶν ἀναγκάζοντο ἕκαστοι ἀμύνεσθαι. ἐν δὲ τούτῳ ἥ τε γῆ αὐτῶν ἡ πολλὴ ἐτμήθη, καὶ πολίχνη τις ἐπιθαλάττιος ἑάλω, ᾗ ἐπινείῳ τε καὶ ἀγορᾷ τῶν εἰς τὸν βίον ἀναγκαίων ἐχρῶντο, ἐκ θαλάττης τε καὶ διὰ λῃστηρίων τὰς πολλὰς ἐπαγόμενοι ὠφελείας. ἀνδράποδα μὲν οὖν καὶ χρήματα καὶ βοσκήματα καὶ τοὺς ἐμπορικοὺς φόρτους ἡ στρατιὰ συγχωρήσει τοῦ ὑπάτου [p. 374] διήρπασε, τὰ δ᾽ ἐλεύθερα σώματα, ὁπόσα μὴ ὁ πόλεμος ἔφθη διειργασμένος, ἐπὶ τὸ λαφυροπώλιον ἀπήχθη. ἐλήφθησαν δὲ καὶ νῆες τῶν Ἀντιατῶν εἴκοσι καὶ δύο μακραὶ καὶ ἄλλα νεῶν ὅπλα τε καὶ παρασκευαί. [6] μετὰ ταῦτα κελεύσαντος τοῦ ὑπάτου τάς τ᾽ οἰκίας ἐνεπίμπρασαν οἱ Ῥωμαῖοι καὶ τοὺς νεωσοίκους κατέσκαπτον καὶ τὸ τεῖχος ἤρειπον ἐκ θεμελίων· ὥστε μηδ᾽ ἀπελθόντων σφῶν χρηστὸν ἔτι τοῖς Ἀντιάταις εἶναι τὸ φρούριον. ταῦτά τε δὴ ἐπράχθη χωρὶς ἑκατέρῳ τῶν ὑπάτων, καὶ ἀμφοτέροις ἔτι καινὴ στρατεία τοῖς ἀνδράσιν ἐπὶ τὴν Σαβίνων γῆν, ἣν δῃώσαντες ἀπῆγον ἐπ᾽ οἴκου τὴν δύναμιν, καὶ ὁ ἐνιαυτὸς οὗτος ἐτελεύτα. ;ΚΕΦΑΛΑΙΟΝ ΝΖ΄ [1] τῷ δ᾽ ἑξῆς ἔτει Τίτου Κοιντίου Καπετωλίνου καὶ Κοίντου Σερουιλίου Πρίσκου τὴν ὕπατον ἀρχὴν παρειληφότων ἥ τ᾽ οἰκεία δύναμις Ῥωμαίων ἅπασα ἐν τοῖς ὅπλοις ἦν, καὶ τὰ συμμαχικὰ ἑκούσια παρῆν, πρὶν ἐπαγγελθῆναι αὐτοῖς στρατείαν. καὶ μετὰ τοῦτ᾽ εὐχάς τε ποιησάμενοι τοῖς θεοῖς οἱ ὕπατοι καὶ καθήραντες τὸν στρατὸν ἐξῄεσαν ἐπὶ τοὺς πολεμίους. [2] Σαβῖνοι μὲν οὖν, ἐφ᾽ οὓς ὁ Σερουίλιος ἤλασεν, οὔτ᾽ εἰς μάχην κατέστησαν οὔτ᾽ ἐξῆλθον εἰς τὴν ὕπαιθρον· μένοντες δ᾽ ἐν τοῖς φρουρίοις ἠνείχοντο γῆς τ᾽ αὐτοῖς τεμνομένης καὶ οἰκιῶν ἐμπιμπραμένων θεραπείας τ᾽ αὐτομολούσης· ὥστε κατὰ πολλὴν εὐπέτειαν ἀπελθεῖν ἐκ τῆς χώρας αὐτῶν τοὺς Ῥωμαίους ὠφελείαις τε βαρεῖς [p. 375] καὶ αὐχήμασι λαμπρούς, καὶ ἡ μὲν Σερουιλίου στρατεία τοῦτ᾽ ἔσχε τὸ τέλος· [3] οἱ δὲ σὺν τῷ Κοιντίῳ στρατεύσαντες ἐπί τ᾽ Αἰκανοὺς καὶ Οὐολούσκους — συνεληλύθεσαν γὰρ εἰς τὸν αὐτὸν τόπον ἐξ ἀμφοτέρων τῶν ἐθνῶν οἱ προαγωνιούμενοι τῶν ἄλλων, καὶ πρὸ τῆς Ἀντιατῶν πόλεως ἀντεστρατοπεδεύσαντο — θᾶττον ἢ βάδην χωροῦντες ἐπιφαίνονται αὐτοῖς· καὶ οὐ πολὺν τόπον τοῦ χάρακος αὐτῶν ἀποσχόντες, ἐν ᾧ πρῶτον ὤφθησάν τε καὶ εἶδον ἐκείνους χωρίῳ ταπεινῷ ὄντι τὰς ἀποσκευὰς ἔθεντο, τοῦ μὴ δεδοικέναι τὰ πολέμια πλήθει μακρῷ προὔχοντα δόξαν ποιῆσαι βουλόμενοι. [4] ὡς δ᾽ εὐτρεπῆ τὰ εἰς μάχην ἑκατέροις ἅπαντα ἦν, ἐξῄεσαν εἰς τὸ πεδίον, καὶ συμπεσόντες ἠγωνίζοντο μέχρι μεσούσης ἡμέρας οὔτ᾽ εἴκοντες τοῖς πολεμίοις οὔτ᾽ ἐπιβαίνοντες, ἀεί τε τὸ κάμνον μέρος ἀνισοῦντες τοῖς ἐπὶ ταῖς ἐφεδρείαις τεταγμένοις ἑκάτεροι. ἐν δὲ τούτῳ μάλιστα οἱ Αἰκανοὶ καὶ Οὐολοῦσκοι πλήθει τῶν Ῥωμαίων προὔχοντες ἀνέφερον καὶ περιῆσαν, τῶν πολεμίων οὐκ ἐχόντων ἴσον τῇ προθυμίᾳ τὸ πλῆθος. [5] ὁ δὲ Κοίντιος ὁρῶν νεκρούς τε πολλοὺς τῶν σφετέρων καὶ τῶν περιόντων τοὺς πλείους τραυματίας ἐμέλλησε μὲν ἀνακαλεῖσθαι τὴν δύναμιν, δείσας δέ, μὴ δόξαν παράσχῃ τοῖς πολεμίοις φυγῆς, παρακινδυνευτέον σφίσιν εἶναι ἔγνω. ἐπιλεξάμενος δὲ τῶν ἱππέων τοὺς κρατίστους κατὰ τὸ δεξιόν, ὃ μάλιστα ἔκαμνεν, τοῖς σφετέροις παρεβοήθει. [6] καὶ τὰ μὲν ἐπιτιμῶν τοῖς ἡγεμόσιν [p. 376] αὐτοῖς τῆς ἀνανδρίας, τὰ δ᾽ ὑπομιμνήσκων τῶν προτέρων ἀγώνων, τὰ δὲ τὴν αἰσχύνην ἐπιλεγόμενος καὶ τὸν κίνδυνον, ὃς καταλήψεσθαι αὐτοὺς ἔμελλεν ἐν τῇ φυγῇ, τελευτῶν εἶπεν οὐκ ἀληθές, ὃ μάλιστα μὲν τοῖς σφετέροις θάρσος παρέστησε, τοῖς δὲ πολεμίοις δέος. ἔφη γάρ, ὅτι θάτερον αὐτῶν ἤδη κέρας ἐξέωσε τοὺς πολεμίους καὶ ἐγγὺς ἤδη ἐστὶ τοῦ ἐκείνων χάρακος. [7] ταῦτ᾽ εἰπὼν ἐνσείει τοῖς πολεμίοις, καὶ καταβὰς ἀπὸ τοῦ ἵππου σὺν τοῖς ἀμφ᾽ αὐτὸν ἐπιλέκτοις τῶν ἱππέων συστάδην ἐμάχετο. ἐκ δὲ τούτου τόλμα τις ἐμπίπτει τοῖς κάμνουσι τέως, καὶ ὠθοῦνται ἅπαντες ὥσπερ ἕτεροί τινες γεγονότες· καὶ οἱ Οὐολοῦσκοι — τῇδε γὰρ ἐκεῖνοι ἐτάξαντο — μέχρι πολλοῦ διακαρτερήσαντες ἐνέκλιναν. ὡς δὲ τούτους ὁ Κοίντιος ἀπεώσατο, ἀναβὰς ἐπὶ τὸν ἵππον παρήλαυνεν ἐπὶ τὴν ἑτέραν τάξιν, καὶ ἐδείκνυε τοῖς ἐκεῖ πεζοῖς τὸ ἡττώμενον τῶν πολεμίων μέρος, καὶ παρεκελεύετο μὴ λείπεσθαι ἀρετῇ τῶν ἑτέρων. ;ΚΕΦΑΛΑΙΟΝ ΝΗ΄ [1] καὶ μετὰ τοῦτ᾽ οὐδὲν ἔτι διέμενε τῶν πολεμίων, ἀλλὰ πάντες εἰς τὸν χάρακα ξυνέφευγον. οὐ μέντοι δίωξίς γ᾽ αὐτῶν ἐπὶ πολὺ ἐγένετο, ἀλλ᾽ εὐθὺς οἱ Ῥωμαῖοι ἀπετράποντο, ὑπὸ κόπου τὰ σώματα παρειμένοι καὶ οὐδὲ τὰ ὅπλα ἔτι ὅμοια ἔχοντες. ὀλίγων δὲ [p. 377] διελθουσῶν ἡμερῶν, ἃς ἐσπείσαντο ταφῆς τε τῶν οἰκείων νεκρῶν καὶ θεραπείας τῶν κεκμηκότων ἕνεκα, παρεσκευασμένοι τὰ εἰς τὸν πόλεμον ἐλλείποντα, ἑτέραν ἠγωνίσαντο μάχην περὶ τῷ Ῥωμαίων χάρακι. [2] προσελθούσης γὰρ ἄλλης δυνάμεως τοῖς Οὐολούσκοις τε καὶ Αἰκανοῖς ἐκ τῶν πέριξ χωρίων οὐ διὰ μακροῦ ὄντων, ἐπαρθεὶς ὁ στρατηγὸς αὐτῶν, ὅτι καὶ πενταπλάσιοι τῶν πολεμίων ἦσαν οἱ σφέτεροι, τήν τε παρεμβολὴν τῶν Ῥωμαίων οὐκ ἐν ἐχυρῷ οὖσαν ὁρῶν κράτιστον ὑπέλαβεν εἶναι καιρὸν ἐπιχειρεῖν αὐτοῖς. ἐνθυμηθεὶς δὲ ταῦτα περὶ μέσας νύκτας ἦγε τὴν δύναμιν ἐπὶ τὸν χάρακα τῶν Ῥωμαίων, καὶ κύκλῳ περιστήσας ἐφρούρει, μὴ λάθοιεν ἀπιόντες. [3] ὁ δὲ Κοίντιος, ὡς ἔμαθε τῶν πολεμίων τὸ πλῆθος, ἀγαπητῶς ἐδέξατο καὶ περιμείνας, ἕως ἡμέρα τ᾽ ἐγένετο καὶ ὥρα πληθυούσης μάλιστ᾽ ἀγορᾶς, κάμνοντας ἤδη τοὺς πολεμίους αἰσθόμενος ὑπό τ᾽ ἀγρυπνίας καὶ ἀκροβολισμῶν, καὶ οὐ κατὰ λόχους οὐδὲ ἐν τάξει προσάγοντας, ἀλλὰ πολλαχῇ κεχυμένους καὶ σποράδας, ἀνοίξας τὰς πύλας τοῦ χάρακος ἐξέδραμεν ἅμα τοῖς ἐπιλέκτοις τῶν ἱππέων· καὶ οἱ πεζοὶ πυκνώσαντες τοὺς λόχους ἠκολούθουν. [4] οἱ δὲ Οὐολοῦσκοι καταπλαγέντες αὐτῶν τὸ θράσος καὶ τὸ μανικὸν τῆς ἐφόδου βραχὺν ἀνασχόμενοι χρόνον ἀνακρούονταί τε καὶ ἅμα ὑποχωροῦσιν ἀπὸ τοῦ χάρακος καί — ἦν γάρ τις οὐ πρόσω τοῦ στρατοπέδου λόφος ὑψηλὸς ἐπιεικῶς — εἰς τοῦτον οὖν ἀνατρέχουσιν [p. 378] ὡς ἀναπαυσόμενοί τε καὶ αὖθις εἰς τάξιν καταστησόμενοι. ἀλλ᾽ οὐ γὰρ αὐτοῖς ἐξεγένετο καταστῆναί τε καὶ ἑαυτοὺς ἀναλαβεῖν, ἀλλ᾽ ἐκ ποδὸς ἠκολούθησαν αὐτοῖς οἱ πολέμιοι πιλήσαντες, ὡς μάλιστ᾽ ἦν δυνατὸν τοὺς λόχους, ἵνα μὴ καταραχθῶσι πρὸς ἄναντες χωρίον βιαζόμενοι. [5] καὶ γίνεται μέγας ἀγὼν ἐπὶ πολὺ μέρος τῆς ἡμέρας, νεκροί τε πίπτουσι πολλοὶ ἀφ᾽ ἑκατέρων. καὶ Οὐολοῦσκοι πλήθει τε ὑπερέχοντες καὶ τὸ ἐκ τοῦ τόπου προσειληφότες ἀσφαλές, οὐδετέρου τούτων οὐδὲν ἀγαθὸν ἀπήλαυσαν, ἀλλ᾽ ὑπὸ τῆς Ῥωμαίων προθυμίας καὶ ἀρετῆς ἐκβιασθέντες τόν τε λόφον ἐξέλιπον καὶ [6] ἐπὶ τὸν χάρακα φεύγοντες οἱ πολλοὶ ἀπέθνησκον. οὐ γὰρ εἴασαν αὐτοὺς οἱ Ῥωμαῖοι διώκοντες, ἀλλ᾽ ἐκ ποδὸς ἠκολούθησαν καὶ οὐ πρότερον ἀπετράποντο, ἢ τὴν παρεμβολὴν αὐτῶν ἑλεῖν κατὰ κράτος. γενόμενοι δὲ σωμάτων τ᾽ ἐγκρατεῖς καὶ ὅσα ἐγκατελήφθη τῷ χάρακι καὶ ἵππων καὶ ὅπλων καὶ χρημάτων παμπόλλων κύριοι, τὴν μὲν νύκτα ἐκείνην αὐτόθι κατεστρατοπέδευσαν, τῇ δ᾽ ἐπιούσῃ ἡμέρᾳ τὰ εἰς πολιορκίαν ἐπιτήδεια παρεσκευασμένος ὁ ὕπατος ἐπὶ τὴν Ἀντιατῶν πόλιν οὐ πλείω ἀπέχουσαν τριάκοντα σταδίων ἦγε τὴν δύναμιν. [7] ἔτυχον δὲ φυλακῆς ἕνεκα τοῖς Ἀντιάταις Αἰκανῶν τινες ἐπίκουροι παρόντες καὶ φυλάττοντες τὰ τείχη· οἳ τότε δείσαντες τὸ Ῥωμαίων τολμηρὸν δρασμὸν ἐκ τῆς πόλεως [p. 379] ἐπεχείρουν ποιεῖσθαι. γενομένης δὲ τοῖς Ἀντιάταις γνώσεως κωλυόμενοι πρὸς αὐτῶν ἀπιέναι γνώμην ἐποιοῦντο παραδοῦναι Ῥωμαίοις ἐπιοῦσι τὴν πόλιν. [8] τοῦτο μαθόντες ἐκ μηνύσεως οἱ Ἀντιᾶται τῷ τε καιρῷ εἴκουσι, καὶ κοινῇ μετ᾽ ἐκείνων βουλευσάμενοι παραδιδόασι τῷ Κοιντίῳ τὴν πόλιν, ἐφ᾽ ᾧ Αἰκανοὺς μὲν ὑποσπόνδους ἀπελθεῖν, Ἀντιάτας δὲ φρουρὰν δέξασθαι καὶ τὰ κελευόμενα ὑπὸ Ῥωμαίων ποιεῖν. ἐπὶ τούτοις κύριος γενόμενος τῆς πόλεως ὁ ὕπατος, καὶ λαβὼν ὀψώνιά τε καὶ τἆλλα, ὅσων ἔδει τῇ στρατιᾷ, καὶ φρουρὰν ἐγκαταστήσας, ἀπῆγε τὴν δύναμιν· ἀνθ᾽ ὧν αὐτὸν ἡ βουλὴ ὑπαντήσει τε φιλανθρώπῳ ἐδέξατο, καὶ θριάμβου πομπῇ ἐτίμησεν. ;ΚΕΦΑΛΑΙΟΝ ΝΘ΄ [1] ἐν δὲ τῷ μετὰ τούτους ἔτει ὕπατοι μὲν ἦσαν Τιβέριος Αἰμίλιος τὸ δεύτερον καὶ Κόιντος Φάβιος, ἑνὸς τῶν τριῶν ἀδελφῶν υἱὸς τῶν ἡγησαμένων τε τῆς ἀποσταλείσης φρουρᾶς εἰς Κρεμέραν, καὶ διαφθαρέντων ἐκεῖ σὺν τοῖς πελάταις. ἡ δὲ βουλὴ τῶν δημάρχων ἀνακινούντων πάλιν τὸ πλῆθος ἐπὶ τῇ κληρουχίᾳ, καὶ συναγωνιζομένου θατέρου τῶν ὑπάτων αὐτοῖς Αἰμιλίου δόγμα ἐπεκύρωσε, θεραπεῦσαί τε καὶ ἀναλαβεῖν τοὺς πένητας βουλομένη, διανεῖμαί τινα μοῖραν αὐτοῖς ἐκ τῆς Ἀντιατῶν χώρας, ἣν τῷ προτέρῳ [2] ἔτει δόρατι ἑλόντες κατέσχον. καὶ ἀπεδείχθησαν ἡγεμόνες τῆς κληρουχίας Τίτος Κοίντιος Καπιτωλῖνος, ᾧ παρέδοσαν Ἀντιᾶται σφᾶς αὐτούς, καὶ σὺν αὐτῷ Λεύκιος [p. 380] Φούριος καὶ Αὖλος Οὐεργίνιος. ἦν δ᾽ οὐκ ἀγώνισμα πᾶσι τοῖς πολλοῖς καὶ πένησι Ῥωμαίων ἡ διανομὴ τῆς χώρας ὡς ἀπελαυνομένοις τῆς πατρίδος, ὀλίγων τ᾽ ἀπογραψαμένων ἔδοξε τῇ βουλῇ, ἐπειδὴ οὐκ ἀξιόχρεως ἦν ὁ ἀπόστολος, ἐπιτρέψαι Λατίνων τε καὶ Ἑρνίκων τοῖς βουλομένοις τῆς ἀποικίας μετέχειν. οἱ μὲν δὴ εἰς Ἄντιον ἀποσταλέντες κατένεμον τὴν γῆν τοῖς σφετέροις, μοῖράν τινα ἐξ αὐτῆς τοῖς Ἀντιάταις ὑπολειπόμενοι. [3] ἐν δὲ τῷ μεταξὺ χρόνῳ στρατεία τῶν ὑπάτων ἀμφοτέρων ἐγένετο, Αἰμιλίου μὲν εἰς τὴν Σαβίνων χώραν, Φαβίου δ᾽ εἰς τὴν Αἰκανῶν. καὶ τῷ μὲν Αἰμιλίῳ πολὺν ἐν τῇ πολεμίᾳ μείναντι χρόνον οὐδεμία δύναμις ὑπήντησε μαχουμένη περὶ τῆς γῆς, ἀλλ᾽ ἀδεῶς αὐτὴν κείρας, ἐπειδὴ καθῆκεν ὁ χρόνος τῶν ἀρχαιρεσίων, ἀπῆγε τὰς δυνάμεις. Φαβίῳ δ᾽ Αἰκανοί, πρὶν εἰς ἀνάγκην ἐλθεῖν στρατιᾶς διαφθαρείσης ἢ τειχῶν ἁλισκομένων, ἐπεκηρυκεύσαντο περὶ διαλλαγῶν καὶ φιλίας. [4] ὁ δ᾽ ὕπατος δύο τε μηνῶν τροφὰς τῇ στρατιᾷ καὶ δύο χιτῶνας κατ᾽ ἄνδρα καὶ ἀργύριον εἰς ὀψωνιασμὸν ἑξαμήνου καὶ εἴ τι ἄλλο κατήπειγεν εἰσπραξάμενος, ἀνοχὰς ἐποιήσατο πρὸς αὐτούς, ἕως ἂν εἰς Ῥώμην ἀφικόμενοι παρὰ τῆς βουλῆς εὕρωνται τὰς διαλύσεις. ἡ μέντοι βουλὴ ταῦτα μαθοῦσα τῷ Φαβίῳ ἐπέτρεψεν αὐτοκράτορι διαλύσασθαι πρὸς τοὺς Αἰκανούς, [p. 381] ἐφ᾽ οἷς ἂν αὐτὸς προαιρῆται. [5] μετὰ τοῦτο συνθῆκαι γίνονται ταῖς πόλεσι μεσιτεύσαντος αὐτὰς τοῦ ὑπάτου τοιαίδε· Αἰκανοὺς εἶναι Ῥωμαίων ὑπηκόους πόλεις τε καὶ χώρας τὰς ἑαυτῶν ἔχοντας, ἀποστέλλειν δὲ Ῥωμαίοις μηδὲν ὅτι μὴ στρατιάν, ὅταν αὐτοῖς παραγγελῇ, τέλεσι τοῖς ἰδίοις ἐκπέμποντας αὐτάς. ταῦτα συνθέμενος ἀπῆγε τὴν δύναμιν Φάβιος καὶ εἰς τὸν ἐπιόντα ἐνιαυτὸν ἀρχὰς ἅμα τῷ συνυπάτῳ κατέστησεν. ;ΚΕΦΑΛΑΙΟΝ Ξ΄ [1] ἦσαν δ᾽ ὑπ᾽ αὐτῶν ἀποδειχθέντες ὕπατοι Σπόριος Ποστόμιος Ἀλβῖνος καὶ Κόιντος Σερουίλιος Πρίσκος τὸ δεύτερον. ἐπὶ τούτων ἔδοξαν Αἰκανοὶ παραβαίνειν τὰς πρὸς Ῥωμαίους νεωστὶ γενομένας ὁμολογίας ἀπὸ τοιαύτης αἰτίας· [2] Ἀντιατῶν ὅσοι μὲν εἶχον ἐφέστια καὶ κλήρους ἔμειναν ἐν τῇ γῇ, τά τ᾽ ἀπομερισθέντα σφίσι καὶ τὰ ὑπὸ τῶν κληρούχων ἀφορισθέντα κτήματα γεωργοῦντες ἐπὶ ῥηταῖς τισι καὶ τεταγμέναις μοίραις, ἃς ἐκ τῶν καρπῶν αὐτοῖς ἐτέλουν· οἷς δ᾽ οὐδὲν τούτων ἦν, ἐξέλιπον τὴν πόλιν, καὶ ὑποδεχομένων αὐτοὺς προθύμως τῶν Αἰκανῶν ἐκεῖθεν ὁρμώμενοι τοὺς Λατίνων ἀγροὺς ἐλῄστευον. ἐκ δὲ τούτου καὶ τῶν Αἰκανῶν ὅσοι τολμηροί τε καὶ ἄποροι ἦσαν συνελάμβανον αὐτοῖς τῶν λῃστηρίων. [3] ταῦτα Λατίνων ἀποδυρομένων ἐπὶ τῆς βουλῆς καὶ ἀξιούντων ἢ στρατιὰν πέμπειν ἢ συγχωρῆσαι σφίσιν αὐτοῖς τοὺς ἄρξαντας πολέμου ἀμύνασθαι, μαθόντες οἱ σύνεδροι στρατιὰν [p. 382] μὲν οὔτ᾽ αὐτοὶ ἐψηφίσαντο πέμπειν οὔτε Λατίνοις ἐπέτρεψαν ἐξάγειν, πρεσβευτὰς δ᾽ ἑλόμενοι τρεῖς, ὧν ἡγεῖτο Κόιντος Φάβιος ὁ τὰς πρὸς τὸ ἔθνος συνθήκας ποιησάμενος, ἀπέστειλαν ἐντολὰς αὐτοῖς δόντες πυνθάνεσθαι παρὰ τῶν ἡγουμένων τοῦ ἔθνους, πότερα κοινῇ γνώμῃ τὰ λῃστήρια ἐξαποστέλλουσιν εἴς τε τὴν τῶν συμμάχων καὶ εἰς τὴν τῶν Ῥωμαίων γῆν — ἐγένοντο γάρ τινες καὶ εἰς αὐτὴν καταδρομαὶ τῶν φυγάδων — ἢ τῶν πραττομένων οὐδενός ἐστι τὸ κοινὸν αἴτιον· καὶ ἐὰν φῶσιν ἰδιωτῶν ἔργα εἶναι μὴ ἐπιτρέψαντος τοῦ δήμου, τά θ᾽ ἡρπασμένα ἀπαιτεῖν καὶ τοὺς ἐργασαμένους τἀδικήματα ἐκδότους αἰτεῖν. [4] ἀφικομένων δὲ τῶν πρεσβευτῶν ἀκούσαντες τοὺς λόγους οἱ Αἰκανοὶ πλαγίας αὐτοῖς ἔδοσαν ἀποκρίσεις, τὸ μὲν ἔργον οὐκ ἀπὸ κοινῆς λέγοντες γνώμης γεγονέναι, τοὺς δὲ δράσαντας οὐκ ἀξιοῦντες ἐκδιδόναι, πόλιν τ᾽ ἀπολωλεκότας καὶ ἀλήτας γεγονότας σφῶν τ᾽ ἐν τῇ πενίᾳ [5] ἱκέτας. ἐφ᾽ οἷς ὁ Φάβιος ἀγανακτῶν καὶ τὰς ψευσθείσας πρὸς αὐτῶν ὁμολογίας ἀνακαλούμενος, ὡς εἶδεν εἰρωνευομένους τοὺς Αἰκανοὺς καὶ εἰς βουλὴν χρόνον αἰτουμένους ξενισμοῦ τε χάριν ἐπικατέχοντας αὐτόν, ὑπέμεινέ τε κατοπτεῦσαι τὰ ἐν τῇ πόλει πράγματα βουλόμενος· καὶ διεξιὼν ἅπαντα τόπον κατὰ πρόφασιν [p. 383] θεωρίας δημόσιόν τε καὶ ἱερόν, τά τ᾽ ἐργαστήρια πλήρη ὁρῶν ἅπαντα πολεμικῶν ὅπλων, τῶν μὲν ἤδη συντετελεσμένων, τῶν δ᾽ ἔτι ἐν χερσὶν ὄντων, ἔγνω τὴν διάνοιαν αὐτῶν. [6] καὶ ἀφικόμενος εἰς τὴν Ῥώμην ἀπήγγειλε πρὸς τὴν βουλήν, ἅ τ᾽ ἤκουσε καὶ ἃ εἶδε. κἀκείνη οὐδὲν ἔτι ἐνδοιάσασα τοὺς εἰρηνοδίκας ἐψηφίσατο πέμπειν καταγγελοῦντας Αἰκανοῖς τὸν πόλεμον, ἐὰν μὴ τούς τ᾽ Ἀντιατῶν φυγάδας ἀπελάσωσιν ἐκ τῆς πόλεως καὶ δίκας τοῖς ἠδικημένοις ὑπόσχωνται. οἱ δ᾽ Αἰκανοὶ θρασυτέρας πρὸς τοὺς ἄνδρας ἐποιήσαντο τὰς ἀποκρίσεις, καὶ τὸν πόλεμον οὐκ ἀκούσιοι δέχεσθαι ὡμολόγησαν. [7] ἀλλὰ γὰρ οὐκ ἐξεγένετο Ῥωμαίοις στρατιὰν ἐν ἐκείνῳ τῷ ἐνιαυτῷ ἐπ᾽ αὐτοὺς ἀποστεῖλαι, εἴτε τοῦ δαιμονίου κωλύοντος, εἴτε διὰ τὰς νόσους, αἳ κατέσχον τὴν πληθὺν ἐπὶ πολὺ μέρος τοῦ ἔτους· ἀλλὰ φυλακῆς ἕνεκα τῶν συμμάχων ὀλίγη τις ἐξελθοῦσα δύναμις, ἧς ἡγεῖτο Κόιντος Σερουίλιος ἅτερος τῶν ὑπάτων, ἐν τοῖς Λατίνων ὅροις διέτριψεν. [8] ἐν δὲ τῇ πόλει τὸν νεὼν τοῦ Πιστίου Διὸς Σπόριος Ποστόμιος ὁ συνύπατος αὐτοῦ καθιέρωσε μηνὸς Ἰουνίου ταῖς καλουμέναις Νώναις ἐπὶ τοῦ Ἐνυαλίου λόφου, κατασκευασθέντα μὲν ὑπὸ τοῦ τελευταίου βασιλέως Ταρκυνίου, τῆς δὲ νομιζομένης παρὰ Ῥωμαίοις ἀνιερώσεως οὐ τυχόντα ὑπ᾽ ἐκείνου. τότε δὲ τῇ βουλῇ δόξαν ὁ Ποστόμιος ἔλαβεν [p. 384] αὐτοῦ τὴν ἐπιγραφήν. ἄλλο δ᾽ οὐδὲν ἐπὶ τῶν ὑπάτων τούτων λόγου ἄξιον ἐπράχθη. {{DEFAULTSORT:Ρωμαικη Αρχαιολογια 09 51}} 5xh75ppuhfy6axijfibhlgdpxwsqlk7 Ρωμαϊκή Αρχαιολογία/θ/41 0 23585 148476 100300 2022-08-09T13:18:01Z Αντιγόνη 235 wikitext text/x-wiki {{Κεφαλίδα | τίτλος = Κεφάλαια 41–50 | συγγραφέας = Διονύσιος ο Αλικαρνασσεύς | μεταφραστής= | ενότητα = [[Ρωμαϊκή Αρχαιολογία/θ|Ῥωμαϊκὴ Ἀρχαιολογία: Λόγος θ΄]] | προηγούμενο= [[Ρωμαϊκή Αρχαιολογία/θ/31|Κεφάλαια 31–40]] | επόμενο = [[Ρωμαϊκή Αρχαιολογία/θ/51|Κεφάλαια 51–60]] | σημειώσεις = Dionysii Halicarnasei Antiquitatum Romanarum quae supersunt, Vol I-IV. Dionysius of Halicarnassus. Karl Jacoby. In Aedibus B.G. Teubneri. Leipzig. 1885. }} ;ΚΕΦΑΛΑΙΟΝ ΜΑ΄ [1] ἡ δ᾽ ἐκ πολλοῦ χρόνου διαμένουσα ἐν τῇ πόλει στάσις, ἣν οἱ δημόται πρὸς τοὺς πατρικίους ἐστασίαζον, ἀνίστατο πάλιν. ὁ δ᾽ ἐξεγείρων αὐτὴν δήμαρχος ἦν Πόπλιος Βολέρων, ὁ τῷ πρόσθεν ἐνιαυτῷ τοῖς περὶ Αἰμίλιόν τε καὶ Ἰούλιον ὑπάτοις ἀπειθήσας, ὅτ᾽ αὐτὸν ἀντὶ λοχαγοῦ στρατιώτην κατέγραφον, οὐ δι᾽ ἄλλο τι μᾶλλον ἀποδειχθεὶς ὑπὸ τῶν πενήτων τοῦ δήμου προστάτης — γένος τε γὰρ ἐκ τῶν ἐπιτυχόντων ἦν καὶ τεθραμμένος ἐν πολλῇ ταπεινότητι καὶ ἀπορίᾳ — ἀλλ᾽ ὅτι τὴν ἀρχὴν τῶν ὑπάτων βασιλικὸν ἔχουσαν ἀξίωμα τέως πρῶτος ἔδοξεν ἰδιώτης ἀνὴρ ἀπειθείᾳ ταπεινῶσαι, καὶ ἔτι μᾶλλον διὰ τὰς ὑποσχέσεις, [p. 346] ἃς ἐποιεῖτο μετιὼν τὴν ἀρχὴν κατὰ τῶν πατρικίων, [2] ὡς ἀφαιρησόμενος αὐτῶν τὴν ἰσχύν. ὃς ἐπειδὴ τάχιστα ἐξεγένετο αὐτῷ λωφήσαντος τοῦ δαιμονίου χόλου τὰ πολιτικὰ πράττειν, συναγαγὼν τὸν δῆμον εἰς ἐκκλησίαν νόμον εἰσφέρει περὶ τῶν δημαρχικῶν ἀρχαιρεσίων, μετάγων αὐτὰ ἐκ τῆς φρατριακῆς ψηφοφορίας, ἣν οἱ Ῥωμαῖοι καλοῦσιν κουριᾶτιν, ἐπὶ τὴν φυλετικήν. τίς δὲ τούτων διαφορὰ τῶν ἀρχαιρεσίων, ἐγὼ σημανῶ. [3] τὰς μὲν φρατριακὰς ψηφοφορίας ἔδει προβουλευσαμένης τῆς βουλῆς καὶ τοῦ πλήθους κατὰ φράτρας τὰς ψήφους ἐπενέγκαντος, καὶ μετ᾽ ἀμφότερα ταῦτα τῶν παρὰ τοῦ δαιμονίου σημείων τε καὶ οἰωνῶν μηδὲν ἐναντιωθέντων, τότε κυρίας εἶναι· τὰς δὲ φυλετικὰς μήτε προβουλεύματος γενομένου μήτε τῶν ἱερέων τε καὶ οἰωνοσκόπων ἐπιθεσπισάντων, ἐν ἡμέρᾳ μιᾷ τελεσθείσας ὑπὸ τῶν φυλετῶν τέλος ἔχειν. καὶ ἦσαν ἐκ τῶν λοιπῶν τεττάρων δημάρχων οἱ συνεισφέροντες αὐτῷ δύο δήμαρχοι τὸν νόμον· οὓς προσεταιρισάμενος ἐλαττόνων ὄντων τῶν μὴ ταὐτὰ βουλομένων περιῆν. [4] οἱ δ᾽ ὕπατοι καὶ ἡ βουλὴ καὶ πάντες οἱ πατρίκιοι κωλύειν ἐπεχείρουν τὸν νόμον· ἀφικόμενοί τε κατὰ πλῆθος εἰς τὴν ἀγοράν, ἐν ᾗ προεῖπον οἱ δήμαρχοι κυρώσειν τὸν νόμον ἡμέρᾳ, παντοδαποὺς διῆλθον λόγους, τῶν θ᾽ ὑπάτων καὶ τῶν πρεσβυτάτων ἐκ τῆς βουλῆς καὶ ἄλλου παντός, ὅτῳ βουλομένῳ ἦν, τὰς ἐνούσας ἐν τῷ νόμῳ διεξιόντος ἀτοπίας. ἀντιλεξάντων δὲ τῶν δημάρχων [p. 347] καὶ αὖθις τῶν ὑπάτων, καὶ μέχρι πολλοῦ τῆς ἁψιμαχίας τῶν λόγων ἐκμηκυνθείσης, ἐκείνην μὲν τὴν ἐκκλησίαν διέλυσεν εἰς νύκτα συγκλεισθεὶς ὁ χρόνος. προθέντων δὲ πάλιν τῶν δημάρχων εἰς τρίτην ἀγορὰν τὴν περὶ τοῦ νόμου διάγνωσιν, καὶ συνελθόντος ἔτι πλείονος εἰς αὐτὴν ὄχλου τὸ παραπλήσιον τῷ προτέρῳ [5] συνέβη γενέσθαι πάθος. τοῦτο συνιδὼν ὁ Πόπλιος ἔγνω μήτε τοῖς ὑπάτοις ἐπιτρέπειν ἔτι τοῦ νόμου κατηγορεῖν μήτε πατρικίους ἐᾶν τῇ ψηφοφορίᾳ παρεῖναι· καθ᾽ ἑταιρείας γὰρ ἐκεῖνοι καὶ κατὰ συστροφὰς ἄμα τοῖς ἑαυτῶν πελάταις οὐκ ὀλίγοις οὖσι πολλὰ μέρη τῆς ἀγορᾶς κατεῖχον, ἐπικελεύοντές τε τοῖς κατηγοροῦσι τοῦ νόμου καὶ θορυβοῦντες τοὺς ἀπολογουμένους καὶ ἄλλα πολλὰ πράττοντες, ἀκοσμίας τε καὶ βίας τῆς ἐν ταῖς ψήφοις ἐχομένης μηνύματα. ;ΚΕΦΑΛΑΙΟΝ ΜΒ΄ [1] ἐπέσχε δ᾽ αὐτοῦ τὰ βουλεύματα ὄντα τυραννικὰ ἑτέρα συμπεσοῦσα θεήλατος συμφορά. νόσος γὰρ ἥψατο λοιμικὴ τῆς πόλεως, γενομένη μὲν καὶ κατὰ τὴν ἄλλην Ἰταλίαν, μάλιστα δὲ πλεονάσασα κατὰ τὴν Ῥώμην· καὶ οὔτ᾽ ἀνθρωπίνη βοήθεια ἤρκει τοῖς κάμνουσιν οὐδεμία, ἀλλ᾽ ἐν τῷ ἴσῳ οἵ τε σὺν πολλῇ θεραπευόμενοι φροντίδι, καὶ οἷς μηδὲν ἐγίνετο τῶν δεόντων, ἀπέθνησκον· οὔτε λιτανεῖαι θεῶν καὶ θυσίαι καὶ ἐφ᾽ οὓς ἄνθρωποι τελευταίους ἐν ταῖς τοιαῖσδε ἀναγκάζονται καταφεύγειν συμφοραῖς, οἱ κατ᾽ ἄνδρα τε [p. 348] γινόμενοι καὶ ὑπὲρ τοῦ κοινοῦ καθαρμοὶ τότε προσωφέλουν, διέκρινέ τε τὸ πάθος οὐχ ἡλικίαν, οὐ φύσιν, οὐ ῥώμην ἢ ἀσθένειαν σωμάτων, οὐ τέχνην οὐκ ἄλλο τι τῶν δοκούντων κουφίζειν τὴν νόσον, ἀλλὰ γυναιξί τ᾽ ἐνέπιπτε καὶ ἀνδράσι καὶ γηραιοῖς καὶ νέοις. [2] οὐ μὴν πολὺν κατέσχε χρόνον, ὅπερ αἴτιον ἐγένετο τοῦ μὴ σύμπασαν διαφθαρῆναι τὴν πόλιν· ἀλλὰ ποταμοῦ δίκην ἢ πυρὸς ἀθρόα τοῖς ἀνθρώποις ἐμπεσοῦσα τήν τε προσβολὴν ὀξεῖαν καὶ τὴν ἀπαλλαγὴν ταχεῖαν ἔλαβεν. ὡς δὲ τὸ δεινὸν ἐλώφησεν, ἐπ᾽ ἐξόδῳ τῆς ἀρχῆς ὢν ὁ Πόπλιος, ἐπειδὴ οὐκ ἐδύνατο κυρῶσαι τὸν νόμον ἐν τῷ περιόντι χρόνῳ τῶν ἀρχαιρεσίων ἐπιστάντων, μετῄει πάλιν τὴν δημαρχίαν εἰς τὸν ἐπιόντα ἐνιαυτόν, πολλὰ καὶ μεγάλα τοῖς δημόταις ὑπισχνούμενος· καὶ ἀποδείκνυται πάλιν δήμαρχος ὑπ᾽ αὐτῶν καὶ δύο τῶν συναρχόντων. [3] οἱ δὲ πατρίκιοι πρὸς τοῦτ᾽ ἀντεμηχανήσαντο πικρὸν ἄνδρα καὶ μισόδημον καὶ μηδὲν ἐλαττώσοντα τῆς ἀριστοκρατίας ἐπὶ τὴν ὑπατείαν προαγαγεῖν, Ἄππιον Κλαύδιον, υἱὸν Ἀππίου, τοῦ πλεῖστα τῷ δήμῳ περὶ τὴν κάθοδον ἐναντιωθέντος. καὶ αὐτὸν πολλὰ ἀντειπόντα καὶ οὐδ᾽ εἰς τὸ πεδίον ἐλθεῖν βουληθέντα ἕνεκα τῶν ἀρχαιρεσίων, οὐδὲν ἧττον προὐβούλευσάν τε καὶ ἐψηφίσαντ᾽ ἀπόντα ὕπατον. ;ΚΕΦΑΛΑΙΟΝ ΜΓ΄ [1] τελεσθέντων δὲ τῶν ἀρχαιρεσίων κατὰ [p. 349] πολλὴν εὐπέτειαν — οἱ γὰρ πένητες ἐξέλιπον τὸ πεδίον, ἐπειδὴ τὸν ἄνδρα τόνδε ὀνομασθέντα ἤκουσαν — παραλαμβάνουσι τὴν ὑπατείαν Τῖτος Κοίντιος Καπιτωλῖνος καὶ Ἄππιος Κλαύδιος Σαβῖνος, οὔτε τὰς φύσεις οὔτε τὰς προαιρέσεις ἔχοντες ὁμοίας. [2] Ἀππίου μὲν γὰρ ἦν γνώμη περισπᾶν περὶ τὰς ἔξω στρατείας τὸν ἀργὸν καὶ πένητα δῆμον, ἵνα τῶν τε καθ᾽ ἡμέραν ἀναγκαίων ἐκ τῆς πολεμίας εὐπορῶν τοῖς αὑτοῦ πόνοις, ὧν ἐν χρείᾳ μάλιστα ὑπῆρχε, καὶ τὰ συμφέροντα τῇ πόλει διαπραττόμενος, ἥκιστα τοῖς ἐκ τοῦ συνεδρίου διοικοῦσι τὰ κοινὰ δυσμενής τε καὶ χαλεπὸς ᾖ· πολέμου δὲ πᾶσαν ἔσεσθαι πρόφασιν εὔλογον ἀπέφαινεν ἡγεμονίας ἀντιποιουμένῃ πόλει καὶ ὑπὸ πάντων ἐπιφθονουμένῃ, κατά τε τὸ εἰκὸς τοῖς γεγονόσιν ἤδη τὰ μέλλοντα εἰκάζειν ἠξίου, ἐπιλεγόμενος, ὅσαι ἤδη κινήσεις ἐγένοντο ἐν τῇ πόλει, ὅτι πᾶσαι κατὰ τὰς ἀναπαύλας ἐγένοντο τῶν πολέμων. [3] Κοιντίῳ δ᾽ οὐκ ἐδόκει πόλεμον ἐκφέρειν οὐδένα, ἀγαπητὸν ἀποφαίνοντι, εἰ πρὸς τοὺς ἀναγκαίους τε καὶ ἔξωθεν ἐπαγομένους κινδύνους καλούμενος ὁ δῆμος εὐπειθὴς γένοιτο, καὶ διδάσκοντι, ὡς εἰ βίαν προσάξουσι τοῖς μὴ πειθομένοις εἰς ἀπόνοιαν ἀναγκάσουσιν ἐλθεῖν τὸ δημοτικόν, ὥσπερ καὶ οἱ πρὸ αὐτῶν ἐποίησαν ὕπατοι· ἐξ ὧν κινδυνεύσειν αὐτοὺς δυεῖν θάτερον, ἢ δι᾽ αἵματος καὶ φόνων καταπαῦσαι τὴν στάσιν, ἢ θεραπεύειν αἰσχρῶς ὑπομεῖναι [p. 350] [4] τὸ δημοτικόν. ἦν δ᾽ ἡ τοῦ μηνὸς ἐκείνου ἡγεμονία τῷ Κοιντίῳ προσήκουσα, ὥστ᾽ ἀναγκαῖον ἦν τὸν ἕτερον τῶν ὑπάτων μηδὲν ἄκοντος ἐκείνου ποιεῖν. οἱ δὲ περὶ τὸν Πόπλιον δήμαρχοι οὐθὲν ἔτι διαμελλήσαντες τὸν ἐν τῷ πρόσθεν ἐνιαυτῷ οὐ δυνηθέντα νόμον ἐπικυρωθῆναι πάλιν εἰσέφερον, προσγράψαντες αὐτῷ καὶ τὸ τῶν ἀγορανόμων ἀρχεῖον ἐν ταῖς αὐταῖς ψηφοφορεῖσθαι ἐκκλησίαις, καὶ πάντα τἆλλα, ὅσα ἐν τῷ δήμῳ πράττεσθαί τε καὶ ἐπικυροῦσθαι δεήσει, ὑπὸ τῶν φυλετῶν ἐπιψηφίζεσθαι κατὰ ταὐτόν· ὅπερ ἦν ἄρα τῆς μὲν βουλῆς κατάλυσις φανερά, τοῦ δὲ δήμου δυναστεία. ;ΚΕΦΑΛΑΙΟΝ ΜΔ΄ [1] τοῦτο μαθοῦσι τοῖς ὑπάτοις φροντὶς εἰσῄει καὶ λογισμός, ὅπως ἂν ἐν τάχει καὶ σὺν τῷ ἀσφαλεῖ τὸ παρακινοῦν καὶ στασιάζον ἐξαιρεθῇ. ὁ μὲν οὖν Ἄππιος ἐπὶ τὰ ὅπλα καλεῖν γνώμην ἐδίδου τοὺς βουλομένους σώζεσθαι τὴν πάτριον πολιτείαν· εἰ δέ τινες ἐνατία θήσονται σφίσι τὰ ὅπλα, τούτους ἐν πολεμίων ποιεῖσθαι μοίρᾳ. [2] ὁ δὲ Κοίντιος λόγῳ πείθειν ᾤετο δεῖν τοὺς δημοτικοὺς καὶ μεταδιδάσκειν ὡς δἰ ἄγνοιαν τοῦ συμφέροντος εἰς ὀλέθρια βουλεύματα φερομένους· ἐσχάτης μανίας ἔργον εἶναι λέγων, ἃ παρ᾽ ἑκόντων ἔξεστι φέρεσθαι τῶν συμπολιτευομένων, ταῦτα παρ᾽ ἀκόντων βούλεσθαι λαμβάνειν. [3] ἐπαινεσάντων δὲ καὶ τῶν ἄλλων τῶν συμπαραληφθέντων εἰς τὸ συνέδριον [p. 351] τὴν Κοιντίου γνώμην παρελθόντες εἰς τὴν ἀγορὰν οἱ ὕπατοι λόγον ᾐτοῦντο παρὰ τῶν δημάρχων καὶ χρόνον. μόλις δ᾽ ἀμφοῖν τυχόντες, ἐπειδὴ καθῆκεν ἣν ᾐτήσαντο παρ᾽ αὐτῶν ἡμέραν, ὄχλου παντοδαποῦ συνεληλυθότος εἰς τὴν ἀγοράν, ὃν ἀμφότεραι παρεσκευάσαντο σύμμαχον ἑαυταῖς ἐκ παρακλήσεως αἱ [4] ἀρχαί, παρῆσαν ὡς κατηγορήσοντες τοῦ νόμου. ὁ μὲν οὖν Κοίντιος, τά τ᾽ ἄλλα ἐπιεικὴς ὢν ἀνὴρ καὶ δῆμον οἰκειώσασθαι λόγῳ πιθανώτατος, πρῶτος αἰτησάμενος τὸν λόγον, ἐπιδέξιόν τινα καὶ κεχαρισμένην ἅπασι διεξῆλθε δημηγορίαν, ὥστε τοὺς ὑπὲρ τοῦ νόμου λέγοντας εἰς πολλὴν ἐλθεῖν ἀμηχανίαν, οὔτε δικαιότερα λέγειν ἔχοντας οὔτ᾽ ἐπιεικέστερα. [5] καὶ εἰ μηδὲν ἔτι πολυπραγμονεῖν ὁ συνύπατος αὐτοῦ προείλετο, συγγνοὺς ἂν ὁ δῆμος, ὡς οὔτε δίκαια οὔθ᾽ ὅσια ἀξιῶν ἔλυσε τὸν νόμον· νῦν δ᾽ ἐκείνου λόγον διελθόντος ὑπερήφανον καὶ βαρὺν ἀκουσθῆναι πένησι χαλεπὸς εἰς ὀργὴν ἐγένετο καὶ ἀμείλικτος καὶ εἰς ἔριν ἦλθεν ὅσην οὔπω πρότερον. [6] οὐ γὰρ ὡς ἐλευθέροις τε καὶ πολίταις ὁ ἀνὴρ διαλεγόμενος, οἳ τοῦ θεῖναι τὸν νόμον ἢ λῦσαι κύριοι ἦσαν, ἀλλ᾽ ὡς ἐν ἀτίμοις ἢ ξένοις ἢ μὴ βεβαίως ἔχουσι τὴν ἐλευθερίαν ἐξουσιάζων, πικρὰς καὶ ἀνυπομονήτους ἐποιήσατο κατηγορίας, τῶν τε χρεῶν τὰς ἀποκοπὰς αὐτοῖς ὀνειδίζων καὶ τῶν ὑπάτων τὴν ἀπόστασιν προφέρων, ὅτε τὰ ἱερὰ σημεῖα ἁρπάσαντες ᾤχοντο ἐκ [p. 352] τοῦ στρατοπέδου φυγὴν ἐπιβάλλοντες ἑαυτοῖς ἑκούσιον· τούς θ᾽ ὅρκους ἀνακαλούμενος, οὓς ὤμοσαν τὰ ὅπλα περὶ τῆς γειναμένης αὐτοὺς γῆς ἀναλαμβάνοντες, οἷς κατ᾽ αὐτῆς ἐκείνης ἐχρήσαντο. [7] τοιγάρτοι θαυμαστὸν οὐδὲν ἔφησεν αὐτοὺς ποιεῖν, εἰ θεοὺς μὲν ἐπιορκήσαντες, ἡγεμόνας δὲ καταλιπόντες, πόλιν δ᾽ ἔρημον τὸ καθ᾽ ἑαυτοὺς εἶναι μέρος ἀφέντες, ἐπὶ δὲ πίστεως συγχύσει καὶ νόμων ἀνατροπῇ καὶ πολιτεύματος πατρίου φθορᾷ ποιησάμενοι τὴν κάθοδον, οὐ μετριάζουσιν οὐδὲ χρηστοὺς δύνανται πολίτας ἑαυτοὺς παρασχεῖν, ἀλλ᾽ αἰεί τινος ὀρέγονται πλεονεξίας καὶ παρανομίας, τοτὲ μὲν ἀρχὰς ἐξεῖναι σφίσιν ἀξιοῦντες αὐτοὺς ἐφ᾽ ἑαυτῶν ἀποδεικνύναι, καὶ ταύτας ἀνυπευθύνους ποιοῦντες καὶ παναγεῖς· τοτὲ δ᾽ εἰς ἀγῶνας ὑπὲρ τῶν ἐσχάτων κινδύνων καθιστάντες οὓς αὐτοῖς δόξειε τῶν πατρικίων, καὶ τὰ νόμιμα δικαστήρια, οἷς περὶ θανάτου καὶ φυγῆς ἡ πόλις πρότερον ἔδωκε κρίνειν, μεταφέροντες ἐκ τῆς καθαρωτάτης φυλῆς ἐπὶ τὸν ῥυπαρώτατον ὄχλον· τοτὲ δὲ νόμους εἰσφέροντες οἱ θῆτες καὶ ἀνέστιοι κατὰ τῶν εὐπατριδῶν τυραννικοὺς καὶ ἀνίσους, καὶ οὐδὲ τοῦ προβουλεῦσαι περὶ αὐτῶν ἐξουσίαν τῇ βουλῇ καταλείποντες, ἀλλ᾽ ἀφαιρούμενοι καὶ ταύτην αὐτῆς τὴν [p. 353] τιμήν, ἣν ἐκ τοῦ παντὸς εἶχεν ἀναμφίλεκτον χρόνου, [8] βασιλευομένης τε καὶ τυραννουμένης τῆς πόλεως. πολλὰ δὲ καὶ ἄλλα τούτοις ὅμοια προσθεὶς καὶ οὐδενὸς οὔτε πικροῦ πράγματος οὔτε βλασφήμου ὀνόματος φεισάμενος, τελευτῶν ἐκεῖνον ἔτι προσέθηκεν τὸν λόγον, ἐφ᾽ ᾧ μάλιστα ἡ πληθὺς ἠγανάκτησεν, ὅτι χρόνον οὐδένα παύσεται στασιάζουσα περὶ παντὸς χρήματος ἡ πόλις, ἀλλ᾽ αἰεί τινα καινὴν ἐπὶ παλαιᾷ νοσήσει νόσον, ἕως ἂν ἡ τῶν δημάρχων ἐξουσία διαμένῃ· διδάσκων, ὅτι πράγματος παντὸς πολιτικοῦ καὶ κοινοῦ τὰς ἀρχὰς προσήκει σκοπεῖν, ὅπως εὐσεβεῖς ἔσονται καὶ δίκαιοι. φιλεῖν γὰρ ἐκ μὲν τῶν ἀγαθῶν σπερμάτων χρηστοὺς γίγνεσθαι καὶ εὐτυχεῖς τοὺς καρπούς, ἐκ δὲ τῶν πονηρῶν κακοὺς καὶ ὀλεθρίους. ;ΚΕΦΑΛΑΙΟΝ ΜΕ΄ [1] εἰ μὲν οὖν, ἔφη, ἥδε ἡ ἀρχὴ μεθ᾽ ὁμονοίας εἰσῆλθεν εἰς τὴν πόλιν ἐπὶ τῷ πάντων ἀγαθῷ παροῦσα σὺν οἰωνοῖς τε καὶ ὀττείαις, πολλῶν ἂν ἡμῖν ἐγίνετο καὶ μεγάλων ἀγαθῶν αἰτία, χαρίτων, ὁμοφροσύνης, εὐνομίας, ἐλπίδων χρηστῶν παρὰ τοῦ δαιμονίου, μυρίων ἄλλων· νῦν δέ, βία γὰρ αὐτὴν εἰσήγαγε καὶ παρανομία καὶ στάσις καὶ πολέμου δέος ἐμφυλίου καὶ πάντα τὰ ἔχθιστα ἐν ἀνθρώποις τί οὖν ἔτι καὶ μέλλει χρηστὸν ἔσεσθαί ποτ᾽ ἢ σωτήριον τοιαύτας λαβούσης τὰς ἀρχάς; ὥστε περίεστιν ἡμῖν ἴασιν καὶ ἀλεξήματα τῶν ἀναβλαστανόντων ἐξ αὐτῆς κακῶν ζητεῖν, ὁπόσα εἰς ἀνθρώπινον πίπτει λογισμόν, μενούσης ἔτι τῆς [p. 354] [2] πονηρᾶς ῥίζης. οὐ γὰρ ἔσται πέρας οὐδ᾽ ἀπαλλαγὴ τῶν δαιμονίων χόλων, ἕως ἂν ἥδε ἡ βάσκανος ἐρινὺς καὶ φαγέδαινα ἐγκαθημένη πάντα σήπῃ καὶ διαφθείρῃ τὰ καλά. ἀλλ᾽ ὑπὲρ μὲν τούτων ἕτερος ἔσται λόγος καὶ καιρὸς ἐπιτηδειότερος, νῦν δ᾽ ἐπεὶ τὰ παρόντα εὖ τίθεσθαι χρή, πᾶσαν εἰρωνείαν ἀφεὶς τάδε ὑμῖν λέγω· οὔθ᾽ ὅδε ὁ νόμος οὔτ᾽ ἄλλος οὐδείς, ὃν οὐχ ἡ βουλὴ προβουλεύσει, κύριος ἐπὶ τῆς ἐμῆς ὑπατείας γενήσεται, ἀλλὰ καὶ λόγοις ἀγωνιοῦμαι περὶ τῆς ἀριστοκρατίας, κἂν εἰς τὰ ἔργα δέῃ χωρεῖν οὐδ᾽ ἐν τούτοις τῶν ἐναντιουμένων λελείψομαι· καὶ εἰ μὴ πρότερον ἔγνωτε, ὅσην ἰσχὺν ἔχει τὸ τῶν ὑπάτων κράτος, ἐπὶ τῆς ἐμῆς ἀρχῆς μαθήσεσθε. ;ΚΕΦΑΛΑΙΟΝ ΜΣΤ΄ [1] Ἄππιος μὲν δὴ ταῦτ᾽ εἶπεν, ἐκ δὲ τῶν δημάρχων ὁ πρεσβύτατος καὶ πλείστου ἀξιώματος τυγχάνων, Γάιος Λαιτώριος, ἀνὴρ ἔν τε τοῖς πολέμοις ἐγνωσμένος εἶναι ψυχὴν οὐ κακὸς καὶ τὰ πολιτικὰ πράττειν οὐκ ἀδύνατος, ἀνίσταται πρὸς ταῦτ᾽ ἀπολογησόμενος· καὶ διῆλθεν ὑπὲρ τοῦ δήμου λόγον πολὺν ἀπὸ τῶν ἄνωθεν ἀρξάμενος· ὡς πολλὰς μὲν καὶ χαλεπὰς στρατείας οἱ βλασφημούμενοι πρὸς αὐτοῦ πένητες ἐστρατεύσαντο, οὐ μόνον ἐπὶ τῶν βασιλέων, ὅτε τὴν ἀνάγκην ἄν τις ᾐτιάσατο, ἀλλὰ καὶ μετὰ τὴν ἐκείνων ἐκβολὴν ἐλευθερίαν κτώμενοι τῇ πατρίδι καὶ ἡγεμονίαν· [p. 355] [2] ἀμοιβὴν δ᾽ οὐδεμίαν ἐκομίσαντο παρὰ τῶν πατρικίων, οὐδ᾽ ἀπήλαυσαν οὐδενὸς τῶν κοινῶν ἀγαθῶν, ἀλλ᾽ ὡς πολέμῳ ἁλόντες ἀφῃρέθησαν ὑπ᾽ αὐτῶν καὶ τὴν ἐλευθερίαν, ἣν ἀνασώσασθαι βουλόμενοι καταλιπεῖν ἠναγκάσθησαν τὴν πατρίδα πόθῳ γῆς ἑτέρας, ἐν ᾗ τὸ μὴ ὑβρίζεσθαι αὐτοῖς ἐλευθέροις οὖσιν ὑπάρξει· καὶ οὔτε βιασάμενοι τὴν βουλὴν οὔτε πολέμῳ προσαναγκάσαντες εὕροντο τὴν ἐπὶ τὰ σφέτερα κάθοδον, ἀξιούσῃ δὲ καὶ δεομένῃ τὰ ἐκλειφθέντα ἀπολαβεῖν εἴξαντες ἔδωκαν. [3] τούς θ᾽ ὅρκους διεξῄει καὶ τὰς συνθήκας τὰς ἐπὶ τῇ καθόδῳ γενομένας ἀνεκαλεῖτο· ἐν αἷς ἦν ἀμνηστία μὲν πρῶτον ἁπάντων, ἔπειτ᾽ ἐξουσία τοῖς πένησιν ἀρχὰς ἀποδεικνύναι, τιμωροὺς μὲν ἐσομένας σφίσιν αὐτοῖς, [4] τοῖς δὲ κατισχύειν βουλομένοις ἀντιπάλους. διεξελθὼν δὲ ταῦτα τοὺς νόμους ἐπεδείκνυτο, οὓς ὁ δῆμος ἐπεκύρωσεν οὐ πρὸ πολλοῦ, τόν τε περὶ τῶν δικαστηρίων τῆς μεταγωγῆς, ὡς ἔδωκεν ἡ βουλὴ τῷ δήμῳ τὴν ἐξουσίαν κρίνειν οὓς ἂν αὐτοῖς δόξειε τῶν πατρικίων, καὶ τὸν ὑπὲρ τῆς ψηφοφορίας, ὃς οὐκ ἔτι τὴν λοχῖτιν ἐκκλησίαν, ἀλλὰ τὴν κουριᾶτιν ἐποίει τῶν ψήφων κυρίαν. ;ΚΕΦΑΛΑΙΟΝ ΜΖ΄ [1] διεξελθὼν δὲ τὸν ὑπὲρ τοῦ δήμου λόγον, ἐπιστρέψας ἐπὶ τὸν Ἄππιον· ἔπειτα σὺ τολμᾷς, εἶπε, λοιδορεῖσθαι τούτοις, δι᾽ οὓς μεγάλη μὲν [p. 356] ἐκ μικρᾶς, ἐπιφανὴς δ᾽ ἐξ ἀδόξου γέγονεν ἡ πόλις; καὶ στασιαστὰς ἑτέρους ἀποκαλεῖς καὶ φυγαδικήν τινα τύχην ὀνειδίζεις, ὥσπερ οὐχ ἁπάντων ἔτι τούτων μεμνημένων τὸ καθ᾽ ὑμᾶς, ὅτι στασιάσαντες οἱ σοὶ πρόγονοι πρὸς τοὺς ἐν τέλει καὶ τὴν ἑαυτῶν πατρίδα καταλιπόντες ἐνθάδ᾽ ἱδρύθησαν ἱκέται; εἰ μὴ ἄρα ὑμεῖς μὲν ἐκλιπόντες τὴν ἑαυτῶν πατρίδα πόθῳ τῆς ἐλευθερίας καλὸν ἔργον ἐπράττετε, Ῥωμαῖοι δὲ τὰ [2] ὅμοια ὑμῖν δεδρακότες οὐ καλόν. τολμᾷς δὲ καὶ τὴν τῶν δημάρχων ἐξουσίαν ὡς ἐπὶ κακῷ παρεληλυθυῖαν εἰς τὴν πόλιν λοιδορεῖν, καὶ πείθεις τουτουσὶ καταλῦσαι τὴν τῶν πενήτων ἐπικουρίαν τὴν ἱερὰν καὶ ἀκίνητον καὶ μεγάλαις ἠσφαλισμένην ἐκ θεῶν τε καὶ ἀνθρώπων ἀνάγκαις, ὦ μισοδημότατε καὶ τυραννικώτατε; καὶ οὐδὲ τοῦτ᾽ ἄρα ἐδυνήθης μαθεῖν, ὅτι τῇ τε βουλῇ καὶ τῇ σεαυτοῦ ἀρχῇ ταῦτα λέγων λοιδορῇ; καὶ γὰρ ἡ βουλὴ διαναστᾶσα πρὸς τοὺς βασιλεῖς, ὧν οὐκέτι τὰς ὑπερηφανίας καὶ τὰς ὕβρεις ὑποφέρειν ἠξίου, τὸ τῶν ὑπάτων ἀρχεῖον κατεστήσατο, καὶ πρὶν ἐκείνους ἐξελάσαι τῆς πόλεως ἑτέρους ἐποίησε τῆς βασιλικῆς ἐξουσίας κυρίους. [3] ὥσθ᾽ ἃ περὶ τῆς δημαρχίας λέγεις, ὡς ἐπὶ κακῷ παρεληλυθυίας, ἐπειδὴ τὴν ἀρχὴν ἀπὸ διχοστασίας ἔλαβε, ταῦτα καὶ κατὰ τῆς ὑπατείας λέγεις. οὐδὲ γὰρ ἐκείνην ἄλλη τις εἰσήγαγε πρόφασις, ἀλλ᾽ ἡ [4] πρὸς τοὺς βασιλεῖς τῶν πατρικίων στάσις. ἀλλὰ τί ταῦτά σοι διαλέγομαι, ὡς χρηστῷ καὶ μετρίῳ πολίτῃ, ὃν ἅπαντες ἴσασιν οὗτοι σκαιὸν ὄντα διὰ γένος καὶ [p. 357] πικρὸν καὶ μισόδημον καὶ τὸ θηριῶδες ὑπὸ φύσεως οὐδέποτ᾽ ἐξημερῶσαι δυνάμενον, ἀλλ᾽ οὐχ ὁμόσε χωρῶ σοι τὰ ἔργα ἐπίπροσθεν ποιησάμενος τῶν λόγων, καὶ δείκνυμι, ὅσην ἰσχὺν ὁ δῆμος ἔχων λέληθέ σε, ὃν οὐκ ᾐσχύνθης ἀνέστιον καὶ ῥυπαρὸν καλῶν, καὶ ὅσον ἥδε ἡ ἀρχὴ δυναμένη, ἥν δε ὁ νόμος ἐκτρέπεσθαι καὶ εἴκειν ἀναγκάζει; παρεὶς δὲ καὶ αὐτὸς ἅπασαν εἰρωνείαν ἔργου ἕξομαι. ;ΚΕΦΑΛΑΙΟΝ ΜΗ΄ [1] ταῦτ᾽ εἰπὼν ὅρκον, ὅσπερ μέγιστος αὐτοῖς ἦν, διομοσάμενος ἢ τὸν νόμον ἐπικυρώσειν ἢ τοῦ ζῆν μεθήσεσθαι, σιωπῆς γενομένης ἐκ τοῦ πλήθους καὶ ἐναγωνίου προσδοκίας, ἐφ᾽ ᾧ μέλλει δρᾶν, ἐκέλευσε μεταχωρεῖν ἐκ τῆς ἐκκλησίας τὸν Ἄππιον. ὡς δ᾽ οὐκ ἐπείθετο, ἀλλὰ τοὺς ῥαβδούχους παραστησάμενος καὶ τὸν ὄχλον, ὃν ἦγε παρασκευασάμενος οἴκοθεν, ἀπεμάχετο μὴ παραχωρῆσαι τῆς ἀγορᾶς, σιωπὴν ὑποκηρυξάμενος ὁ Λαιτώριος ἀνεῖπεν, ὅτι τὸν ὕπατον εἰς φυλακὴν κελεύουσιν ἀπάγειν οἱ δήμαρχοι. [2] καὶ ὁ μὲν ὑπηρέτης κελευσθεὶς ὑπ᾽ αὐτοῦ προσῆγεν ὡς τοῦ σώματος ἐπιληψόμενος· τῶν δὲ ῥαβδούχων ὁ πρῶτος ἐπιτυχὼν παίων αὐτὸν ἀπήλασε. κραυγῆς δ᾽ ἐκ τῶν παρόντων γενομένης μεγάλης καὶ ἀγανακτήσεως ἵεται αὐτὸς ὁ Λαιτώριος παρακελευσάμενος τοῖς ὄχλοις ἀμύνειν, καὶ οἱ περὶ τὸν Ἄππιον στῖφος ἔχοντες νέων πολὺ καὶ καρτερὸν ὑφίστανται. καὶ μετὰ τοῦτο λόγοι [p. 358] τ᾽ ἀσχήμονες ἐγένοντο εἰς ἀλλήλους καὶ καταβοαὶ καὶ σωμάτων ὠθισμοί· καὶ τελευτῶσα εἰς χεῖρας ἀπέσκηψεν ἡ ἔρις, καὶ εἰς λίθων ἤρξατο προβαίνειν βολάς. [3] ἐπέσχε δὲ ταῦτα καὶ τοῦ μὴ προσωτέρω χωρῆσαι τὰ δεινὰ Κοίντιος ἅτερος τῶν ὑπάτων αἴτιος ἐγένετο, δεόμενός τε πάντων καὶ λιπαρῶν σὺν τοῖς πρεσβυτάτοις τῶν ἐκ τοῦ συνεδρίου καὶ εἰς μέσους τοὺς ἁψιμαχοῦντας ὠθούμενος. ἦν δὲ καὶ τῆς ἡμέρας τὸ λειπόμενον βραχὺ [4] μέρος, ὥστ᾽ ἀκούσιοι ἀπ᾽ ἀλλήλων διελύθησαν. ταῖς δ᾽ ἑξῆς ἡμέραις αἵ τ᾽ ἀρχαὶ ἀλλήλαις ἐνεκάλουν, ὁ μὲν ὕπατος τοῖς δημάρχοις, ὅτι καταλύειν αὐτοῦ τὴν ἀρχὴν ἠξίουν ἐς τὸ δεσμωτήριον τὸν ὕπατον ἀπάγειν κελεύσαντες, τῷ δ᾽ ὑπάτῳ οἱ δήμαρχοι, ὡς ἐμβεβληκότι πληγὰς σώμασιν ἱεροῖς καὶ καθωσιωμένοις ὑπὸ τοῦ νόμου — καὶ ὁ Λαιτώριος τὰ ἴχνη τῶν πληγῶν εἶχεν ἐπὶ τῆς ὄψεως ἔτι φανερά — ἥ τε πόλις ὅλη διοιδοῦσα καὶ ἀγριαινομένη διειστήκει. [5] ἔπειτα ὁ μὲν δῆμος ἐφρούρει τὸ Καπιτώλιον ἅμα τοῖς δημάρχοις, οὔθ᾽ ἡμέρας οὔτε νυκτὸς ἐκλείπων τὴν φυλακήν· ἡ δὲ βουλὴ συνιοῦσα πολλὴν καὶ ἐπίπονον ἐποιεῖτο ζήτησιν, ὅπως χρὴ παῦσαι τὴν διχοστασίαν, τοῦ τε κινδύνου τὸ μέγεθος ἐνθυμουμένη, καὶ ὅτι οὐδὲ τοῖς ὑπάτοις τὰ αὐτὰ παρειστήκει φρονεῖν. ὁ μὲν γὰρ Κοίντιος εἴκειν τῷ δήμῳ τὰ μέτρια ἠξίου, ὁ δ᾽ Ἄππιος μέχρι θανάτου ἀντέχειν. [p. 359] ;ΚΕΦΑΛΑΙΟΝ ΜΘ΄ [1] ὡς δ᾽ οὐδὲν ἐγίνετο πέρας, χωρὶς ἑκάστους ἀπολαμβάνων ὁ Κοίντιος, τούς τε δημάρχους καὶ τὸν Ἄππιον, ἐδεῖτο καὶ ἐλιπάρει καὶ τὰ κοινὰ τῶν ἰδίων ἀναγκαιότερα ἡγεῖσθαι ἠξίου. ὁρῶν δὲ τοὺς μὲν ἤδη πεπειροτέρους γεγονότας, τὸν δὲ συνάρχοντα ἐπὶ τῆς αὐτῆς αὐθαδείας μένοντα πείθει τοὺς ἀμφὶ Λαιτώριον, ὑπὲρ ἁπάντων τῶν τ᾽ ἰδίων ἐγκλημάτων καὶ [2] τῶν δημοσίων τὴν βουλὴν ποιῆσαι κυρίαν. ἐπεὶ δὲ τοῦτο διεπράξατο, συνεκάλει τὴν βουλὴν καὶ τοὺς δημάρχους πολλὰ ἐπαινέσας καὶ τοῦ συνάρχοντος δεηθεὶς μὴ ἀντιπράττειν τῇ σωτηρίᾳ τῆς πόλεως ἐκάλει τοὺς εἰωθότας ἀποφαίνεσθαι γνώμας. [3] πρῶτος δὲ κληθεὶς Πόπλιος Οὐαλέριος Ποπλικόλας γνώμην ἀπεφήνατο τήνδε· ὅσα μὲν ἀλλήλοις ἐγκαλοῦσιν οἵ τε δήμαρχοι καὶ ὁ ὕπατος, ὑπὲρ ὧν ἔπαθον ἢ ἔδρασαν ἐν τῇ ταραχῇ, ἐπειδὴ οὐκ ἐξ ἐπιβουλῆς οὐδ᾽ οἰκείας πλεονεξίας ἕνεκεν εἰς αὐτὰ κατέστησαν, ἀλλ᾽ ὑπὸ τῆς εἰς τὰ κοινὰ φιλοτιμίας, ἀφεῖσθαι δημοσίᾳ καὶ μηδεμίαν ὑπὲρ αὐτῶν εἶναι δίκην· περὶ δὲ τοῦ νόμου, ἐπειδὴ ὁ ὕπατος Ἄππιος οὐκ ἐᾷ νόμον ἀπροβούλευτον εἰς τὴν ἐκκλησίαν ἐκφέρειν, προβουλεῦσαι μὲν περὶ τούτου τὸ συνέδριον· τοὺς δὲ δημάρχους ἅμα τοῖς ὑπάτοις ἐπιμέλειαν ποιήσασθαι τῆς θ᾽ ὁμονοίας τῶν πολιτῶν, ὅταν ἡ ψῆφος περὶ αὐτοῦ διαφέρηται, καὶ τῆς εὐκοσμίας. [4] ἐπαινεσάντων δὲ τὴν γνώμην ἁπάντων εὐθὺς ἀνέδωκε τὴν ὑπὲρ τοῦ νόμου ψῆφον ὁ Κοίντιος τῷ συνεδρίῳ, καὶ πολλὰ μὲν Ἀππίου κατηγορήσαντος, πολλὰ δὲ τῶν [p. 360] δημάρχων ἀντιλεξάντων, ἐνίκα παρὰ πολλὰς ψήφους ἡ τὸν νόμον εἰσφέρειν ἀξιοῦσα γνώμη. ἐπικυρωθέντος δὲ τοῦ προβουλεύματος αἵ τε ἴδιαι τῶν ἀρχόντων διαφοραὶ διελύθησαν, καὶ ὁ δῆμος ἀγαπητῶς δεξάμενος τὸ συγχώρημα τῆς βουλῆς ἐπεψήφισε τὸν νόμον. ἀπ᾽ ἐκείνου τοῦ χρόνου τὰ τῶν δημάρχων καὶ ἀγορανόμων ἀρχαιρέσια μέχρι τοῦ καθ᾽ ἡμᾶς χρόνου δίχα οἰωνῶν τε καὶ τῆς ἄλλης ὀττείας ἀπάσης αἱ φυλετικαὶ ψηφοφοροῦσιν ἐκκλησίαι. αὕτη λύσις ἐγένετο τῆς τότε κατασχούσης ταραχῆς τὴν πόλιν. ;ΚΕΦΑΛΑΙΟΝ Ν΄ [1] καὶ μετ᾽ οὐ πολὺ στρατιὰς ἐδόκει Ῥωμαίοις καταγράφειν καὶ τοὺς ὑπάτους ἐκπέμπειν ἀμφοτέρους ἐπί τ᾽ Αἰκανοὺς καὶ Οὐολούσκους. δυνάμεις γὰρ ἐξ ἑκατέρων τῶν ἐθνῶν ἐξεληλυθέναι ἠγγέλλοντο μεγάλαι καὶ προνομεύειν τοὺς Ῥωμαίων συμμάχους. παρασκευασθεισῶν δὲ τῶν δυνάμεων σὺν τάχει Κοίντιος μὲν Αἰκανοῖς πολεμήσων ᾤχετο, Ἄππιος δὲ Οὐολούσκοις, κλήρῳ διαλαχόντες τὰς ἀρχάς. συνέβη δὲ τῶν ὑπάτων ἑκατέρῳ τὰ εἰκότα πάσχειν· [2] ἡ μὲν γὰρ τῷ Κοιντίῳ προσνεμηθεῖσα στρατιὰ τὴν ἐπιείκειάν τε καὶ μετριότητα τοῦ ἀνδρὸς ἀσπαζομένη πρόθυμος ἦν εἰς ἅπαντα τὰ ἐπιταττόμενα, καὶ τὰ πλεῖστα αὐτοκέλευστος ὑφίστατο κινδυνεύματα δόξαν τῷ ἡγεμόνι καὶ τιμὴν πράττουσα· καὶ διεξῆλθε πολλὴν τῆς Αἰκανῶν χώρας λεηλατοῦσα οὐ τολμώντων εἰς χεῖρας ἐλθεῖν τῶν πολεμίων, ἐξ ἧς λάφυρα πολλὰ καὶ ὠφελείας μεγάλας ἐκτήσατο. [p. 361] χρόνον δ᾽ οὐ πολὺν ἐν τῇ πολεμίᾳ διατρίψασα παρῆν εἰς τὴν πόλιν ἀπαθὴς κακῶν, λαμπρὸν ἐπὶ τοῖς ἔργοις τὸν στρατηγὸν ἄγουσα. [3] ἡ δὲ τῷ Ἀππίῳ συνεξελθοῦσα δύναμις μίσει τῷ πρὸς αὐτὸν πολλὰ ὑπερεῖδε τῶν πατρίων. τά τε γὰρ ἄλλα ἐθελοκακοῦσα ἐν ὅλῃ τῇ στρατείᾳ καὶ ὀλιγωροῦσα τοῦ ἡγεμόνος διετέλεσε, καὶ ἐπειδὴ μάχεσθαι ἔδει τῇ Οὐολούσκων στρατιᾷ, κατασταθεῖσα ὑπὸ τῶν ἡγεμόνων εἰς τάξιν οὐκ ἠξίωσε τοῖς πολεμίοις εἰς χεῖρας ἰέναι· ἀλλ᾽ οἵ τε λοχαγοὶ καὶ οἱ πρόμαχοι αὐτῶν, οἱ μὲν τὰ σημεῖα ῥίψαντες, οἱ δὲ τὴν τάξιν ἐγκαταλιπόντες ἐπὶ τὸν χάρακα ἔφευγον. [4] καὶ εἰ μὴ θαυμάσαντες τὸ παράλογον τῆς φυγῆς αὐτῶν οἱ πολέμιοι καὶ δείσαντες, μὴ ἐνέδρα τις ᾖ, τῆς ἐπὶ πλεῖον διώξεως ἀπετράποντο, τὸ πλεῖον ἂν μέρος τῶν Ῥωμαίων διέφθαρτο. ἐποίουν δὲ ταῦτα φθόνῳ τοῦ ἡγεμόνος, ἵνα μὴ καλὸν ἀγώνισμα ὁ ἀνὴρ διαπραξάμενος θριάμβῳ τε καὶ ταῖς ἄλλαις ἐπιλαμπρυνθῇ τιμαῖς. [5] τῇ δὲ κατόπιν ἡμέρᾳ τὰ μὲν ἐπιτιμῶντος αὐτοῖς τοῦ ὑπάτου τῆς ἀδόξου φυγῆς, τὰ δὲ παρακαλοῦντος αἴσχιστον ἔργον ἀναλύσασθαι καλῷ ἀγῶνι, τὰ δ᾽ ἀπειλοῦντος, εἰ μὴ στήσονται παρὰ τὰ δεινά, χρήσεσθαι τοῖς νόμοις, ἀπειθείᾳ τε διεχρῶντο καὶ καταβοῇ καὶ ἀπάγειν σφᾶς ἐκέλευον ἐκ τῆς πολεμίας ὡς ἀδύνατοι ἔτι ὄντες ὑπὸ τραυμάτων ἀντέχειν· κατεδήσαντο γὰρ αὐτῶν οἱ πολλοὶ τοὺς ὑγιεῖς χρῶτας ὡς τραυματίαι· ὥστε ὁ Ἄππιος [p. 362] ἠναγκάσθη ἀπάγειν τὸν στρατὸν ἐκ τῆς πολεμίας, καὶ οἱ Οὐολοῦσκοι ἀπιοῦσιν ἑπόμενοι πολλοὺς αὐτῶν ἀπέκτειναν. [6] ὡς δ᾽ ἐν τῇ φιλίᾳ ἐγένοντο, συναγαγὼν εἰς ἐκκλησίαν αὐτοὺς ὁ ὕπατος καὶ πολλὰ ὀνειδίσας ἔφη χρήσεσθαι τῇ κατὰ τῶν λιποτακτῶν κολάσει. καὶ πολλὰ δεομένων τῶν πρεσβευτῶν καὶ τῶν ἄλλων τῶν ἐν τέλει μετριάσαι, καὶ μὴ συμφορὰν ἐπὶ συμφορᾷ προσθεῖναι τῇ πόλει, λόγον οὐδενὸς αὐτῶν ποιησάμενος ἐκύρωσε τὴν κόλασιν. [7] καὶ μετὰ τοῦθ᾽ οἱ λοχαγοί τε, ὧν οἱ λόχοι ἔφυγον, καὶ οἱ πρόμαχοι τῶν σημείων, ὅσοι τὰ σημεῖα ἀπολωλέκεσαν, οἱ μὲν πελέκει τοὺς αὐχένας ἀπεκόπησαν, οἱ δὲ ξύλοις παιόμενοι διεφθάρησαν· ἐκ δὲ τοῦ ἄλλου πλήθους ἀπὸ δεκάδος ἑκάστης εἷς ἀνὴρ ὁ λαχὼν κλήρῳ πρὸ τῶν ἄλλων ἀπέθνησκεν. αὕτη Ῥωμαίοις πάτριός ἐστι κατὰ τῶν λιπόντων τὰς τάξεις ἢ προεμένων τὰς σημαίας ἡ κόλασις. καὶ μετὰ ταῦτ᾽ αὐτός τε μισούμενος ὁ στρατηγὸς καὶ τῆς στρατιᾶς ὅσον ἔτι περιῆν κατηφὲς καὶ ἄτιμον ἐπαγόμενος, τῶν ἀρχαιρεσίων καθηκόντων ἀνέστρεψεν εἰς τὴν πατρίδα. {{DEFAULTSORT:Ρωμαικη Αρχαιολογια 09 41}} 1ydc7isbd1ltl32v4n7gu6qrj0t7rzr Ρωμαϊκή Αρχαιολογία/θ/31 0 23586 148512 100301 2022-08-09T14:02:07Z Αντιγόνη 235 wikitext text/x-wiki {{Κεφαλίδα | τίτλος = Κεφάλαια 31–40 | συγγραφέας = Διονύσιος ο Αλικαρνασσεύς | μεταφραστής= | ενότητα = [[Ρωμαϊκή Αρχαιολογία/θ|Ῥωμαϊκὴ Ἀρχαιολογία: Λόγος θ΄]] | προηγούμενο= [[Ρωμαϊκή Αρχαιολογία/θ/21|Κεφάλαια 21–30]] | επόμενο = [[Ρωμαϊκή Αρχαιολογία/θ/41|Κεφάλαια 41–50]] | σημειώσεις = Dionysii Halicarnasei Antiquitatum Romanarum quae supersunt, Vol I-IV. Dionysius of Halicarnassus. Karl Jacoby. In Aedibus B.G. Teubneri. Leipzig. 1885. }} ;ΚΕΦΑΛΑΙΟΝ ΛΑ΄ [1] ἐπειδὴ δὲ καὶ τῆς γνώμης κατηγοροῦσί μου προδοσίαν μὲν οὐ τολμῶντες ἐπικαλεῖν οὐδ᾽ ἀνανδρίαν, ἐφ᾽ οἷς αἱ κατὰ τῶν ἄλλων στρατηγῶν γίνονται κρίσεις, ἀπειρίαν δὲ τοῦ στρατηγεῖν καὶ ἀφροσύνην, ὅτι κίνδυνον ὑπέμεινα οὐκ ἀναγκαῖον ἐπὶ τὸν χάρακα τῶν πολεμίων ὠσάμενος, βούλομαι καὶ περὶ τούτου λόγον ὑποσχεῖν ὑμῖν, προχειρότατον μὲν τοῦτ᾽ ἔχων εἰπεῖν, ὅτι τὸ μὲν ἐπιτιμᾶν τοῖς γενομένοις πάνυ ῥᾴδιον καὶ παντὸς ἀνθρώπου, τὸ δὲ παραβάλλεσθαι πράγμασι καλοῖς χαλεπὸν καὶ ὀλίγων· καὶ ὅτι οὐχ ὥσπερ τὰ γεγονότα φαίνεται, ὁποῖά ἐστιν, οὕτω καὶ τὰ μέλλοντα, ὁποῖα ἔσται· ἀλλ᾽ ἐκεῖνα μὲν αἰσθήσει καὶ πάθεσι καταλαμβανόμεθα, ταῦτα δὲ μαντείαις καὶ δόξαις εἰκάζομεν, ἐν αἷς πολὺ τὸ ἀπατηλόν· καὶ ὅτι ῥᾷστον ἁπάντων ἐστὶ λόγῳ στρατηγεῖν πολέμους ἔξω τοῦ δεινοῦ [2] βεβηκότας, ὃ ποιοῦσιν οἱ κατηγοροῦντες ἐμοῦ. ἀλλ᾽ ἵνα ταῦτ᾽ ἀφῶ, φέρε πρὸς θεῶν εἴπατέ μοι, μόνος ἢ πρῶτος ὑμῖν ἐγὼ φαίνομαι βιάσασθαι φρούριον ἐπιβαλόμενος καὶ πρὸς ὑψηλὰ χωρία τὰς δυνάμεις ἀγαγών; ἢ πολλῶν μετ᾽ ἄλλων ὑμετέρων στρατηγῶν, ἐξ ὧν οἱ μὲν κατώρθωσαν, τοῖς δ᾽ οὐκ ἐχώρησεν ἡ πεῖρα κατὰ νοῦν; τί δήποτ᾽ οὖν τοὺς ἄλλους ἀφέντες ἐμὲ ς[p. 330] κρίνετε, εἰ ταῦτ᾽ ἀστρατηγησίας καὶ ἀφροσύνης ἔργα νομίζετε; πόσα δ᾽ ἄλλα τούτου τολμηρότερα τοῖς ἡγεμόσιν ἔπεισι πράττειν, ὅταν τὸ ἀσφαλὲς καὶ λελογισμένον ἥκιστα οἱ καιροὶ δέχωνται; [3] οἱ μέν γε τὰς σημαίας ἁρπάσαντες τῶν σφετέρων ἔρριψαν εἰς τοὺς πολεμίους, ἵνα τοῖς βλακεύουσι καὶ ἀποδειλιῶσιν ἐκ τοῦ ἀναγκαίου παραστῇ τὸ εὔψυχον ἐπισταμένοις, ὅτι τοὺς μὴ ἀνασώσαντας τὰ σημεῖα ὑπὸ τῶν στρατηγῶν δεῖ σὺν αἰσχύνῃ ἀποθανεῖν· οἱ δ᾽ εἰς τὴν τῶν πολεμίων χώραν ἐμβαλόντες ἔλυσαν τὰ ζεύγματα τῶν ποταμῶν, οὓς διέβησαν, ἵνα τοῖς φεύγειν διανοουμένοις ἄπορος ἡ τοῦ σωθῆναι ἐλπὶς φανεῖσα θάρσος παραστήσῃ καὶ μένος ἐν ταῖς μάχαις· οἱ δὲ τὰς σκηνὰς καὶ τὰ σκευοφόρα κατακαύσαντες ἀνάγκην ἐπέθηκαν τοῖς σφετέροις ἐκ τῆς πολεμίας, ὅσων δέονται, λαμβάνειν. [4] ἐῶ τἆλλα μυρία ὄντα λέγειν, καὶ ὅσα τολμηρὰ ἔργα καὶ ἐνθυμήματα ἕτερα στρατηγῶν ἱστορίᾳ τε καὶ πείρᾳ παραλαβόντες ἔχομεν, ἐφ᾽ οἷς οὐδεὶς πώποτε τῶν ψευσθέντων τῆς ἐλπίδος ὑπέσχε δίκας. εἰ μὴ ἄρα ἔχει τις ὑμῶν αἰτιάσασθαί με, ὅτι προβαλὼν τοὺς ἄλλους εἰς προὖπτον ὄλεθρον, αὐτὸς ἔξω τοῦ κινδύνου τὸ σῶμα εἶχον. εἰ δὲ μετὰ πάντων τ᾽ ἐξηταζόμην καὶ τελευταῖος ἀπηλλαττόμην καὶ τῆς αὐτῆς τοῖς ἄλλοις μετεῖχον τύχης, τί ἀδικῶ; καὶ περὶ μὲν ἐμοῦ ταῦθ᾽ ἱκανὰ εἰρήσθω. ;ΚΕΦΑΛΑΙΟΝ ΛΒ΄ [1] περὶ δὲ τῆς βουλῆς καὶ τῶν πατρικίων, ἐπειδὴ τὸ κοινὸν ὑμῶν μῖσος, ὃ διὰ τὴν κωλυθεῖσαν [p. 331] κληρουχίαν ἔχετε, καὶ ἐμὲ λυπεῖ, καὶ οὐδὲ ὁ κατήγορος αὐτὸ ἀπεκρύψατο, ἀλλὰ μέρος οὐκ ἐλάχιστον ἐποιήσατο τῆς ἐμῆς κατηγορίας, βούλομαι βραχέα εἰπεῖν πρὸς ὑμᾶς. [2] ἔσται δὲ μετὰ παρρησίας ὁ λόγος· ἄλλως γὰρ οὔτ᾽ ἂν ἐγὼ δυναίμην λέγειν οὔθ᾽ ὑμῖν ἀκούειν συμφέρει. οὐ δίκαια ποιεῖτε οὐδ᾽ ὅσια, ὦ δημόται, τῶν μὲν εὐεργεσιῶν, ἃς εὕρεσθε παρὰ τῆς βουλῆς, πολλῶν οὐσῶν καὶ μεγάλων οὐκ εἰδότες αὐτῇ χάριν· εἰ δέ τι δεομένοις ὑμῖν, ἐξ οὗ συγχωρηθέντος μεγάλα βλάπτοιτ᾽ ἂν τὸ κοινόν, οὐ φθονοῦσα ὑμῖν, ἀλλὰ τὸ συμφέρον τῆς πόλεως ὁρῶσα, ἠναντιώθη, τοῦτο δι᾽ ὀργῆς λαμβάνοντες. [3] ἔδει δ᾽ ὑμᾶς μάλιστα μὲν ὡς ἀπὸ τοῦ κρατίστου τὰ βουλεύματα αὐτῆς γενόμενα καὶ ἐπὶ τῷ πάντων ἀγαθῷ δεχομένους ἀποστῆναι τῆς σπουδῆς· εἰ δ᾽ ἀδύνατοι ἦτε κατασχεῖν ἀσύμφορον ἐπιθυμίαν λογισμῷ σώφρονι, μετὰ τοῦ πείθειν τῶν αὐτῶν ἀξιοῦν τυγχάνειν, [4] ἀλλὰ μὴ μετὰ τοῦ βιάζεσθαι. αἱ γὰρ ἑκούσιοι δωρεαὶ τοῖς τε προεμένοις ἡδίους τῶν ἠναγκασμένων εἰσί, καὶ τοῖς λαμβάνουσι βεβαιότεραι τῶν μὴ τοιούτων. ὃ μὰ τοὺς θεοὺς οὐ λογίζεσθε ὑμεῖς, ἀλλ᾽ ὑπὸ τῶν δημαγωγῶν, ὥσπερ θάλαττα ὑπ᾽ ἀνέμων ἄλλων ἐπ᾽ ἄλλοις ἐπανισταμένων, ἀνακινούμενοί τε καὶ ἀγριαινόμενοι οὐδὲ τὸν ἐλάχιστον χρόνον ἐν ἡσυχίᾳ καὶ γαλήνῃ διακεῖσθαι τὴν πόλιν ἐᾶτε. τοιγάρτοι παρέστη ἡμῖν κρείττονα ἡγεῖσθαι τῆς εἰρήνης τὸν πόλεμον· ὅταν [p. 332] μέν γε πολεμῶμεν, τοὺς ἐχθροὺς κακῶς ποιοῦμεν, ὅταν δ᾽ εἰρήνην ἄγωμεν, τοὺς φίλους. καίτοι, ὦ δημόται, εἰ μὲν ἅπαντα τὰ βουλεύματα τοῦ συνεδρίου καλὰ καὶ συμφέροντα ἡγεῖσθ᾽ εἶναι, ὥσπερ ἐστί, τί οὐχὶ καὶ [5] τοῦθ᾽ ἓν ἐξ αὐτῶν ὑπολαμβάνετ᾽ εἶναι; εἰ δὲ μηδὲν ἁπλῶς τὴν βουλὴν τῶν δεόντων οἴεσθε φρονεῖν, ἀλλ᾽ αἰσχρῶς καὶ κακῶς τὴν πόλιν ἐπιτροπεύειν, τί δή ποτ᾽ οὐχὶ μεταστησάμενοι αὐτὴν ἀθρόαν, αὐτοὶ ἄρχετε καὶ βουλεύετε καὶ τοὺς ὑπὲρ τῆς ἡγεμονίας πολέμους ἐκφέρετε, ἀλλὰ περικνίζετε αὐτὴν καὶ κατὰ μικρὰ διαλύετε τοὺς ἐπιφανεστάτους ἀναρπάζοντες ἐν ταῖς δίκαις; ἄμεινον γὰρ ἦν ἅπασιν ἡμῖν κοινῇ πολεμεῖσθαι, ἢ [6] καθ᾽ ἕνα ἕκαστον ἰδίᾳ συκοφαντεῖσθαι. ἀλλὰ γὰρ οὐχ ὑμεῖς αἴτιοι τούτων, ὥσπερ ἔφην, ἀλλ᾽ οἱ συνταράττοντες ὑμᾶς δημαγωγοὶ οὔτ᾽ ἄρχεσθαι ὑπομένοντες οὔτ᾽ ἄρχειν εἰδότες. καὶ ὅσον μὲν ἐπὶ τῇ τούτων ἀφροσύνῃ τε καὶ ἀπειρίᾳ πολλάκις ἂν ὑμῖν τόδε τὸ σκάφος ἀνετράπη, νῦν δ᾽ ἡ τὰ τούτων σφάλματα ἐπανορθοῦσα καὶ ἐν ὀρθῇ παρέχουσα ὑμῖν τῇ πόλει πλεῖν, ἡ πλεῖστα δεινὰ ὑπ᾽ αὐτῶν ἀκούουσά ἐστι βουλή. [7] ταῦτ᾽ εἴθ᾽ ἡδέα ἐστὶν ὑμῖν ἀκούειν εἴτ᾽ ἀνιαρά, μετὰ πάσης ἀληθείας εἴρηταί μοι καὶ τετόλμηται· καὶ μᾶλλον αἱροίμην ἂν παρρησίᾳ συμφερούσῃ τῷ κοινῷ χρώμενος ἀποθανεῖν, ἢ τὰ πρὸς ἡδονὴν ὑμῖν λέγων σεσῶσθαι. [p. 333] ;ΚΕΦΑΛΑΙΟΝ ΛΓ΄ [1] τοιούτους εἰπὼν λόγους καὶ οὔτε πρὸς ὀλοφυρμοὺς καὶ ἀνακλαύσεις τῆς συμφορᾶς τραπόμενος, οὔτ᾽ ἐν δεήσεσι καὶ προκυλισμοῖς ἀσχήμοσι ταπεινὸς φανείς, οὔτ᾽ ἄλλην ἀγεννῆ διάθεσιν ἀποδειξάμενος οὐδεμίαν παρέδωκε τὸν λόγον τοῖς συναγορεύειν ἢ μαρτυρεῖν βουλομένοις. πολλοὶ μὲν οὖν καὶ ἄλλοι παριόντες ἀπέλυον αὐτὸν τῆς αἰτίας, μάλιστα δὲ Οὐεργίνιος ὁ κατὰ τὸν αὐτὸν ὑπατεύσας χρόνον καὶ τῆς νίκης αἴτιος εἶναι δοκῶν· ὃς οὐ μόνον ἀναίτιον αὐτὸν ἀπέφαινεν, ἀλλὰ καὶ ὡς κράτιστον ἀνδρῶν τὰ πολέμια καὶ στρατηγῶν φρονιμώτατον ἐπαινεῖσθαί [2] τε καὶ τιμᾶσθαι ὑπὸ πάντων ἠξίου. ἔφη δὲ δεῖν, εἰ μὲν ἀγαθὸν οἴονται τέλος εἰληφέναι τὸν πόλεμον ἀμφοτέροις σφίσι τὴν χάριν εἰδέναι· εἰ δὲ πονηρὸν ἀμφοτέρους ζημιοῦν· κοινὰ γὰρ αὐτοῖς καὶ τὰ βουλεύματα καὶ τὰ ἔργα καὶ τὰς ἐκ τοῦ δαιμονίου τύχας γεγονέναι. ἦν δ᾽ οὐ μόνον ὁ λόγος τοῦ ἀνδρός, ἀλλὰ καὶ ὁ βίος πείθων, ἐν ἅπασιν ἐξητασμένος ἔργοις ἀγαθοῖς. [3] προσῆν δὲ τούτοις, ὃ πλεῖστον ἐκίνησεν οἶκτον, ὄψεως σχῆμα συμπαθές, οἷον περὶ αὐτοὺς τοὺς πεπονθότας ἢ μέλλοντας πάσχειν τὰ δεινὰ γίνεσθαι φιλεῖ. ὥστε καὶ τοὺς προσήκοντας τοῖς ἀπολωλόσι καὶ δοκοῦντας ἀδιαλλάκτως ἔχειν πρὸς τὸν αἴτιον σφίσι τῆς συμφορᾶς, μαλακωτέρους γενέσθαι καὶ ἀποθέσθαι τὴν ὀργήν, ὡς ἐδήλωσαν. ἀναδοθεισῶν γὰρ τῶν ψήφων οὐδεμία φυλὴ τοῦ ἀνδρὸς κατεψηφίσατο. ὁ μὲν οὖν [p. 334] τὸν Σερουίλιον καταλαβὼν κίνδυνος τοιούτου τέλους ἔτυχεν. ;ΚΕΦΑΛΑΙΟΝ ΛΔ΄ [1] οὐ πολλῷ δ᾽ ὕστερον χρόνῳ στρατιὰ Ῥωμαίων ἐξῆλθεν ἐπὶ Τυρρηνοὺς ἄγοντος θατέρου τῶν ὑπάτων Ποπλίου Οὐαλερίου. συνέστη γὰρ αὖθις ἡ Οὐιεντανῶν δύναμις προσθεμένων αὐτοῖς Σαβίνων, οἳ τέως ὀκνοῦντες αὐτοῖς συνάρασθαι τοῦ πολέμου ὡς ἀδυνάτων ἐφιεμένοις, τότ᾽, ἐπειδὴ τήν τε Μενηνίου φυγὴν ἔγνωσαν καὶ τὸν ἐπιτειχισμὸν τοῦ πλησίον τῆς Ῥώμης ὄρους, τεταπεινῶσθαι νομίσαντες τάς τε δυνάμεις τὰς Ῥωμαίων καὶ τὸ φρόνημα τῆς πόλεως ἡττῆσθαι, συνελάμβανον τοῖς Τυρρηνοῖς πολλὴν ἀποστείλαντες δύναμιν. [2] οἱ δὲ Οὐιεντανοὶ τῇ τε σφετέρᾳ δυνάμει πεποιθότες καὶ τῇ Σαβίνων νεωστὶ ἡκούσῃ καὶ τὰς παρὰ τῶν ἄλλων Τυρρηνῶν ἐπικουρίας περιμένοντες προθυμίαν μὲν εἶχον ἐπὶ τὴν Ῥώμην ἐλαύνειν τῇ πλείονι τῆς σφετέρας στρατιᾶς, ὡς οὐδενὸς αὐτοῖς ὁμόσε χωρήσοντος, ἀλλὰ δυεῖν θάτερον, ἢ ἐκ τειχομαχίας αἱρήσοντες τὴν πόλιν ἢ λιμῷ κατεργασόμενοι. [3] ἔφθασε δὲ τὴν ἐπιχείρησιν αὐτῶν ὁ Οὐαλέριος, ἐν ᾧ ἔτι ἔμελλον ἐκεῖνοι καὶ τοὺς ὑστερίζοντας συμμάχους ἀνέμενον, αὐτὸς ἀγαγὼν Ῥωμαίων τὴν κρατίστην ἀκμὴν καὶ τὸ παρὰ τῶν συμμάχων ἐπικουρικόν, οὐκ ἐκ τοῦ φανεροῦ ποιησάμενος τὴν ἔξοδον, ἀλλ᾽ ὡς μάλιστα λήσεσθαι αὐτοὺς ἔμελλε. προελθὼν γὰρ ἐκ [p. 335] τῆς Ῥώμης περὶ δείλην ὀψίαν καὶ διαβὰς τὸν Τέβεριν οὐ μακρὰν ἀποσχὼν τῆς πόλεως κατεστρατοπέδευσεν· ἔπειτ᾽ ἀναστήσας τὴν στρατιὰν περὶ μέσας νύκτας ἦγεν ἐν τάχει, καὶ πρὶν ἡμέραν γενέσθαι θατέρῳ χάρακι τῶν πολεμίων ἐπέβαλε. [4] δύο γὰρ ἦν στρατόπεδα χωρὶς μὲν τὸ Τυρρηνῶν, ἑτέρωθι δὲ τὸ Σαβίνων, οὐ διὰ μακροῦ ἀλλήλων ἀπέχοντα. πρώτῃ δὲ προσαγαγὼν τὴν δύναμιν τῇ Σαβίνων στρατοπεδείᾳ, καθυπνωμένων ἔτι τῶν πλείστων καὶ οὐδεμιᾶς οὔσης ἀξιολόγου φυλακῆς, οἷα ἐν φιλίᾳ τε γῇ καὶ κατὰ πολλὴν ὑπεροψίαν τῶν πολεμίων οὐδαμῇ ἀγγελλομένων, ἐξ ἐφόδου γίνεται ταύτης ἐγκρατής. τῶν δ᾽ ἀνθρώπων οἱ μὲν ἐν ταῖς κοίταις ἔτι ὄντες κατεσφάγησαν, οἱ δ᾽ ἀνιστάμενοι ἀρτίως καὶ τὰ ὅπλα ἐνδυόμενοι, οἱ δ᾽ ὡπλισμένοι μέν, σποράδες δὲ καὶ οὐκ ἐν τάξει ἀμυνόμενοι, οἱ δὲ πλεῖστοι φεύγοντες ἐπὶ τὸν ἕτερον χάρακα ὑπὸ τῶν ἱππέων καταλαμβανόμενοι διεφθάρησαν. ;ΚΕΦΑΛΑΙΟΝ ΛΕ΄ [1] τοῦτον δὲ τὸν τρόπον ἁλόντος τοῦ τῶν Σαβίνων χάρακος ἦγε τὴν δύναμιν ὁ Οὐαλέριος ἐπὶ τὸν ἕτερον, ἔνθα ἦσαν οἱ Οὐιεντανοὶ χωρίον οὐ πάνυ ἐχυρὸν κατειληφότες. λαθεῖν μὲν οὖν οὐκέτι ἐνεδέχετο τοὺς προσιόντας τῷ χάρακι· ἡμέρα τε γὰρ ἦν ἤδη λαμπρά, καὶ τῶν Σαβίνων οἱ φυγόντες ἀπήγγειλαν τοῖς Τυρρηνοῖς τήν θ᾽ αὑτῶν συμφορὰν καὶ τὴν ἐπ᾽ ἐκείνους ἔλασιν· ἀναγκαῖον δ᾽ ἦν ἐκ τοῦ καρτεροῦ τοῖς [p. 336] [2] πολεμίοις συμφέρεσθαι. γίνεται δὴ μετὰ τοῦτο πάσῃ προθυμίᾳ τῶν Τυρρηνῶν ἀγωνιζομένων πρὸ τῆς παρεμβολῆς ὀξεῖα μάχη καὶ φόνος ἀμφοτέρων πολύς, ἰσόρροπός τε καὶ μέχρι πολλοῦ ταλαντευομένη τῇδε καὶ τῇδε ἡ κρίσις τοῦ πολέμου. ἔπειτ᾽ ἐνέδοσαν οἱ Τυρρηνοὶ ὑπὸ τῆς Ῥωμαικῆς ἐξωσθέντες ἵππου καὶ ἀπεχώρησαν εἰς τὸν χάρακα, ὁ δ᾽ ὕπατος ἠκολούθει, καὶ ἐπειδὴ πλησίον ἐγένετο τῶν ἐρυμάτων — ἦν δὲ φαύλως κατεσκευασμένα καὶ τὸ χωρίον, ὥσπερ ἔφην, οὐ πάνυ ἀσφαλές — προσέβαλε κατὰ πολλὰ μέρη τό τε λοιπὸν ἐκείνης τῆς ἡμέρας μέρος ἐπιταλαιπωρῶν καὶ οὐδὲ τὴν ἐπιοῦσαν νύκτα ἀναπαυσάμενος. [3] οἱ δὲ Τυρρηνοὶ ταῖς συνεχέσι κακοπαθείαις ἀπειρηκότες ἐκλείπουσι τὸν χάρακα περὶ τὸν ὄρθρον καὶ οἱ μὲν εἰς τὴν πόλιν ἔφυγον, οἱ δ᾽ εἰς τὰς πλησίον ὕλας ἐσκεδάσθησαν. γενόμενος δὲ καὶ τούτου τοῦ χάρακος ἐγκρατὴς ἐκείνην μὲν τὴν ἡμέραν ἀνέπαυσε τὴν στρατιάν, τῇ δ᾽ ἑξῆς τά τε λάφυρα, ὅσα ἐξ ἀμφοτέρων εἰλήφει τῶν στρατοπέδων, διένειμε τοῖς ἀγωνισαμένοις πολλὰ ὄντα, καὶ τοὺς ἀριστεύσαντας ἐν ταῖς μάχαις τοῖς εἰωθόσιν ἐκόσμει στεφάνοις. [4] ἦν δ᾽ ὁ κράτιστα πάντων ἀγωνίσασθαι δόξας καὶ τρεψάμενος τὴν Οὐιεντανῶν δύναμιν Σερουίλιος ὁ τῷ προτέρῳ ὑπατεύσας ἔτει καὶ τὴν ἐπὶ τοῦ δήμου δίκην ἀποφυγών, πρεσβευτὴς τότε τῷ Οὐαλερίῳ συμπεμφθείς, καὶ ἐπὶ τῇ ἀριστείᾳ τῇδε τὰς νομιζομένας εἶναι μεγίστας παρὰ Ῥωμαίοις δωρεὰς οὗτος ἦν ὁ πρῶτος ἐξενεγκάμενος. μετὰ ταῦτα τούς τε τῶν πολεμίων σκυλεύσας [p. 337] νεκροὺς ὁ ὕπατος καὶ τῶν ἰδίων ταφὰς ποιησάμενος ἀπῆγε τὴν στρατιὰν καὶ πλησίον τῆς Οὐιεντανῶν πόλεως καταστήσας προὐκαλεῖτο τοὺς ἔνδον. [5] ὡς δ᾽ οὐδεὶς ἐξῄει μαχησόμενος ἄπορον ὁρῶν χρῆμα ἐκ τειχομαχίας αὐτοὺς ἑλεῖν ἐχυρὰν σφόδρα ἔχοντας πόλιν, τῆς γῆς αὐτῶν πολλὴν καταδραμὼν εἰς τὴν Σαβίνων ἐνέβαλε. λεηλατήσας δὲ κἀκείνην ἔτι ἀκέραιον οὖσαν ἐπὶ πολλὰς ἡμέρας καὶ βαρεῖαν ἤδη τὴν ἀποσκευὴν ἔχων ταῖς ὠφελείαις ἀπῆγεν ἐπ᾽ οἴκου τὴν δύναμιν· καὶ αὐτῷ ὁ μὲν δῆμος πρὸ πολλοῦ τῆς πόλεως ὄντι ἐστεφανωμένος ὑπήντα λιβανωτοῖς τε θυμιῶν τὴν πάροδον καὶ κρατῆρσι μελικράτου κεκραμένοις ὑποδεχόμενος τὴν στρατιάν· ἡ δὲ βουλὴ τὴν τοῦ θριάμβου πομπὴν ἐψηφίσατο. [6] ὁ δ᾽ ἕτερος τῶν ὑπάτων Γάιος Ναύτιος, ᾧ προσέκειτο κατὰ κλῆρον ἡ τῶν συμμάχων Λατίνων τε καὶ Ἑρνίκων φυλακή, βραδυτέραν ἐποιήσατο τὴν ἔξοδον· οὔτ᾽ ἀπορίᾳ οὔτ᾽ ὄκνῳ τοῦ κινδύνου κρατηθείς, τὴν δ᾽ ἀδηλότητα τοῦ πρὸς Οὐιεντανοὺς πολέμου καραδοκῶν, ἵν᾽ ἐάν τι συμβῇ πταῖσμα περὶ τὴν ἐκεῖ στρατιὰν ἐν ἑτοίμῳ τις ὑπάρχῃ τῇ πόλει συνεστῶσα δύναμις, ἣ κωλύσει τοὺς πολεμίους εἰς τὴν χώραν ἐμβαλεῖν, ἐὰν ὥσπερ οἱ πρότερον ἐλάσαντες ἐπὶ τὴν Ῥώμην ἐπιτειχίζειν τινὰ κατὰ τῆς πόλεως χωρία ἐπιβάλωνται. [7] ἐν δὲ τῷ μεταξὺ τούτου χρόνῳ καὶ ὁ κατὰ τῶν Λατίνων πόλεμος, ὃν ἐπῆγον αὐτοῖς Αἰκανοί τε καὶ Οὐολοῦσκοι τέλος εὐτυχὲς ἔσχε· καὶ παρῆσάν τινες ἀγγέλλοντες [p. 338] μάχῃ νικηθέντας ἀπεληλυθέναι τοὺς πολεμίους ἐκ τῆς χώρας αὐτῶν, καὶ μηδεμιᾶς τοῖς συμμάχοις ἔτι δεῖν βοηθείας κατὰ τὸ παρόν· ὁ μέντοι Ναύτιος οὐδὲν ἧττον, ἐπειδὴ τὰ ἐν τῇ Τυρρηνίᾳ πράγματα καλῶς σφίσιν ἐχώρησεν, ἐξῆγε τὴν στρατιάν. [8] ἐμβαλὼν δ᾽ εἰς τὴν Οὐολούσκων χώραν καὶ πολλὴν αὐτῆς διεξελθὼν ἔρημον ἀφειμένην, ἀνδραπόδων μὲν καὶ βοσκημάτων ὀλίγων πάνυ ἐκράτησεν, ἀρούρας δ᾽ αὐτῶν ἐν ἀκμῇ τοῦ σίτου ὄντος ἐμπρήσας καὶ ἄλλα οὐκ ὀλίγα τῶν ἐν τοῖς ἀγροῖς λωβησάμενος οὐδενὸς ὁμόσε χωροῦντος ἀπῆγε τὴν στρατιάν· ταῦτα μὲν ἐπὶ τούτων τῶν ἀνδρῶν ἐπράχθη. ;ΚΕΦΑΛΑΙΟΝ ΛΣΤ΄ [1] οἱ δὲ διαδεξάμενοι τούτους ὕπατοι Αὖλος Μάλλιος καὶ Λεύκιος Φούριος, ψηφισαμένης τῆς βουλῆς τὸν ἕτερον αὐτῶν στρατιὰν ἐπὶ Οὐιεντανοὺς ἄγειν, ἐκληρώσαντο περὶ τῆς ἐξόδου, καθάπερ αὐτοῖς ἔθος ἦν. καὶ λαχὼν Μάλλιος ἐξῆγε τὰς δυνάμεις διὰ ταχέων, καὶ πλησίον τῶν πολεμίων κατεστρατοπέδευσεν. οἱ δὲ Οὐιεντανοὶ τειχήρεις γενόμενοι τέως μὲν ἀντεῖχον καὶ διεπρεσβεύοντο πρός τε τὰς ἄλλας τὰς ἐν Τυρρηνοῖς πόλεις καὶ πρὸς τοὺς νεωστὶ συμμαχήσαντας αὐτοῖς Σαβίνους, βοήθειαν ἀξιοῦντες ἀποστεῖλαι σφίσι διὰ [2] ταχέων. ὡς δ᾽ ἁπάντων ἀπετύγχανον καὶ τὰς τροφὰς ἀπαναλώκεσαν, ὑπὸ τῆς ἀνάγκης τοῦ λιμοῦ βιασθέντες ἐξῆλθον ὡς τὸν ὕπατον, ἱκετηρίας φέροντες οἱ πρεσβύτατοί τ᾽ αὐτῶν καὶ τιμιώτατοι, περὶ καταλύσεως δεόμενοι [p. 339] τοῦ πολέμου. τοῦ δὲ Μαλλίου κελεύσαντος αὐτοῖς ἀργύριόν τ᾽ εἰς ὀψωνιασμὸν ἐνιαυτοῦ τῇ στρατιᾷ καὶ διμήνου τροφὰς ἀποφέρειν, ὅταν δὲ ταῦτα ποιήσωσιν εἰς Ῥώμην ἀποστέλλειν τοὺς διαλεξομένους τῇ βουλῇ περὶ τῶν διαλύσεων, ἐπαινέσαντες ταῦτα καὶ διὰ ταχέων τό τ᾽ ὀψώνιον τῇ στρατιᾷ καὶ τὸ ἀντὶ τοῦ σίτου συγχωρηθὲν ὑπὸ τοῦ Μαλλίου κατενέγκαντες ἀργύριον ἧκον εἰς τὴν Ῥώμην· καὶ καταστάντες ἐπὶ τὴν βουλὴν συγγνώμης ἐπὶ τοῖς γεγονόσι τυχεῖν ἠξίουν, καὶ εἰς τὸν λοιπὸν χρόνον ἀπαλλαγῆς τοῦ πολέμου. [3] πολλῶν δὲ λεχθέντων εἰς ἀμφότερα τὰ μέρη λόγων ἐνίκησεν ἡ σπένδεσθαι παραινοῦσα τὸν πρὸς αὐτοὺς πόλεμον γνώμη, γίνονταί τ᾽ ἀνοχαὶ τοῦ πολέμου πρὸς αὐτοὺς τεσσαρακονταετεῖς. καὶ οἱ μὲν ἀπῄεσαν πολλὰς τῇ πόλει τῆς εἰρήνης χάριτας εἰδότες, ὁ δὲ Μάλλιος ἀφικόμενος εἰς τὴν πόλιν, ἐπὶ τῇ καταλύσει τοῦ πολέμου τὸν πεζὸν θρίαμβον αἰτησάμενος, ἔλαβεν. ἐγένετο δὲ καὶ τίμησις ἐπὶ τῆς τούτων ἀρχῆς, καὶ ἦσαν οἱ τιμησάμενοι πολῖται σφᾶς τ᾽ αὐτοὺς καὶ χρήματα καὶ τοὺς ἐν ἥβῃ παῖδας ὀλίγῳ πλείους τρισχιλίων τε καὶ δέκα μυριάδων. ;ΚΕΦΑΛΑΙΟΝ ΛΖ΄ [1] οἱ δὲ μετὰ τούτους παραλαβόντες τὴν ὕπατον ἀρχήν, Λεύκιος Αἰμίλιος Μάμερκος τὸ τρίτον, καὶ Οὐοπίσκος Ἰούλιος, ἐπὶ τῆς ἑβδόμης καὶ ἑβδομηκοστῆς ὀλυμπιάδος, ἣν ἐνίκα στάδιον Δάνδης Ἀργεῖος, [p. 340] Ἀθήνησι δ᾽ ἄρχοντος Χαρητος, ἐπίπονον σφόδρα καὶ ταραχώδη τὴν ἀρχὴν διετέλεσαν, εἰρήνην μὲν ἄγοντες ἀπὸ τῶν ἔξωθεν πολέμων — ἐν ἡσυχίᾳ γὰρ ἦν πάντα τὰ διάφορα — ὑπὸ δὲ τῶν ἐν τῇ πόλει στάσεων αὐτοί τ᾽ εἰς κινδύνους ἀχθέντες καὶ τὴν πόλιν ὀλίγου δεήσαντες ἀπολέσαι. ὡς γὰρ ἀνεπαύσατο τῶν στρατειῶν τὸ πλῆθος, ἐπὶ τὴν διανομὴν εὐθὺς ὥρμησε τῶν δημοσίων ἀγρῶν. [2] ἦν γάρ τις ἐν τοῖς δημάρχοις θρασὺς καὶ λέγειν οὐκ ἀδύνατος ἀνήρ, Γναῖος Γενύκιος, ὁ παραθήγων τὰς ὀργὰς τῶν πενήτων. οὕτος ἐκκλησίας συνάγων ἑκάστοτε καὶ ἐκδημαγωγῶν τοὺς ἀπόρους προσηνάγκαζε τοὺς ὑπάτους τὰ ὑπὸ τῆς βουλῆς ψηφισθέντα περὶ τῆς κληρουχίας συντελεῖν. οἱ δ᾽ οὐχ ὑπήκουον οὐ τῇ ἑαυτῶν ἀρχῇ λέγοντες ἐπιτετάχθαι τὸ ἔργον ὑπὸ τῆς βουλῆς, ἀλλὰ τοῖς μετὰ Κάσσιον καὶ Οὐεργίνιον ὑπάτοις, πρὸς οὓς καὶ τὸ προβούλευμα ἐγράφη· καὶ ἅμα οὐδ᾽ εἶναι νόμους εἰς ἀεὶ κυρίους ἃ ψηφίζεται τὸ συνέδριον, ἀλλὰ πολιτεύματα καιρῶν ἐνιαύσιον ἔχοντα ἰσχύν. [3] ταύτας προβαλλομένων τῶν ὑπάτων τὰς αἰτίας ἀδύνατος ὢν ὁ Γενύκιος αὐτοὺς ἀναγκάσαι μείζονα ἐξουσίαν ἔχοντας ἰταμὴν ὁδὸν ἐτράπετο. τοῖς γὰρ ὑπατεύσασι τὸ ἔμπροσθεν ἔτος Μαλλίῳ τε καὶ Λευκίῳ δίκην ἐπήνεγκε δημοσίαν, καὶ προεῖπεν ἥκειν ἐπὶ τὸν δῆμον ἀπολογησομένους, ὁρίσας ἄντικρυς τὴν αἰτίαν τῆς δίκης, ὅτι τὸν δῆμον ἀδικοῦσιν οὐκ ἀποδείξαντες τοὺς δέκα ἄνδρας, οὓς ἐψηφίσατο ἡ βουλή, [p. 341] [4] τοὺς ποιησομένους τὴν τῶν κλήρων διανομήν. τοῦ δὲ μὴ τῶν ἄλλων τινὰς ὑπάτων ἄγειν ἐπὶ τὴν δίκην, δώδεκα γενομένων τῶν μεταξὺ ἀρχείων, ἀφ᾽ οὗ τὸ προβούλευμα ἐγράφη, τούτους δὲ προβαλέσθαι τοὺς ἄνδρας μόνους τῆς ψευσθείσης ὑποσχέσεως, ἐπιεικεῖς ἔφερεν αἰτίας· καὶ τελευτῶν ἔφη μόνως ἂν οὕτως ἀναγκασθῆναι τοὺς ἐν ἀρχῇ τότ᾽ ὄντας ὑπάτους κληρουχῆσαι τὴν γῆν, ἐὰν ἑτέρους τινὰς ἴδωσι δίκην τῷ δήμῳ διδόντας, ἐνθυμηθέντας, ὅτι καὶ σφίσιν αὐτοῖς συμβήσεται ταὐτὸ παθεῖν. ;ΚΕΦΑΛΑΙΟΝ ΛΗ΄ [1] ταῦτ᾽ εἰπὼν καὶ παρακαλέσας ἅπαντας ἥκειν ἐπὶ τὴν δίκην, καθ᾽ ἱερῶν τ᾽ ὀμόσας ἦ μὴν ἐμμένειν τοῖς ἐγνωσμένοις καὶ πάσῃ προθυμίᾳ τῶν ἀνδρῶν κατηγορεῖν, ἡμέραν προεῖπεν, ἐν ᾗ τὴν δίκην ἔμελλεν ἐπιτελέσειν. τοὺς δὲ πατρικίους, ὡς ἔμαθον ταῦτα, πολὺ δέος εἰσέρχεται καὶ φροντίς, ὅτῳ χρὴ τρόπῳ τούς τ᾽ ἄνδρας ἐκλύσασθαι τῆς αἰτίας καὶ τοῦ δημαγωγοῦ τὸ θράσος ἐπισχεῖν. καὶ δὴ ἐδέδοκτο αὐτοῖς, εἴ τι ψηφίσαιτο κατὰ τῆς ἀρχῆς τῶν ὑπάτων ὁ δῆμος, μὴ ἐπιτρέπειν αὐτῷ κατὰ τὸ καρτερὸν ἐνισταμένους καὶ εἰ δέοι καὶ εἰς ὅπλα χωροῦντας. [2] οὐ μὴν ἐδέησέ γε τῶν βιαίων οὐδενὸς αὐτοῖς ταχεῖαν λαβόντος τοῦ κινδύνου καὶ παράδοξον τὴν λύσιν· μιᾶς γὰρ ἡμέρας οὔσης ἔτι λοιπῆς τῇ δίκῃ νεκρὸς Γενύκιος ἐπὶ τῆς ἑαυτοῦ κοίτης εὑρέθη, σημεῖον οὐδὲν ἔχων οὔτε σφαγῆς [p. 342] οὔτ᾽ ἀγχόνης οὔτε φαρμάκου οὔτ᾽ ἄλλου τῶν ἐξ ἐπιβουλῆς θανάτων οὐδενός. ὡς δ᾽ ἐγνώσθη τὸ πάθος, καὶ προηνέχθη τὸ σῶμα εἰς τὴν ἀγοράν, δαιμόνιόν τι κωλύσεως συγκύρημα ἔδοξεν εἶναι, καὶ αὐτίκα ἡ δίκη [3] διελέλυτο. τῶν γὰρ ἄλλων οὐδεὶς ἐτόλμα δημάρχων ἀνακαλεῖν τὴν στάσιν, ἀλλὰ καὶ τοῦ Γενυκίου κατεγίνωσκον πολλὴν μανίαν. εἰ μὲν οὖν μηδὲν ἔτι πολυπραγμονοῦντες οἱ ὕπατοι διετέλεσαν, ἀλλ᾽ ἀφῆκαν ὡς ὁ δαίμων ἐκοίμησε τὴν στάσιν, οὐδεὶς ἂν αὐτοὺς ἔτι κατέλαβε κίνδυνος, νῦν δ᾽ εἰς αὐθάδειαν καὶ καταφρόνησιν τοῦ δημοτικοῦ τραπόμενοι καὶ τὸ τῆς ἀρχῆς κράτος, ὅσον ἐστίν, ἐπιδεῖξαι βουλόμενοι, κακὰ ἐξειργάσαντο μεγάλα. προθέντες γὰρ στρατολογίαν καὶ τοὺς οὐχ ὑπακούοντας ταῖς τ᾽ ἄλλαις ζημίαις καὶ πληγαῖς ῥάβδων προσαναγκάζοντες εἰς ἀπόνοιαν ἐποίησαν τραπέσθαι τοῦ δημοτικοῦ τὸ πλέον, ἀπὸ τοιαύτης μάλιστ̓αἰτίας. ;ΚΕΦΑΛΑΙΟΝ ΛΘ΄ [1] ἀνήρ τις ἐκ τῶν δημοτικῶν τὰ πολέμια λαμπρός, Βολέρων Πόπλιος, ἡγεμονίαν ἐσχηκὼς λόχων ἐν ταῖς προτέραις στρατείαις, τότ᾽ ἀντὶ λοχαγοῦ στρατιώτης πρὸς αὐτῶν κατεγράφετο. ὡς δ᾽ ἠναντιοῦτο καὶ οὐκ ἠξίου χώραν ἀτιμοτέραν λαβεῖν οὐδὲν ἡμαρτηκὼς ἐν ταῖς προτέραις στρατείαις, δυσανασχετοῦντες οἱ ὕπατοι τὴν παρρησίαν αὐτοῦ τοῖς ῥαβδούχοις ἐκέλευσαν τὴν ἐσθῆτά τε περικαταρρῆξαι καὶ ταῖς ῥάβδοις τὸ σῶμα ξαίνειν. [2] ὁ δὲ νεανίας τούς τε δημάρχους [p. 343] ἐπεκαλεῖτο, καί, εἴ τι ἀδικεῖ, κρίσιν ἐπὶ τῶν δημοτῶν ὑπέχειν ἠξίου. ὡς δ᾽ οὐ προσεῖχον αὐτῷ τὸν νοῦν οἱ ὕπατοι, ἀλλὰ τοῖς ῥαβδούχοις ἄγειν καὶ τύπτειν ἐπεκελεύοντο, οὐκ ἀνασχετὸν ἡγησάμενος εἶναι τὴν ὕβριν αὐτὸς ἑαυτῷ ταμίας τῆς δίκης γίνεται. [3] τόν τε γὰρ πρῶτον προσελθόντα τῶν ῥαβδούχων παίων εἰς τὸ πρόσωπον ἐναντίαις πυγμαῖς νεανίας καὶ ἐρρωμένος ἀνὴρ ἀνατρέπει καὶ τὸν ἐπὶ τούτῳ. ἀγανακτησάντων δὲ τῶν ὑπάτων καὶ πᾶσιν ἅμα τοῖς ὑπηρέταις προσελθεῖν κελευσάντων δεινόν τι τοῖς παροῦσι τῶν δημοτικῶν ἐφάνη· καὶ αὐτίκα συστραφέντες ἀθρόοι καὶ ἀναβοήσαντες τὸ παρακλητικὸν τῆς ἀλλήλων ὀργῆς τόν τε νεανίσκον ἐξήρπασαν καὶ τοὺς ῥαβδούχους ἀπέστησαν παίοντες καὶ τελευτῶντες ἐπὶ τοὺς ὑπάτους ὥρμησαν, καὶ εἰ μὴ καταλιπόντες ἐκεῖνοι τὴν ἀγορὰν ἔφυγον, [4] ἀνήκεστον ἄν τι κακὸν ἐξειργάσαντο. ἐκ δὲ τούτου διειστήκει πᾶσα ἡ πόλις, καὶ οἱ τέως ἡσυχάζοντες δήμαρχοι τότ᾽ ἠγριοῦντο καὶ τῶν ὑπάτων κατηγόρουν. περιειστήκει τε ἡ περὶ τῆς κληρουχίας στάσις εἰς ἕτερον μείζονα διὰ τὸν ὑπὲρ τοῦ κόσμου τῆς πολιτείας ἀγῶνα. οἱ μέν γε πατρίκιοι τοῖς ὑπάτοις ὡς καταλυομένης αὐτῶν τῆς ἐξουσίας συναγανακτοῦντες τὸν ἐπιβαλεῖν χεῖρας τοῖς ὑπηρέταις τολμήσαντα κατὰ [5] κρημνοῦ βαλεῖν ἠξίουν. οἱ δὲ δημοτικοὶ συστρέψαντες αὑτοὺς κατεβόων τε καὶ παρεκελεύοντο μὴ προδιδόναι [p. 344] σφῶν τὴν ἐλευθερίαν, ἀλλ᾽ ἐπὶ τὴν βουλὴν τὸ πρᾶγμα ἄγειν καὶ τῶν ὑπάτων κατηγορεῖν καὶ δίκης τινὸς παρ᾽ αὐτῶν ἠξίουν τυχεῖν, ὅτι τὸν ἐπικαλεσάμενον τὴν ἐκ τῶν δημάρχων βοήθειαν, καὶ ἐν τῷ δήμῳ κρίσιν ὑπέχειν, εἴ τι πλημμελεῖ, βουλόμενον, οὐδετέρου τυχεῖν εἴασαν τῶν δικαίων, ἀλλ᾽ ἐν ἀνδραπόδου μοίρᾳ τὸν ἐλεύθερον καὶ πολίτην ἔθεντο παίειν ἐπικελευόμενοι. [6] ἀντιτεταγμένων δὴ τούτων καὶ οὐδετέρων εἶξαι βουλομένων τοῖς ἑτέροις, ἅπας ὁ λοιπὸς τῆς ὑπατείας ἐκείνης ἐδαπανήθη χρόνος, οὔτε πολεμικαῖς πράξεσι κοσμηθεὶς καλαῖς οὔτε πολιτικαῖς λόγου ἀξίαις. ;ΚΕΦΑΛΑΙΟΝ Μ΄ [1] ἐπιστάντων δὲ τῶν ἀρχαιρεσίων ὕπατοι μὲν ἀπεδείχθησαν Λεύκιος Πινάριος καὶ Πόπλιος Φούριος. ἐν ἀρχῇ δὲ τοῦ ἔτους εὐθὺς ὀττείας τινὸς ἡ πόλις ἐπληρώθη καὶ φόβου δαιμονίου τεράτων τε καὶ σημείων πολλῶν γινομένων. καὶ οἵ τε μάντεις ἅπαντες καὶ οἱ τῶν ἱερῶν ἐξηγηταὶ χόλου δαιμόνων μηνύματα εἶναι τὰ γινόμενα ἀπέφαινον, ἱερῶν τινων οὐχ ὁσίως οὐδὲ καθαρῶς ἐπιτελουμένων. [2] καὶ μετ᾽ οὐ πολὺ νόσος ἐνέσκηψεν εἰς τὰς γυναῖκας ἡ καλουμένη λοιμική, καὶ θάνατος, ὅσος οὔπω πρότερον, μάλιστα δ᾽ εἰς τὰς ἐγκύμονας. ὠμοτοκοῦσαί τε γὰρ καὶ νεκρὰ τίκτουσαι συναπέθνησκον τοῖς βρέφεσι, καὶ οὔτε λιτανεῖαι πρὸς ἕδεσι καὶ βωμοῖς γινόμεναι θεῶν, οὔτε καθαρτήριοι θυσίαι περί τε πόλεως καὶ οἴκων ἰδίων ἐπιτελούμεναι παῦλαν αὐταῖς ἔφερον τῶν κακῶν. [3] ἐν [p. 345] τοιαύτῃ δὲ συμφορᾷ τῆς πόλεως οὔσης τοῖς ἐξηγηταῖς τῶν ἱερῶν γίνεται μήνυσις ὑπὸ δούλου τινός, ὅτι μία τῶν ἱεροποιῶν παρθένων τῶν φυλαττουσῶν τὸ ἀθάνατον πῦρ Ὀρβινία τὴν παρθενίαν ἀπολώλεκε καὶ τὰ ἱερὰ θύει τὰ τῆς πόλεως οὐκ οὖσα καθαρά. κἀκεῖνοι μεταστήσαντες αὐτὴν ἀπὸ τῶν ἱερῶν καὶ προθέντες δίκην, ἐπειδὴ καταφανὴς ἐγένετο ἐλεγχθεῖσα, ῥάβδοις τ᾽ ἐμαστίγωσαν καὶ πομπεύσαντες διὰ τῆς πόλεως ζῶσαν κατώρυξαν. [4] τῶν δὲ διαπραξαμένων τὴν ἀνοσίαν φθορὰν ὁ μὲν ἕτερος ἑαυτὸν διεχρήσατο, τὸν δ᾽ ἕτερον οἱ τῶν ἱερῶν ἐπίσκοποι συλλαβόντες ἐν ἀγορᾷ μάστιξιν αἰκισάμενοι καθάπερ ἀνδράποδον ἀπέκτειναν. ἡ μὲν οὖν νόσος ἡ κατασκήψασα εἰς τὰς γυναῖκας καὶ ὁ πολὺς αὐτῶν φθόρος μετὰ τοῦτο τὸ ἔργον εὐθὺς ἐπαύσατο. {{DEFAULTSORT:Ρωμαικη Αρχαιολογια 09 31}} 6r1v15evwaesplnwh4d42s9xtvwmvqq Ρωμαϊκή Αρχαιολογία/θ/21 0 23587 148472 100302 2022-08-09T13:15:43Z Αντιγόνη 235 wikitext text/x-wiki {{Κεφαλίδα | τίτλος = Κεφάλαια 21–30 | συγγραφέας = Διονύσιος ο Αλικαρνασσεύς | μεταφραστής= | ενότητα = [[Ρωμαϊκή Αρχαιολογία/θ|Ῥωμαϊκὴ Ἀρχαιολογία: Λόγος θ΄]] | προηγούμενο= [[Ρωμαϊκή Αρχαιολογία/θ/11|Κεφάλαια 11–20]] | επόμενο = [[Ρωμαϊκή Αρχαιολογία/θ/31|Κεφάλαια 31–40]] | σημειώσεις = Dionysii Halicarnasei Antiquitatum Romanarum quae supersunt, Vol I-IV. Dionysius of Halicarnassus. Karl Jacoby. In Aedibus B.G. Teubneri. Leipzig. 1885. }} ;ΚΕΦΑΛΑΙΟΝ ΚΑ΄ [1] τῇ δ᾽ ἑξῆς ἡμέρᾳ μαθόντες τὴν κατασχοῦσαν τοὺς σφετέρους τύχην οἱ κατέχοντες τὸ φρούριον, καὶ ὅτι τὸ μὲν πλεῖον ἀπόλωλε τῆς στρατιᾶς μέρος ἐν ταῖς ἁρπαγαῖς, τὸ δὲ κράτιστον ἐν ὄρει πολιορκεῖται κατακεκλεισμένον ἐρήμῳ, καὶ εἰ μὴ ταχεῖά τις αὐτοῖς ἥξει βοήθεια, σπάνει τῶν ἀναγκαίων φθάσουσιν ἐξαιρεθέντες, ἐξῄεσαν κατὰ σπουδὴν ὀλίγους πάνυ καταλιπόντες ἐν τῷ φρουρίῳ φύλακας. καὶ αὐτοὺς οἱ Τυρρηνοί, πρὶν ἢ συμμῖξαι τοῖς ἑτέροις ἐπικαταδραμόντες ἐκ τῶν χωρίων κυκλοῦνταί τε, καὶ πολλὰ γενναῖα ἔργα ἀποδειξαμένους διαφθείρουσιν ἅπαντας σὺν χρόνῳ. [2] μετ᾽ οὐ πολὺ δὲ καὶ οἱ τὸν λόφον καταλαβόμενοι λιμῷ τε καὶ δίψῃ πιεζόμενοι ὁμόσε χωρεῖν τοῖς πολεμίοις ἔγνωσαν· καὶ συμπεσόντες ὀλίγοι πρὸς πολλοὺς ἕωθεν ἀρξάμενοι μέχρι νυκτὸς ἐμάχοντο· καὶ τοσοῦτον ἐποίησαν τῶν πολεμίων φόνον, ὥστε τοὺς σωροὺς τῶν νεκρῶν ἐμποδὼν αὐτοῖς εἶναι τῆς μάχης πολλαχῇ κεχυμένους. οἱ δὲ Τυρρηνοὶ πλεῖον ἢ τὸ τρίτον τῆς στρατιᾶς μέρος ἀπολωλεκότες καὶ περὶ τοῦ λοιποῦ δείσαντες, μικρὸν ἀνασχόντες τὰ ὅπλα διὰ τῶν ἀνακλητικῶν ἐπεκηρυκεύοντο πρὸς τοὺς ἄνδρας, ἄδειαν αὐτοῖς ὑπισχνούμενοι καὶ δίοδον, ἐὰν τὰ ὅπλα ἀποθῶνται καὶ τὸ φρούριον ἐκλίπωσιν. [3] οὐ προσδεξαμένων δὲ τῶν ἀνδρῶν τὰς προκλήσεις, ἀλλὰ τὸν εὐγενῆ θάνατον αἱρουμένων ἐπῄεσαν αὐτοῖς αὖθις ἐκ διαδοχῆς, συστάδην μὲν καὶ ἐκ χειρὸς οὐκέτι μαχόμενοι, πρόσωθεν δὲ βάλλοντες ἀθρόοι λόγχαις καὶ χερμάσι, καὶ ἦν νιφετῷ παραπλήσιος [p. 311] ἡ πληθὺς τῶν βελῶν. οἱ δὲ Ῥωμαῖοι συστρεφόμενοι κατὰ λόχους προσέτρεχον αὐτοῖς οὐχ ὑφισταμένοις καὶ πολλὰς πληγὰς λαμβάνοντες ὑπὸ τῶν πέριξ ὑπέμενον. [4] ὡς δὲ τά τε ξίφη πολλοῖς ἄχρηστα ἦν τὰ μὲν ἀπεστομωμένα τὰς ἀκμάς, τὰ δὲ κατεαγότα, καὶ τῶν ἀσπίδων τὰ πέριξ ἴτυος ἐχόμενα διετέθρυπτο, ἔξαιμοί τε οἱ πλείους καὶ καταβελεῖς καὶ παράλυτοι τὰ μέλη διὰ πλῆθος τραυμάτων ἦσαν, καταφρονήσαντες αὐτῶν οἱ Τυρρηνοὶ χωροῦσιν ὁμόσε· καὶ οἱ Ῥωμαῖοι προσπίπτοντες ὥσπερ θηρία δόρατά τ᾽ αὐτῶν ἐπιλαμβανόμενοι κατέκλων, καὶ ξίφη δραττόμενοι κατὰ τὰς ἀκμὰς ἀπέσπων, καὶ περικυλίοντες εἰς τὴν γῆν τὰ σώματα συνεφύροντο θυμῷ τὸ πλεῖον ἢ δυνάμει διαγωνιζόμενοι. [5] ὥστ᾽ οὐκέτι συνῄεσαν αὐτοῖς εἰς χεῖρας οἱ πολέμιοι, τό τε καρτερικὸν ἐκπληττόμενοι τῶν ἀνδρῶν, καὶ τὴν ἀπόνοιαν, ἣν προσειλήφεσαν, κατὰ τὴν ἀπόγνωσιν τοῦ ζῆν δεδιότες· ἀλλ᾽ ἀποστάντες αὖθις ἔβαλλον ἀθρόοι καὶ ξύλοις καὶ λίθοις καὶ ὅτῳ ἄλλῳ ἐντύχοιεν, καὶ τελευτῶντες ἐγκατέχωσαν αὐτοὺς τῷ πλήθει τῶν βελῶν. διαφθείραντες δὲ τοὺς ἄνδρας ἔθεον ἐπὶ τὸ φρούριον, ἔχοντες τὰς τῶν ἐπιφανεστάτων κεφαλάς, [6] ὡς ἐξ ἐφόδου τοὺς ἐκεῖ παραληψόμενοι. οὐ μὴν ἐχώρησέ γ᾽ αὐτοῖς κατ᾽ ἐλπίδα τὸ ἔργον· οἱ γὰρ καταλειφθέντες ἐν αὐτῷ ζηλώσαντες τὸ εὐγενὲς τοῦ θανάτου τῶν θ᾽ ἑταίρων καὶ τῶν συγγενῶν ἐξῆλθον ὀλίγοι παντάπασιν ὄντες, καὶ πολὺν ἀγωνισάμενοι χρόνον τὸν αὐτὸν τρόπον τοῖς ἑτέροις ἅπαντες διεφθάρησαν· [p. 312] τὸ δὲ χωρίον ἔρημον οἱ Τυρρηνοὶ παρέλαβον. ἐμοὶ μὲν δὴ ὁ λόγος οὗτος πιστότερος ἐφαίνετο πολὺ τοῦ προτέρου· φέρονται δ᾽ ἐν γραφαῖς Ῥωμαίων ἀξιοχρέοις ἀμφότεροι. ;ΚΕΦΑΛΑΙΟΝ ΚΒ΄ [1] τὸ δὲ συναπτόμενον τούτοις ὑπό τινων οὔτ᾽ ἀληθὲς ὂν οὔτε πιθανόν, ἐκ παρακούσματος δέ τινος πεπλασμένον ὑπὸ τοῦ πλήθους, ἄξιον μὴ παραλιπεῖν ἀνεξέταστον. λέγουσι γὰρ δή τινες, τῶν ἓξ καὶ τριακοσίων Φαβίων ἀπολομένων ὅτι ἓν μόνον ἐλείφθη τοῦ γένους παιδίον, πρᾶγμα οὐ μόνον ἀπίθανον, ἀλλὰ καὶ [2] ἀδύνατον εἰσάγοντες. οὔτε γὰρ ἀτέκνους τε καὶ ἀγάμους ἅπαντας εἶναι δυνατὸν ἦν τοὺς ἐξελθόντας εἰς τὸ φρούριον Φαβίους. ὁ γὰρ ἀρχαῖος αὐτῶν νόμος γαμεῖν τ᾽ ἠνάγκαζε τοὺς ἐν ἡλικίᾳ, καὶ τὰ γεννώμενα πάντα ἐπάναγκες τρέφειν· ὃν οὐκ ἂν δήπου κατέλυσαν οἱ Φάβιοι μόνοι πεφυλαγμένον ἄχρι τῆς ἑαυτῶν ἡλικίας ὑπὸ τῶν πατέρων. [3] εἰ δὲ δὴ καὶ τοῦτο θείη τις, ἀλλ᾽ ἐκεῖνό γ᾽ οὐκ ἂν ἔτι συγχωρήσειε, τὸ μηδ᾽ ἀδελφοὺς αὐτῶν εἶναί τισιν ἡλικίαν ἔτι παίδων ἔχοντας. μύθοις γὰρ δὴ ταῦτά γε καὶ πλάσμασιν ἔοικε θεατρικοῖς. οἱ δὲ πατέρες αὐτῶν, ὅσοι παῖδας ἔτι ποιεῖν εἶχον ἡλικίαν, τοσαύτης κατασχούσης τὸ γένος ἐρημίας οὐκ ἂν ἑκόντες τε καὶ ἄκοντες ἑτέρους παῖδας ἐποιήσαντο, ἵνα μήτε ἱερὰ ἐκλειφθῇ πατρῷα μήτε δόξα τηλικαύτη διαφθαρῇ γένους; [4] εἰ μὴ ἄρα οὐδὲ πατέρες αὐτῶν τισιν ἐλείποντο, ἀλλὰ πάντα εἰς ταὐτὸ συνῆλθεν [p. 313] ἐπὶ τῶν ἓξ καὶ τριακοσίων ἀνδρῶν ἐκείνων τὰ ἀδύνατα· μὴ παῖδας αὐτοῖς καταλειφθῆναι νηπίους, μὴ γυναῖκας ἐγκύους, μὴ ἀδελφοὺς ἀνήβους, μὴ πατέρας ἐν ἀκμῇ. ταύτῃ μὲν δὴ τὸν λόγον ἐξετάζων οὐκ ἀληθῆ νενόμικα, [5] ἐκεῖνον δ᾽ ἀληθῆ· τῶν τριῶν ἀδελφῶν, Καίσωνός τε καὶ Κοίντου καὶ Μάρκου τῶν ὑπατευσάντων τὰς συνεχεῖς ἑπτὰ ὑπατείας, ἐγκαταλειφθῆναι πείθομαι Μάρκῳ παιδίον, καὶ τοῦτ᾽ εἶναι τὸ λεγόμενον ἐκ τοῦ Φαβίων οἴκου λοιπόν. [6] οὐδὲν δὲ κωλύει τῷ μηκέτι τῶν ἄλλων ἐπιφανῆ τινα καὶ λαμπρὸν ἔξω τοῦ ἑνὸς τοῦδε ἀνδρωθέντος γενέσθαι ταύτην παραστῆναι τοῖς πολλοῖς τὴν δόξαν, ὅτι μόνος ἐκεῖνος ἐκ τοῦ Φαβίων γένους ἐστὶ λοιπός· οὐχ ὡς μηδενὸς ἄλλον ὄντος, ἀλλ᾽ ὡς μηδενὸς ἐκείνοις ὁμοίου, ἀρετῇ τεκμαιρομένοις τὸ συγγενές, οὐ φύσει· καὶ περὶ μὲν τούτων ταῦθ᾽ ἱκανά. ;ΚΕΦΑΛΑΙΟΝ ΚΓ΄ [1] οἱ γοῦν Τυρρηνοὶ τούς τ᾽ ἄνδρας διαφθείραντες καὶ τὸ ἐν τῇ Κρεμέρᾳ φρούριον παραλαβόντες ἐπὶ τὴν ἄλλην στρατιὰν τῶν Ῥωμαίων ἦγον τὰς δυνάμεις. ἔτυχε δ᾽ οὐ μακρὰν κατεστρατοπεδευκὼς ὁ ἕτερος τῶν ὑπάτων Μενήνιος οὐκ ἐν ἀσφαλεῖ χωρίῳ· καὶ ὅτε ἡ Φαβίων συγγένεια καὶ τὸ πελατικὸν αὐτῶν ἀπώλλυντο, τριάκοντά που σταδίους ἀπεῖχεν ἀφ᾽ οὗ τὸ πάθος ἐγένετο τόπου, δόξαν τ᾽ οὐκ ὀλίγοις παρέσχε, γνοὺς ἐν οἵοις κακοῖς ἦσαν οἱ Φάβιοι, μηδεμίαν [p. 314] αὐτῶν ποιήσασθαι φροντίδα τῆς τ᾽ ἀρετῆς καὶ [2] δόξης τοῖς ἀνδράσι φθονῶν. τοιγαροῦν μετὰ ταῦθ᾽ ὑπαχθεὶς ὑπὸ τῶν δημάρχων εἰς δίκην ἐπὶ ταύτῃ μάλιστα τῇ αἰτίᾳ ἑάλω. σφόδρα γὰρ ἐπένθησεν ἡ Ῥωμαίων πόλις ἀνδρῶν τοσούτων καὶ τοιούτων ἀρετὰς ἀποκειραμένη, καὶ πρὸς ἅπαν τὸ δόξαν αὐτοῖς αἴτιον γεγονέναι τῆς τοιαύτης συμφορᾶς πικρῶς καὶ ἀπαραιτήτως εἶχεν· τὴν δ᾽ ἡμέραν ἐκείνην, ἐν ᾗ τὸ πάθος ἐγένετο, μέλαινάν τε καὶ ἀποφράδα τίθεται, καὶ οὐδενὸς ἂν ἔργου ἐν ταύτῃ χρηστοῦ ἄρξαιτο, τὴν τότε συμβᾶσαν αὐτῇ τύχην ὀττευομένη. [3] ὡς δὲ πλησίον ἐγένοντο τῶν Ῥωμαίων οἱ Τυρρηνοί, συνιδόντες αὐτῶν τὸ στρατόπεδον — ἦν δ᾽ ὑπὸ λαγόνι κείμενον ὄρους — τῆς τ᾽ ἀπειρίας τοῦ στρατηγοῦ κατεφρόνησαν, καὶ τὸ δοθὲν ὑπὸ τῆς τύχης πλεονέκτημα ἀγαπητῶς ἔλαβον. καὶ αὐτίκα τοὺς ἱππεῖς ἀναλαβόντες κατὰ τὴν ἑτέραν πλευρὰν τοῦ λόφου οὐδενὸς κωλύοντος ἀνέβησαν ἐπὶ τὴν κορυφήν. καταλαβόμενοι δὲ τὸν ὑπὲρ κεφαλῆς τῶν Ῥωμαίων κόρυμβον ἔθεντο ἐν τούτῳ τὰ ὅπλα, καὶ τὴν ἄλλην δύναμιν ἀσφαλῶς ἀναβιβάσαντες ὑψηλῷ χάρακι καὶ βαθείᾳ τάφρῳ τὴν παρεμβολὴν ὠχυρώσαντο. [4] εἰ μὲν οὖν συνιδὼν ὁ Μενήνιος, οἷον ἔδωκε πλεονέκτημα τοῖς πολεμίοις, μετέγνω τε τὴν ἁμαρτάδα καὶ εἰς ἀσφαλέστερον ἀπήγαγε χωρίον τὴν στρατιάν, σοφὸς ἂν ἦν, νῦν δὲ δι᾽ αἰσχύνης λαμβάνων τὸ δοκεῖν ἡμαρτηκέναι [p. 315] καὶ τὸ αὔθαδες πρὸς τοὺς μεταδιδάσκοντας φυλάττων, μετὰ αἰσχύνης ἄξιον πτῶμα ἔπεσεν. [5] οἷα γὰρ ἐξ ὑπερδεξίων αὐτοῦ τόπων οἱ πολέμιοι τὰς ἐξόδους ἑκάστοτε ποιούμενοι πολλὰ ἐπλεονέκτουν, ἀγοράς τ᾽ αὐτῶν ἀγομένας ὑπὸ τῶν ἐμπόρων ἁρπάζοντες, καὶ τοῖς ἐπὶ χιλὸν ἢ ὕδωρ ἐκπορευομένοις ἐπιτιθέμενοι· καὶ περιειστήκει τῷ μὲν ὑπάτῳ μήτε καιροῦ εἶναι κυρίῳ, ἐν ᾧ τὸν ἀγῶνα ἔμελλε ποιεῖσθαι, μήτε τόπου, ἃ δοκεῖ μεγάλα εἶναι κατηγορήματα ἡγεμόνων στρατηγίας ἀπείρων· τοῖς δὲ Τυρρηνοῖς ἀμφότερα, ὡς ἐβούλοντο, [6] εἶχε ταῦτα. καὶ οὐδὲ τότ᾽ ἀπαναστῆσαι τὴν στρατιὰν ὁ Μενήνιος ὑπέμεινεν, ἀλλ᾽ ἐξαγαγὼν παρέταξεν ὡς εἰς μάχην, καταφρονήσας τῶν τὰ συμφέροντα ὑποτιθεμένων. καὶ οἱ Τυρρηνοὶ τὴν ἄνοιαν τοῦ στρατηγοῦ μέγα εὐτύχημα ἡγησάμενοι κατέβαινον ἐκ τοῦ χάρακος οὐκ ἐλάττους ἢ διπλάσιοι τῶν πολεμίων ὄντες. [7] ὡς δὲ συνέπεσον ἀλλήλοις, φόνος ἐγίγνετο τῶν Ῥωμαίων πολὺς οὐ δυναμένων ἐν τῇ τάξει μένειν. ἐξεώθουν γὰρ αὐτοὺς οἱ Τυρρηνοὶ τοῦ τε χωρίου τὴν φύσιν ἔχοντες σύμμαχον καὶ τῶν ἐφεστηκότων κατόπιν — ἐτάξαντο γὰρ ἐπὶ βάθος — ἐμπτώσει πολλῇ συνεργούμενοι. πεσόντων δὲ τῶν ἐπιφανεστάτων λοχαγῶν, ἡ λοιπὴ τῶν Ῥωμαίων δύναμις ἐγκλίνασα ἔφευγεν ἐπὶ τὸν χάρακα· οἱ δ᾽ ἠκολούθουν, καὶ τάς τε σημαίας αὐτῶν ἀφαιροῦνται καὶ τοὺς τραυματίας συλλαμβάνουσι [p. 316] καὶ τῶν νεκρῶν γίνονται κύριοι. καὶ [8] κατακλείσαντες αὐτοὺς εἰς πολιορκίαν καὶ δι᾽ ὅλης τῆς λοιπῆς ἡμέρας προσβολὰς ποιησάμενοι πολλὰς καὶ οὐδὲ τὴν νύκτα ἀφέντες αἱροῦσι τὸν χάρακα ἐκλιπόντων αὐτὸν τῶν ἔνδον, καὶ γίνονται πολλῶν σωμάτων τε καὶ χρημάτων ἐγκρατεῖς· οὐδὲ γὰρ ἀποσκευάσασθαι δύναμιν ἔσχον οἱ φεύγοντες, ἀλλ᾽ ἀγαπητῶς αὐτὰ τὰ σώματα διέσωσαν, οὐδὲ τὰ ὅπλα πολλοὶ φυλάττοντες. ;ΚΕΦΑΛΑΙΟΝ ΚΔ΄ [1] οἱ δ᾽ ἐν τῇ Ῥώμῃ τήν τ᾽ ἀπώλειαν τῶν σφετέρων καὶ τὴν ἅλωσιν τοῦ χάρακος μαθόντες — ἧκον γὰρ οἱ πρῶτοι διασωθέντες ἐκ τῆς τροπῆς πολλῆς ἔτι νυκτὸς οὔσης — εἰς μέγαν θόρυβον ὥσπερ εἰκὸς κατέστησαν· καὶ ὡς αὐτίκα δὴ μάλα τῶν πολεμίων ἐπὶ σφᾶς ἐλευσομένων ἁρπάσαντες τὰ ὅπλα, οἱ μὲν τὰ τείχη περιεστεφάνουν, οἱ δὲ πρὸ τῶν πυλῶν ἐτάξαντο, οἱ δὲ τὰ μετέωρα τῆς πόλεως κατελαμβάνοντο. [2] ἦν δὲ δρόμος ἄτακτος ἀνὰ τὴν πόλιν ὅλην καὶ βοὴ συμμιγής, καὶ ἐπὶ τοῖς τέγεσι τῶν οἴκων εἰς ἀλκὴν καὶ ἀγῶνα εὐτρεπὴς ὁ κατοικίδιος ὄχλος, πυρσοί τε συνεχεῖς, οἷα δὴ ἐν νυκτὶ καὶ σκοταίᾳ ταύτῃ, ὑπὸ λαμπάδων καὶ ἀπὸ τεγῶν τοσοῦτοι τὸ πλῆθος ᾔροντο, ὥστε συναφὲς εἶναι δοκεῖν τοῖς πρόσωθεν ὁρῶσι τὸ [3] σέλας καὶ δόξαν ἐμπιμπραμένης πόλεως παρασχεῖν. καὶ [p. 317] εἰ τότε οἱ Τυρρηνοὶ τῶν ἐκ τοῦ χάρακος ὠφελειῶν ὑπεριδόντες ἐκ ποδὸς τοῖς φεύγουσιν ἠκολούθησαν, ἅπασ᾽ ἂν διέφθαρτο ἡ στρατεύσασα ἐπ᾽ αὐτοὺς δύναμις, νῦν δὲ πρὸς ἁρπαγάς τε τῶν ἐγκαταλειφθέντων ἐν τῷ χάρακι τραπόμενοι καὶ ἀναπαύσει τὰ σώματα δόντες μεγάλου αὐχήματος ἑαυτοὺς ἐστέρησαν. τῇ δ᾽ ἑξῆς ἡμέρᾳ τὰς δυνάμεις ἄγοντες ἐπὶ τὴν Ῥώμην καὶ σταδίους ἀμφὶ τοὺς ἑκκαίδεκα ἀποσχόντες ὄρος, ἐξ οὗ σύνοπτός ἐστιν ἡ Ῥώμη, τὸ καλούμενον Ἰάνικλον, καταλαμβάνονται, ὅθεν ὁρμώμενοι τὴν Ῥωμαίων χώραν ἦγόν τε καὶ ἔφερον ἀκώλυτοι κατὰ πολλὴν τῶν ἔνδον ὑπεροψίαν, μέχρι τοῦ παραγενέσθαι τὸν ἕτερον τῶν ὑπάτων Ὁράτιον ἄγοντα τὴν ἐν Οὐολούσκοις δύναμιν. [4] τότε δὴ ἐν τῷ ἀσφαλεῖ Ῥωμαῖοι νομίσαντες εἶναι καὶ τὴν ἐν τῇ πόλει νεότητα καθοπλίσαντες ἐξῆλθον εἰς τὴν ὕπαιθρον. ὡς δὲ τήν τε πρώτην μάχην ἀπὸ σταδίων ὀκτὼ τῆς πόλεως ποιησάμενοι παρὰ τὸ τῆς Ἐλπίδος ἱερὸν ἐνίκησάν τε καὶ ἀπεώσαντο τοὺς ἀντιταξαμένους, καὶ μετὰ ταύτην αὖθις ἑτέρᾳ πλείονι δυνάμει τῶν Τυρρηνῶν ἐπελθόντων παρὰ ταῖς Κολλίναις καλουμέναις πύλαις ποιησάμενοι λαμπρῶς ἠγωνίσαντο, καὶ ἀνέπνευσαν ἐκ τοῦ δέους, καὶ τὸ ἔτος τοῦτ᾽ ἐτελεύτα. ;ΚΕΦΑΛΑΙΟΝ ΚΕ΄ [1] τῷ δ᾽ ἑξῆς ἔτει περὶ τὰς θερινὰς μάλιστα [p. 318] τροπὰς Σεξτιλίου μηνὸς παραλαμβάνουσι τὴν ὑπατείαν ἄνδρες ἔμπειροι πολέμων Σερούιός τε Σερουίλιος καὶ Αὖλος Οὐεργίνιος, οἷς ὁ πρὸς τοὺς Τυρρηνοὺς πόλεμος καίτοι μέγας καὶ χαλεπὸς ὢν χρυσὸς ἐφαίνετο παρὰ τὸν ἐντὸς τείχους ἐξεταζόμενος. ἀσπόρου γὰρ τῆς χώρας ἐν τῷ παρελθόντι χειμῶνι διὰ τὸν ἐπιτειχισμὸν τοῦ πλησίον ὄρους καὶ τὰς συνεχεῖς καταδρομὰς γενομένης, καὶ οὐδὲ τῶν ἐμπόρων ἔτι τὰς ἔξωθεν ἐπεισαγόντων ἀγορὰς σπάνις ἰσχυρὰ σίτου τὴν Ῥώμην κατέσχε μεστὴν οὖσαν ὄχλου τοῦ τε κατοικιδίου καὶ [2] τοῦ συνερρυηκότος ἐκ τῶν ἀγρῶν. τῶν μὲν γὰρ ἐν ἥβῃ πολιτῶν ὑπὲρ τὰς ἕνδεκα μυριάδας ἦσαν, ὡς ἐκ τῆς ἔγγιστα τιμήσεως εὑρέθη, γυναικῶν δὲ καὶ παίδων καὶ τῆς οἰκετικῆς θεραπείας ἐμπόρων τε καὶ παίδων καὶ τῆς οἰκετικῆς θεραπείας ἐμπόρων τε καὶ ἐργαζομένων τὰς βαναύσους τέχνας μετοίκων — οὐδενὶ γὰρ ἐξῆν Ῥωμαίων οὔτε κάπηλον οὔτε χειροτέχνην βίον ἔχειν — οὐκ ἔλαττον ἢ τριπλάσιον τοῦ πολιτικοῦ πλήθους· οὓς οὐκ ἦν παραμυθήσασθαι ῥᾴδιον ἀγανακτοῦντας ἐπὶ τῷ πάθει καὶ συντρέχοντας εἰς τὴν ἀγορὰν καὶ καταβοῶντας τῶν ἐν τοῖς τέλεσιν, ἐπί τε τὰς οἰκίας τῶν πλουσίων κατὰ πλῆθος ὠθουμένους, καὶ διαρπάζειν ἐπιχειροῦντας ἄτερ ὠνῆς τὰς ἀποκειμένας αὐτοῖς τροφάς. [3] οἱ δὲ δήμαρχοι συνάγοντες αὐτοὺς εἰς ἐκκλησίαν καὶ κατηγοροῦντες τῶν πατρικίων ὡς αἰεί τι κακὸν [p. 319] ἐπὶ τοῖς πένησι μηχανωμένων, καὶ πάνθ᾽, ὅσα πώποτε δεινὰ συνέβη κατὰ τὴν ἀτέκμαρτόν τε καὶ ἀφύλακτον ἀνθρώποις τύχην, ἐκείνων ἔργα λέγοντες, [4] ὑβριστὰς εἶναι πικροὺς ἐξειργάσαντο. τοιούτοις συνεχόμενοι κακοῖς οἱ ὕπατοι πέμπουσι τοὺς συνωνησομένους σῖτον ἐκ τῶν σύνεγγυς τόπων μετὰ πολλῶν χρημάτων, καὶ τὸν ἐν ταῖς οἰκίαις ἔταξαν εἰς τὸ δημόσιον ἀναφέρειν τοὺς εἰς τὸν ἑαυτῶν βίον πλείονα τοῦ μετρίου παραθεμένους, τιμὴν ὁρίσαντες ἀποχρῶσαν. ταῦτα δὴ καὶ ἄλλα πολλὰ μηχανώμενοι τοιαῦτα ἐπέσχον τῶν πενήτων τὰς παρανομίας καὶ ἀναστροφὴν ἔλαβον τῆς εἰς τὸν πόλεμον παρασκευῆς. ;ΚΕΦΑΛΑΙΟΝ ΚΣΤ΄ [1] ἐπεὶ δ᾽ αἱ μὲν ἔξωθεν ἐβράδυνον ἀγοραί, τὰ δ᾽ ἐντὸς τείχους τροφῆς ἐχόμενα πάντα κατανάλωτο, ἀποστροφὴ δὲ τῶν κακῶν οὐδεμία ἦν ἑτέρα, ἀλλὰ δυεῖν θάτερον ἐχρῆν, ἢ τοὺς πολεμίους ἐκβαλεῖν ἐκ τῆς χώρας ἁπάσῃ δυνάμει παρακινδυνεύσαντας, ἢ τειχήρεις μένοντας ὑπὸ λιμοῦ τε καὶ στάσεως διαφθαρῆναι, τὸ κουφότερον αἱρούμενοι τῶν κακῶν ἔγνωσαν ὁμόσε χωρεῖν τοῖς ἐκ τῶν πολεμίων δεινοῖς. [2] προαγαγόντες δὲ τὰς δυνάμεις ἐκ τῆς πόλεως περὶ μέσας νύκτας διέβησαν τὸν ποταμὸν ἐπὶ σχεδίαις καί, πρὶν ἡμέραν λαμπρὰν γενέσθαι, πλησίον τῶν πολεμίων κατεστρατοπέδευσαν. τῇ δ᾽ ἑξῆς ἡμέρᾳ προελθόντες ἔταξαν ὡς εἰς μάχην τὸν στρατόν. εἶχε δὲ τὸ μὲν δεξιὸν τῶν κεράτων Οὐεργίνιος, τὸ δ᾽ εὐώνυμον Σερουίλιος. [3] ἰδόντες [p. 320] δ᾽ αὐτοὺς εὐτρεπεῖς ὄντας οἱ Τυρρηνοὶ πρὸς τὸν ἀγῶνα σφόδρα ἐχάρησαν, ὡς ἑνὶ τῷ τότε κινδύνῳ κατὰ νοῦν χωρήσαντι τὴν Ῥωμαίων καθελοῦντες ἀρχήν, εἰδότες, ὅτι πᾶν, ὅσον ἦν κράτιστον στρατιωτικὸν αὐτῶν, εἰς τὸν ἀγῶνα ἐκεῖνον ὥρμητο, καὶ δι᾽ ἐλπίδος ἔχοντες, ἐν ᾗ πολὺ τὸ κοῦφον ἦν, ῥᾳδίως αὐτῶν κρατήσειν, ἐπειδὴ τὴν μετὰ Μενηνίου δύναμιν ἐν δυσχωρίαις παραταξαμένην σφίσιν ἐνίκησαν. γενομένης δ᾽ ἰσχυρᾶς καὶ πολυχρονίου μάχης πολλοὺς μὲν ἀποκτείναντες Ῥωμαίων, πολλῷ δ᾽ ἔτι πλείονας τῶν σφετέρων ἀποβαλόντες ἀνεχώρουν βάδην ἐπὶ τὸν χάρακα. [4] ὁ μὲν οὖν Οὐεργίνιος τὸ δεξιὸν κέρας ἔχων οὐκ εἴα διώκειν τοὺς σφετέρους, ἀλλ᾽ ἐπὶ τῷ κατορθώματι μένειν, ὁ δὲ Σερουίλιος ὁ τεταγμένος ἐπὶ θατέρου κέρως ἐδίωκε τοὺς καθ᾽ ἑαυτὸν ἑπόμενος ἄχρι πολλοῦ. ὡς δ᾽ ἐν τοῖς μετεώροις ἐγένετο, ὑποστρέψαντες οἱ Τυρρηνοί, καὶ τῶν ἐκ τοῦ χάρακος ἐπιβοηθησάντων, ἐνσείουσιν αὐτοῖς. οἱ δ᾽ ὀλίγον τινὰ δεξάμενοι χρόνον ἐγκλίνουσι τὰ νῶτα, καὶ κατὰ τοῦ λόφου διωκόμενοι σποράδες ἀπώλλυντο. [5] μαθὼν δὲ Οὐεργίνιος, ἐν οἵαις ἦν τύχαις ἡ τὸ ἀριστερὸν κέρας κατέχουσα στρατιά, πᾶσαν ἔχων τὴν δύναμιν ἐν τάξει πλαγίαν ἦγε διὰ τοῦ ὄρους ὁδόν. γενόμενος δὲ κατὰ νώτου τῶν διωκόντων τοὺς σφετέρους, μέρος μέν τι ταύτῃ καταλείπει τῆς στρατιᾶς κωλύσεως ἕνεκεν τῶν ἐκ τοῦ χάρακος ἐπιβοηθησόντων, τὸ δὲ λοιπὸν αὐτὸς ἄγων ἐπεφέρετο τοῖς πολεμίοις. ἐν δὲ τούτῳ καὶ οἱ μετὰ τοῦ Σερουιλίου θαρσήσαντες τῇ [p. 321] παρουσίᾳ τῶν σφετέρων ὑποστρέφουσί τε καὶ καταστάντες ἐμάχοντο. κυκλωθέντες δ᾽ ὑπ᾽ ἀμφοῖν οἱ Τυρρηνοὶ καὶ οὔτε πρόσω διεκπορευθῆναι δυνάμενοι διὰ τοὺς ὁμόσε χωροῦντας, οὔτ᾽ ὀπίσω φεύγειν ἐπὶ τὸν χάρακα διὰ τοὺς κατόπιν ἐπιόντας, οὐκ ἀνάνδρως, [6] ἀτυχῶς δ᾽ οἱ πλείους κατεκόπησαν. γενομένης δ᾽ οἰκτρᾶς νίκης περὶ τοὺς Ῥωμαίους, καὶ οὐ παντάπασιν εὐτυχὲς τέλος εἰληφότος τοῦ ἀγῶνος οἱ μὲν ὕπατοι πρὸ τῶν νεκρῶν καταστρατοπεδευσάμενοι τὴν ἐπιοῦσαν νύκτα ηὐλίσαντο, οἱ δὲ κατέχοντες τὸ Ἰάνικλον Τυρρηνοί, ἐπειδὴ οὐδεμία παρὰ τῶν οἴκοθεν ἤρχετο ἐπικουρία, καταλιπεῖν ἔκριναν τὸ φρούριον, καὶ ἀναστρατοπεδεύσαντες νυκτὸς ἀπῆραν εἰς τὴν Οὐιεντανῶν πόλιν ἐγγυτάτω σφίσι τῶν Τυρρηνίδων πόλεων κειμένην. [7] τοῦ δὲ χάρακος αὐτῶν οἱ Ῥωμαῖοι κρατήσαντες τά τε χρήματα διαρπάζουσιν, ὅσα ὑπελείποντο ἀδύνατα ὄντα ἐν φυγῇ φέρεσθαι, καὶ τραυματίας λαμβάνουσι πολλούς, τοὺς μὲν ἐν ταῖς σκηναῖς ἀπολειφθέντας, τοὺς δ᾽ ἀνὰ τὴν ὁδὸν ἅπασαν ἐστρωμένους. [8] ἀντείχοντο γάρ τινες γλιχόμενοι τῆς οἴκαδε ὁδοῦ καὶ διεκαρτέρουν παρὰ δύναμιν ἀκολουθοῦντες, εἶτα βαρυνομένων αὐτοῖς τῶν μελῶν ἡμιθνῆτες κατέρρεον ἐπὶ τὴν γῆν· οὓς οἱ τῶν Ῥωμαίων ἱππεῖς ἐπὶ πολὺ τῆς ὁδοῦ προελθόντες ἀνείλοντο· καὶ ἐπειδὴ οὐδὲν ἔτι πολέμιον ἦν καθελόντες τὸ φρούριον καὶ τὰ λάφυρα ἄγοντες ἧκον εἰς τὴν πόλιν, τὰ σώματα τῶν ἐν τῇ μάχῃ τελευτησάντων κομίσαντες οἰκτρὰν ὄψιν ἅπασι τοῖς πολίταις διὰ πλῆθός [p. 322] [9] τε καὶ ἀρετὴν τῶν ἀπολομένων. ὥσθ᾽ ὁ μὲν δῆμος οὔθ᾽ ἑορτάζειν ὡς καλὸν ἀγῶνα κατορθώσας ἠξίου, οὔτε πενθεῖν ὡς ἐπὶ μεγάλῃ καὶ ἀνηκέστῳ συμφορᾷ· ἡ δὲ βουλὴ τοῖς μὲν θεοῖς τὰς ἀναγκαίους ἐψηφίσατο θυσίας, τὴν δ᾽ ἐπινίκιον τοῦ θριάμβου πομπὴν οὐκ ἐπέτρεψε ποιήσασθαι τοῖς ὑπάτοις. μετ᾽ οὐ πολλὰς δ᾽ ἡμέρας ἀγορᾶς ἐπλήσθη παντοδαπῆς ἡ πόλις τῶν τε δημοσίᾳ πεμφθέντων καὶ τῶν εἰωθότων ἐμπορεύεσθαι πολὺν εἰσαγαγόντων σῖτον, ὥστ᾽ ἐν τῇ προτέρᾳ πάντας εὐετηρίᾳ γενέσθαι. ;ΚΕΦΑΛΑΙΟΝ ΚΖ΄ [1] καταλυθέντων δὲ τῶν ὑπαιθρίων πολέμων ἡ πολιτικὴ στάσις αὖθις ἀνεκαίετο τῶν δημάρχων πάλιν ταραττόντων τὸ πλῆθος, καὶ τὰ μὲν ἄλλα πολιτεύματα διεσκέδασαν αὐτῶν ἀντιταττόμενοι πρὸς ἕκαστον οἱ πατρίκιοι, τὴν δὲ κατὰ Μενηνίου δίκην τοῦ νεωστὶ ὑπατεύσαντος καίτοι πολλὰ πραγματευθέντες ἀδύνατοι ἐγένοντο διαλῦσαι· [2] ἀλλ᾽ ὑπαχθεὶς ὁ ἀνὴρ εἰς δίκην ὑπὸ δυεῖν δημάρχων Κοίντου Κωνσιδίου καὶ Τίτου Γενυκίου, καὶ λόγον ἀπαιτούμενος τῆς στρατηγίας τοῦ πολέμου τέλος οὔτ᾽ εὐτυχὲς οὔτ᾽ εὐπρεπὲς λαβούσης, μάλιστα δὲ διαβαλλόμενος ἐπὶ τῷ Φαβίων ὀλέθρῳ καὶ τῇ Κρεμέρας ἁλώσει, δικάζοντος τοῦ δημοτικοῦ ὄχλου κατὰ φυλάς, οὐ παρ᾽ ὀλίγας ψήφους ὦφλεν, υἱὸς ὢν Ἀγρίππα Μενηνίου τοῦ καταγαγόντος ἐκ τῆς φυγῆς τὸν δῆμον καὶ διαλλάξαντος πρὸς τοὺς πατρικίους, ὃν ἀποθανόντα ἡ βουλὴ ἐκ τῶν δημοσίων χρημάτων λαμπροτάταις [p. 323] ἐκόσμησε ταφαῖς, αἱ δὲ γυναῖκες αἱ Ῥωμαίων ἐνιαύσιον ἐπένθησαν χρόνον πορφύραν καὶ χρυσὸν ἀποθέμεναι. [3] οὐ μέντοι θανάτου γ᾽ αὐτὸν οἱ καταδικασάμενοι ἐτίμησαν, ἀλλ᾽ ἐκτίσματος, ὃ πρὸς μὲν τοὺς νῦν ἐξεταζόμενον βίους γέλωτος ἂν ἄξιον φανείη, τοῖς δὲ τότ᾽ ἀνθρώποις αὐτουργοῖς οὖσι καὶ πρὸς αὐτὰ τὰ ἀναγκαῖα ζῶσι, μάλιστα δ᾽ ἐκείνῳ τῷ ἀνδρὶ πενίαν κληρονομήσαντι παρὰ τοῦ πατρὸς ἀφειδὲς ἦν καὶ βαρύ, δισχιλίων ἀριθμὸς ἀσσαρίων. ἦν δ᾽ ἀσσάριον τότε χάλκεον νόμισμα βάρος λιτριαῖον, ὥστε τὸ σύμπαν ὄφλημα ταλάντων ἑκκαίδεκα εἰς ὁλκὴν χαλκοῦ γενέσθαι. [4] καὶ τοῦτ᾽ ἐπίφθονον ἐφάνη τοῖς τότ᾽ ἀνθρώποις, καὶ ἐπανορθώσασθαι βουλόμενοι αὐτὸ τὰς μὲν χρηματικὰς ἔπαυσαν ζημίας, μετήνεγκαν δ᾽ εἰς προβάτων ἐκτίσματα καὶ βοῶν, τάξαντες καὶ τούτων ἀριθμὸν ταῖς ὕστερον ἐσομέναις ὑπὸ τῶν ἀρχόντων τοῖς ἰδιώταις ἐπιβολαῖς. ἐκ δὲ τῆς Μενηνίου καταδίκης ἀφορμὴν αὖθις εἰλήφεσαν οἱ πατρίκιοι τῆς πρὸς τὸ δημοτικὸν ὀργῆς καὶ οὔτε τὴν κληρουχίαν ἐπέτρεπον ἔτι αὐτῷ ποιεῖσθαι, [5] οὔτ᾽ ἄλλο ἐβούλοντο ἐνδιδόναι μαλακὸν οὐδέν. μετ᾽ οὐ πολὺ δὲ καὶ τῷ δήμῳ μετέμελε τῶν δεδικασμένων, ἐπειδὴ τὴν τελευτὴν τοῦ ἀνδρὸς ἐπύθετο· οὐδὲ γὰρ εἰς ἀνθρώπων ἔτι συνῆλθεν ὁμιλίας, οὐδ᾽ ἐν δημοσίῳ τινὶ πρὸς οὐδενὸς ὤφθη τόπῳ, ἐξόν τ᾽ αὐτῷ τὴν ζημίαν ἐκτίσαντι μηδενὸς ἀπελαύνεσθαι τῶν καινῶν — ἕτοιμοι γὰρ ἦσαν οὐκ ὀλίγοι τῶν ἐπιτηδείων αὐτοῦ [p. 324] τὴν καταδίκην ἀπαριθμεῖν — οὐκ ἠξίωσεν, ἀλλὰ θανάτου τὴν συμφορὰν τιμησάμενος οἴκοι μένων καὶ οὐδένα προσιέμενος ὑπό τ᾽ ἀθυμίας καὶ σίτων ἀποχῆς μαρανθεὶς ἀπέστη τοῦ βίου. καὶ τὰ μὲν ἐν τούτῳ πραχθέντα τῷ ἐνιαυτῷ τοιάδε ἦν. ;ΚΕΦΑΛΑΙΟΝ ΚΗ΄ [1] Ποπλίου δὲ Οὐαλερίου Ποπλικόλα καὶ Γαίου Ναυτίου παραλαβόντων τὴν ἀρχὴν ἕτερος ἀνὴρ πάλιν τῶν πατρικίων Σερούιος Σερουίλιος, ὁ τῷ παρελθόντι ὑπατεύσας ἔτει, μετ᾽ οὐ πολὺν ἢ τὴν ἀρχὴν ἀποθέσθαι χρόνον εἰς τὸν ὑπὲρ τῆς ψυχῆς ἀγῶνα ἤχθη. οἱ δὲ προθέντες αὐτῷ τὴν ἐν τῷ δήμῳ δίκην δύο τῶν δημάρχων ἦσαν, Λεύκιος Καιδίκιος καὶ Τῖτος Στάτιος, οὐκ ἀδικήματος, ἀλλὰ τύχης ἀπαιτοῦντες λόγον, ὅτι κατὰ τὴν πρὸς Τυρρηνοὺς μάχην ὠσάμενος ἐπὶ τὸν χάρακα τῶν πολεμίων ὁ ἀνὴρ θρασύτερον μᾶλλον ἢ φρονιμώτερον, ἐδιώχθη τε ὑπὸ τῶν ἔνδον ἀθρόων ἐπεξελθόντων καὶ τὴν κρατίστην νεότητα ἀπέβαλεν. [2] οὗτος ὁ ἀγὼν ἁπάντων ἐφάνη τοῖς πατρικίοις ἀγώνων βαρύτατος, ἠγανάκτουν τε συνιόντες πρὸς ἀλλήλους καὶ δεινὸν ἐποιοῦντο, εἰ τὰς εὐτολμίας τῶν στρατηγῶν καὶ τὸ μηδένα κίνδυνον ὀκνεῖν, ἐὰν ἐναντιωθῇ ταῖς ἐπιβολαῖς αὐτῶν τὸ δαιμόνιον, εἰς κατηγορίαν ἄξουσιν οἱ μὴ στάντες παρὰ τὰ δεινά· δειλίας τε καὶ ὄκνου καὶ τοῦ μηδὲν ἔτι καινουργεῖν τοὺς ἡγεμόνας, ὑφ᾽ ὧν [p. 325] ἐλευθερία τ᾽ ἀπόλλυται καὶ ἡγεμονία καταλύεται, τοὺς τοιούτους ἀγῶνας αἰτίους ἔσεσθαι κατὰ τὸ εἰκὸς ἐλογίζοντο. [3] παρακλήσει τε πολλῇ ἐχρῶντο τῶν δημοτικῶν μὴ καταγνῶναι τοῦ ἀνδρὸς τὴν δίκην, διδάσκοντες, ὡς μεγάλα βλάψουσι τὴν πόλιν ἐπὶ ταῖς ἀτυχίαις τοὺς στρατηγοὺς ζημιοῦντες. [4] ἐπεὶ δ᾽ ὁ τοῦ ἀγῶνος ἐνέστη χρόνος, παρελθὼν εἷς τῶν δημάρχων κατηγόρησε τοῦ ἀνδρός, Λεύκιος Καιδίκιος, ὅτι δι᾽ ἀφροσύνην τε καὶ τοῦ στρατηγεῖν ἀπειρίαν εἰς πρόδηλον ἄγων ὄλεθρον τὰς δυνάμεις ἀπώλεσε τῆς πόλεως τὴν κρατίστην ἀκμήν, καὶ εἰ μὴ ταχεῖα τοῦ κακοῦ γνῶσις ἐγένετο τῷ συνυπάτῳ, καὶ κατὰ σπουδὴν ἄγων τὰς δυνάμεις τούς τε πολεμίους ἀνέστειλε καὶ τοὺς σφετέρους ἔσωσε, μηδὲν ἂν γενέσθαι τὸ κωλῦσον ἅπασαν ἀπολωλέναι τὴν ἑτέραν δύναμιν καὶ τὸ λοιπὸν ἡμίσειαν ἀντὶ διπλασίας εἶναι τὴν πόλιν. [5] τοιαῦτ᾽ εἰπὼν μάρτυρας ἐπηγάγετο λοχαγούς τε, ὅσοι περιῆσαν, καὶ τῶν ἄλλων στρατιωτῶν τινας, οἳ τὸ ἑαυτῶν αἰσχρὸν ἐπὶ τῇ τότε ἥττῃ τε καὶ φυγῇ ζητοῦντες ἀπολύσασθαι τὸν στρατηγὸν ᾐτιῶντο τῆς περὶ τὸν ἀγῶνα δυσποτμίας. ἔπειτ᾽ οἶκτον ἐπὶ τῇ συμφορᾷ τῶν τότε τεθνηκότων καταχεάμενος πολὺν καὶ τὸ δεινὸν αὐξήσας, τά τ᾽ ἄλλα, ὅσα εἰς φθόνον κοινῇ κατὰ τῶν πατρικίων λεγόμενα τοὺς μέλλοντας ὑπὲρ τοῦ ἀνδρὸς δεήσεσθαι ἀνείρξειν ἔμελλεν ἐκ πολλῆς ὑπεροψίας διελθών, παρέδωκε τὸν λόγον. ;ΚΕΦΑΛΑΙΟΝ ΚΘ΄ [1] παραλαβὼν δὲ τὴν ἀπολογίαν ὁ Σερουίλιος εἶπεν· εἰ μὲν ἐπὶ δίκην με κεκλήκατε, ὦ πολῖται, [p. 326] καὶ λόγον ἀπαιτεῖτε τῆς στρατηγίας, ἕτοιμός εἰμι ἀπολογήσασθαι· εἰ δ᾽ ἐπὶ τιμωρίαν κατεγνωσμένην, καὶ οὐδὲν ἔσται μοι πλέον ἀποδείξαντι, ὡς οὐδὲν ὑμᾶς ἀδικῶ, λαβόντες τὸ σῶμα ὅ τι πάλαι βούλεσθε χρῆσθε. [2] ἐμοί τε γὰρ κρεῖττον ἀκρίτῳ ἀποθανεῖν μᾶλλον, ἢ λόγου τυχόντι καὶ μὴ πείσαντι ὑμᾶς· δόξαιμι γὰρ ἂν σὺν δίκῃ πάσχειν, ὅ τι ἄν μου καταγνῶτε, ὑμεῖς τ᾽ ἐν ἐλάττονι αἰτίᾳ ἔσεσθε ἀφελόμενοί μου τὸν λόγον καί, ἐν ᾧ καὶ εἴ τι ἀδικῶ ὑμᾶς ἄδηλόν ἐστιν, ἔτι ταῖς ὀργαῖς χαρισάμενοι. ἔσται δέ μοι ἡ διάνοια ὑμῶν ἐκ τῆς ἀκροάσεως καταφανής, θορύβῳ τε καὶ ἡσυχίᾳ εἰκάζοντι, πότερον ἐπὶ τιμωρίαν ἢ ἐπὶ δίκην κεκλήκατέ [3] με. ταῦτ᾽ εἰπὼν ἐπέσχε· σιγῆς δὲ γενομένης καὶ τῶν πλείστων ἐμβοησάντων θαρρεῖν τε καὶ ὅσα βούλεται λέγειν, παραλαβὼν τὸν λόγον πάλιν ἔλεξεν· ἀλλ᾽ εἴ τοι δικασταῖς ὑμῖν, ὦ πολῖται, καὶ μὴ ἐχθροῖς χρήσομαι, ῥᾳδίως πείσειν ὑμᾶς οἴομαι, ὅτι οὐδὲν ἀδικῶ. ποιήσομαι δὲ τὴν ἀρχὴν τῶν λόγων, ἐξ ὧν ἅπαντες ἴστε. ἐγὼ κατέστην ἐπὶ τὴν ἀρχὴν σὺν τῷ κρατίστῳ Οὐεργινίῳ, καθ᾽ ὃν χρόνον ἐπιτειχίσαντες ὑμῖν οἱ Τυρρηνοὶ τὸν ὑπὲρ τῆς πόλεως λόφον πάσης ἐκράτουν τῆς ὑπαίθρου ἀρχῆς, καὶ ἐν ἐλπίδι ἦσαν τοῦ καταλύσειν ἡμῶν τὴν ἀρχὴν ἐν τάχει. λιμὸς δὲ πολὺς ἐν τῇ πόλει καὶ στάσις καὶ τοῦ τί χρὴ πράττειν ἀμηχανία. [4] τοιούτοις δὴ καιροῖς ἐπιστὰς οὕτω ταραχώδεσι καὶ [p. 327] φοβεροῖς τοὺς μὲν πολεμίους ἅμα τῷ συνάρχοντι ἐνίκησα διτταῖς μάχαις καὶ ἠνάγκασα καταλιπόντας τὸ φρούριον ἀπελθεῖν· τὸν δὲ λιμὸν οὐκ εἰς μακρὰν ἔπαυσα τροφῆς ἀφθόνου πληρώσας τὰς ἀγοράς, καὶ τοῖς μετ᾽ ἐμὲ ὑπάτοις τήν τε χώραν παρέδωκα ὅπλων πολεμίων ἐλευθέραν, καὶ τὴν πόλιν ὑγιῆ πάσης νόσου πολιτικῆς, εἰς ἃς κατέβαλον αὐτὴν οἱ δημαγωγοῦντες. [5] τίνος οὖν ἀδικήματος ὑπεύθυνός εἰμι ὑμῖν; εἰ μὴ τὸ νικᾶν τοὺς πολεμίους ἐστὶν ὑμᾶς ἀδικεῖν. εἰ δ᾽ ἀποθανεῖν τισι τῶν στρατιωτῶν κατὰ τὴν μάχην εὐτυχῶς ἀγωνιζομένοις συνέπεσε, τί Σερουίλιος τὸν δῆμον ἀδικεῖ; οὐ γὰρ δὴ θεῶν τις ἐγγυητὴς τοῖς στρατηγοῖς τῆς ἁπάντων ψυχῆς τῶν ἀγωνιουμένων γίνεται, οὐδ᾽ ἐπὶ διακειμένοις καὶ ῥητοῖς τὰς ἡγεμονίας παραλαμβάνομεν, ὥσθ᾽ ἁπάντων κρατῆσαι τῶν πολεμίων καὶ μηδένα τῶν ἰδίων ἀποβαλεῖν. τίς γὰρ ἂν ὑπομείνειεν ἄνθρωπος ὢν ἅπαντα καὶ τὰ τῆς γνώμης καὶ τὰ τῆς τύχης εἰς ἑαυτὸν ἀναλαβεῖν; ἀλλὰ τὰ μεγάλα ἔργα μεγάλων ἀεὶ κινδύνων ὠνούμεθα. ;ΚΕΦΑΛΑΙΟΝ Λ΄ [1] καὶ οὐκ ἐμοὶ ταῦτα πρώτῳ πολεμίοις ὁμόσε χωρήσαντι συνέβη παθεῖν, ἅπασι δ᾽ ὡς εἰπεῖν, ὅσοι μάχας παρακεκινδυνευμένας σὺν ἐλάττοσι ταῖς σφετέραις δυνάμεσι πρὸς μείζονας τὰς τῶν ἐχθρῶν ἐποιήσαντο. ἐδίωξαν γὰρ ἤδη τινὲς ἐχθροὺς καὶ αὐτοὶ ἔφυγον καὶ ἀπέκτεινάν τε τῶν ἐναντίων πολλοὺς καὶ [p. 328] [2] ἀπώλεσαν ἔτι πλείους τῶν σφετέρων. ἐῶ γὰρ λέγειν, ὅτι πολλοὶ καὶ τὸ παράπαν ἡττηθέντες σὺν αἰσχύνῃ τε καὶ βλάβῃ μεγάλῃ ἀνέστρεψαν, ὧν οὐδεὶς τῆς τύχης δέδωκε δίκας· ἱκανὴ γὰρ ἡ συμφορά, καὶ τὸ μηδενὸς ἐπαίνου τυχεῖν, ὡς δ᾽ εἰ καὶ μηδὲν ἄλλο, μεγάλη τοῖς ἡγεμόσι καὶ χαλεπὴ ζημία. οὐ μὴν ἀλλ᾽ ἔγωγε τοσούτου δέω λέγειν, ὃ πάντες οἱ μέτριοι δίκαιον εἶναι φήσουσιν, ὡς οὐ δεῖ με τύχης εὐθύνας ὑπέχειν, ὥστ᾽ εἰ καὶ μηδεὶς ἄλλος τοιόνδε ἀγῶνα ὑπέμεινεν εἰσελθεῖν, ἐγὼ μόνος οὐ παραιτοῦμαι, ἀλλὰ συγχωρῶ τὴν τύχην ἐξετάζεσθαι τὴν ἐμὴν οὐχ ἧττον τῆς γνώμης, ἐκεῖνο προειπών· [3] ἐγὼ τὰς ἀνθρωπίνας πράξεις τάς τε δυστυχεῖς καὶ τὰς εὐτυχεῖς οὐκ ἐκ τῶν κατὰ μέρος ἔργων πολλῶν ὄντων καὶ ποικίλων ὁρῶ κρινομένας, ἀλλ᾽ ἐκ τοῦ τέλους· καὶ ὅταν μὲν τοῦτο χωρήσῃ κατὰ νοῦν, κἂν τὰ μεταξὺ πολλὰ ὄντα μὴ καθ᾽ ἡδονὰς γένηται, οὐδὲν ἧττον ἐπαινουμένας ὑπὸ πάντων ἀκούω καὶ ζηλουμένας καὶ τῆς ἀγαθῆς νομιζομένας τύχης· ὅταν δὲ πονηρὰς λάβωσι τελευτάς, καὶ ἐὰν ἅπαντα τὰ πρὸ τοῦ τέλους ἐκ τοῦ ῥᾴστου γένηται, οὐ τῇ σπουδαίᾳ τύχῃ [4] τῶν πραξάντων ἀποδιδομένας, ἀλλὰ τῇ κακῇ. τοῦτον δὴ τὸν σκοπὸν προιδόντες αὐτοὶ ἐξετάζετε καὶ τὴν ἐμὴν τύχην, ᾗ παρὰ τοὺς πολέμους κέχρημαι. καὶ ἐὰν μὲν εὕρητε ἡττημένον με ὑπὸ τῶν πολεμίων, πονηρὰν [p. 329] καλεῖτέ μου τὴν τύχην, ἐὰν δὲ κεκρατηκότα τῶν ἐχθρῶν, ἀγαθήν· περὶ μὲν οὖν τῆς τύχης, οὐκ ἀγνοῶν, ὅτι φορτικοὶ πάντες εἰσὶν οἱ περὶ αὐτῆς λέγοντες, ἔχων ἔτι πλείω λέγειν παύσομαι. {{DEFAULTSORT:Ρωμαικη Αρχαιολογια 09 21}} cie8k6sfu4kxwtn7uyhe7b04xu8jv42 Ρωμαϊκή Αρχαιολογία/θ/11 0 23588 148493 100303 2022-08-09T13:33:04Z Αντιγόνη 235 wikitext text/x-wiki {{Κεφαλίδα | τίτλος = Κεφάλαια 11–20 | συγγραφέας = Διονύσιος ο Αλικαρνασσεύς | μεταφραστής= | ενότητα = [[Ρωμαϊκή Αρχαιολογία/θ|Ῥωμαϊκὴ Ἀρχαιολογία: Λόγος θ΄]] | προηγούμενο= [[Ρωμαϊκή Αρχαιολογία/θ/01|Κεφάλαια 01–10]] | επόμενο = [[Ρωμαϊκή Αρχαιολογία/θ/21|Κεφάλαια 21–30]] | σημειώσεις = Dionysii Halicarnasei Antiquitatum Romanarum quae supersunt, Vol I-IV. Dionysius of Halicarnassus. Karl Jacoby. In Aedibus B.G. Teubneri. Leipzig. 1885. }} ;ΚΕΦΑΛΑΙΟΝ ΙΑ΄ [1] ὡς δ᾽ εἰς τὸ πεδίον ἀμφότεροι κατέστησαν, καὶ τὸ πολεμικὸν ἐσήμηναν αἱ σάλπιγγες, ἔθεον ἀλαλάξαντες ὁμόσε· καὶ συμπεσόντες ἀλλήλοις ἱππεῖς ἱππεῦσι καὶ [p. 289] πεζοὶ πεζοῖς ἐμάχοντο, καὶ πολὺς ἐξ ἀμφοτέρων ἐγίνετο φόνος. οἱ μὲν οὖν τὸ δεξιὸν ἔχοντες τῶν Ῥωμαίων κέρας, οὗ τὴν ἡγεμονίαν εἶχεν ὁ ἕτερος τῶν ὑπάτων Μάλλιος, ἐξέωσαν τὸ καθ᾽ ἑαυτοὺς μέρος, καὶ καταβάντες ἀπὸ τῶν ἵππων ἐμάχοντο πεζοί. οἱ δ᾽ ἐν τῷ εὐωνύμῳ κέρατι ταχθέντες ὑπὸ τοῦ δεξιοῦ τῶν πολεμίων ἐκυκλοῦντο. [2] ἦν γὰρ ἡ Τυρρηνῶν φάλαγξ κατὰ τοῦτο τὸ χωρίον ὑπερπετής τε καὶ οὐκ ὀλίγῳ μείζων τῆς ἑτέρας. παρερρήγνυτο δὴ ταύτῃ τὸ Ῥωμαικὸν στράτευμα καὶ πολλὰς πληγὰς ἐλάμβανεν. ἡγεῖτο δὲ τούτου κέρως Κόιντος Φάβιος, πρεσβευτὴς καὶ ἀντιστράτηγος ὤν, ὁ δὶς ὑπατεύσας· καὶ μέχρι πολλοῦ ἀντεῖχε τραύματα λαμβάνων παντοδαπά, ἔπειτα λόγχῃ βληθεὶς εἰς τὰ στέρνα μέχρι τῶν σπλάγχνων ἐλθούσης τῆς αἰχμῆς ἔξαιμος γενόμενος πίπτει. [3] ὡς δὲ τοῦτ᾽ ἤκουσεν ὁ ἕτερος τῶν ὑπάτων, Μάρκος Φάβιος — ἦν δὲ κατὰ μέσην τὴν φάλαγγα τεταγμένος — τοὺς κρατίστους τῶν λόχων ἀναλαβὼν καὶ τὸν ἕτερον τῶν ἀδελφῶν Καίσωνα Φάβιον ἀνακαλεσάμενος, παρήλαυνεν ἐπὶ τὴν ἑαυτοῦ φάλαγγα καὶ μέχρι πολλοῦ προελθών, ἐπειδὴ παρήλλαξεν τὸ δεξιὸν τῶν πολεμίων κέρας, ἤλαυνεν ἐπὶ τοὺς κυκλουμένους. ἐμπεσὼν δ᾽ αὐτοῖς φόνον τε τοῖς ἐν χερσὶ ποιεῖ πολὺν καὶ φυγὴν τῶν πρόσω, τόν τ᾽ ἀδελφὸν ἔτι ἐμπνέοντα καταλαβὼν αἴρεται. [4] ἐκεῖνος μὲν οὗν οὐ πολὺν ἔτι χρόνον ἐπιβιοὺς ἀποθνήσκει· τοῖς δὲ τιμωροῦσιν αὐτῷ θυμὸς ἔτι πλείων παρέστη καὶ μείζων [p. 290] πρὸς τὸ ἀντίπαλον· καὶ οὐδὲν ἔτι τῆς ἰδίας ψυχῆς προνοούμενοι σὺν ὀλίγοις εἰς μέσους ἐμπεσόντες τοὺς μάλιστα συνεστηκότας τῶν πολεμίων, σωροὺς ἐξεπλήρουν νεκρῶν. κατὰ μὲν δὴ τοῦτο τὸ μέρος ἔκαμεν ἡ [5] Τυρρηνῶν φάλαγξ, καὶ οἱ πρότερον ὠσάμενοι τοὺς πολεμίους ὑπὸ τῶν κεκρατημένων ἀνεκόπησαν. οἱ δὲ τὸ εὐώνυμον ἔχοντες κέρας κάμνοντες ἤδη καὶ φυγῆς ἄρχοντες, ἔνθα ὁ Μάλλιος ἦν ἐτρέψαντο τοὺς καθ᾽ ἑαυτούς. παλτῷ γάρ τις βαλὼν τὸν Μάλλιον διὰ τοῦ γόνατος ἄχρι τῆς ἰγνύας διήρεισε τὴν λόγχην· καὶ τὸν μὲν οἱ πέριξ ἄραντες ἐπὶ τὴν παρεμβολὴν ἀπεκόμιζον, οἱ δὲ πολέμιοι τὸν ἡγεμόνα τῶν Ῥωμαίων τεθνηκέναι δόξαντες ἐπερρώσθησαν, καὶ παραβοηθησάντων αὐτοῖς τῶν ἑτέρων ἐνέκειντο τοῖς Ῥωμαίοις οὐκ ἔχουσιν ἡγεμόνα. [6] ἠναγκάσθησαν δὲ πάλιν οἱ Φάβιοι καταλιπόντες τὸ εὐώνυμον κέρας τῷ δεξιῷ βοηθεῖν· καὶ οἱ Τυρρηνοὶ προσιόντας αὐτοὺς στίφει καρτερῷ μαθόντες τῆς μὲν ἐπὶ πλέον διώξεως ἀποτρέπονται, πυκνώσαντες δὲ τοὺς λόχους ἐμάχοντο ἐν τάξει, καὶ πολλοὺς μὲν τῶν σφετέρων ἀπέβαλον, πολλοὺς δὲ καὶ τῶν Ῥωμαίων ἀπέκτειναν. ;ΚΕΦΑΛΑΙΟΝ ΙΒ΄ [1] ἐν ᾧ δὲ ταῦτ᾽ ἐγίνετο, οἱ τὸν χάρακα τὸν ἐκλειφθέντα ὑπὸ τοῦ Μαλλίου καταλαβόμενοι Τυρρηνοὶ συνθήματος ἀρθέντος ἀπὸ τοῦ στρατηγίου σὺν τάχει πολλῷ καὶ προθυμίᾳ μεγάλῃ χωροῦντες ἐπὶ τὸν ἕτερον ἠπείγοντο τῶν Ῥωμαίων χάρακα, ὡς οὐκ ἀξιοχρέῳ δυνάμει [p. 291] φυλαττόμενον. καὶ ἦν ἡ δόξα αὐτῶν ἀληθής. ἔξω γὰρ τῶν τριαρίων καὶ ὀλίγων ἄλλων τῶν ἐν ἀκμῇ τὸ λοιπὸν πλῆθος ἐμπόρων τε καὶ θεραπόντων καὶ χειροτεχνῶν ἦν ἐν αὐτῷ· γίνεταί τε πολλῶν εἰς ὀλίγον συνελασθέντων χωρίον· περὶ γὰρ. ταῖς πύλαις ὁ ἀγὼν ἦν· ὀξεῖα καὶ χαλεπὴ μάχη, καὶ νεκροὶ παρ᾽ ἀμφοτέρων πολλοί. [2] ἐν τούτῳ τῷ ἔργῳ ὅ τε Μάλλιος ὕπατος ἐκβοηθῶν ἅμα τοῖς ἱππεῦσιν, ἐπειδὴ ὁ ἵππος ἔπεσε συγκατενεχθεὶς καὶ ἀδύνατος ὢν ἀναστῆναι ὑπὸ πλήθους τραυμάτων, ἀποθνήσκει καὶ πολλοὶ καὶ ἀγαθοὶ περὶ αὐτὸν ἄλλοι νέοι. μετὰ δὲ τὸ πάθος τοῦτ᾽ εὐθὺς ὁ χάραξ ἡλίσκετο, καὶ τέλος εἶχε τοῖς Τυρρηνοῖς τὰ [3] μαντεύματα εἰ μὲν οὖν ἐταμιεύσαντο τὴν παροῦσαν εὐτυχίαν καὶ διὰ φυλακῆς ἔσχον τὸν χάρακα, τάς τ᾽ ἀποσκευὰς τῶν Ῥωμαίων κατέσχον καὶ αὐτοὺς αἰσχρῶς ἀπελθεῖν ἠνάγκασαν· νῦν δὲ πρὸς ἁρπαγὴν τῶν ἀπολειφθέντων τραπόμενοι καὶ ἀναψύχοντες τὸ λοιπὸν οἱ πλείους καλὴν ἄγραν ἐκ τῶν χειρῶν ἀφῃρέθησαν. ὡς γὰρ ἀπηγγέλθη θατέρῳ τῶν ὑπάτων ἡ τοῦ χάρακος ἅλωσις, ἠπείγετο σὺν τοῖς ἀρίστοις ἱππέων τε καὶ πεζῶν. [4] καὶ οἱ Τυρρηνοὶ μαθόντες αὐτὸν ἐπιόντα περιεστεφάνωσαν τὸν χάρακα, μάχη τ᾽ αὐτῶν γίνεται καρτερὰ τῶν μὲν ἀνασώσασθαι βουλομένων τὰ σφέτερα, τῶν δέ, μὴ πασσυδὶ διαφθαρῶσιν ἁλόντος τοῦ χάρακος, δεδοικότων. χρόνου δὲ γινομένου πλείονος καὶ τῶν Τυρρηνῶν πολλὰ πλεονεκτούντων — ἦν γὰρ αὐτοῖς ἐξ [p. 292] ὑπερδεξίων τε χωρίων καὶ πρὸς ἀνθρώπους δι᾽ ἡμέρας ὅλης κεκμηκότας ἡ μάχη — Τῖτος Σίκκιος ὁ πρεσβευτὴς καὶ ἀντιστράτηγος, κοινωσάμενος τῷ ὑπάτῳ τὴν αὑτοῦ διάνοιαν τὸ ἀνακλητικὸν ἐκέλευε σημαίνειν, καὶ [5] καθ᾽ ἓν ἅπαντας γενομένους μιᾷ προσβάλλειν πλευρᾷ τοῦ χάρακος, καθ᾽ ὃ μάλιστα τὸ χωρίον ἦν ἐπιμαχώτατον· τὰ δὲ κατὰ τὰς πύλας εἴασε μέρη κατά τινα εἰκότα λογισμόν, ὃς οὐκ ἐψεύσατο αὐτόν, ὅτι σωθήσεσθαι μὲν ἐλπίσαντες οἱ Τυρρηνοὶ μεθήσονται τοῦ χάρακος, ἐν ἀπογνώσει δὲ τούτου γενόμενοι κυκλώσεώς τε πάντοθεν ὑπὸ τῶν πολεμίων γενομένης καὶ οὐδεμιᾶς ὑπαρχούσης ἐξόδου ἀναγκαῖον ἕξουσι τὸ εὔτολμον. [6] γενομένης δὲ καθ᾽ ἓν χωρίον τῆς προσβολῆς οὐκέτι πρὸς ἀλκὴν οἱ Τυρρηνοὶ ἐτράποντο, ἀλλ᾽ ἀνοίξαντες τὰς πύλας ἐπὶ τὸν ἑαυτῶν ἀνεσώζοντο χάρακα. ;ΚΕΦΑΛΑΙΟΝ ΙΓ΄ [1] ὁ δ᾽ ὕπατος ἐπειδὴ τὸ δεινὸν ἀπεώσατο, παρεβοήθει πάλιν τοῖς ἐν τῷ πεδίῳ. αὕτη μεγίστη λέγεται τῶν πρὸ αὐτῆς γενέσθαι Ῥωμαίοις μάχη, πλήθει τ᾽ ἀνθρώπων καὶ μήκει χρόνου καὶ τῷ ἀγχιστρόφῳ τῆς τύχης. αὐτῶν μὲν γὰρ τῶν ἐκ τῆς πόλεως Ῥωμαίων ἡ κρατίστη τε καὶ ἐπίλεκτος ἀκμὴ δισμυρίων μάλιστα πεζῶν ἐγένετο, καὶ τῶν συντεταγμένων τοῖς τέτταρσι τάγμασιν ἱππέων ὁμοῦ τι χιλίων καὶ διακοσίων, ἀποίκων δὲ καὶ συμμάχων ἑτέρα τοσαύτη. [2] χρόνος δ᾽ ἐμηκύνθη τοῦ ἀγῶνος ὀλίγῳ πρότερον τῆς μεσημβρίας [p. 293] ἀρξάμενος μέχρι δύσεως ἡλίου. τὰ δὲ τῆς τύχης μέχρι πολλοῦ τῇδε καὶ τῇδε νίκαις τε καὶ ἥτταις ταλαντευόμενα διέμεινεν· ὑπάτου δὲ θάνατος ἐγένετο καὶ πρεσβευτοῦ δὶς ὑπατεύσαντος καὶ ἄλλων πολλῶν ἡγεμόνων καὶ ταξιάρχων καὶ λοχαγῶν, ὅσων οὐδέπω πρότερον. τὸ μέντοι κράτος τοῦ ἀγῶνος ἐδόκει περὶ τοὺς Ῥωμαίους γεγονέναι κατ᾽ ἄλλο μὲν οὐδέν, ὅτι δὲ τῇ ἐπιούσῃ νυκτὶ καταλιπόντες τὸν χάρακα οἱ Τυρρηνοὶ ἀνέζευξαν. [3] τῇ δ᾽ ἑξῆς ἡμέρᾳ πρὸς ἁρπαγὰς τῆς ἐκλειφθείσης ὑπὸ τῶν Τυρρηνῶν παρεμβολῆς οἱ Ῥωμαῖοι τραπόμενοι καὶ ταφὰς ποιησάμενοι τῶν σφετέρων νεκρῶν ἀπῆλθον εἰς τὸν ἑαυτῶν χάρακα. ἐκεῖ δ᾽ ἐκκλησίαν ποιησάμενοι τοῖς ἀγωνισαμένοις λαμπρῶς τὰς ἀριστείους ἀπέδοσαν τιμάς, πρώτῳ μὲν Καίσωνι Φαβίῳ τῷ τοῦ ὑπάτου ἀδελφῷ μεγάλα καὶ θαυμαστὰ ἔργα ἀποδειξαμένῳ, δευτέρῳ δὲ τῷ Σικκίῳ, τῷ διαπραξαμένῳ τὸν χάρακα ἀνασώσασθαι, τρίτῳ δὲ Μάρκῳ Φλαβοληίῳ τῷ ἡγεμόνι τοῦ τάγματος, τοῦ θ᾽ ὅρκου χάριν καὶ τῆς παρὰ τὰ [4] δεινὰ ῥώμης. διαπραξάμενοι δὲ ταῦτα καὶ μείναντες ἡμέρας ὀλίγας ἐπὶ τοῦ χάρακος, ὡς οὐδεὶς ἀντεπεξῄει τῶν πολεμίων μαχησόμενος, ἀπῄεσαν ἐπ᾽ οἴκου. πάντων δὲ τῶν κατὰ τὴν πόλιν, ὡς ἐπὶ μεγίστῳ ἀγῶνι κάλλιστον τέλος εἰληφότι, τὴν ἐπινίκιον τιμὴν τοῦ θριάμβου τῷ περιόντι ὑπάτῳ προσθεῖναι βουλομένων, ἠρνήσατο τὴν χάριν αὐτῶν ὁ ὕπατος, οὔτε ὅσιον εἶναι [p. 294] λέγων οὔτε θεμιτὸν ἐπ᾽ ἀδελφοῦ θανάτῳ καὶ συνάρχοντος ἀποβολῇ πομπεύειν καὶ στεφανηφορεῖν· ἀποθεὶς δὲ τὰς σημαίας καὶ τοὺς στρατιώτας ἀπολύσας ἐπὶ τὰ οἰκεῖα τὴν ὑπατείαν ἀπωμόσατο, δυεῖν ἔτι μηνῶν εἰς τὸν ἐνιαύσιον χρόνον λειπομένων, ἀδύνατος, ὢν τὰ τῆς ἀρχῆς ἔτι πράττειν. ἐταλαιπώρει γὰρ ὑπὸ τραύματος ἐξαισίου καὶ ἦν κλινοπετής. ;ΚΕΦΑΛΑΙΟΝ ΙΔ΄ [1] ἑλομένης δὲ τῆς βουλῆς μεσοβασιλεῖς τῶν ἀρχαιρεσίων ἕνεκα, καὶ τοῦ δευτέρου μεσοβασιλέως συγκαλέσαντος εἰς τὸ πεδίον τοὺς λόχους, ἀποδείκνυται Καίσων Φάβιος ὁ τὰ ἀριστεῖα λαβὼν ἐκ τῆς μάχης, ἀδελφὸς δὲ τοῦ τὴν ἀρχὴν ἀποθεμένου, τὸ τρίτον ὕπατος καὶ σὺν αὐτῷ Τῖτος Οὐεργίνιος. οὗτοι διαλαχόντες τὰς δυνάμεις ἐξῄεσαν εἰς τὴν ὕπαιθρον· [2] Φάβιος μὲν Αἰκανοῖς πολεμήσων προνομεύουσι τοὺς Λατίνων ἀγρούς, Οὐεργίνιος δὲ Οὐιεντανοῖς. Αἰκανοὶ μὲν οὖν ἐπειδὴ στρατὸν ἐλευσόμενον ἐπ᾽ αὐτοὺς ἔγνωσαν, ἀναστάντες ἐκ τῆς πολεμίας διὰ τάχους ἀπῆλθον εἰς τὰς ἑαυτῶν πόλεις· καὶ μετὰ ταῦτα λεηλατουμένης τῆς σφετέρας γῆς ἠνείχοντο, ὥστε πολλῶν κρατῆσαι χρημάτων τὸν ὕπατον καὶ σωμάτων καὶ τῆς ἄλλης λείας ἐξ ἐφόδου. Οὐιεντανοὶ δὲ κατ᾽ ἀρχὰς ἐντὸς τείχους μένοντες, ἐπειδὴ καιρὸν ἔχειν ἔδοξαν ἐπιτήδειον, ἐπέθεντο τοῖς πολεμίοις ἐσκεδασμένοις ἀνὰ τὰ πεδία καὶ πρὸς ἁρπαγὴν τετραμμένοις τῆς λείας. [3] ἔχοντες δὲ πολλὴν καὶ συντεταγμένην δύναμιν ἐμβάλλουσιν εἰς αὐτούς, [p. 295] καὶ τήν τε λείαν ἀφαιροῦνται, καὶ τοὺς ὁμόσε χωροῦντας, οὓς μὲν ἀποκτείνουσιν, οὓς δ᾽ εἰς φυγὴν τρέπουσι· καὶ εἰ μὴ Τῖτος Σίκκιος πρεσβευτὴς τότ᾽ ὢν στίφει συντεταγμένῳ πεζῶν τε καὶ ἱππέων παραβοηθήσας ἐπέσχεν αὐτούς, οὐδὲν ἂν τὸ κωλῦσον ἦν ἅπασαν ἀπολέσθαι τὴν στρατιάν. ἐκείνου δ᾽ ἐμποδὼν γενομένου συνελθεῖν ἔφθασαν οἱ λοιποὶ οἱ καθ᾽ ἕνα διεσκεδασμένοι· πάντες δ᾽ ἐν ταὐτῷ γενόμενοι λόφον τινὰ καταλαμβάνονται περὶ δείλην ὀψίαν, καὶ τὴν ἐπιοῦσαν νύκτα ἐν τούτῳ ἔμειναν. [4] ἐπαρθέντες δὲ Οὐιεντανοὶ τῷ κατορθώματι πλησίον τοῦ λόφου τίθενται τὰ ὅπλα, καὶ τοὺς ἐκ τῆς πόλεως ἐκάλουν ὡς κατακεκλεικότες τοὺς Ῥωμαίους εἰς χωρίον, ἔνθα οὐδὲν τῶν ἐπιτηδείων ἔμελλον ἕξειν, καὶ προσαναγκάσοντες οὐκ εἰς μακρὰν παραδοῦναι σφίσι τὰ ὅπλα. γίνεταί τ᾽ αὐτῶν συχνοῦ ἐλθόντος ὄχλου δύο στρατεύματα περὶ τὰς ἐπιμάχους λαγόνας τοῦ λόφου, πολλά τ᾽ ἄλλα φρούρια βραχύτερα κατὰ τοὺς ἧττον ἐπικαίρους τόπους· καὶ πάντα ἦν μεστὰ [5] ὅπλων. ὁ δ᾽ ἕτερος τῶν ὑπάτων Φάβιος γραμμάτων παρὰ τοῦ συνάρχοντος ἀφικομένων ἐπιγνούς, ὅτι ἐν ἐσχάτοις εἰσὶν οἱ κατακλεισθέντες ἐν τῷ λόφῳ, καὶ κινδυνεύσουσιν, εἰ μή τις αὐτοῖς βοηθήσει, λιμῷ ἁλῶναι, ἀναστήσας τὸν στρατὸν ἦγεν ἐπὶ τοὺς Οὐιεντανοὺς σὺν τάχει· καὶ εἰ μιᾷ βραδύτερον ἡμέρᾳ διήνυσε τὴν ὁδόν, οὐδὲν ἂν ὤνησεν, ἀλλὰ διεφθαρμένην τὴν ἐκεῖ [p. 296] στρατιὰν κατέλαβε. πιεζόμενοι γὰρ τῇ σπάνει τῶν ἀναγκαίων οἱ κατέχοντες τὸν λόφον ἐξῆλθον ὡς τὸν εὐπρεπέστατον αἱρησόμενοι τῶν θανάτων, καὶ συμβαλόντες τοῖς πολεμίοις ἐμάχοντο κεκμηκότες οἱ πλείους τὰ σώματα λιμῷ τε καὶ δίψῃ καὶ ἀγρυπνίᾳ καὶ τῇ [6] ἄλλῃ κακώσει. μετ᾽ οὐ πολὺ δ᾽ ὡς τὸ τοῦ Φαβίου στράτευμα προσιὸν ὤφθη πολύ τε καὶ συντεταγμένον, θάρσος μὲν ἔφερε τοῖς σφετέροις, δέος δὲ τοῖς πολεμίοις· καὶ οἱ Τυρρηνοὶ οὐκέτι ἀξιόμαχοι εἶναι νομίσαντες πρὸς ἀγαθήν τε καὶ ἀκμῆτα δύναμιν εἰς ἀγῶνα χωρεῖν, ᾤχοντο ἐκλιπόντες τοὺς χάρακας. ὡς δ᾽ εἰς ταὐτὸ συνῆλθον αἱ τῶν Ῥωμαίων δυνάμεις ἀμφότεραι, στρατόπεδόν τε ποιοῦνται μέγα πλησίον τῆς πόλεως ἐν ἐχυρῷ, καὶ πολλὰς ἡμέρας αὐτόθι διατρίψαντες καὶ τὴν ἀρίστην τῶν Οὐιεντανῶν χώραν λεηλατήσαντες ἀπῆγον ἐπ᾽ οἴκου τὴν στρατιάν. [7] ὡς δ᾽ ἔγνωσαν οἱ Οὐιεντανοὶ τὰς δυνάμεις τῶν Ῥωμαίων ἀφειμένας ἀπὸ τῶν σημαιῶν, τὴν εὔζωνον ἀναλαβόντες νεότητα, ἥν τ᾽ αὐτοὶ συντεταγμένην εἶχον καὶ τὴν παρὰ τῶν πλησιοχώρων παροῦσαν, ἐμβάλλουσιν εἰς τὰ προσκείμενα τῇ σφετέρᾳ χώρᾳ πεδία, καὶ διαρπάζουσι καρπῶν τε καὶ βοσκημάτων καὶ ἀνθρώπων ὄντα μεστά. κατέβησαν γὰρ ἐκ τῶν ἐρυμάτων οἱ γεωργοὶ χιλοῦ τε τῶν βοσκημάτων ἕνεκα καὶ ἐργασίας τῶν ἀγρῶν πιστεύοντες τῇ σφετέρᾳ στρατιᾷ προκαθημένῃ καὶ οὐ φθάσαντες ἀπελθούσης ἀνασκευάσασθαι πάλιν, οὐκ ἐλπίσαντες τοσαῦτα [p. 297] κεκακωμένους τοὺς Οὐιεντανοὺς ταχεῖαν οὕτως ἀντεπιχείρησιν κατὰ τοῦ ἀντιπάλου ποιήσεσθαι. [8] αὕτη χρόνου μὲν μήκει βραχεῖα ἐγένετο ἡ τῶν Οὐιεντανῶν εἰς τὴν Ῥωμαίων γῆν ἐμβολή, πλήθει δὲ χώρας, ἣν ἐπῆλθον, ἐν τοῖς πάνυ μεγάλη, καὶ ἀχθηδόνα σὺν αἰσχύνῃ Ῥωμαίοις ἀήθη παρέσχεν ἄχρι Τιβέριός τε ποταμοῦ καὶ ὄρους Ἰανίκλου στάδια τῆς Ῥώμης οὐδ᾽ εἴκοσιν ἀφεστῶτος ἀφικομένη. ἡ κωλύσουσα γὰρ δύναμις ἐπὶ πλεῖον χωρεῖν τὰ πολέμια οὐκ ἦν ὑπὸ σημαίαις. ἔφθασε γοῦν τὸ τῶν Οὐιεντανῶν στράτευμα πρὶν ἢ συνελθεῖν τε καὶ λοχισθῆναι τοὺς Ῥωμαίους ἀπελθόν. ;ΚΕΦΑΛΑΙΟΝ ΙΕ΄ [1] συναχθείσης δὲ μετὰ τοῦτο τῆς βουλῆς ὑπὸ τῶν ὑπάτων καὶ σκέψεως γενομένης, τίνα χρὴ πολεμεῖν τοῖς Οὐιεντανοῖς τρόπον, ἡ νικῶσα ἦν γνώμη, στράτευμα συνεστηκὸς ἔχειν ἐπὶ τοῖς ὁρίοις, ὃ διὰ φυλακῆς ἕξει τὴν χώραν θυραυλοῦν καὶ αἰεὶ μένον ἐν τοῖς ὅπλοις. ἐλύπει δ᾽ αὐτοὺς ἥ τ᾽ εἰς τοὺς φρουροὺς δαπάνη πολλὴ σφόδρα ἐσομένη, τοῦ τε κοινοῦ ταμιείου διὰ τὰς συνεχεῖς στρατείας ἐξαναλωμένου καὶ τῶν ἰδίων βίων ἀπειρηκότων ταῖς εἰσφοραῖς· καὶ ἔτι μᾶλλον ἡ τῶν ἀποσταλησομένων φρουρῶν καταγραφὴ τίνα τρόπον ἂν γένοιτο, ὡς οὐκ ἂν ἑκουσίων γέ τινων προκειμένων [p. 298] ἁπάντων, καὶ μὴ ἐκ διαδοχῆς, ἀλλὰ συνεχῶς ταλαιπωρεῖν ὑποστησομένων. [2] ἀδημονούσης δ᾽ αὐτῆς ἐπ᾽ ἀμφοτέροις τούτοις συγκαλέσαντες οἱ δύο Φάβιοι τοὺς μετέχοντας τοῦ σφετέρου γένους καὶ βουλευσάμενοι μετ᾽ αὐτῶν ὑπέσχοντο τῇ βουλῇ τοῦτο τὸ κινδύνευμα αὐτοὶ περὶ πάντων ἑκόντες ὑπομενεῖν, πελάτας τε τοὺς ἑαυτῶν ἐπαγόμενοι καὶ φίλους καὶ τέλεσι τοῖς ἰδίοις, ὅσον ἂν χρόνον ὁ πόλεμος διαμένῃ, στρατευόμενοι. [3] ἀγασθέντων δ᾽ αὐτοὺς ἁπάντων τοῦ γενναίου τῆς προθυμίας καὶ τὸ νικᾶν παρ᾽ ἓν τοῦτο τὸ ἔργον τιθεμένων, κλεινοὶ καὶ περιβόητοι καθ᾽ ὅλην τὴν πόλιν ὄντες ἐξῄεσαν ἀναλαβόντες τὰ ὅπλα σὺν εὐχαῖς καὶ θυσίαις. ἡγεῖτο δ᾽ αὐτῶν Μάρκος Φάβιος ὁ τῷ παρελθόντι ὑπατεύσας ἔτει καὶ νικήσας τοὺς Τυρρηνοὺς τῇ μάχῃ, τετρακισχιλίους μάλιστα ἐπαγόμενος, ὧν τὸ μὲν πλεῖον πελατῶν τε καὶ ἑταίρων ἦν, ἐκ δὲ τοῦ Φαβίων γένους ἓξ καὶ τριακόσιοι ἄνδρες. εἵπετο δ᾽ αὐτοῖς μετ᾽ οὐ πολὺ καὶ ἡ Ῥωμαίων δύναμις, ἧς ἡγεῖτο Καίσων Φάβιος ὁ ἕτερος τῶν ὑπάτων. [4] γενόμενοι δὲ ποταμοῦ Κρεμέρας πλησίον, ὃς οὐ μακρὰν ἀπέχει τῆς Οὐιεντανῶν πόλεως, ὑπὲρ ὄχθου τινὸς ἀποτόμου καὶ περιρρῶγος ἐπετείχιζον αὐτοῖς φρούριον ἱκανὸν φυλάττεσθαι τοσαύτῃ στρατιᾷ τάφρους τ᾽ ὀρυξάμενοι περὶ αὐτὸ διπλᾶς καὶ πύργους ἐγείραντες πυκνούς· καὶ ὠνομάσθη τὸ φρούριον ἐπὶ τοῦ ποταμοῦ Κρεμέρα. οἷα δὲ πολυχειρίας τ᾽ ἐργαζομένης καὶ ὑπάτου συλλαμβάνοντος, [5] θᾶττον ἢ κατὰ δόξαν ἐτελέσθη τὸ ἔργον. καὶ μετὰ [p. 299] τοῦτ᾽ ἐξαγαγὼν τὴν δύναμιν παρήλασεν ἐπὶ θάτερα τὰ μέρη τῆς Οὐιεντανῶν χώρας τὰ πρὸς τὴν ἄλλην ἐστραμμένα Τυρρηνίαν, ἔνθα ἦν τοῖς Οὐιεντανοῖς τὰ βοσκήματα, οὐδέποτε στρατὸν ἥξειν Ῥωμαίων ἐκεῖ προσδεχομένοις. περιβαλόμενος δὲ πολλὴν λείαν ἀπῆγεν ἐπὶ τὸ νεόκτιστον φρούριον, χαίρων ἐπὶ τῇ ἄγρᾳ κατ᾽ ἀμφότερα, τῆς τ᾽ οὐ διὰ μακροῦ τῶν πολεμίων τιμωρίας ἕνεκα, καὶ ὅτι τοῖς φρουροῖς τοῦ χωρίου πολλὴν ἔμελλε παρέξειν εὐπορίαν. οὐδὲν γὰρ οὔτ᾽ εἰς τὸ δημόσιον ἀνήνεγκεν, οὔτε τοῖς στρατευομένοις ἰδιώταις ἀπένειμεν, ἀλλὰ καὶ πρόβατα καὶ ὑποζύγια καὶ ζεύγη βοεικὰ καὶ σίδηρον καὶ τἆλλα, ὅσα εἰς γεωργίαν ἐπιτήδεια ἦν, τοῖς περιπόλοις τῆς χώρας ἐχαρίσατο. [6] ταῦτα διαπραξάμενος ἀπῆγεν ἐπ᾽ οἴκου τὴν στρατιάν. τοῖς δὲ Οὐιεντανοῖς μετὰ τὸν ἐπιτειχισμὸν τοῦ χωρίου κακῶς πάνυ τὰ πράγματ᾽ εἶχεν, οὔτε τὴν γῆν ἔτι δυναμένοις ἀσφαλῶς γεωργεῖν οὔτε τὰς ἔξωθεν εἰσαγομένας ἀγορὰς δέχεσθαι. [7] νείμαντες γὰρ εἰς τέτταρα μέρη τὴν στρατιὰν οἱ Φάβιοι, τῷ μὲν ἑνὶ διεφύλαττον τὸ χωρίον, τοῖς δὲ τρισὶ τὴν χώραν τῶν πολεμίων ἄγοντές τε καὶ φέροντες ἀεὶ διετέλουν· καὶ πολλάκις τῶν Οὐιεντανῶν ἐκ τοῦ φανεροῦ τ᾽ αὐτοῖς ἐπιθεμένων χειρὶ οὐκ ὀλίγῃ καὶ εἰς χωρία ἐνέδραις κατεχόμενα ὑπαγομένων, περιῆσαν ἀμφοτέρως καὶ πολλοὺς νεκροὺς ποιήσαντες ἀσφαλῶς ἀπῄεσαν εἰς τὸ χωρίον. ὥστ᾽ οὐδ᾽ ὁμόσε χωρεῖν [p. 300] αὐτοῖς ἔτι οἱ πολέμιοι ἐτόλμων, ἀλλὰ τειχήρεις μένοντες τὰ πολλὰ καὶ κλέπτοντες τὰς ἐξόδους διετέλουν, καὶ ὁ μὲν χειμὼν ἐκεῖνος οὕτως ἐτελεύτα. ;ΚΕΦΑΛΑΙΟΝ ΙΣΤ΄ [1] τῷ δὲ κατόπιν ἔτει Λευκίου τ᾽ Αἰμιλίου καὶ Γαίου Σερουιλίου τὴν ὑπατείαν παρειληφότων ἀπηγγέλη Ῥωμαίοις, ὅτι Οὐολοῦσκοι καὶ Αἰκανοὶ συνθήκας πεποίηνται στρατιὰς κατ᾽ αὐτῶν ἅμα ἐξάγειν, καὶ οὐ διὰ μακροῦ εἰς τὴν χώραν ἐμβαλοῦσι· καὶ ἦν ἀληθῆ τὰ λεγόμενα. θᾶττον γοῦν ἢ προσεδόκα τις ἀμφότεροι τὰς δυνάμεις ἔχοντες ἐδῄουν τὴν κατὰ σφᾶς ἕκαστοι χώραν, ὡς οὐχ ἱκανῶν ἐσομένων Ῥωμαίων τῷ τε Τυρρηνικῷ πολέμῳ ἀντέχειν καὶ σφᾶς ἐπιόντας δέχεσθαι. [2] καὶ ἕτεροι αὖθις ἥκοντες ἐκπεπολεμῶσθαι πρὸς αὐτοὺς Τυρρηνίαν ἀπήγγελλον ὅλην καὶ παρεσκευάσθαι Οὐιεντανοῖς κοινὴν ἀποστέλλειν συμμαχίαν. κατέφυγον γὰρ ὡς αὐτοὺς ἀδύνατοι ὄντες ἐξελεῖν δι᾽ ἑαυτῶν τὸ φρούριον Οὐιεντανοί, συγγενείας τε ὑπομιμνῄσκοντες καὶ φιλίας καὶ ὅσους μετ᾽ αὐτῶν ἤραντο πολέμους διεξιόντες· ἀντὶ πάντων δὲ τούτων ἀξιοῦντες συνάρασθαι σφίσι τοῦ κατὰ Ῥωμαίων πολέμου, ὡς σφῶν τε προκαθημένων Τυρρηνίας ὅλης καὶ τὸν πόλεμον ἀνακωχευόντων τὸν ἀπὸ Ῥώμης ῥέοντα κατὰ πάντων τῶν ὁμοεθνῶν. καὶ οἱ Τυρρηνοὶ πεισθέντες ὑπέσχοντο πέμψειν αὐτοῖς [p. 301] [3] ὅσην ἠξίουν σημμαχίαν. ταῦθ᾽ ἡ βουλὴ μαθοῦσα ἐψηφίσατο τρισσὰς ἐκπέμψειν στρατιάς, καὶ γενομένων ἐν τάχει τῶν καταλόγων Λεύκιος μὲν Αἰμίλιος ἐπὶ Τυρρηνοὺς ἐπέμφθη· συνήρατο δ᾽ αὐτῷ τῆς ἐξόδου Καίσων Φάβιος, ὁ νεωστὶ τὴν ἀρχὴν ἀποθέμενος, δεηθεὶς τῆς βουλῆς ἐπιτρέψαι αὐτῷ τοῖς ἐν Κρεμέρᾳ συγγενέσιν, οὓς ὁ ἀδελφὸς αὐτοῦ φρουρήσοντας τὸ χωρίον ἐξήγαγε, συνεῖναί τε καὶ τῶν αὐτῶν ἀγώνων μετέχειν· καὶ ἐξῆλθε σὺν τοῖς ἀμφ᾽ αὐτὸν ἐξουσίᾳ κοσμηθεὶς ἀνθυπάτῳ. [4] Γάιος δὲ Σερουίλιος ὁ ἕτερος τῶν ὑπάτων ἐπὶ Οὐολούσκους ἐστράτευσε· Σερούιος δὲ Φούριος ἀνθύπατος ἐπὶ τὸ Αἰκανῶν ἔθνος. ἑκάστῳ δ᾽ αὐτῶν δύο μὲν τάγματα Ῥωμαίων εἵπετο, Λατίνων δὲ καὶ Ἑρνίκων καὶ τῶν ἄλλων συμμάχων οὐκ ἐλάττω τῆς Ῥωμαικῆς δυνάμεως. τῷ μὲν οὖν ἀνθυπάτῳ Σερουίῳ κατὰ νοῦν ὁ πόλεμος ἐχώρησε καὶ σὺν τάχει. μιᾷ γὰρ ἐτρέψατο τοὺς Αἰκανοὺς μάχῃ καὶ ταύτῃ δίχα πόνου, τῇ πρώτῃ τοὺς πολεμίους ἐκπλήξας ἐφόδῳ, καὶ τὸ λοιπὸν ἐδῄου τὴν γῆν αὐτῶν καταπεφευγότων εἰς τὰ ἐρύματα. [5] Σερουιλίῳ δὲ θατέρῳ τῶν ὑπάτων ὑπὸ σπουδῆς τε καὶ αὐθαδείας ἐπὶ τὸν ἀγῶνα χωρήσαντι πολὺ τὸ παρὰ γνώμην ἀπήντησε, καρτερῶς πάνυ τῶν Οὐολούσκων ἀντιταξαμένων, ὥστ᾽ ἠναγκάσθη πολλοὺς καὶ ἀγαθοὺς ἄνδρας ἀπολέσας μηκέτι χωρεῖν ὁμόσε τοῖς πολεμίοις, ἀλλ᾽ ἐν τῷ χάρακι ὑπομένων ἀκροβολισμοῖς καὶ ψιλῶν [p. 302] [6] συμπλοκαῖς διαφέρειν ἔγνω τὸν πόλεμον. Λεύκιος δ᾽ Αἰμίλιος, ὁ πεμφθεὶς ἐπὶ Τυρρηνούς, εὑρὼν ἐξεστρατευμένους πρὸ τῆς πόλεως τοὺς Οὐιεντανοὺς καὶ σὺν αὐτοῖς πολὺ τὸ παρὰ τῶν ὁμοεθνῶν ἐπικουρικόν, οὐδὲν ἔτι μελλήσας ἔργου εἴχετο· ἡμέραν δ᾽, ἀφ᾽ ἧς τὸν χάρακα ἔθετο, διαλιπὼν ἐξῆγε τὰς δυνάμεις εἰς μάχην, θρασέως πάνυ τῶν Οὐιεντανῶν ὁμόσε χωρούντων. ἰσορρόπου δὲ τοῦ ἀγῶνος γινομένου τοὺς ἱππεῖς ἀναλαβὼν ἐνσείει τοῖς πολεμίοις κατὰ τὸ δεξιὸν κέρας, καί, ἐπειδὴ τοῦτο διεσάλευσεν, ἐπὶ θάτερον ἐχώρει, ὅπου μὲν ἱππάσιμον εἴη χωρίον ἀπὸ τῶν ἵππων μαχόμενος, ὅπου δ᾽ ἄνιππον ἀποκαταβαίνων τε καὶ πεζὸς ἀγωνιζόμενος. πονούντων δὲ τῶν κεράτων ἀμφοτέρων οὐδ᾽ οἱ κατὰ μέσον ἔτι ἀντεῖχον, ἀλλ᾽ ἐξεώσθησαν ὑπὸ τῶν πεζῶν, καὶ μετὰ τοῦτο πάντες ἔφυγον ἐπὶ τὸν χάρακα. [7] ὁ δ᾽ Αἰμίλιος ἠκολούθει τοῖς φεύγουσι συντεταγμένην τὴν δύναμιν ἔχων καὶ πολλοὺς διέφθειρε. γενόμενος δὲ πλησίον τοῦ χάρακος καὶ προσβαλὼν ἐκ διαδοχῆς ἐκείνην τε παρέμεινε τὴν ἡμέραν καὶ τὴν ἐπιοῦσαν νύκτα, τῇ δ᾽ ἑξῆς ἡμέρᾳ κόπῳ τε καὶ τραύμασι τῶν πολεμίων καὶ ἀγρυπνίᾳ ἀπειρηκότων ἐγκρατὴς γίνεται τοῦ χάρακος. οἱ δὲ Τυρρηνοί, ὡς εἶδον ἐπιβαίνοντας ἤδη τοὺς Ῥωμαίους τοῖς περισταυρώμασιν, ἐκλιπόντες τὸ στρατόπεδον ἔφευγον, οἱ μὲν εἰς τὴν πόλιν, οἱ δ᾽ εἰς τὰ πλησίον ὄρη. [8] ταύτην μὲν οὖν τὴν ἡμέραν ἐν τῷ χάρακι τῶν πολεμίων ἔμεινεν ὁ ὕπατος, [p. 303] τῇ δ᾽ ἑξῆς ἡμέρᾳ στεφανώσας τοὺς ἀριστεύσαντας ἐν ταῖς μάχαις ταῖς ἐκπρεπεστάταις δωρεαῖς, πάντα τὰ ἐγκαταληφθέντα ἐν τῷ χάρακι ὑποζύγιά τε καὶ ἀνδράποδα καὶ σκηνὰς πολλῶν ἀγαθῶν γεμούσας τοῖς στρατιώταις ἐχαρίσατο. καὶ ἐγένετο ἐν πολλῇ εὐπορίᾳ τὸ τῶν Ῥωμαίων στράτευμα ὡς ἐξ οὐδεμιᾶς ἑτέρας πώποτε μάχης. ἁβροδίαιτον γὰρ δὴ καὶ πολυτελὲς τὸ τῶν Τυρρηνῶν ἔθνος ἦν οἴκοι τε καὶ ἐπὶ στρατοπέδου, περιαγόμενον ἔξω τῶν ἀναγκαίων πλούτου τε καὶ τέχνης ἔργα παντοῖα πρὸς ἡδονὰς μεμηχανημένα καὶ τρυφάς. ;ΚΕΦΑΛΑΙΟΝ ΙΖ΄ [1] ταῖς δ᾽ ἑξῆς ἡμέραις ἀπειρηκότες ἤδη τοῖς κακοῖς οἱ Οὐιεντανοὶ τοὺς πρεσβυτάτους τῶν πολιτῶν ἱκετηρίας φέροντας ἀπέστειλαν ὡς τὸν ὕπατον ὑπὲρ τῆς εἰρήνης διαλεξομένους. καὶ οἱ ἄνδρες ὀλοφυρόμενοί τε καὶ ἀντιβολοῦντες καὶ τἆλλ᾽, ὅσα ἐπαγωγὰ ἦν εἰς ἔλεον, μετὰ πολλῶν δακρύων διεξιόντες πείθουσι τὸν ὕπατον ἐπιτρέψαι σφίσι τοὺς πρεσβευτὰς εἰς Ῥώμην ἀποστεῖλαι τοὺς ὑπὲρ τῆς καταλύσεως τοῦ πολέμου πρὸς τὴν βουλὴν διαλεξομένους, ἕως δ᾽ ἂν οἱ πρέσβεις ἀφίκωνται φέροντες τὰς ἀποκρίσεις, μηδὲν αὐτῶν κακουργεῖν τὴν χώραν. ἵνα δ᾽ αὐτοῖς ἐγγένηται ταῦτα πράττειν, σῖτόν τε ὡμολόγησαν τῇ Ῥωμαίων στρατιᾷ διμήνου παρέξειν, καὶ χρήματα εἰς ὀψωνιασμὸν [p. 304] [2] ἓξ μηνῶν, ὡς ὁ κρατῶν ἔταξε. καὶ ὁ μὲν ὕπατος λαβὼν τὰ κομισθέντα καὶ διαδοὺς τῇ στρατιᾷ ποιεῖται τὰς πρὸς αὐτοὺς ἀνοχάς. ἡ δὲ βουλὴ τῆς πρεσβείας ἀκούσασα καὶ τὰ τοῦ ὑπάτου γράμματ᾽ ἀναλεξαμένη πολλὴν ποιουμένου παράκλησιν καὶ παραινοῦντος ὡς τάχιστα καταθέσθαι τὸν πρὸς τοὺς Τυρρηνοὺς πόλεμον, δόγμα ἐξήνεγκε διδόναι τὴν εἰρήνην, ὡς ᾐτοῦντο οἱ πολέμιοι· ἐφ᾽ οἷς δὲ δικαίοις αὕτη γενήσεται, τὸν ὕπατον καταστήσασθαι Λεύκιον Αἰμίλιον, ὡς ἂν αὐτῷ [3] φανῇ κράτιστα ἕξειν. ταύτας λαβὼν τὰς ἀποκρίσεις ὁ ὕπατος σπένδεται πρὸς τοὺς Οὐιεντανούς, ἐπιεικεστέραν μᾶλλον ἢ συμφορωτέραν τοῖς κεκρατηκόσι ποιησάμενος εἰρήνην, οὔτε χώραν αὐτῶν ἀποτεμόμενος οὔτε χρημάτων ἄλλων ἐπιθεὶς ζημίαν, οὔτε ὁμήρων δόσει τὸ πιστὸν ἐν τοῖς συγκειμένοις βεβαιωσάμενος. [4] τοῦτ᾽ αὐτῷ μέγαν ἤνεγκε φθόνον, καὶ τοῦ μὴ λαβεῖν παρὰ τῆς βουλῆς τὰς ἐπὶ τοῖς κατωρθωμένοις χάριτας αἴτιον ἐγένετο. ἐνέστησαν γὰρ αὐτῷ τὸν θρίαμβον αἰτουμένῳ τὴν αὐθάδειαν αἰτιώμενοι τῶν συνθηκῶν, ὅτι οὐ μετὰ κοινῆς γνώμης αὐτὰς ἔπραξεν. ἵνα δὲ μὴ πρὸς ὕβριν ἢ πρὸς ὀργὴν λάβῃ τὸ πρᾶγμα, ἐπὶ Οὐολούσκους αὐτὸν ἐψηφίσαντο τὴν δύναμιν ἀπάγειν ἐπικουρίας τοῦ συνάρχοντος ἕνεκα, εἰ δύναιτο κατορθώσας τὸν ἐκεῖ πόλεμον — ἦν γὰρ ἐν αὐτῷ πολὺ τὸ ἀνδρεῖον — ἀφανίσαι τὰς ἐπὶ τοῖς προτέροις ἁμαρτήμασιν ὀργάς. ὁ δ᾽ ἀνὴρ ἀγανακτῶν ἐπὶ τῇ ἀτιμίᾳ πολλὴν ἐποιήσατο τῆς βουλῆς [p. 305] ἐν τῷ δήμῳ κατηγορίαν, ὡς ἀχθομένης ἐπὶ τῷ λελύσθαι τὸν πρὸς τοὺς Τυρρηνοὺς πόλεμον. ἔφη δὲ τοῦτ᾽ αὐτοὺς ἐξ ἐπιβουλῆς καὶ ὑπεροψίας τῶν πενήτων ποιεῖν, ἵνα μὴ τῶν ὑπερορίων ἀπαλλαγέντες πολέμων ἀπαιτῶσι τὰς περὶ τῆς κληρουχίας ὑποσχέσεις, [5] πολλοστὸν ἔτος ἤδη φενακιζόμενοι πρὸς αὐτῶν. ταῦτα καὶ πολλὰ τούτοις ὅμοια εἰπὼν καὶ δι᾽ ὀργῆς ἀκράτου τῶν πατρικίων ὀνείδη κατασκεδάσας, τήν τε συστρατευσαμένην αὐτῷ δύναμιν ἀπέλυσε τῶν σημείων καὶ τὴν μετὰ Φουρίου τοῦ ἀνθυπάτου διατρίβουσαν ἐν Αἰκανοῖς μεταπεμψάμενος ἀφῆκεν ἐπὶ τὰ σφέτερα· ἐξ ὧν πολλὴν πάλιν ἐποίησεν ἐξουσίαν τοῖς δημάρχοις κατηγορεῖν τῶν βουλευτῶν ἐν ταῖς ἐκκλησίαις καὶ διιστάναι τοὺς πένητας ἀπὸ τῶν εὐπόρων. ;ΚΕΦΑΛΑΙΟΝ ΙΗ΄ [1] μετὰ δὲ τούτους παραλαμβάνουσι τὴν ὑπατείαν Γάιος Ὁράτιος καὶ Τῖτος Μενήνιος ἐπὶ τῆς ἑβδομηκοστῆς καὶ ἕκτης ὀλυμπιάδος, ἣν ἐνίκα στάδιον Σκάμανδρος Μιτυληναῖος ἄρχοντος Ἀθήνησι Φαίδωνος. τούτοις κατ᾽ ἀρχὰς μὲν ὁ πολιτικὸς θόρυβος ἐμποδὼν ἐγένετο πράττειν τὰ κοινὰ ἠρεθισμένου τοῦ δήμου καὶ οὐδὲν ἐῶντος ἕτερον ἐπιτελεῖσθαι τῶν κοινῶν, ἕως ἂν μερίσηται τὴν δημοσίαν γῆν, χρόνῳ δ᾽ ὕστερον εἶξε τὰ παρακινοῦντα καὶ ταραττόμενα τῇ ἀνάγκῃ συγχωρήσαντα καὶ ἐπὶ τὰς στρατείας ἑκούσια ἦλθε. [2] Τυρρηνῶν γὰρ αἱ μὴ μετασχοῦσαι τῆς εἰρήνης ἕνδεκα πόλεις [p. 306] ἀγορὰν ποιησάμεναι κοινὴν κατηγόρουν τοῦ Οὐιεντανῶν ἔθνους, ὅτι τὸν πρὸς Ῥωμαίους πόλεμον οὐ μετὰ κοινῆς γνώμης κατελύσαντο, καὶ δυεῖν θάτερον αὐτοὺς ἠξίουν πράττειν, ἢ λύειν τὰ πρὸς Ῥωμαίους ὁμολογηθέντα [3] ἢ πολεμεῖν σφίσι μετ᾽ ἐκείνων. οἱ δὲ Οὐιεντανοὶ τῆς μὲν εἰρήνης τὴν ἀνάγκην ᾐτιῶντο, ὅπως δ᾽ ἂν αὐτὴν καταλύσαιντο εὐπρεπῶς εἰς κοινὸν ἐτίθεσαν σκοπεῖν. ἔπειτα ὑποτίθεταί τις αὐτοῖς ἔγκλημα ποιησαμένοις τὸν ἐπιτειχισμὸν τῆς Κρεμέρας καὶ τὸ μὴ ἀπανίστασθαι τοὺς φρουροὺς ἀπ᾽ αὐτῆς, λόγῳ μὲν πρῶτον ἀξιοῦν αὐτοὺς ἐκλιπεῖν τὸ χωρίον, ἐὰν δὲ μὴ πείθωσι, πολιορκεῖν τὸ φρούριον, καὶ ταύτην ἀρχὴν ποιήσασθαι τοῦ πολέμου. [4] ταῦτα συνθέμενοι ἀπηλλάττοντο ἐκ τοῦ συλλόγου· καὶ μετ᾽ οὐ πολὺ Οὐιεντανοὶ μὲν ἀποστείλαντες πρεσβείαν ὡς τοὺς Φαβίους ἀπῄτουν παρ᾽ αὐτῶν τὸ φρούριον, Τυρρηνία δὲ πᾶσα ἦν ἐν τοῖς ὅπλοις. ταῦτα Ῥωμαῖοι αἰσθόμενοι Φαβίων αὐτοῖς ἐπιστειλάντων ἔγνωσαν ἀμφοτέρους ἐκπορεύεσθαι τοὺς ὑπάτους ἐπὶ τὸν πόλεμον, τόν τ᾽ ἀπὸ Τυρρηνίας ἐπαγόμενον σφίσι καὶ τὸν ἔτι πρὸς Οὐολούσκους συνεστῶτα. [5] Ὁράτιος μὲν οὖν ἄγων δύο τάγματα καὶ ἀπὸ τῶν ἄλλων συμμάχων τοὺς ἱκανοὺς ἐξήγαγε τὴν δύναμιν ἐπὶ Οὐολούσκους. Μενήνιος δὲ τοσαύτην στρατιὰν ἑτέραν ἄγων ἐπὶ Τυρρηνοὺς ἔμελλε ποιεῖσθαι τὴν ἔξοδον. παρασκευαζομένου δ᾽ αὐτοῦ καὶ τρίβοντος τὸν [p. 307] χρόνον ἔφθη τὸ ἐν Κρεμέρᾳ φρούριον ἐξαιρεθὲν ὑπὸ τῶν πολεμίων, καὶ τὸ Φαβίων γένος ἅπαν ἀπολόμενον. περὶ δὲ τῆς κατασχούσης τοὺς ἄνδρας συμφορᾶς διττὸς φέρεται λόγος, ὁ μὲν ἧττον πιθανός, ὁ δὲ μᾶλλον τῆς ἀληθείας ἁπτόμενος. θήσω δ᾽ αὐτοὺς ἀμφοτέρους, ὡς παρέλαβον. ;ΚΕΦΑΛΑΙΟΝ ΙΘ΄ [1] τινὲς μὲν οὖν φασιν, ὅτι θυσίας ἐπιστάσης πατρίου, ἣν ἔδει τὸ Φαβίων ἐπιτελέσαι γένος, οἱ μὲν ἄνδρες ἐξῆλθον ὀλίγους ἐπαγόμενοι πελάτας ἐπὶ τὰ ἱερά, καὶ προῄεσαν οὔτε διερευνώμενοι τὰς ὁδοὺς οὔθ᾽ ὑπὸ σημαίαις τεταγμένοι κατὰ λόχους, ῥᾳθύμως δὲ καὶ ἀφυλάκτως ὡς ἐν εἰρήνῃ τε καὶ διὰ φιλίας γῆς πορευόμενοι. [2] οἱ δὲ Τυρρηνοὶ προεγνωκότες αὐτῶν τὴν ἔξοδον ἐλόχησαν τῆς ὁδοῦ χωρίον μέρει τῆς στρατιᾶς, τὴν δὲ λοιπὴν δύναμιν συντεταγμένην ἔχοντες οὐ πολλῷ ὕστερον ἠκολούθουν. ὡς δ᾽ ἐπλησίασαν οἱ Φάβιοι ταῖς ἐνέδραις, ἐξαναστάντες τοῦ λόχου οἱ Τυρρηνοὶ προσπίπτουσιν αὐτοῖς, οἱ μὲν κατὰ μέτωπον, οἱ δ᾽ ἐκ τῶν πλαγίων, καὶ μετ᾽ οὐ πολὺ ἡ τῶν ἄλλων Τυρρηνῶν δύναμις προσέβαλεν ἐκ τῶν κατόπιν· καὶ περιστάντες αὐτοῖς πανταχόθεν, οἱ μὲν σφενδόναις, οἱ δὲ τόξοις, οἱ δὲ σαυνίοις τε καὶ λόγχαις στοχαζόμενοι, τῷ πλήθει τῶν βελῶν ἅπαντας κατειργάσαντο. [3] οὗτος μὲν οὖν ἧττον ἔμοιγε πιθανὸς φαίνεται εἶναι λόγος. οὔτε γὰρ εἰκὸς ἀπὸ στρατοπέδου θυσίας ἕνεκα [p. 308] τοὺς ὑπὸ ταῖς σημαίαις τοσούτους ἄνδρας εἰς τὴν πόλιν ἀναστρέφειν ἄνευ ψηφίσματος βουλῆς, δυναμένων τῶν ἱερουργιῶν καὶ δι᾽ ἑτέρων ἐπιτελεσθῆναι τῶν μετεχόντων μὲν τοῦ αὐτοῦ γένους, προβεβηκότων δὲ ταῖς ἡλικίαις· οὔτ᾽ εἰ πάντες ἀπεληλύθεσαν ἐκ τῆς πόλεως, καὶ μηδεμία μοῖρα τοῦ Φαβίων γένους ἐν τοῖς ἐφεστίοις ὑπελείπετο, πάντας εἰκὸς ἦν τοὺς κατέχοντας τὸ φρούριον ἐκλιπεῖν αὐτοῦ τὴν φυλακήν· ἤρκουν γὰρ ἂν καὶ τρεῖς ἢ τέτταρες ἀφικόμενοι συντελέσαι περὶ τοῦ γένους ὅλου τὰ ἱερά. διὰ μὲν δὴ ταύτας τὰς αἰτίας οὐκ ἔδοξέ μοι πιστὸς εἶναι ὁ λόγος. ;ΚΕΦΑΛΑΙΟΝ Κ΄ [1] ὁ δ᾽ ἕτερος, ὃν ἀληθέστερον εἶναι νομίζω περί τε τῆς ἀπωλείας τῶν ἀνδρῶν καὶ τῆς ἁλώσεως τοῦ φρουρίου, τοιόσδε τίς ἐστιν. ἐξιόντων ἐπὶ τὰς προνομὰς τῶν ἀνδρῶν πολλάκις καὶ διὰ τὸ κατορθοῦν ἐν ταῖς πείραις συνεχῶς προσωτέρω προχωρούντων οἱ Τυρρηνοὶ παρεσκευασμένοι στρατιὰν συχνὴν ἐν τοῖς ἔγγιστα χωρίοις λαθόντες τοὺς πολεμίους κατεστρατοπέδευσαν. ἔπειτ᾽ ἀποστέλλοντες ἐκ τῶν χωρίων ποίμνας τε καὶ βουκόλια καὶ φορβάδων ἀγέλας ἵππων ἐπὶ νομὴν τῷ λόγῳ προὐκαλοῦντο τοὺς ἄνδρας ἐπὶ ταῦτα· οἱ δ᾽ ἐξιόντες τούς τ᾽ ἀνθρώπους συνήρπαζον καὶ τὰ [2] βοσκήματα περιήλαυνον. τοῦτο συνεχῶς οἱ Τυρρηνοὶ ποιοῦντες καὶ προαγόμενοι τοὺς πολεμίους ἀεὶ προσωτέρω τοῦ χάρακος, ἐπειδὴ διέφθειραν αὐτῶν τὸ προνοητικὸν τοῦ ἀσφαλοῦς ταῖς συνεχέσιν ὠφελείαις δελεάσαντες, ἐγκαθίζουσι λόχους ἐν τοῖς ἐπικαίροις τῶν [p. 309] χωρίων νύκτωρ, καὶ ἕτεροι τὰς ὑπερδεξίους τῶν πεδίων καταλαμβάνονται σκοπιάς· τῇ δ᾽ ἑξῆς ἡμέρᾳ προπέμψαντες ὀλίγους τινὰς ἐνόπλους, ὡς δὴ φυλακῆς ἕνεκα τῶν νομέων, ἀφῆκαν ἐκ τῶν χωρίων πολλὰς ἀγέλας. [3] ὡς δ᾽ ἀπηγγέλη τοῖς Φαβίοις, ὅτι τοὺς πλησίον ὑπερβαλόντες λόφους ἐν ὀλίγῳ δή τινι χρόνῳ μεστὸν εὑρήσουσι τὸ πεδίον παντοίων βοτῶν, καὶ τὴν φυλάττουσαν αὐτὰ χεῖρα οὐχ ἱκανήν, ἐξῆλθον ἐκ τοῦ φρουρίου φυλακὴν τὴν ἀρκοῦσαν ἐν αὐτῷ καταλιπόντες· καὶ διανύσαντες σπουδῇ καὶ μετὰ προθυμίας τὴν ὁδὸν ἐπιφαίνονται τοῖς φύλαξι τῶν βοσκημάτων συντεταγμένοι· κἀκεῖνοι οὐ δεξάμενοι αὐτοὺς ἔφευγον. οἱ δὲ Φάβιοι, ὡς ἐν ἀσφαλεῖ δὴ ὄντες, τούς τε νομεῖς συνελάμβανον καὶ τὰ βοσκήματα περιήλαυνον. [4] ἐν δὲ τούτῳ οἱ Τυρρηνοὶ ἐκ τῆς ἐνέδρας ἀναστάντες κατὰ πολλὰ χωρία προσπίπτουσιν αὐτοῖς πανταχόθεν. καὶ οἱ μὲν πλείους τῶν Ῥωμαίων ἐσκεδασμένοι καὶ ἀλλήλοις ἀμύνειν οὐχ οἷοί τ᾽ ὄντες, ἐνταῦθ᾽ ἀπόλλυνται. ὅσοι δ᾽ αὐτῶν συνεστηκότες ἦσαν προθυμούμενοί τι καταλαβέσθαι χωρίον ἀσφαλὲς καὶ πρὸς τὰ ὄρη σπεύδοντες εἰς ἕτερον ἐμπίπτουσι λόχον ἐν ὕλαις καὶ νάπαις ὑποκαθήμενον. καὶ γίνεται αὐτῶν μάχη καρτερὰ καὶ φόνος ἐξ ἑκατέρων πολύς. ἀπεώσαντο δ᾽ οὖν καὶ τούτους ὅμως, καὶ πληρώσαντες τὴν φάραγγα νεκρῶν ἀνέδραμον ἐπὶ λόφον οὐ ῥᾴδιον ἁλῶναι· ἐν ᾧ τὴν ἐπιοῦσαν νύκτα ἄποροι τῶν ἀναγκαίων ηὐλίσαντο. [p. 310] {{DEFAULTSORT:Ρωμαικη Αρχαιολογια 09 11}} r39y6bw9hfvj2jtnnpbccyctnwgdqmr Ρωμαϊκή Αρχαιολογία/θ/01 0 23589 148494 100304 2022-08-09T13:35:06Z Αντιγόνη 235 wikitext text/x-wiki {{Κεφαλίδα | τίτλος = Κεφάλαια 01–10 | συγγραφέας = Διονύσιος ο Αλικαρνασσεύς | μεταφραστής= | ενότητα = [[Ρωμαϊκή Αρχαιολογία/θ|Ῥωμαϊκὴ Ἀρχαιολογία: Λόγος θ΄]] | προηγούμενο= | επόμενο = [[Ρωμαϊκή Αρχαιολογία/θ/11|Κεφάλαια 11–20]] | σημειώσεις = Dionysii Halicarnasei Antiquitatum Romanarum quae supersunt, Vol I-IV. Dionysius of Halicarnassus. Karl Jacoby. In Aedibus B.G. Teubneri. Leipzig. 1885. }} ;ΚΕΦΑΛΑΙΟΝ Α΄ [1] Τῷ δὲ μετὰ τούτους ἔτει διαφορᾶς γενομένης τῷ δήμῳ πρὸς τὴν βουλὴν περὶ τῶν ἀποδειχθησομένων ὑπάτων· οἱ μὲν γὰρ ἠξίουν ἀμφοτέρους ἐκ τῶν ἀριστοκρατικῶν ἐπὶ τὴν ἀρχὴν προαγαγεῖν, ὁ δὲ δῆμος ἐκ τῶν ἑαυτῷ κεχαρισμένων· γνωσιμαχήσαντες πρὸς ἀλλήλους ἡ βουλὴ καὶ ὁ δῆμος τέλος συνέπεισαν ἀλλήλους ἀφ᾽ ἑκάστης μερίδος ὕπατον αἱρεθῆναι· καὶ ἀποδείκνυται Καίσων μὲν Φάβιος τὸ δεύτερον ὑπὸ τῆς βουλῆς, ὁ τὸν Κάσσιον ἐπὶ τῇ τυραννίδι κρίνας, Σπόριος δὲ Φούριος ὑπὸ τῶν δημοτικῶν, ἐπὶ τῆς ἑβδομηκοστῆς καὶ πέμπτης ὀλυμπιάδος ἄρχοντος Ἀθήνησι [p. 272] Καλλιάδου, καθ᾽ ὃν χρόνον ἐστράτευσε Ξέρξης ἐπὶ [2] τὴν Ἑλλάδα. ἄρτι δὲ παρειληφότων αὐτῶν τὴν ἀρχὴν Λατίνων τε πρέσβεις ἧκον ἐπὶ τὴν βουλὴν δεόμενοι πέμψαι σφίσι τὸν ἕτερον τῶν ὑπάτων μετὰ δυνάμεως, ὃς οὐκ ἐάσει προσωτέρω χωρεῖν τὴν Αἰκανῶν καταφρόνησιν, καὶ Τυρρηνία πᾶσα ἠγγέλλετο κεκινημένη καὶ οὐ διὰ μακροῦ χωρήσουσα εἰς πόλεμον. συνήχθη γὰρ εἰς κοινὴν ἐκκλησίαν τὸ ἔθνος, καὶ πολλὰ Οὐιεντανῶν δεηθέντων συνάρασθαι σφίσι τοῦ κατὰ Ῥωμαίων μαίων πολέμου, τέλος ἐξήνεγκεν ἐξεῖναι τοῖς βουλομένοις Τυρρηνῶν μετέχειν τῆς στρατείας· καὶ ἐγένετο χεὶρ ἀξιόμαχος ἡ τοῖς Οὐιεντανοῖς ἑκουσίως τοῦ πολέμου συναραμένη. ταῦτα μαθοῦσι τοῖς ἐν τέλει Ῥωμαίων ἔδοξε στρατιάς τε καταγράφειν καὶ τοὺς ὑπάτους ἀμφοτέρους ἐξιέναι, τὸν μὲν Αἰκανοῖς τε πολεμήσοντα καὶ Λατίνοις τιμωρὸν ἐσόμενον, τὸν δ᾽ ἐπὶ [3] Τυρρηνίας ἄξοντα τὰς δυνάμεις. ἀντέπραττε δὲ πρὸς ταῦτα Σπόριος Ἰκίλιος τῶν δημάρχων εἷς· καὶ συνάγων εἰς ἐκκλησίαν τὸν δῆμον ὁσημέραι τὰς περὶ τῆς κληρουχίας ὑποσχέσεις ἀπῄτει παρὰ τῆς βουλῆς καὶ οὐδὲν ἔφη συγχωρήσειν οὔτε τῶν ἐπὶ πόλεμον οὔτε τῶν κατὰ πόλιν ὑπ᾽ αὐτῆς ψηφιζομένων ἐπιτελεσθῆναι, ἐὰν μὴ τοὺς δέκα ἄνδρας ἀποδείξωσι πρότερον ὁριστὰς τῆς δημοσίας χώρας, καὶ διέλωσι τὴν γῆν, ὡς [p. 273] [4] ὑπέσχοντο τῷ δήμῳ. ἀπορουμένῃ δὲ τῇ βουλῇ καὶ ἀμηχανούσῃ, τί χρὴ ποιεῖν, Ἄππιος Κλαύδιος ὑποτίθεται σκοπεῖν, ὅπως διαστήσεται τὰ τῶν ἄλλων δημάρχων πρὸς αὐτόν, διδάσκων, ὅτι τὸν κωλύοντα καὶ ἐμποδὼν γινόμενον τοῖς δόγμασι τῆς βουλῆς ἱερὸν ὄντα καὶ νόμῳ τὴν ἐξουσίαν ἔχοντα ταύτην ἄλλως οὐκ ἔστι παῦσαι τῆς δυναστείας, ἐὰν μή τις ἕτερος τῶν ἀπὸ τῆς ἴσης τιμῆς καὶ τὴν αὐτὴν ἐξουσίαν ἐχόντων τἀναντία πράττῃ καί, οἷς ἂν ἐκεῖνος ἐμποδὼν γένηται, [5] ταῦτα κωλύῃ. συνεβούλευέ τε τοῖς αὖθις παραληψομένοις τὴν ἀρχὴν ὑπάτοις τοῦτο πράττειν καὶ σκοπεῖν, ὅπως ἕξουσί τινας ἀεὶ τῶν δημάρχων οἰκείους σφίσι καὶ φίλους· μίαν εἶναι λέγων τῆς ἐξουσίας τοῦ ἀρχείου κατάλυσιν, ἐὰν στασιάζωσι πρὸς ἀλλήλους οἱ ἄνδρες. ;ΚΕΦΑΛΑΙΟΝ Β΄ [1] ταύτην εἰσηγησαμένου τὴν γνώμην Ἀππίου δόξαντες αὐτὸν ὀρθῶς παραινεῖν οἵ τε ὕπατοι καὶ τῶν ἄλλων οἱ δυνατώτατοι, πολλῇ θεραπείᾳ διεπράξαντο τοὺς τέτταρας ἐκ τῶν δημάρχων οἰκείους τῇ βουλῇ [2] γενέσθαι. οἱ δὲ τέως μὲν λόγῳ μεταπείθειν τὸν Ἰκίλιον ἐπεχείρουν ἀποστῆναι τῶν περὶ τῆς κληρουχίας πολιτευμάτων, ἕως οἱ πόλεμοι λάβωσι τέλος· ὡς δ᾽ ἠναντιοῦτο καὶ διώμνυτο λόγον τε τὸν αὐθαδέστερον εἰπεῖν ἐτόλμησε τοῦ δήμου παρόντος, ὅτι μᾶλλον ἂν βούλοιτο Τυρρηνοὺς καὶ τοὺς ἄλλους πολεμίους κρατήσαντας [p. 274] τῆς πόλεως ἐπιδεῖν, ἢ τοὺς κατέχοντας τὴν χώραν τὴν δημοσίαν ἀφεῖναι, δόξαντες ἀφορμὴν εἰληφέναι καλὴν πρὸς αὐθάδειαν τοσαύτην τοῦ τἀναντία λέγειν τε καὶ πράττειν, οὐδὲ τοῦ δήμου τὸν λόγον ἡδέως δεξαμένου, κωλύειν αὐτὸν ἔφησαν, καὶ φανερῶς ἔπραττον, ὅσα τῇ βουλῇ τε καὶ τοῖς ὑπάτοις δοκοίη· [3] μονωθεὶς δ᾽ Ἰκίλιος οὐδενὸς ἔτι κύριος ἦν. μετὰ τοῦθ᾽ ἡ στρατιὰ κατεγράφετο καί, ὅσων ἔδει τῷ πολέμῳ πάντα ὑπηρετεῖτο, τὰ μὲν ἐκ τῶν δημοσίων, τὰ δ᾽ ἐκ τῶν ἰδίων ἁπάσῃ προθυμίᾳ· καὶ διὰ τάχους οἱ ὕπατοι διακληρωσάμενοι τὰ στρατεύματα ἐξῄεσαν, Σπόριος μὲν Φούριος ἐπὶ τὰς Αἰκανῶν πόλεις, Καίσων δὲ Φάβιος ἐπὶ Τυρρηνούς. [4] Σπορίῳ μὲν οὖν ἅπαντα κατὰ νοῦν ἐχώρησεν οὐχ ὑπομεινάντων εἰς χεῖρας ἐλθεῖν τῶν πολεμίων, καὶ πολλὰ ἐκ τῆς στρατείας ἐξεγένετο χρήματά τε καὶ σώματα λαβεῖν. ἐπῆλθε γὰρ ὀλίγου δεῖν πᾶσαν ὅσην οἱ πολέμιοι χώραν κατεῖχον, ἄγων καὶ φέρων, καὶ τὰ λάφυρα τοῖς στρατιώταις ἅπαντα ἐχαρίσατο. [5] δοκῶν δὲ καὶ τὸν πρὸ τοῦ χρόνον εἶναι φιλόδημος, ἔτι μᾶλλον ἐκ ταύτης τῆς στρατηγίας ἐθεράπευσε τὸ πλῆθος. καί, ἐπειδὴ παρῆλθεν ὁ χρόνος τῆς στρατείας, ἄγων τὴν δύναμιν ὁλόκληρόν τε καὶ ἀπαθῆ χρήμασιν εὔπορον κατέστησε τὴν πατρίδα. ;ΚΕΦΑΛΑΙΟΝ Γ΄ [1] Καίσων δὲ Φάβιος ὁ ἕτερος τῶν ὑπάτων, οὐδενὸς [p. 275] χεῖρον στρατηγήσας, ἀφῃρέθη τὸν ἐκ τῶν ἔργων ἔπαινον παρ᾽ οὐδὲν ἁμάρτημα ἴδιον, ἀλλ᾽ ὅτι τὸ δημοτικὸν οὐκ εἶχε κεχαρισμένον αὐτῷ, ἐξ οὗ τὸν ὕπατον Κάσσιον ἐπὶ τῇ τυραννίδι προσαγγείλας ἀπέκτεινεν. [2] οὔτε γὰρ ὅσα δέοι σὺν τάχει στρατηγῷ κελεύσαντι τοὺς ὑπηκόους πειθαρχεῖν, οὔθ᾽ ὅσα τῷ προθύμῳ καὶ πρέποντι χρησαμένους βίᾳ κατασχεῖν, οὔθ᾽ ὅσα λάθρα τῶν ἀντιπολεμίων χωρία εἰς πλεονεξίαν εὔθετα σφετερίσασθαι, οὔτ᾽ ἄλλο πράττειν οὐδὲν ἕτοιμοι ἦσαν, ἐξ οὗ τιμήν τινα ὁ στρατηγὸς καὶ δόξαν ἀγαθὴν ἐξοίσεσθαι ἔμελλε. καὶ τἆλλα μὲν αὐτῶν, ὅσα ὑβρίζοντες τὸν ἡγεμόνα διετέλουν, ἐκείνῳ θ᾽ ἧττον λυπηρὰ ἦν καὶ τῇ πόλει βλάβης οὐ μεγάλης ἄξια, ὃ δὲ τελευτῶντες ἐξειργάσαντο κίνδυνον οὐ μικρὸν ἤνεγκε καὶ πολλὴν αἰσχύνην ἀμφοῖν. [3] γενομένης γὰρ παρατάξεως ἐν τῷ μεταξὺ τῶν λόφων, ἐφ᾽ οἷς ἦσαν ἐστρατοπεδευκότες ἀμφότεροι, πάσῃ τῇ παρ᾽ ἑκατέρων δυνάμει, πολλὰ καὶ καλὰ ἔργα ἀποδειξάμενοι καὶ τοὺς πολεμίους ἀναγκάσαντες ἄρξαι φυγῆς, οὔτ᾽ ἠκολούθησαν ἀπιοῦσι τοῦ στρατηγοῦ πολλὰ ἐπικελεύοντος οὔτε παραμείναντες ἐκπολιορκῆσαι τὸν χάρακα ἠθέλησαν, ἀλλ᾽ ἐάσαντες ἀτελὲς ἔργον καλὸν ἀπῄεσαν εἰς τὴν αὑτῶν στρατοπεδείαν. [4] ἐπιχειρησάντων δ᾽ αὐτοκράτορα τὸν ὕπατον ἀναγορεῦσαί τινων μέγα [p. 276] ἐμβοήσαντες ἀθρόοι κακιζούσῃ τῇ φωνῇ τὸν ἡγεμόνα ἐλοιδόρουν, ὡς πολλοὺς σφῶν καὶ ἀγαθοὺς ἀπολωλεκότα δἰ ἀπειρίαν τοῦ στρατηγεῖν· καὶ ἄλλῃ πολλῇ βλασφημίᾳ καὶ ἀγανακτήσει χρησάμενοι λύειν τὸν χάρακα καὶ ἀπάγειν σφᾶς εἰς τὴν πόλιν ἠξίουν, ὡς οὐχ ἱκανοὺς ἐσομένους, ἐὰν ἐπίωσιν οἱ πολέμιοι, δευτέραν ὑπομεῖναι μάχην. [5] καὶ οὔτε μεταδιδάσκοντος ἐπείθοντο τοῦ ἡγεμόνος, οὔτ᾽ ὀλοφυρομένου καὶ ἱκετεύοντος ἔπασχόν τι πρὸς τὰς δεήσεις, οὔτ᾽ ἀπειλὰς καὶ ἀνατάσεις, ὁπότε καὶ ταύταις χρήσαιτο, δι᾽ εὐλαβείας ἐλάμβανον, ἀλλὰ πρὸς ἅπαντα τραχυνόμενοι ταῦτα διέμενον. τοσαύτη δ᾽ ἀναρχία καὶ καταφρόνησις τοῦ ἡγεμόνος πᾶσιν ἐξ αὐτῶν παρέστη, ὥστε περὶ μέσας νύκτας ἐξαναστάντες τάς τε σκηνὰς ἔλυον καὶ τὰ ὅπλα ἀνελάμβανον καὶ τοὺς τραυματίας ἐβάσταζον οὐδενὸς κελεύσαντος. ;ΚΕΦΑΛΑΙΟΝ Δ΄ [1] ταῦθ᾽ ὁ στρατηγὸς μαθὼν ἠναγκάσθη πᾶσι δοῦναι τὸ παράγγελμα τῆς ἐξόδου δείσας τὴν ἀναρχίαν αὐτῶν καὶ τὸ θράσος. οἱ δ᾽ ὥσπερ ἐκ φυγῆς ἀνασωζόμενοι τάχει πολλῷ συνάπτουσι τῇ πόλει περὶ τὸν ὄρθρον. καὶ οἱ ἐπὶ τῶν τειχῶν ἀγνοήσαντες, ὅτι φίλιον ἦν στράτευμα, ὅπλα τ᾽ ἐνεδύοντο καὶ ἀλλήλους ἀνεκάλουν, ἥ τ᾽ ἄλλη πόλις, ὡς ἐπὶ συμφορᾷ μεγάλῃ, ταραχῆς ἐγεγόνει μεστὴ καὶ θορύβου· καὶ οὐ πρότερον ἀνέῳξαν αὐτοῖς τὰς πύλας οἱ φύλακες, ἢ λαμπράν τε ἡμέραν γενέσθαι καὶ γνωσθῆναι τὸ οἰκεῖον στράτευμα. [p. 277] [2] ὥστε πρὸς τῇ αἰσχύνῃ, ἣν ἐκ τοῦ καταλιπεῖν τὸν χάρακα ἠνέγκαντο, καὶ κίνδυνον οὐ τὸν ἐλάχιστον αὐτοὺς ἀναρρῖψαι, σκότους ἀπιόντας διὰ τῆς πολεμίας ἀτάκτως. εἴ γ᾽ οὖν τοῦτο καταμαθόντες οἱ πολέμιοι ἐκ παντὸς ἀπιοῦσιν αὐτοῖς ἠκολούθησαν, οὐδὲν ἂν ἐκώλυσεν ἅπασαν ἀπολωλέναι τὴν στρατιάν. τῆς δ᾽ ἀλόγου ταύτης ἀπάρσεως ἢ φυγῆς τὸ πρὸς τὸν ἡγεμόνα ἐκ τοῦ δήμου μῖσος, ὥσπερ ἔφην, αἴτιον ἦν, καὶ ὁ φθόνος τῆς ἐκείνου τιμῆς, ἵνα μὴ θριάμβου καταγωγῇ [3] κοσμηθεὶς ἐπιφανέστατος γένηται. τῇ δ᾽ ἑξῆς ἡμέρᾳ μαθόντες οἱ Τυρρηνοὶ τὴν ἄπαρσιν τῶν Ῥωμαίων νεκρούς τ᾽ αὐτῶν ἐσκύλευσαν καὶ τραυματίας ἀράμενοι ἀπήνεγκαν τάς τε καταλειφθείσας ἐν τῷ χάρακι παρασκευάς — πολλαὶ δ᾽ ἦσαν ὡς εἰς χρόνιον παρεσκευασμέναι πόλεμον — διεφόρησαν, καὶ ὡς δὴ κρατοῦντες τῆς χώρας τῶν πολεμίων τὴν ἐγγυτάτω λεηλατήσαντες ἀπῆγον τὴν στρατιάν. ;ΚΕΦΑΛΑΙΟΝ Ε΄ [1] οἱ δὲ μετὰ τούτους ἀποδειχθέντες ὕπατοι, Γνάϊος Μάλλιος καὶ Μάρκος Φάβιος τὸ δεύτερον ἄρχειν αἱρεθείς, ψήφισμα τῆς βουλῆς ποιησαμένης στρατὸν ἐξάγειν ἐπὶ τὴν Οὐιεντανῶν πόλιν, ὅσον ἂν πλεῖστον δυνηθῶσι, προὔθηκαν ἡμέραν, ἐν ᾗ τὸν κατάλογον ἔμελλον ποιήσεσθαι τῆς στρατιᾶς. γινομένου δ᾽ αὐτοῖς ἐμποδὼν ἐπὶ κωλύσει τῆς καταγραφῆς ἑνὸς τῶν δημάρχων, Τεβερίου Ποντοφικίου καὶ τὸ περὶ τῆς κληρουχίας ψήφισμα ἀνακαλουμένου, θεραπεύσαντες τῶν συναρχόντων αὐτοῦ [p. 278] τινας, ὥσπερ ἐποίησαν οἱ πρὸ αὐτῶν ὕπατοι, διέστησαν τὸ ἀρχεῖον· καὶ μετὰ τοῦτ᾽ ἔπραττον ἐπὶ πολλῆς ἐξουσίας τὰ δόξαντα τῇ βουλῇ. [2] γενομένης δὲ τῆς καταγραφῆς ἐν ὀλίγαις ἡμέραις ἐξῄεσαν ἐπὶ τοὺς πολεμίους, δύο μὲν ἑκάτερος ἄγων Ῥωμαίων τάγματα τῶν ἐξ αὐτῆς καταγραφέντων τῆς πόλεως, οὐκ ἐλάττω δὲ ταύτης χεῖρα τὴν ὑπὸ τῶν ἀποίκων τε καὶ ὑπηκόων ἀποσταλεῖσαν. ἀφίκετο δ᾽ αὐτοῖς παρὰ τοῦ Λατίνων τε καὶ Ἑρνίκων ἔθνους διπλάσιον τοῦ κληθέντος ἐπικουρικόν. οὐ μὴν ἐχρήσαντό γε παντί· πολλὴν δὲ χάριν αὐτοῖς εἰδέναι φήσαντες τῆς προθυμίας ἀπέλυσαν τῆς ἀποσταλείσης δυνάμεως τὴν ἡμίσειαν. [3] ἔταξαν δὲ καὶ πρὸ τῆς πόλεως τρίτον ἐκ δυεῖν ταγμάτων τῶν ἐν ἀκμῇ στρατόν, φύλακα τῆς χώρας ἐσόμενον, εἴ τις ἑτέρα δύναμις πολεμίων ἐκ τοῦ ἀδοκήτου φανείη· τοὺς δ᾽ ὑπὲρ τὸν στρατιωτικὸν κατάλογον, οἷς ἔτι δύναμις ἦν ὅπλων χρήσεως, ἐν τῇ πόλει κατέλιπον ἄκρας τε καὶ τείχη φυλάξοντας. [4] ἀγαγόντες δὲ πλησίον τῆς Οὐιεντανῶν πόλεως τὰς δυνάμεις κατεστρατοπέδευσαν ἐπὶ λόφοις δυσὶν οὐ μακρὰν ἀφεστηκόσιν ἀπ᾽ ἀλλήλων. ἦν δὲ καὶ ἡ τῶν πολεμίων δύναμις ἐξεστρατευμένη πρὸ τῆς πόλεως πολλή τε καὶ ἀγαθή. συνεληλύθεσαν γὰρ ἐξ ἁπάσης Τυρρηνίας οἱ δυνατώτατοι τοὺς ἑαυτῶν πενέστας ἐπαγόμενοι, καὶ ἐγένετο τοῦ Ῥωμαικοῦ στρατοῦ [5] μεῖζον τὸ Τυρρηνικὸν οὐκ ὀλίγῳ. τοῖς δ᾽ ὑπάτοις τό τε πλῆθος ὁρῶσι τῶν πολεμίων καὶ τὴν λαμπρότητα τῶν ὅπλων πολὺ δέος ἐνέπεσε, μή ποτ᾽ οὐχ ἱκανοὶ [p. 279] γένωνται στασιαζούσῃ δυνάμει τῇ σφετέρᾳ πρὸς ὁμονοοῦσαν τὴν τῶν πολεμίων ἀντιταξάμενοι ὑπερβαλέσθαι· ἐδόκει τ᾽ αὐτοῖς ὀχυρωσαμένοις τὰ στρατόπεδα τρίβειν τὸν πόλεμον ἐκδεχομένοις, εἴ τινα δώσει πλεονεξίας ἀφορμὴν αὐτοῖς τὸ τῶν πολεμίων θράσος ἀλογίστῳ καταφρονήσει ἐπαρθέν. ἀκροβολισμοὶ δὴ μετὰ τοῦτο συνεχεῖς ἐγίνοντο καὶ ψιλῶν συμπλοκαὶ βραχεῖαι, μέγα δ᾽ ἢ λαμπρὸν ἔργον οὐδέν. ;ΚΕΦΑΛΑΙΟΝ ΣΤ΄ [1] οἱ δὲ Τυρρηνοὶ ἀχθόμενοι τῇ τριβῇ τοῦ πολέμου δειλίαν τ᾽ ὠνείδιζον τοῖς Ῥωμαίοις, ἐπειδὴ οὐκ ἐξῄεσαν εἰς μάχην, καὶ ὡς παρακεχωρηκότων αὐτῶν σφίσι τῆς ὑπαίθρου μέγα ἐφρόνουν. καὶ ἔτι μᾶλλον ἐπήρθησαν εἰς ὑπεροψίαν τοῦ ἀντιπάλου στρατοῦ καὶ καταφρόνησιν τῶν ὑπάτων δόξαντες καὶ τὸ θεῖον αὑτοῖς συμμαχεῖν. [2] τοῦ γὰρ ἑτέρου τῶν ὑπάτων Γναΐου Μαλλίου κεραυνὸς εἰς τὸ στρατήγιον ἐμπεσὼν τήν τε σκηνὴν διέσπασε καὶ τὴν ἑστίαν ἀνέτρεψε καὶ τῶν πολεμιστηρίων ὅπλων τὰ μὲν ἐσπίλωσε, τὰ δὲ περιέκαυσε, τὰ δ᾽ εἰς τέλος ἠφάνισεν· ἀπέκτεινε δὲ καὶ τὸν λαμπρότατον αὐτοῦ τῶν ἵππων, ᾧ παρὰ τοὺς ἀγῶνας ἐχρῆτο, καὶ τῶν θεραπόντων τινάς. [3] λεγόντων δὲ τῶν μάντεων τοῦ τε χάρακος ἅλωσιν προσημαίνειν τοὺς θεοὺς καὶ τῶν ἐπιφανεστάτων ἀνδρῶν ἀπώλειαν, ἀναστήσας τὴν δύναμιν ὁ Μάλλιος ἀπῆγε περὶ μέσας νύκτας ἐπὶ τὸν ἕτερον χάρακα καὶ μετὰ τοῦ συνάρχοντος κατεστρατοπέδευσε. [4] μαθόντες οὖν οἱ Τυρρηνοὶ τὴν ἀπανάστασιν τοῦ στρατηγοῦ καί, δι᾽ ἃς αἰτίας ἐγένετο, [p. 280] παρά τινων αἰχμαλώτων ἀκούσαντες ἐπήρθησάν τε ταῖς γνώμαις ἔτι μᾶλλον, ὡς πολεμοῦντος τοῖς Ῥωμαίοις τοῦ δαιμονίου, καὶ πολλὴν εἶχον ἐλπίδα κρατήσειν αὐτῶν· οἵ τε μάντεις ἀκριβέστερον τῶν ἄλλοθί που δοκοῦντες ἐξητακέναι τὰ μετάρσια, πόθεν τε αἱ τῶν κεραυνῶν γίνονται βολαὶ καὶ τίνες αὐτοὺς ὑποδέχονται μετὰ τὰς πληγὰς ἀπιόντας τόποι, θεῶν τε οἷς ἕκαστοι ἀποδίδονται καὶ τίνων ἀγαθῶν ἢ κακῶν μηνυταί, χωρεῖν ὁμόσε τοῖς πολεμίοις παρῄνουν διαιρούμενοι τὸ γενόμενον τοῖς Ῥωμαίοις σημεῖον κατὰ τάδε. [5] ἐπειδὴ τὸ βέλος εἰς ὑπάτου σκηνὴν κατέσκηψεν, ἐν ᾗ τὸ στρατήγιον ἐνῆν, καὶ πᾶσαν αὐτὴν ἄχρι τῆς ἑστίας ἠφάνισεν, ὅλῃ προσημαίνειν τὸ δαιμόνιον τῇ στρατιᾷ τοῦ χάρακος ἔκλειψιν βίᾳ κρατηθέντος καὶ τῶν ἐπιφανεστάτων ὄλεθρον. [6] εἰ μὲν οὖν, ἔφασαν, ἔμειναν ἐν ᾧ κατέσκηψε χωρίῳ τὸ βέλος οἱ κατέχοντες αὐτό, καὶ μὴ μετηνέγκαντο τὰ σημεῖα ὡς τοὺς ἑτέρους, μιᾶς τε παρεμβολῆς ἁλώσει καὶ ἑνὸς ὀλέθρῳ στρατοῦ τὸ νεμεσῶν αὐτοῖς δαιμόνιον ἀπεπλήρωσεν ἂν τὸν χόλον· ἐπειδὴ δὲ σοφώτεροι τῶν θεῶν εἶναι ζητοῦντες εἰς τὸν ἕτερον χάρακα μετεστρατοπεδεύσαντο, καταλιπόντες ἔρημον τὸν τόπον, ὡς οὐ τοῖς ἀνθρώποις τοῦ θεοῦ προδηλοῦντος τὰς συμφοράς, ἀλλὰ τοῖς τόποις, κοινὸς ἅπασιν αὐτοῖς ὁ παρὰ τοῦ δαίμονος ἥξει χόλος, τοῖς τ᾽ ἀπαναστᾶσι καὶ τοῖς ὑποδεξαμένοις. [7] καὶ ἐπειδὴ ἁλῶναι σφῶν τὸν ἕτερον χάρακα βίᾳ θείας ἐπιθεσπιζούσης ἀνάγκης οὐ περιέμειναν τὸ χρεών, ἀλλ᾽ αὐτοὶ [p. 281] παρέδοσαν τοῖς ἐχθροῖς, ἐκεῖνος ὁ χάραξ ὁ τὸν ἐκλειφθέντα ὑποδεξάμενος ἀντὶ τοῦ καταλειφθέντος ἁλώσεται βίᾳ κρατηθείς. ;ΚΕΦΑΛΑΙΟΝ Ζ΄ [1] ταῦτα παρὰ τῶν μάντεων οἱ Τυρρηνοὶ ἀκούσαντες μέρει τινὶ τῆς ἑαυτῶν στρατιᾶς τὴν ἐρημωθεῖσαν ὑπὸ τῶν Ῥωμαίων καταλαμβάνονται στρατοπεδείαν ὡς ἐπιτείχισμα ποιησόμενοι τῆς ἑτέρας· ἦν δὲ πάνυ ἐχυρὸν τὸ χωρίον καὶ τοῖς ἀπὸ Ῥώμης ἐπὶ τὸ στρατόπεδον ἰοῦσι κωλύσεως ἐν καλῷ κείμενον. πραγματευσάμενοι δὲ καὶ τἆλλα, ἐξ ὧν πλεονεκτήσειν τοὺς πολεμίους ἔμελλον, ἐξῆγον εἰς τὸ πεδίον τὰς δυνάμεις. [2] μενόντων δὲ τῶν Ῥωμαίων ἐφ᾽ ἡσυχίας προσιππεύοντες ἐξ αὐτῶν οἱ τολμηρότατοι καὶ πλησίον τοῦ χάρακος ἱστάμενοι, γυναῖκάς τ᾽ ἀπεκάλουν ἅπαντας καὶ τοὺς ἡγεμόνας αὐτῶν τοῖς δειλοτάτοις τῶν ζώων ἐοικέναι λέγοντες ἐκάκιζον, καὶ δυεῖν θάτερον ἠξίουν· εἰ μὲν ἀντιποιοῦνται τῆς περὶ τὰ πολέμια ἀρετῆς, καταβάντας εἰς τὸ πεδίον μιᾷ τὸν ἀγῶνα κρῖναι μάχῃ, εἰ δ᾽ ὁμολογοῦσιν εἶναι κακοί, παραδόντας τὰ ὅπλα τοῖς κρείττοσι καὶ δίκας ὑποσχόντας, ὧν ἔδρασαν, μηδενὸς ἔτι τῶν μεγάλων ἑαυτοὺς ἀξιοῦν. [3] τοῦτ᾽ ἐποίουν ὁσημέραι καὶ ἐπεὶ οὐδὲν ἐπέραινον, ἀποτειχίζειν αὐτοὺς ἔγνωσαν ὡς λιμῷ προσαναγκάσοντες παραστῆναι. οἱ δ᾽ ὕπατοι περιεώρων τὰ γινόμενα μέχρι πολλοῦ, δι᾽ ἀνανδρίαν μὲν ἢ μαλακίαν οὐδεμίαν — ἀμφότεροι γὰρ εὔψυχοί τε καὶ φιλοπόλεμοι ἦσαν — τὸ δὲ τῶν στρατιωτῶν ἐθελόκακόν [p. 282] τε καὶ ἀπρόθυμον, διαμένον ἐν τοῖς δημοτικοῖς, ἐξ οὗ περὶ τῆς κληρουχίας διεστασίασαν, ὑφορώμενοι· ἔτι γὰρ αὐτοῖς ἔναυλα καὶ πρὸ ὀμμάτων ἦν, ἃ τῷ παρελθόντι ἐνιαυτῷ κατὰ τὸ ἔγκοτον τῆς πρὸς τὸν ὕπατον τιμῆς αἰσχρὰ καὶ ἀνάξια τῆς πόλεως εἰργάσαντο, παραχωρήσαντες τῆς νίκης τοῖς ἡττηθεῖσι καὶ φυγῆς ὄνειδος οὐκ ἀληθὲς ὑπομείναντες, ἵνα μὴ καταγάγῃ τὸν ἐπινίκιον θρίαμβον ὁ ἀνήρ. ;ΚΕΦΑΛΑΙΟΝ Η΄ [1] βουλόμενοι δὴ τὸ στασιάζον ἐκ τῆς στρατιᾶς ἐξελεῖν εἰς τέλος καὶ καταστῆσαι πάλιν εἰς τὴν ἐξ ἀρχῆς ὁμόνοιαν ἅπαν τὸ πλῆθος, καὶ εἰς ἓν τοῦτο πᾶσαν εἰσφερόμενοι βουλήν τε καὶ πρόνοιαν, ἐπειδὴ οὔτε κολάσει μέρους τινὸς σωφρονέστερον ἀποδοῦναι τὸ λοιπὸν ἦν, πολὺ καὶ αὔθαδες ὑπάρχον καὶ τὰ ὅπλα ἐν ταῖς χερσὶν ἔχον, οὔτε πειθοῖ προσαγαγέσθαι λόγων τοὺς οὐδὲ πεισθῆναι βουλομένους, δύο ταύτας ὑπέλαβον ἔσεσθαι τῶν στασιαζόντων αἰτίας τῆς διαλλαγῆς, τοῖς μὲν ἐπιεικεστέρας μετειληφόσι φύσεως — ἐνῆν γάρ τι καὶ τοιοῦτον ἐν τῷ πολλῷ — τὴν ἐπὶ τοῖς ὀνειδισμοῖς τῶν πολεμίων αἰσχύνην, τοῖς δὲ δυσαγώγοις ἐπὶ τὸ καλόν, [2] ἣν ἅπασα δέδοικεν ἀνθρώπου φύσις ἀνάγκην. ἵνα δὴ ταῦτα γένοιτο ἀμφότερα, ἐφῆκαν τοῖς πολεμίοις λόγῳ τ᾽ αἰσχύνειν κακίζοντας σφῶν ὡς ἄνανδρον τὴν ἡσυχίαν, καὶ ἔργοις ὑπεροψίας τε καὶ καταφρονήσεως πολλῆς γινομένοις ἀναγκάζειν ἀγαθοὺς γενέσθαι τοὺς ἑκουσίως [p. 283] εἶναι μὴ βουλομένους. γινομένων γὰρ τούτων πολλὰς ἐλπίδας εἶχον ἥξειν ἐπὶ τὸ στρατήγιον ἅπαντας ἀγανακτοῦντας καὶ καταβοῶντας καὶ κελεύοντας ἡγεῖσθαι σφῶν ἐπὶ τοὺς πολεμίους· ὅπερ καὶ συνέβη. [3] ὡς γὰρ ἤρξαντο τὰς ἐξόδους τοῦ χάρακος ἀποταφρεύειν τε καὶ ἀποσταυροῦν οἱ πολέμιοι, δυσανασχετήσαντες οἱ Ῥωμαῖοι ἐπὶ τῷ ἔργῳ, τέως μὲν κατ᾽ ὀλίγους, ἔπειτ᾽ ἀθρόοι συντρέχοντες ἐπὶ τὰς σκηνὰς τῶν ὑπάτων ἐκεκράγεσάν τε καὶ προδοσίαν αὐτοῖς ἐνεκάλουν, καὶ εἰ μή τις ἡγήσεται σφίσι τῆς ἐξόδου, δίχα ἐκείνων αὐτοὶ τὰ ὅπλα ἔχοντες ἐπὶ τοὺς πολεμίους ἔλεγον ἐξελεύσεσθαι. [4] ὡς δ᾽ ἐξ ἁπάντων ἐγίνετο τοῦτο, παρεῖναι τὸν χρόνον, ὃν περιέμενον, οἱ στρατηγοὶ νομίσαντες ἐκέλευον τοῖς ὑπηρέταις συγκαλεῖν τὸ πλῆθος εἰς ἐκκλησίαν· καὶ προελθὼν Φάβιος τοιάδε εἶπε· ;ΚΕΦΑΛΑΙΟΝ Θ΄ [1] βραδεῖα μὲν ἡ ἀγανάκτησις ὑμῶν γίνεται περὶ ὧν ὑβρίζεσθε ὑπὸ τῶν πολεμίων, ἄνδρες στρατιῶταί τε καὶ ἡγεμόνες· καὶ τὸ βουλόμενον ἑκάστου χωρεῖν ὁμόσε τοῖς ἐναντίοις πολὺ τοῦ δέοντος ὕστερον φαινόμενον ἄωρόν ἐστι. παλαίτερον γὰρ ἔτι τοῦθ᾽ ὑμᾶς ἔδει πράττειν, ὅτε πρῶτον αὐτοὺς εἴδετε καταβαίνοντας ἐκ τῶν ἐρυμάτων καὶ μάχης ἄρχειν βουλομένους. τότε γὰρ δήπου καλὸς ὁ περὶ τῆς ἡγεμονίας ἦν ἀγὼν καὶ τοῦ Ῥωμαίων φρονήματος ἄξιος. νῦν δ᾽ ἀναγκαῖος ἤδη γίνεται, καὶ οὐδ᾽, ἂν τὸ κράτιστον λάβῃ [2] τέλος, ὁμοίως καλός. εὖ δὲ καὶ νῦν ποιεῖτε ὅμως ἐπανορθώσασθαι τὴν βραδυτῆτα βουλόμενοι καὶ τὰ [p. 284] παραλειφθέντα ἀναλαβεῖν, καὶ πολλὴ χάρις ὑμῖν τῆς ἐπὶ τὰ κράτιστα ὁρμῆς, εἴ γ᾽ ὑπ᾽ ἀρετῆς γίνεται· κρεῖττον γάρ ἐστιν ὀψὲ ἄρξασθαι τὰ δέοντα πράττειν ἢ μηδέποτε· εἴτ᾽ οὖν ἅπαντες ὁμοίους ἔχετε περὶ τῶν συμφερόντων λογισμούς, καὶ ἡ προθυμία τῆς ἐπὶ τὸν ἀγῶνα ὁρμῆς ἅπαντας ἡ αὐτὴ κατείληφε. [3] νῦν δὲ φοβούμεθα, μὴ τὰ περὶ τῆς κληρουχίας προσκρούσματα τῶν δημοτικῶν πρὸς τοὺς ἐν τέλει μεγάλης αἴτια τῷ κοινῷ γένηται βλάβης· ὑποψία τε ἡμᾶς κατείληφεν, ὡς ἡ περὶ τῆς ἐξόδου καταβοὴ καὶ ἀγανάκτησις οὐκ ἀπὸ τῆς αὐτῆς προαιρέσεως παρὰ πάντων γίνεται, ἀλλ᾽ οἱ μὲν ὡς τιμωρησόμενοι τοὺς πολεμίους προθυμεῖσθε [4] τοῦ χάρακος ἐξελθεῖν, οἱ δ᾽ ὡς ἀποδρασόμενοι. ἐξ ὧν δὲ παρέστηκεν ἡμῖν ταῦθ᾽ ὑποπτεύειν, οὐ μαντεῖαί εἰσιν οὐδὲ στοχασμοί, ἀλλ᾽ ἔργα ἐμφανῆ καὶ οὐδὲ ταῦτα παλαιά, ἀλλ᾽ ἐν τῷ παρελθόντι ἐνιαυτῷ γενόμενα, ὡς ἅπαντες ἴστε, ὅτ᾽ ἐπὶ τοὺς αὐτοὺς πολεμίους τούτους πολλῆς καὶ ἀγαθῆς ἐξελθούσης στρατιᾶς, καὶ τῆς πρώτης μάχης τὸ κράτιστον ἡμῖν λαβούσης τέλος, δυνηθέντος ἂν τοῦ τότ᾽ ἄγοντος ὑμᾶς ὑπάτου Καίσωνος, ἀδελφοῦ δ᾽ ἐμοῦ τουδὶ καὶ τὸν χάρακα τῶν πολεμίων ἐξελεῖν καὶ νίκην τῇ πατρίδι καταγαγεῖν λαμπροτάτην, φθονήσαντες αὐτῷ δόξης τινές, ὅτι δημοτικὸς οὐκ ἦν, οὐδὲ τὰ κεχαρισμένα τοῖς πένησι διετέλει πολιτευόμενος, τῇ πρώτῃ νυκτὶ μετὰ τὴν μάχην ἀνασπάσαντες τὰς σκηνὰς ἄνευ παραγγέλματος ἀπέδρασαν [p. 285] ἐκ τοῦ χάρακος, οὔτε τὸν κίνδυνον ἐνθυμηθέντες τὸν καταληψόμενον αὐτοὺς ἀτάκτως καὶ χωρὶς ἡγεμόνος ἀπιόντας ἐκ πολεμίας γῆς καὶ ταῦτ᾽ ἐν νυκτί, οὔτε τὴν αἰσχύνη, ὅση καθέξειν αὐτοὺς ἔμελλεν, ὑπολογισάμενοι, ὅτι παρεχώρουν τοῖς πολεμίοις τῆς ἡγεμονίας, τὸ γοῦν ἐφ᾽ ἑαυτοῖς μέρος, καὶ ταῦθ᾽ οἱ [5] νικήσαντες τοῖς κεκρατημένοις. τούτους δὴ τοὺς ἄνδρας ὀρρωδοῦντες, ὦ ταξίαρχοί τε καὶ λοχαγοὶ καὶ στρατιῶται, τοὺς οὔτ᾽ ἄρχειν δυναμένους οὔτ᾽ ἄρχεσθαι βουλομένους πολλοὺς καὶ αὐθάδεις ὄντας καὶ τὰ ὅπλα ἔχοντας ἐν χερσίν, οὔτε πρότερον ἐβουλόμεθα μάχην συνάπτειν οὔτε νῦν ἔτι θαρσοῦμεν ἐπὶ τοιούτοις συμμάχοις τὸν ὑπὲρ τῶν μεγίστων ἀγῶνα ἄρασθαι, μὴ κωλύματα καὶ βλάβαι γένωνται τοῖς ἅπαντα τὰ καθ᾽ [6] ἑαυτοὺς πρόθυμα παρεχομένοις. εἰ μέντοι κἀκείνων ὁ θεὸς ἐπὶ τὰ κρείττω τὸν νοῦν ἄγει νυνὶ καὶ καταβαλόντες τὸ στασιάζον, ὑφ᾽ οὗ νῦν πολλὰ καὶ μεγάλα βλάπτεται τὸ κοινόν, ἤ γε δὴ εἰς τοὺς τῆς εἰρήνης ἀναβαλόμενοι καιρούς, ἐπανορθώσασθαι βούλονται τὰ παρελθόντα ὀνείδη τῇ νῦν ἀρετῇ, μηδὲν ἔτι τὸ κωλῦσον ἔστω χωρεῖν ὑμᾶς ἐπὶ τοὺς πολεμίους, τὰς ἀγαθὰς προβαλλομένους ἐλπίδας. [7] ἔχομεν δὲ πολλὰς μὲν καὶ ἄλλας ἀφορμὰς εἰς τὸ νικᾶν, μεγίστας δὲ καὶ κυριωτάτας, ἃς τὸ τῶν πολεμίων ἀνόητον ἡμῖν παρέχει, οἵ γε πλήθει στρατιᾶς μακρῷ προὔχοντες ἡμῶν καὶ τούτῳ [p. 286] μόνῳ δυνηθέντες ἂν πρὸς τὰς ἡμετέρας τόλμας τε καὶ ἐμπειρίας ἀντέχειν ἀπεστερήκασι τῆς μόνης ὠφελείας ἑαυτοὺς ἀπαναλώσαντες τὸ πλεῖον τῆς δυνάμεως μέρος εἰς τὰς τῶν φρουρίων φυλακάς. [8] ἔπειτα δέον αὐτοὺς σὺν εὐλαβείᾳ καὶ λογισμῷ σώφρονι πράττειν ἕκαστα, ἐνθυμουμένους, πρὸς οἵους ἄνδρας καὶ πολὺ ἀλκιμωτέρους αὐτῶν ὁ κίνδυνος ἔσται, θρασέως καὶ ἀπερισκέπτως ἐπὶ τὸν ἀγῶνα χωροῦσιν, ὡς ἄμαχοί τινες καὶ ὡς ἡμῶν καταπεπληγότων αὐτούς. αἱ γοῦν ἀποταφρεύσεις καὶ αἱ μέχρι τοῦ χάρακος ἡμῶν καθιππεύσεις καὶ τὰ πολλὰ ἐν λόγοις τε καὶ ἔργοις ὑβρίσματα τοῦτο δύναται. [9] ταῦτά τε δὴ ἐνθυμούμενοι καὶ τῶν προτέρων ἀγώνων μεμνημένοι πολλῶν ὄντων καὶ καλῶν, ἐν οἷς αὐτοὺς ἐνικᾶτε, χωρεῖτε μετὰ προθυμίας καὶ ἐπὶ τόνδε τὸν ἀγῶνα· καὶ ἐν ᾧ ἂν ὑμῶν ἕκαστος χωρίῳ ταχθῇ, τοῦθ᾽ ὑπολαβέτω καὶ οἶκον εἶναι καὶ κλῆρον καὶ πατρίδα· καὶ ὅ τε σώζων τὸν παραστάτην ἑαυτῷ πράττειν τὴν σωτηρίαν ὑπολαβέτω, καὶ ὁ ἐγκαταλιπὼν τὸν πέλας ἑαυτὸν ἡγείσθω τοῖς πολεμίοις προδιδόναι. μάλιστα δ᾽ ἐκεῖνο μεμνῆσθαι προσῆκεν, ὅτι μενόντων μὲν ἀνδρῶν καὶ μαχομένων ὀλίγον τὸ ἀπολλύμενόν ἐστιν, ἐγκλινάντων δὲ καὶ φευγόντων κομιδῇ βραχὺ σωζόμενον. ;ΚΕΦΑΛΑΙΟΝ Ι΄ [1] ἔτι δ᾽ αὐτοῦ λέγοντος τὰ εἰς τὸ γενναῖον ἐπαγωγὰ [p. 287] καὶ πολλὰ μεταξὺ τῶν λόγων ἐκχέοντος δάκρυα, λοχαγῶν τε καὶ ταξιάρχων καὶ τῶν ἄλλων στρατιωτῶν ἕκαστον, ᾧ συνῄδει τι λαμπρὸν ἔργον ἐν μάχαις ἀποδειξαμένῳ, κατ᾽ ὄνομα ἀνακαλοῦντος, καὶ πολλὰ καὶ μεγάλα τοῖς ἀριστεύσασι κατὰ τὴν μάχην φιλάνθρωπα δώσειν ὑπισχνουμένου πρὸς τὸ τῶν πράξεων μέγεθος, τιμάς τε καὶ πλούτους καὶ τὰς ἄλλας βοηθείας, ἀναβοήσεις ἐξ ἁπάντων ἐγίνοντο θαρρεῖν τε παρακελευομένων καὶ ἄγειν ἐπὶ τὸν ἀγῶνα ἀξιούντων. [2] ἐπειδὴ δ᾽ ἐπαύσατο, προέρχεταί τις ἐκ τοῦ πλήθους, Μάρκος Φλαβολήιος ὄνομα, ἀνὴρ δημοτικὸς μὲν καὶ αὐτουργός, οὐ μὴν τῶν ἀπερριμμένων τις, ἀλλὰ τῶν ἐπαινουμένων δἰ ἀρετὴν καὶ τὰ πολέμια ἄλκιμος, καὶ δι᾽ ἄμφω ταῦτα ἑνὸς τῶν ταγμάτων τῇ λαμπροτάτῃ ἀρχῇ κεκοσμημένος, ᾗ τὰς ἑξήκοντα ἑκατονταρχίας ἕπεσθαί τε καὶ τὸ κελευόμενον ὑπηρετεῖν κελεύει ὁ νόμος. τούτους Ῥωμαῖοι τοὺς ἡγεμόνας τῇ πατρίῳ γλώττῃ πριμοπίλους καλοῦσιν. [3] οὗτος ὁ ἀνήρ — ἦν δὲ πρὸς τοῖς ἄλλοις μέγας τε καὶ καλὸς ἰδεῖν — στάς, ὅθεν ἅπασιν ἔμελλεν ἔσεσθαι φανερός, Ἐπεὶ τοῦτ᾽, ἔφησεν, ὦ ὕπατοι, δεδοίκατε, μὴ τὰ ἔργα ἡμῶν οὐχ ὅμοια γένηται τοῖς λόγοις, ἐγὼ πρῶτος ὑμῖν ὑπὲρ ἐμαυτοῦ τὸ βέβαιον τῆς ὑποσχέσεως ἐκ τῆς μεγίστης πίστεως παρέξομαι· καὶ ὑμεῖς δ᾽, ὦ πολῖται τε καὶ τῆς αὐτῆς κοινωνοὶ τύχης, ὅσοι [p. 288] διεγνώκατε εἰς ἴσον καταστῆσαι τὰ ἔργα τοῖς λόγοις, [4] οὐκ ἂν ἁμαρτάνοιτε ταὐτὸ ποιοῦντες ἐμοί. ταῦτ᾽ εἰπὼν καὶ τὸ ξίφος ἀνατείνας ὤμοσε τὸν ἐπιχώριόν τε Ῥωμαίοις καὶ κράτιστον ὅρκον, τὴν ἀγαθὴν ἑαυτοῦ πίστιν, νικήσας τοὺς πολεμίους ἥξειν εἰς τὴν πόλιν, ἄλλως δ᾽ οὔ. τοῦτον ὀμόσαντος τοῦ Φλαβοληίου τὸν ὅρκον πολὺς ἐξ ἁπάντων ἔπαινος ἐγένετο· καὶ αὐτίκα οἵ τε ὕπατοι ἀμφότεροι ταὐτὸν ἔδρων καὶ οἱ τὰς ἐλάττους ἔχοντες στρατηγίας χιλίαρχοί τε καὶ λοχαγοί, τελευτῶσα [5] δ᾽ ἡ πληθύς. ἐπεὶ δὲ τοῦτ᾽ ἐγένετο, πολλὴ μὲν εὐθυμία πᾶσιν ἐνέπεσε, πολλὴ δὲ φιλότης ἀλλήλων, θάρσος τ᾽ αὖ καὶ μένος· καὶ ἀπελθόντες ἐκ τῆς ἐκκλησίας, οἱ μὲν ἵπποις χαλινοὺς ἐνέβαλλον, οἱ δὲ ξίφη καὶ λόγχας ἔθηγον, οἱ δὲ τὰ σκεπαστήρια τῶν ὅπλων ἐξέματτον· καὶ ὀλίγου πᾶσα ἦν ἕτοιμος εἰς τὸν ἀγῶνα ἡ στρατιά. [6] οἱ δ᾽ ὕπατοι τοὺς θεοὺς εὐχαῖς τε καὶ θυσίαις καὶ λιταῖς ἐπικαλεσάμενοι τῆς ἐξόδου σφίσι γενέσθαι ἡγεμόνας, ἐξῆγον ἐκ τοῦ χάρακος ἐν τάξει καὶ κόσμῳ τὸν στρατόν. καὶ οἱ Τυρρηνοὶ κατιόντας αὐτοὺς ἐκ τῶν ἐρυμάτων ἰδόντες ἐθαύμασάν τε καὶ ἀντεπεξῄεσαν ἁπάσῃ τῇ δυνάμει. {{DEFAULTSORT:Ρωμαικη Αρχαιολογια 09 01}} 7zdkb4wod5hc48wu949y01yh8w9oz3w Ρωμαϊκή Αρχαιολογία/ι/51 0 23590 148503 100305 2022-08-09T13:55:18Z Αντιγόνη 235 wikitext text/x-wiki {{Κεφαλίδα | τίτλος = Κεφάλαια 51–60 | συγγραφέας = Διονύσιος ο Αλικαρνασσεύς | μεταφραστής= | ενότητα = [[Ρωμαϊκή Αρχαιολογία/ι|Ῥωμαϊκὴ Ἀρχαιολογία: Λόγος ι΄]] | προηγούμενο= [[Ρωμαϊκή Αρχαιολογία/ι/41|Κεφάλαια 41–50]] | επόμενο = | σημειώσεις = Dionysii Halicarnasei Antiquitatum Romanarum quae supersunt, Vol I-IV. Dionysius of Halicarnassus. Karl Jacoby. In Aedibus B.G. Teubneri. Leipzig. 1885. }} ;ΚΕΦΑΛΑΙΟΝ ΝΑ΄ [1] ἃ μὲν ὑπὸ τοῦ δήμου πέπονθα, ὦ βουλή, καὶ ὅτι οὐδὲν ἀδικῶν, ἀλλὰ τῆς πρὸς ὑμᾶς εὐνοίας ἕνεκα, φορτικὸς ἂν εἴην ἔγωγε ἐν εἰδόσιν ὑμῖν ἀκριβῶς λέγων· μνήμην δὲ αὐτῶν ποιοῦμαι τοῦ ἀναγκαίου ἕνεκεν, ἵν᾽ εἰδῆτε, ὅτι οὐ κολακείᾳ τοῦ δημοτικοῦ ἐπιτρέψας ἐχθροῦ μοι ὄντος, ἀλλ᾽ ἀπὸ τοῦ βελτίστου τὰ συμφέροντα ἐρῶ. θαυμάσῃ δὲ μηθείς, εἰ πρότερόν τε πολλάκις καὶ ἡνίκα ὕπατος ἦν τῆς ἑτέρας προαιρέσεως γενόμενος νῦν ἐξαίφνης μεταβέβλημαι· μηδὲ ὑπολάβητε δυεῖν θάτερον ἢ τότε βεβουλεῦσθαί με κακῶς ἢ νῦν ἀνατίθεσθαι τὰ δόξαντα οὐκ ὀρθῶς. [2] ἐγὼ γάρ, ὦ βουλή, ὅσον μὲν χρόνον τὰ ὑμέτερα ἰσχυρὰ ἡγούμην, ὥσπερ ἐχρῆν ἀριστοκρατίαν αὔξων περιεφρόνουν τὸ δημοτικόν, ἐπεὶ δὲ τοῖς ἐμαυτοῦ σωφρονισθεὶς κακοῖς μετὰ μεγάλων μισθῶν ἔμαθον, ὅτι ἔλαττον ὑμῶν ἐστι τοῦ βουλομένου τὸ δυνάμενον, καὶ πολλοὺς ἤδη τὸν ὑπὲρ ὑμῶν ἀγῶνα αἰρομένους περιείδετε ἀναρπασθέντας [p. 93] ὑπὸ τοῦ δήμου τοῖς ἀναγκαίοις εἴξαντες, οὐκέθ᾽ [3] ὅμοια ἔγνωκα. ἐβουλόμην δ᾽ ἂν μάλιστα μήτ᾽ ἐμαυτῷ συμβῆναι μήτε τῷ συνάρχοντί μου ταῦτα, ἐφ᾽ οἷς ἅπαντες ἡμῖν συμπαθεῖτε. ἐπειδὴ δὲ τὰ μὲν καθ᾽ ἡμᾶς τέλος ἔχει, τὰ δὲ λοιπὰ ἔξεστιν ἐπανορθώσασθαι καὶ τοῦ μὴ παθεῖν ταὐτὰ ἑτέρους προϊδέσθαι, καὶ κοινῇ καὶ καθ᾽ ἕνα ἕκαστον ἰδίᾳ τὰ παρόντα εὖ τίθεσθαι παρακαλῶ. κράτιστα γὰρ οἰκεῖται πόλις ἡ πρὸς τὰ πράγματα μεθαρμοττομένη, καὶ συμβούλων ἄριστος ὁ μὴ πρὸς τὴν ἰδίαν ἔχθραν ἢ χάριν, ἀλλὰ πρὸς τὸ κοινῇ συμφέρον ἀποδεικνύμενος γνώμην· βουλεύονταί τ᾽ ἄριστα περὶ τῶν μελλόντων οἱ παραδείγματα ποιούμενοι τὰ γεγονότα τῶν ἐσομένων. [4] ὑμῖν δ᾽, ὦ βουλή, ὁσάκις ἐνέστη τις ἀμφισβήτησις καὶ φιλονεικία πρὸς τὸν δῆμον, ἀεί τι μειονεκτεῖν ἐξεγένετο τὸ μὲν ἀκούειν κακῶς, τὸ δ᾽ εἰς ἀνδρῶν ἐπιφανῶν θανάτους τε καὶ ὕβρεις καὶ ἐκβολὰς ζημιωθῆναι. καίτοι τί γένοιτ᾽ ἂν ἀτύχημα πόλει μεῖζον ἢ τοὺς κρατίστους τῶν ἀνδρῶν περικόπτεσθαι καὶ ταῦτα οὐ σὺν δίκῃ; ὧν ὑμῖν φείδεσθαι παραινῶ καὶ μήτε τοὺς νῦν ἄρχοντας προβαλόντας εἰς κίνδυνον πρόδηλον, ἔπειτα ἐγκαταλιπόντας ἐν τοῖς δεινοῖς μετανοεῖν, μήτε τῶν ἄλλων τινά, [5] οὗ τι καὶ μικρὸν ὄφελος τῷ κοινῷ. κεφάλαιον δ᾽ ἐστὶν ὧν ὑμῖν παραινῶ, πρέσβεις ἑλέσθαι τοὺς μὲν [p. 94] εἰς τὰς Ἑλληνίδας πόλεις τὰς ἐν Ἰταλίᾳ, τοὺς δ᾽ εἰς Ἀθήνας· οἵτινες αἰτησάμενοι παρὰ τῶν Ἑλλήνων τοὺς κρατίστους νόμους καὶ μάλιστα τοῖς ἡμετέροις ἁρμόττοντας βίοις οἴσουσι δεῦρο. ἀφικομένων δ᾽ αὐτῶν τοὺς τότε ὑπάτους προθεῖναι τῇ βουλῇ σκοπεῖν, τίνας ἑλέσθαι δεήσει νομοθέτας καὶ ἥντινα ἕξοντας ἀρχὴν καὶ χρόνον ὅσον καὶ τἆλλα, ὅπως ἂν αὐτῇ φαίνηται συνοίσειν, στασιάζειν δὲ μηκέτι πρὸς τὸ δημοτικὸν μηδ᾽ ἄλλας ἐπ᾽ ἄλλαις ἀναιρεῖσθαι συμφορὰς ἄλλως τε καὶ περὶ νόμων φιλονεικοῦντας, οἳ κἂν εἰ μηθὲν ἄλλο τήν γέ τοι δόξαν τῆς ἀξιώσεως ἔχουσιν εὐπρεπῆ. ;ΚΕΦΑΛΑΙΟΝ ΝΒ΄ [1] τοιαῦτα εἰπόντος τοῦ Ῥωμιλίου οἵ τε ὕπατοι συνελαμβάνοντο τῆς γνώμης ἀμφότεροι πολλὰ καὶ ἐκ παρασκευῆς συγκείμενα διεξιόντες, καὶ τῶν ἄλλων βουλευτῶν συχνοί, καὶ ἐγένοντο πλείους οἱ ταύτῃ [2] προστιθέμενοι τῇ γνώμῃ. μέλλοντος δὲ γράφεσθαι τοῦ προβουλεύματος ἀναστὰς ὁ δήμαρχος Σίκκιος ὁ τῷ Ῥωμιλίῳ προσθεὶς τὴν δίκην πολὺν ὑπὲρ τοῦ ἀνδρὸς διῆλθε λόγον ἐπαινῶν τὴν μεταβολὴν τῆς γνώμης καὶ τὸ μὴ τὰ ἴδια ἔχθη κρείττονα γίνεσθαι τῶν κοινῇ χρησίμων, ἀλλ᾽ ἀπ᾽ ὀρθῆς γνώμης τὰ συμφέροντα ἀποδείξασθαι· [3] ἀνθ᾽ ὧν, ἔφη, ταύτην αὐτῷ ἀποδίδωμι τιμὴν καὶ χάριν· ἀφίημι τῶν ἐκτισμάτων ἐπὶ τῇ δίκῃ καὶ εἰς τὸ λοιπὸν διαλλάττομαι· νικᾷ γὰρ ἡμᾶς χρηστὸς ὤν. τὸ δ᾽ αὐτὸ καὶ οἱ ἄλλοι δήμαρχοι παριόντες ὡμολόγουν. οὐ μὴν ὅ γε Ῥωμίλιος ὑπέμεινε ταύτην [p. 95] λαβεῖν τὴν χάριν, ἀλλ᾽ ἐπαινέσας τοὺς δημάρχους τῆς προθυμίας ἀποδώσειν ἔφη τὴν καταδίκην. ἱερὰν γὰρ ἤδη τῶν θεῶν εἶναι, καὶ οὔτε δίκαια οὔτε ὅσια ποιεῖν ἀποστερῶν τοὺς θεούς, ἃ δίδωσιν αὐτοῖς ὁ νόμος· [4] καὶ ἐποίησεν οὕτως. γραφέντος δὲ τοῦ προβουλεύματος, καὶ μετὰ ταῦτ᾽ ἐπικυρώσαντος τοῦ δήμου πρέσβεις ἀπεδείχθησαν οἱ τοὺς παρὰ τῶν Ἑλλήνων νόμους ληψόμενοι, Σπόριος Ποστόμιος καὶ Σερούιος Σολπίκιος καὶ Αὖλος Μάλλιος· οἷς τριήρεις τε παρεσκευάσθησαν ἐκ τοῦ δημοσίου καὶ ἄλλος κόσμος εἰς ἐπίδειξιν τῆς ἡγεμονίας ἀποχρῶν. καὶ τὸ ἔτος ἐτελεύτα. ;ΚΕΦΑΛΑΙΟΝ ΝΓ΄ [1] ἐπὶ δὲ τῆς ὀγδοηκοστῆς καὶ δευτέρας ὀλυμπιάδος, ἣν ἐνίκα στάδιον Λύκος Θεσσαλὸς ἀπὸ Λαρίσης, ἄρχοντος Ἀθήνησι Χαιρεφάνους, ἐτῶν τριακοσίων ἐκπεπληρωμένων ἀπὸ τοῦ Ῥώμης συνοικισμοῦ, Ποπλίου Ὁρατίου καὶ Σέξτου Κοιντιλίου διαδεδεγμένων τὴν ὕπατον ἀρχήν, λοιμικὴ νόσος εἰς τὴν Ῥώμην κατέσκηψε μεγίστη τῶν ἐκ τοῦ προτέρου χρόνου μνημονευομένων· ὑφ᾽ ἧς οἱ μὲν θεράποντες ὀλίγου ἐδέησαν πάντες ἀπολέσθαι, τῶν δ᾽ ἄλλων πολιτῶν ἀμφὶ τοὺς ἡμίσεις μάλιστα διεφθάρησαν, οὔτε τῶν ἰατρῶν ἀρκούντων ἔτι βοηθεῖν τοῖς καμάτοις, [2] οὔτε οἰκείων ἢ φίλων τἀναγκαῖα ὑπηρετούντων. οἱ [p. 96] γὰρ ἐπικουρεῖν ταῖς ἑτέρων βουλόμενοι συμφοραῖς ἁπτόμενοί τε καματηρῶν σωμάτων καὶ συνδιαιτώμενοι τὰς αὐτὰς ἐκείνοις νόσους μετελάμβανον, ὥστε πολλὰς οἰκίας ἐξερημωθῆναι δι᾽ ἀπορίαν τῶν ἐπιμελησομένων. ἦν τε οὐκ ἐλάχιστον τῶν κακῶν τῇ πόλει καὶ τοῦ μὴ ταχέως λωφῆσαι τὴν νόσον αἴτιον τὸ περὶ τὰς ἐκβολὰς τῶν νεκρῶν γινόμενον. [3] κατ᾽ ἀρχὰς μὲν γὰρ ὑπό τε αἰσχύνης καὶ εὐπορίας τῶν πρὸς τὰς ταφὰς ἐπιτηδείων ἔκαιόν τε καὶ γῇ παρεδίδοσαν τοὺς νεκρούς, τελευτῶντες δὲ οἱ μὲν ἀπ᾽ ὀλιγωρίας τοῦ καλοῦ, οἱ δὲ τἀπιτήδεια οὐκ ἔχοντες πολλοὺς μὲν ἐν τοῖς ὑπονόμοις τῶν στενωπῶν φέροντες ἐρρίπτουν τῶν ἀπογενομένων, πολλῷ δ᾽ ἔτι πλείους εἰς τὸν ποταμὸν ἐνέβαλλον· ἀφ᾽ ὧν τὰ μέγιστα ἐκακοῦντο πρὸς τὰς ἀκτὰς καὶ τὰς ἠϊόνας. [4] ἐκκυμαινομένων γὰρ τῶν σωμάτων βαρεῖα καὶ δυσώδης προσπίπτουσα καὶ τοῖς ἔτι ἐρρωμένοις ἡ τοῦ πνεύματος ἀποφορὰ ταχείας ἔφερε τοῖς σώμασι τὰς τροπάς, πίνεσθαί τε οὐκέτι χρηστὸν ἦν τὸ ἐκ τοῦ ποταμοῦ κομισθὲν ὕδωρ, τὰ μὲν ἀτοπίᾳ τῆς ὀσμῆς, τὰ δὲ τῷ πονηρὰς τὰς ἀναδόσεις ποιεῖν τῆς τροφῆς. [5] καὶ οὐ μόνον ἐν τῇ πόλει τὰ δεινὰ ἦν, ἀλλὰ καὶ ἐπὶ [p. 97] τῶν ἀγρῶν· καὶ οὐχ ἥκιστα ὁ γεωργὸς ἐπόνησεν ὄχλος ἀναπιμπλάμενος, καὶ προβάτων καὶ τῶν ἄλλων τετραπόδων ἅμα διαιτωμένων, τῆς νόσου. ὅσον μὲν οὖν χρόνον τοῖς πολλοῖς ἐλπίδος τι ὑπῆν ὡς τοῦ θεοῦ σφίσιν ἐπικουρήσοντος, ἅπαντες ἐπί τε θυσίας καὶ καθαρμοὺς ἐτράποντο· καὶ πολλὰ ἐνεωτερίσθη Ῥωμαίοις οὐκ ὄντα ἐν ἔθει περὶ τὰς τιμὰς τῶν θεῶν ἐπιτηδεύματα οὐκ εὐπρεπῆ. [6] ἐπεὶ δὲ ἐπέγνωσαν οὐδεμίαν αὐτῶν ἐπιστροφὴν ἐκ τοῦ δαιμονίου γινομένην οὐδ᾽ ἔλεον, καὶ τῆς περὶ τὰ θεῖα λειτουργίας ἀπέστησαν. ἐν ταύτῃ τῇ συμφορᾷ τῶν τε ὑπάτων ἅτερος ἀποθνήσκει, Σέξτος Κοιντίλιος, καὶ ὁ μετὰ τοῦτον ἀποδειχθεὶς ὕπατος Σπόριος Φούριος, καὶ τῶν δημάρχων τέτταρες, [7] τῶν τε βουλευτῶν πολλοὶ καὶ ἀγαθοί. ἐπεβάλοντο μὲν οὖν ἐν τῇ νόσῳ τῆς πόλεως οὔσης στρατὸν ἐξάγειν ἐπ᾽ αὐτοὺς Αἰκανοὶ καὶ διεπρεσβεύοντο πρὸς τἆλλα ἔθνη, ὅσα Ῥωμαίοις πολέμια ἦν, παρακαλοῦντες ἐπὶ τὸν πόλεμον. οὐ μὴν ἔφθασάν γε προαγαγεῖν τὴν δύναμιν ἐκ τῶν πόλεων. ἔτι γὰρ αὐτῶν παρασκευαζομένων ἡ αὐτὴ νόσος κατέσκηψεν εἰς τὰς πόλεις. [8] διῆλθε δ᾽ οὐ μόνον τὴν Αἰκανῶν, ἀλλὰ καὶ τὴν Οὐολούσκων καὶ τὴν Σαβίνων γῆν, καὶ σφόδρα ἐκάκωσε τοὺς ἀνθρώπους. ἐκ δὲ τούτου συνέβη καὶ τὴν χώραν ἀγεώργητον ἀφεθεῖσαν λιμὸν ἐπὶ τῷ λοιμῷ συνάψαι. ἐπὶ μὲν δὴ τούτων τῶν ὑπάτων οὐδὲν ἐπράχθη Ῥωμαίοις διὰ τὰς νόσους οὔτε πολεμικὸν οὔτε πολιτικὸν εἰς ἱστορίας ἀφήγησιν ἐλθεῖν ἄξιον. [p. 98] ;ΚΕΦΑΛΑΙΟΝ ΝΔ΄ [1] εἰς δὲ τοὐπιὸν ἔτος ὕπατοι μὲν ἀπεδείχθησαν Λεύκιος Μενήνιος καὶ Πόπλιος Σήστιος· ἡ δὲ νόσος εἰς τέλος ἐλώφησε. καὶ μετὰ τοῦτο θυσίαι τε χαριστήριοι θεοῖς ἐπετελοῦντο δημοσίᾳ, καὶ ἀγῶνες ἐπιφανεῖς λαμπραῖς πάνυ χορηγούμενοι δαπάναις, ἐν εὐπαθείαις τε καὶ θαλίαις ἡ πόλις ἦν ὥσπερ εἰκός· καὶ πᾶς ὁ χειμέριος χρόνος ἀμφὶ ταῦτα ἐδαπανήθη. [2] ἀρχομένου δ᾽ ἔαρος σῖτός τε πολὺς καὶ ἐκ πολλῶν ἤχθη χωρίων, ὁ μὲν πλείων δημοσίᾳ συνωνηθείς, ὁ δέ τις καὶ ὑπ᾽ ἰδιωτῶν ἐμπόρων κομιζόμενος. ἔκαμνε γὰρ οὐχ ἥκιστα ἐν τῇ σπάνει τῆς τροφῆς ὁ λαὸς χέρσου τῆς γῆς ἀφειμένης διὰ τὰς νόσους καὶ τὸν ὄλεθρον τῶν γεωργῶν. [3] ἐν δὲ τῷ αὐτῷ καιρῷ παρεγένοντο ἀπό τ᾽ Ἀθηνῶν καὶ τῶν ἐν Ἰταλοῖς Ἑλληνίδων πόλεων οἱ πρέσβεις φέροντες τοὺς νόμους. καὶ μετὰ τοῦτο προσῄεσαν οἱ δήμαρχοι τοῖς ὑπάτοις ἀξιοῦντες ἀποδεῖξαι κατὰ τὸ ψήφισμα τῆς βουλῆς τοὺς νομοθέτας. οἱ δ᾽ οὐκ ἔχοντες, ὅτῳ ἂν αὐτοὺς ἀπαλλάξειαν τρόπῳ προσκαθημένους καὶ λιπαροῦντας, ἀχθόμενοι τῷ πράγματι καὶ οὐκ ἀξιοῦντες ἐπὶ τῆς αὑτῶν ἀρχῆς καταλῦσαι τὴν ἀριστοκρατίαν πρόφασιν εὐπρεπῆ προὐβάλοντο λέγοντες ἐν χερσὶν εἶναι τὸν τῶν ἀρχαιρεσίων καιρόν, καὶ δέον αὐτοὺς τοὺς ὑπάτους πρῶτον ἀποδεῖξαι, [4] ποιῆσαι δὲ τοῦτ᾽ οὐκ εἰς μακράν, ἀποδειχθέντων δὲ [p. 99] τῶν ὑπάτων μετ᾽ ἐκείνων ἔλεγον ἀνοίσειν τῷ συνεδρίῳ τὴν περὶ τῶν νομοθετῶν διάγνωσιν. συγχωρούντων δὲ τῶν δημάρχων προθέντες ἀρχαιρέσια πολλῷ τάχιον ἢ τοῖς προτέροις ἔθος ἦν ὑπάτους ἀπέδειξαν Ἄππιον Κλαύδιον καὶ Τίτον Γενύκιον, καὶ μετὰ τοῦτο πᾶσαν ἀποθέμενοι τὴν περὶ τῶν κοινῶν φροντίδα, ὡς ἑτέρους ἤδη δέον ὑπὲρ αὐτῶν σκοπεῖν, οὐδὲν ἔτι τοῖς δημάρχοις προσεῖχον, ἀλλὰ διακλέψαι τὸν λοιπὸν χρόνον τῆς ὑπατείας διενοοῦντο. [5] ἔτυχε δὲ τὸν ἕτερον αὐτῶν Μενήνιον ἀρρωστία τις καταλαβοῦσα χρόνιος. ἤδη δέ τινες ἔφασαν ὑπὸ λύπης καὶ ἀθυμίας ἐμπεσούσης τῷ ἀνδρὶ τηκεδόνα δυσαπάλλακτον ἐργάσασθαι νόσον. ταύτην δὲ προσλαβὼν τὴν πρόφασιν ὁ Σήστιος ὡς οὐδὲν οἷός τ᾽ ἦν πράττειν μόνος ἀπεωθεῖτο τὰς τῶν δημάρχων δεήσεις καὶ πρὸς τοὺς νέους ἄρχοντας ἠξίου τρέπεσθαι. [6] οἱ δ᾽ οὐκ ἔχοντες, ὅ τι πράττωσιν, ἕτερον ἐπὶ τοὺς περὶ τὸν Ἄππιον οὔπω τὴν ἐξουσίαν παρειληφότας ἠναγκάζοντο καταφεύγειν, τὰ μὲν ἐν ταῖς ἐκκλησίαις δεόμενοι, τὰ δὲ καταμόνας συντυγχάνοντες· καὶ τέλος ἐξειργάσαντο τοὺς ἄνδρας μεγάλας ὑποτείνοντες ἐλπίδας αὐτοῖς, εἰ τὰ τοῦ δήμου πράγματα ἕλοιντο, τιμῆς καὶ δυναστείας. [7] εἰσῆλθε γάρ τις τὸν Ἄππιον ἐπιθυμία ξένην ἀρχὴν περιβαλέσθαι καὶ νόμους καταστήσασθαι τῇ πατρίδι ὁμονοίας τε καὶ εἰρήνης καὶ τοῦ μίαν ἅπαντας ἡγεῖσθαι τὴν [p. 100] πόλιν ἄρξαι τοῖς συμπολιτευομένοις. οὐ μέντοι καὶ διέμεινέ γε χρηστὸς ἀρχῇ κοσμηθεὶς μεγάλῃ, ἀλλ᾽ ἐξέπεσε τελευτῶν εἰς φιλαρχίαν ἀπαραχώρητον ὑπὸ μεγέθους ἐξουσίας διαφθαρεὶς καὶ ὀλίγου ἐδέησεν ἐπὶ τυραννίδα ἐλάσαι. περὶ ὧν κατὰ τὸν οἰκεῖον διαλέξομαι καιρόν. ;ΚΕΦΑΛΑΙΟΝ ΝΕ΄ [1] τότε δ᾽ οὖν ἀπὸ τοῦ κρατίστου ταῦτα βουλευσάμενος καὶ τὸν συνάρχοντα πείσας, ἐπειδὴ πολλάκις αὐτὸν ἐπὶ τὴν ἐκκλησίαν ἐκάλεσαν οἱ δήμαρχοι, παρελθὼν πολλοὺς καὶ φιλανθρώπους διεξῆλθε λόγους· κεφάλαια δ᾽ αὐτοῦ τῆς δημηγορίας τοιάδε ἦν, ὅτι τὸ μὲν ἀποδειχθῆναι τοὺς νόμους καὶ παύσασθαι στασιάζοντας τοὺς πολίτας ὑπὲρ τῶν ἴσων αὐτῷ τε καὶ τῷ συνάρχοντι παντὸς μάλιστα δοκεῖ, καὶ ἀποφαίνονται γνώμην φανεράν· τοῦ δ᾽ ἀποδεῖξαι τοὺς νομοθέτας αὐτοὶ μὲν οὐδεμίαν ἔχουσιν ἐξουσίαν οὔπω παρειληφότες τὴν ἀρχήν, τοῖς δὲ περὶ Μενήνιον ὑπάτοις οὐχ ὅπως ἐναντιώσονται πράσσουσι τὰ δόξαντα τῇ βουλῇ, ἀλλὰ καὶ συνεργήσουσι καὶ πολλὴν εἴσονται χάριν. [2] ἐὰν δ᾽ ἀναδύωνται σκῆψιν προβαλλόμενοι τὴν νέαν ἀρχήν, ὡς οὐκ ἐξὸν αὐτοῖς ἑτέρους ἄρχοντας ὑπατικὴν ἐξουσίαν παραληψομένους ἀποδεικνύειν ἡμῶν ἤδη κεκυρωμένων ὑπάτων, οὐδὲν ἐμποδὼν αὐτοῖς τὸ καθ᾽ ἑαυτοὺς ἔσεσθαι. ἑκόντες γὰρ ἀποστήσεσθαι τῆς ὑπατείας τοῖς ἀνθ᾽ αὑτῶν αἱρεθησομένοις, ἐὰν καὶ τῇ [3] βουλῇ ταῦτα δοκῇ. ἐπαινοῦντος δὲ τοῦ δήμου καὶ [p. 101] τὴν προθυμίαν τῶν ἀνδρῶν καὶ πάντων κατὰ πλῆθος ἐπὶ τὸ συνέδριον ὠσαμένων, ἀναγκασθεὶς ὁ Σήστιος τὴν βουλὴν συναγαγεῖν μόνος, ἐπειδὴ ὁ Μενήνιος ἀδύνατος ἦν παρεῖναι διὰ τὴν νόσον, προὔθηκεν ὑπὲρ τῶν νόμων λέγειν. ἐλέχθησαν μὲν οὖν καὶ τότε πολλοὶ ὑπ᾽ ἀμφοτέρων λόγοι τῶν τε παραινούντων κατὰ νόμους πολιτεύεσθαι, καὶ τῶν ἀξιούντων τοὺς πατρίους φυλάττειν ἐθισμούς. [4] ἐνίκα δὲ ἡ τῶν εἰς νέωτα μελλόντων ὑπατεύειν γνώμη, ἣν Ἄππιος Κλαύδιος πρῶτος ἐρωτηθεὶς ἀπεφήνατο, ἄνδρας αἱρεθῆναι δέκα τοὺς ἐπιφανεστάτους ἐκ τῆς βουλῆς. τούτους δ᾽ ἄρχειν εἰς ἐνιαυτὸν ἀφ᾽ ἧς ἂν ἀποδειχθῶσιν ἡμέρας, ἐξουσίαν ἔχοντας ὑπὲρ ἁπάντων τῶν κατὰ τὴν πόλιν ἣν εἶχον οἵ τε ὕπατοι καὶ ἔτι πρότερον οἱ βασιλεῖς, τάς τ᾽ ἄλλας ἀρχὰς πάσας καταλελύσθαι, τέως ἂν οἱ [5] δέκα τύχωσι τῆς ἀρχῆς. τούτους δὲ τοὺς ἄνδρας ἔκ τε τῶν πατρίων ἐθῶν καὶ ἐκ τῶν Ἑλληνικῶν νόμων, οὓς ἐκόμισαν οἱ πρέσβεις, ἐκλεξαμένους τὰ κράτιστα καὶ τῇ Ῥωμαίων πόλει πρόσφορα νομοθετήσεσθαι. τὰ δὲ γραφέντα ὑπὸ τῶν δέκα ἀνδρῶν, ἐὰν ἥ τε βουλὴ δοκιμάσῃ καὶ ὁ δῆμος ἐπιψηφίσῃ, κύρια εἰς τὸν ἅπαντα εἶναι χρόνον, καὶ τὰς ἀρχάς, ὅσαι ἂν ὕστερον ἀποδειχθῶσι, κατὰ τούτους τοὺς νόμους τά τε ἰδιωτικὰ συμβόλαια διαιρεῖν καὶ τὰ δημόσια ἐπιτροπεύειν. ;ΚΕΦΑΛΑΙΟΝ ΝΣΤ΄ [1] τοῦτο τὸ δόγμα λαβόντες οἱ δήμαρχοι προῆλθον εἰς τὴν ἐκκλησίαν καὶ ἀναγνόντες ἐν τῷ [p. 102] δήμῳ πολλοὺς ἐπαίνους τῆς βουλῆς καὶ τοῦ προθέντος τὴν γνώμην Ἀππίου διεξῆλθον. ἐπεὶ δὲ κατέλαβεν ὁ τῶν ἀρχαιρεσίων καιρός, ἐκκλησίαν συναγαγόντες οἱ δήμαρχοι τούς τ᾽ ἀποδειχθέντας ὑπάτους ἥκειν ἠξίουν ἐμπεδώσοντας τῷ δήμῳ τὰς ὑποσχέσεις, κἀκεῖνοι παρελθόντες ἐξωμόσαντο τὰς ὑπατείας. [2] τούτους ὁ δῆμος ἐπαινῶν τε καὶ θαυμάζων διετέλει, καὶ ἐπειδὴ τοὺς νομοθέτας ψηφοφορεῖν ἔδει πρώτους εἵλετο τῶν ἄλλων· καὶ ἀπεδείχθησαν ἐν ἀρχαιρεσίαις ὑπὸ τῆς λοχίτιδος ἐκκλησίας Ἄππιος μὲν Κλαύδιος καὶ Τίτος Γενύκιος, οὓς ἔδει εἰς τοὐπιὸν ἄρχειν ἔτος, Πόπλιος δὲ Σήστιος ὁ τὸν ἐνιαυτὸν ἐκεῖνον ὑπατεύων, τρεῖς δὲ οἱ κομίσαντες παρὰ τῶν Ἑλλήνων τοὺς νόμους, Σπόριος Ποστόμιος καὶ Σερούιος Σολπίκιος καὶ Αὖλος Μάλλιος, εἷς δὲ τῶν ὑπατευσάντων τὸν παρελθόντα ἐνιαυτὸν Τίτος Ῥωμίλιος, ὁ τὴν ἐν τῷ δήμῳ δίκην Σικκίου κατηγορήσαντος ἁλούς, ἐπειδὴ γνώμης ἐδόκει ἄρξαι δημοτικῆς· ἐκ δὲ τῶν ἄλλων βουλευτῶν Γάιος Ἰούλιος καὶ Τίτος Οὐετούριος καὶ Πόπλιος Ὁράτιος, ἅπαντες ὑπατικοί· αἱ δὲ τῶν δημάρχων τε καὶ ἀγορανόμων καὶ ταμιῶν καὶ εἴ τινες ἦσαν ἄλλαι πάτριοι Ῥωμαίοις ἀρχαὶ κατελύθησαν. ;ΚΕΦΑΛΑΙΟΝ ΝΖ΄ [1] τῷ δ᾽ ἑξῆς ἔτει παραλαβόντες οἱ νομοθέται τὰ πράγματα πολιτείας κόσμον τοιόνδε τινὰ καθίστανται· εἷς μὲν αὐτῶν τάς τε ῥάβδους καὶ τὰ λοιπὰ παράσημα τῆς ὑπατικῆς εἶχεν ἐξουσίας, ὃς βουλήν τε [p. 103] συνεκάλει καὶ δόγματα ἐπεκύρου καὶ τἆλλα ἔπραττεν, ὅσα ἡγεμόνι προσῆκεν· οἱ δ᾽ ἄλλοι συστέλλοντες ἐπὶ τὸ δημοτικώτερον τὸ τῆς ἐξουσίας ἐπίφθονον ὀλίγῳ τινὶ διήλλαττον ὀφθῆναι τῶν πολλῶν· εἶτ᾽ αὖθις ἕτερος αὐτῶν ἐπὶ τὴν ἐξουσίαν καθίστατο, καὶ τοῦτ᾽ ἐκ περιτροπῆς ἐγίνετο παραλλὰξ ἐπ᾽ ἐνιαυτὸν ἑκάστου τὴν ἡγεμονίαν παραλαμβάνοντος εἰς συγκείμενόν τινα ἡμερῶν ἀριθμόν. [2] ἅπαντες δ᾽ ἐξ ἑωθινοῦ καθεζόμενοι διῄτων τὰ ἰδιωτικὰ συμβόλαια καὶ τὰ δημόσια, ὁπόσα πρός τε ὑπηκόους καὶ συμμάχους καὶ τοὺς ἐνδοιαστῶς ἀκροωμένους τῆς πόλεως ἐγκλήματα τυγχάνοι γινόμενα, μετὰ πάσης ἀνασκοποῦντες ἕκαστα ἐπιεικείας τε καὶ [3] δικαιοσύνης. ἐδόκει δὲ ἄριστα τὸν ἐνιαυτὸν ἐκεῖνον ἡ Ῥωμαίων πόλις ὑπὸ τῆς δεκαδαρχίας ἐπιτροπευθῆναι. μάλιστα δ᾽ αὐτῶν ἐπῃνεῖτο ἡ τοῦ δημοτικοῦ πρόνοια καὶ πρὸς ἅπαν τὸ βίαιον ὑπὲρ τῶν ἀσθενεστέρων ἀντίταξις· ἐλέχθη τε ὑπὸ πολλῶν, ὡς οὐδὲν ἔτι δεήσοι δήμου προστατῶν οὐδὲ τῶν ἄλλων ἀρχείων τῇ πόλει μιᾶς διοικούσης ἅπαντα ἡγεμονίας σώφρονος, ἧς ἀρχηγὸς Ἄππιος εἶναι ἐδόκει. [4] καὶ τὸν ὑπὲρ ὅλης τῆς δεκαδαρχίας ἔπαινον ἐκεῖνος ἐφέρετο παρὰ τοῦ δήμου. οὐ γὰρ μόνον ἃ μετὰ τῶν ἄλλων ἔπραττεν ἀπὸ τοῦ κρατίστου χρηστότητος ἔφερεν αὐτῷ δόκησιν, ἀλλὰ [p. 104] πολὺ μᾶλλον ἃ κατ᾽ ἰδίαν ἐπιτηδεύων διετέλει, κατά τ᾽ ἀσπασμοὺς καὶ προσαγορεύσεις φιλανθρώπους καὶ τὰς ἄλλας τῶν πενήτων φιλοφρονήσεις. [5] οὗτοι οἱ δέκα ἄνδρες συγγράψαντες νόμους ἔκ τε τῶν Ἑλληνικῶν νόμων καὶ τῶν παρὰ σφίσιν αὐτοῖς ἀγράφων ἐθισμῶν προὔθηκαν ἐν δέκα δέλτοις τῷ βουλομένῳ σκοπεῖν, δεχόμενοι πᾶσαν ἐπανόρθωσιν ἰδιωτῶν καὶ πρὸς τὴν κοινὴν εὐαρέστησιν ἀπευθύνοντες τὰ γραφέντα. καὶ μέχρι πολλοῦ διετέλεσαν ἐν κοινῷ μετὰ τῶν ἀρίστων ἀνδρῶν συνεδρεύοντες καὶ τὴν ἀκριβεστάτην ποιούμενοι τῆς νομοθεσίας ἐξέτασιν. [6] ἐπειδὴ δ᾽ ἀποχρώντως ἐφαίνετο αὐτοῖς τὰ γραφέντα ἔχειν, πρῶτον μὲν τὴν βουλὴν συναγαγόντες οὐθενὸς ἔτι μεμφομένου τοῖς νόμοις προβούλευμα περὶ αὐτῶν ἐκύρωσαν. ἔπειτα τὸν δῆμον καλέσαντες εἰς τὴν λοχῖτιν ἐκκλησίαν ἱερομνημόνων τε καὶ οἰωνιστῶν καὶ τῶν ἄλλων ἱερέων παρόντων καὶ τὰ θεῖα ὡς νόμος ἐξηγησαμένων ἀνέδωκαν τοῖς λόχοις τὰς ψήφους. [7] ἐπικυρώσαντος δὲ καὶ τοῦ δήμου τοὺς νόμους, στήλαις χαλκαῖς ἐγχαράξαντες αὐτοὺς ἐφεξῆς ἔθεσαν ἐν ἀγορᾷ τὸν ἐπιφανέστατον ἐκλεξάμενοι τόπον. καὶ ἐπειδὴ βραχὺς ὁ τῆς ἀρχῆς αὐτοῖς χρόνος ὁ λειπόμενος ἦν, συναγαγόντες τοὺς βουλευτὰς προὔθεσαν ὑπὲρ ἀρχαιρεσίων οἷα χρὴ γενέσθαι σκοπεῖν. ;ΚΕΦΑΛΑΙΟΝ ΝΗ΄ [1] πολλῶν δὲ λεχθέντων ἐνίκησεν ἡ γνώμη τῶν παραινούντων δεκαδαρχίαν αὖθις ἀποδεῖξαι τῶν κοινῶν κυρίαν. ἀτελής τε γὰρ ἡ νομοθεσία ἐφαίνετο, [p. 105] ὡς ἂν ἐξ ὀλίγου συντεθεῖσα χρόνου, καὶ ἐπὶ τοῖς ἤδη κεκυρωμένοις, ἵνα ἑκόντες τε καὶ ἄκοντες ἐν αὐτοῖς μένοιεν, ἐδόκει δέ τινος ἀρχῆς αὐτοκράτορος δεῖν. τὸ δὲ μάλιστα πεῖσαν αὐτοὺς προελέσθαι τὴν δεκαδαρχίαν ἦν ἡ τῶν δημάρχων κατάλυσις, ὃ παντὸς μάλιστα ἐβούλοντο. [2] ταῦτα μὲν ἐν κοινῷ σκοπουμένοις αὐτοῖς ἐδόκει, ἰδίᾳ δὲ οἱ πρωτεύοντες τοῦ συνεδρίου γνώμην ἐποιοῦντο μεταπορεύεσθαι τὴν ἀρχὴν δεδιότες, μὴ ταραχώδεις τινὲς ἄνθρωποι τηλικαύτης ἐξουσίας λαβόμενοι κακόν τι μέγα ἐργάσωνται. ἀγαπητῶς δὲ τοῦ δήμου τὰ δόξαντα τῇ βουλῇ δεξαμένου καὶ μετὰ πλείστης προθυμίας ἐπιψηφίσαντος αὐτοὶ μὲν οἱ δέκα ἄνδρες προεῖπον τὸν τῶν ἀρχαιρεσίων καιρόν, μετῄεσαν δὲ τὴν ἀρχὴν οἱ ἐντιμότατοί τε καὶ πρεσβύτατοι τῶν πατρικίων. [3] ἔνθα δὴ πολὺς ὑπὸ πάντων ἐπαινούμενος ἦν ὁ τῆς τότε δεκαδαρχίας ἡγεμὼν Ἄππιος, καὶ πᾶς ὁ δημοτικὸς ὄχλος ἐκεῖνον ἐπὶ τῆς ἀρχῆς ἠξίου κατέχειν ὡς οὐκ ἄλλου τινὸς ἄμεινον ἡγησομένου. ὁ δ᾽ ἀναίνεσθαι μὲν προσεποιεῖτο κατ᾽ ἀρχὰς καὶ ἀπολύειν αὐτὸν ἠξίου λειτουργίας καὶ ὀχληρᾶς καὶ ἐπιφθόνου. τελευτῶν δ᾽ ὡς ἐλιπάρουν αὐτὸν ἅπαντες αὐτός τε ὑπέμενε μετιέναι τὴν ἀρχήν, καὶ τῶν συμπαραγγελλόντων τοὺς ἀρίστους αἰτιασάμενος οὐχ ἡδέως πρὸς ἑαυτὸν ἔχειν διὰ τὸν φθόνον τοῖς ἑαυτοῦ φίλοις συνηγωνίζετο φανερῶς. [4] ἀποδείκνυταί τε πάλιν ἐν ἀρχαιρεσίαις λοχίτισι νομοθέτης τὸ δεύτερον· σὺν δ᾽ αὐτῷ Κόιντος [p. 106] μὲν Φάβιος ὁ καλούμενος Οὐιβολανὸς ὁ τρὶς ὑπατεύσας, ἀνὴρ ἀνεπίληπτος εἰς τόδε χρόνου γενόμενος περὶ πᾶσαν ἀρετήν· ἐκ δὲ τῶν ἄλλων πατρικίων, οὓς ἐκεῖνος ἠσπάζετο, Μάρκος Κορνήλιος καὶ Μάρκος Σέργιος καὶ Λεύκιος Μηνύκιος καὶ Τίτος Ἀντώνιος καὶ Μάνιος Ῥαβολήιος, ἄνδρες οὐ πάνυ ἐπιφανεῖς· ἐκ δὲ τῶν δημοτικῶν Κόιντος Ποιτέλλιος καὶ Καίσων Δουέλλιος καὶ Σπόριος Ὄππιος· προσελήφθησαν γὰρ καὶ οὗτοι πρὸς τοῦ Ἀππίου κολακείας ἕνεκα τῶν δημοτικῶν, διδάσκοντος ὅτι δίκαιόν ἐστι μιᾶς ἀρχῆς κατὰ πάντων ἀποδεικνυμένης εἶναί τι καὶ τοῦ δήμου μέρος ἐν αὐτῇ. [5] εὐδοκιμῶν δ᾽ ἐφ᾽ ἅπασι τούτοις καὶ δοκῶν κράτιστος εἶναι βασιλέων τε καὶ τῶν κατ᾽ ἐνιαυτὸν ἡγησαμένων τῆς πόλεως παραλαμβάνει πάλιν τὴν ἀρχὴν εἰς τὸν ἐπιόντα ἐνιαυτόν. ταῦτα κατ᾽ ἐκείνην ἐπράχθη τὴν δεκαδαρχίαν ὑπὸ Ῥωμαίων, ἄλλο δ᾽ οὐθὲν ὅ τι καὶ λόγου ἄξιον. ;ΚΕΦΑΛΑΙΟΝ ΝΘ΄ [1] ἐν δὲ τῷ κατόπιν ἔτει παραλαβόντες τὴν ὑπατικὴν ἐξουσίαν οἱ σὺν Ἀππίῳ Κλαυδίῳ δέκα ἄνδρες εἰδοῖς μαΐαις, ἦγον δὲ τοὺς μῆνας κατὰ σελήνην, καὶ συνέπιπτεν εἰς τὰς εἰδοὺς ἡ πανσέληνος· [2] πρῶτα μὲν ὅρκια τεμόντες ἀπόρρητα τῷ πλήθει συνθήκας σφίσιν αὐτοῖς ἔθεντο περὶ μηδενὸς ἀλλήλοις ἐναντιοῦσθαι, ὅ τι δ᾽ ἂν εἷς ἐξ αὐτῶν δικαιώσῃ, τοῦθ᾽ ἅπαντες ἡγεῖσθαι κύριον τήν τ᾽ ἀρχὴν καθέξειν διὰ βίου καὶ μηδένα παρήσειν ἕτερον ἐπὶ τὰ πράγματα [p. 107] ἰσότιμοί τε πάντες ἔσεσθαι καὶ τὴν αὐτὴν ἕξειν δυναστείαν, βουλῆς μὲν ἢ δήμου ψηφίσμασι σπανίως καὶ εἰς αὐτὰ τἀναγκαῖα χρώμενοι, τὰ δὲ πλεῖστα ἐπὶ τῆς ἑαυτῶν ἐξουσίας ποιοῦντες. [3] ἐνστάσης δὲ τῆς ἡμέρας, ἐν ᾗ παραλαβεῖν αὐτοὺς ἔδει τὴν ἀρχήν, τοῖς θεοῖς προθύσαντες ἃ νόμος — ἱερὰν δὲ ταύτην ἄγουσι Ῥωμαῖοι τὴν ἡμέραν καὶ παντὸς μάλιστα ὀττεύονται μήτ᾽ ἀκοῦσαι μηδὲν ἀηδὲς ἐν αὐτῇ μήτ᾽ ἰδεῖν — ἕωθεν εὐθὺς ἐξῄεσαν οἱ δέκα τὰ παράσημα τῆς βασιλικῆς ἐξουσίας ἅπαντες ἐπαγόμενοι. [4] ὁ δὲ δῆμος ὡς ἔμαθεν αὐτοὺς οὐκέτι φυλάττοντας τὸ δημοτικὸν ἐκεῖνο καὶ μέτριον σχῆμα τῆς ἡγεμονίας οὐδὲ διαμειβομένους τὰ παράσημα τῆς βασιλικῆς ἀρχῆς ὡς πρότερον, εἰς πολλὴν ἦλθε δυσθυμίαν καὶ κατήφειαν. [5] ἐφόβουν θ᾽ οἱ προσηρτημένοι ταῖς δέσμαις τῶν ῥάβδων πελέκεις, οὓς ἔφερον οἱ προηγούμενοι τῶν ἀνδρῶν ἑκάστου δώδεκα ὄντες ἀναστέλλοντες ἐκ τῶν στενωπῶν πληγῖς τὸν ὄχλον, ὃ καὶ ἐπὶ τῶν βασιλέων ἐγένετο πρότερον. κατελύθη γὰρ εὐθὺς τὸ ἔθος τοῦτο μετὰ τὴν ἐκβολὴν τῶν μονάρχων ὑπ᾽ ἀνδρὸς δημοτικοῦ Ποπλίου Οὐαλερίου τὴν ἐκείνων ἐξουσίαν μεταλαβόντος, ᾧ πάντες οἱ μετ᾽ ἐκεῖνον ὕπατοι καλοῦ πράγματος δόξαντι ἄρξαι τὰ ὅμοια πράττοντες οὐκέτι ταῖς δέσμαις τῶν ῥάβδων προσήρτων τοὺς πελέκεις, ὅτι μὴ κατὰ τὰς στρατείας καὶ τὰς ἄλλας ἐξόδους τὰς ἐκ τῆς πόλεως. [6] πόλεμον δ᾽ ἐξάγοντες ὑπερόριον ἢ τῶν ὑπηκόων πράγματα ἐπισκεψόμενοι, τότε καὶ τοὺς πελέκεις ταῖς ῥάβδοις προσελάμβανον, [p. 108] ἵνα τὸ τῆς ὄψεως φοβερόν, ὡς κατ᾽ ἐχθρῶν ἢ δούλων γινόμενον, ἥκιστα φαίνηται τοῖς πολίταις ἐπαχθές. ;ΚΕΦΑΛΑΙΟΝ Ξ΄ [1] τοῦτο δὴ θεασαμένοις ἅπασιν, ὃ τῆς βασιλικῆς ἐξουσίας σημεῖον ἐνομίζετο εἶναι, πολὺ παρειστήκει δέος, ὥσπερ ἔφην, ἀπολωλεκέναι νομίζουσι τὴν ἐλευθερίαν καὶ δέκα βασιλεῖς ἑλομένοις ἀνθ᾽ ἑνός. τοῦτον δὲ τὸν τρόπον καταπληξάμενοι τοὺς ὄχλους οἱ δέκα ἄνδρες καὶ γνόντες, ὅτι δεῖ φόβῳ τὸ λοιπὸν αὐτῶν ἄρχειν, ἑταιρίαν ἕκαστοι συνῆγον ἐπιλεγόμενοι τοὺς θρασυτάτους τῶν νέων καὶ σφίσιν αὐτοῖς ἐπιτηδειοτάτους. [2] τὸ μὲν οὖν ἐκ τῶν ἀπόρων καὶ τῶν ταπεινῶν ταῖς τύχαις τοὺς πλείους φανῆναι τυραννικῆς κόλακας ἐξουσίας, τοῦ κοινοῦ συμφέροντος ἀλλαξαμένους τὰς αὑτῶν ὠφελείας, οὔτε παράδοξον οὔτ᾽ ἀνέλπιστον ἦν· τὸ δὲ καὶ ἐκ τῶν πατρικίων εὑρεθῆναι συχνοὺς ἔχοντάς τι καὶ ἐπὶ πλούτῳ καὶ ἐπ᾽ εὐγενείᾳ μέγα φρονεῖν τοὺς ὑπομένοντας συγκαταλύειν τοῖς δεκαδάρχοις τὴν τῆς πατρίδος ἐλευθερίαν, τοῦτο θαυμαστὸν ἅπασιν εἶναι ἐδόκει· οἱ δὲ πάσαις κολακεύοντες ἡδοναῖς, ὁπόσαι πεφύκασιν ἀνθρώπων κρατεῖν, κατὰ πολλὴν ἄδειαν ἦρχον τῆς πόλεως, βουλὴν μὲν ἢ δῆμον ἐν οὐδεμιᾷ μερίδι τιθέμενοι, πάντων δὲ αὐτοὶ νομοθέται τε καὶ δικασταὶ γινόμενοι, καὶ πολλοὺς μὲν ἀποκτιννύντες [p. 109] τῶν πολιτῶν, πολλοὺς δ᾽ ἀφαιρούμενοι τὰς οὐσίας ἀδίκως. [3] ἵνα δ᾽ αὐτοῖς εὐπρεπῶς τὰ γινόμενα ἔχῃ παράνομα καὶ δεινὰ ὄντα ὡς δὴ σὺν τῷ δικαίῳ πραττόμενα, δικαστήρια ἐφ᾽ ἑκάστῳ χρήματι ἀπεδίδοσαν· ἦσαν δὲ οἵ τε κατήγοροι ὑπ᾽ αὐτῶν ἐκείνων ἐκ τῶν συγκατασκευαζόντων τὴν τυραννίδα ὑποπεμπόμενοι, καὶ τὰ δικαστήρια ἐκ τῶν ἑταίρων ἀποδεικνύμενα, οἳ διημείβοντο ἀλλήλοις καταχαριζόμενοι τὰς δίκας. [4] πολλὰ δὲ τῶν ἐγκλημάτων καὶ οὐ τὰ ἐλαχίστου ἄξια ἐφ᾽ ἑαυτῶν οἱ δέκα ἔκρινον, ὥστ᾽ ἠναγκάζοντο οἱ μειονεκτοῦντες τῷ δικαίῳ προσνέμειν ἑαυτοὺς ταῖς ἑταιρίαις, ἐπειδὴ τὸ ἀσφαλὲς οὐκ ἐνῆν ἄλλως αὐτοῖς ἔχειν, καὶ ἐγένετο σὺν χρόνῳ πλεῖον τοῦ ὑγιαίνοντος ἐν τῇ πόλει τὸ διεφθαρμένον καὶ νοσοῦν. οὐδὲ γὰρ ἠξίουν ἔτι μένειν ἐντὸς τείχους, οἷς τὰ πραττόμενα ὑπὸ τῶν δεκαδάρχων ἀνιαρὰ ἦν, ἀλλ᾽ ἀνεχώρουν εἰς τοὺς ἀγροὺς τὸν τῶν ἀρχαιρεσίων σκοποῦντες χρόνον ὡς ἀποθησομένων τῶν δέκα ἀνδρῶν τὰς δυναστείας, ὅταν τὸν ἐνιαύσιον ἐκτελέσωσι χρόνον, καὶ ἀποδειξόντων ἑτέρας ἀρχάς. [5] οἱ δὲ περὶ τὸν Ἄππιον τοὺς λοιποὺς συγγράψαντες νόμους ἐν δέλτοις δυσὶ καὶ ταύτας ταῖς πρότερον ἐξενεχθείσαις προσέθηκαν· ἐν αἷς καὶ ὅδε ὁ νόμος ἦν, μὴ ἐξεῖναι τοῖς πατρικίοις πρὸς τοὺς δημοτικοὺς ἐπιγαμίας συνάψαι· δι᾽ οὐδὲν ὡς ἐμοὶ δοκεῖν ἕτερον ἢ τὸ μὴ συνελθεῖν εἰς ὁμόνοιαν τὰ ἔθνη γάμων ἐπαλλαγαῖς καὶ οἰκειοτήτων κοινωνίαις συγκερασθέντα. [6] ὡς δὲ καὶ ὁ τῶν ἀρχαιρεσίων ἐπέστη [p. 110] χρόνος, πολλὰ χαίρειν φράσαντες τοῖς τε πατρίοις ἐθισμοῖς καὶ τοῖς νεωστὶ γραφεῖσι νόμοις, οὔτε βουλῆς ψήφισμα ποιήσαντες οὔτε δήμου διέμειναν ἐπὶ τῆς αὐτῆς ἀρχῆς. λχι. μετὰ δὲ τοῦτον τὸν ἐνιαυτὸν ὀλυμπιὰς μὲν ἦν ὀγδοηκοστὴ καὶ τρίτη, ἣν ἐνίκα στάδιον Κρίσων Ἱμεραῖος, ἄρχοντος Ἀθήνησι Φιλίσκου, τὴν δὲ ὑπατικὴν ἐξουσίαν ἐν Ῥώμῃ κατεῖχεν Ἄππιος μὲν Κλαύδιος τρίτον ἔτος ἡγούμενος τῆς δεκαδαρχίας κατὰ τὸ ἑξῆς, οἱ δὲ σὺν αὐτῷ τὸν παρελθόντα ἐνιαυτὸν ἄρξαντες δεύτερον ἐπὶ τῆς αὐτῆς ἐξουσίας μένοντες. {{DEFAULTSORT:Ρωμαικη Αρχαιολογια 10 51}} hy2tbckt1c935bd0ia1m3bcpo64gejm Ρωμαϊκή Αρχαιολογία/ι/41 0 23591 148473 100306 2022-08-09T13:15:56Z Αντιγόνη 235 wikitext text/x-wiki {{Κεφαλίδα | τίτλος = Κεφάλαια 41–50 | συγγραφέας = Διονύσιος ο Αλικαρνασσεύς | μεταφραστής= | ενότητα = [[Ρωμαϊκή Αρχαιολογία/ι|Ῥωμαϊκὴ Ἀρχαιολογία: Λόγος ι΄]] | προηγούμενο= [[Ρωμαϊκή Αρχαιολογία/ι/31|Κεφάλαια 31–40]] | επόμενο = [[Ρωμαϊκή Αρχαιολογία/ι/51|Κεφάλαια 51–60]] | σημειώσεις = Dionysii Halicarnasei Antiquitatum Romanarum quae supersunt, Vol I-IV. Dionysius of Halicarnassus. Karl Jacoby. In Aedibus B.G. Teubneri. Leipzig. 1885. }} ;ΚΕΦΑΛΑΙΟΝ ΜΑ΄ [1] μετὰ ταῦτα οἵ τε δήμαρχοι καὶ οἱ ὕπατοι παρῆσαν, καὶ λέγειν ὁ κῆρυξ ἐκέλευσε τὸν βουλόμενον τοῦ νόμου κατηγορεῖν. πολλῶν δὲ καὶ ἀγαθῶν ἀνδρῶν παριόντων οὐθενὸς ἐξάκουστος ἦν ὁ λόγος ὑπὸ τοῦ θορύβου τε καὶ τῆς ἀκοσμίας τῶν ἐκκλησιαζόντων. οἱ μὲν γὰρ ἐπεκέλευόν τε καὶ ἐπεθάρρυνον τοὺς λέγοντας, οἱ δ᾽ ἐξέβαλλόν τε καὶ κατεβόων. ἐκράτει δὲ οὔτε ὁ τῶν συλλαμβανόντων ἔπαινος, οὔτε ὁ τῶν ἀντιπραττόντων θόρυβος. [2] ἀγανακτούντων δὲ τῶν ὑπάτων καὶ μαρτυρομένων, ὅτι τῆς βίας ὁ δῆμος ἄρχει λόγον οὐκ ἀξιῶν ὑπομένειν, ἀπελογοῦντο οἱ δήμαρχοι πρὸς ταῦτα, ὅτι ἤδη πέμπτον ἔτος τῶν αὐτῶν ἀκούοντες λόγων οὐθὲν ποιοῦσι θαυμαστόν, εἰ μὴ ἀξιοῦσιν ὑπομένειν ἑώλους καὶ κατημαξευμένας ἀντιλογίας. [3] ὡς δὲ τὸ πλεῖον τῆς ἡμέρας εἰς ταῦτα ἐδαπανήθη, καὶ ὁ δῆμος ἀπῄτει τὰς ψήφους, οὐκέτι ἀνασχετὸν ἡγησάμενοι τὸ πρᾶγμα οἱ νεώτατοι τῶν πατρικίων διίστασθαι τε βουλομένοις κατὰ φυλὰς τοῖς δημόταις ἐμποδὼν ἐγίνοντο καὶ τὰ ἀγγεῖα τῶν ψήφων τοὺς ἔχοντας ἀφῃροῦντο καὶ τῶν ὑπηρετούντων τοὺς μὴ βουλομένους ταῦτα ἀφιέναι τύπτοντές τε καὶ [4] ὠθοῦντες ἐξέβαλλον. κεκραγότων δὲ τῶν δημάρχων καὶ εἰς μέσους αὐτοὺς ὠθουμένων ἐκείνοις μὲν ὑπεχώρουν καὶ παρεῖχον ὅποι βούλοιντο χωρεῖν ἀδεῶς, τοῦ δ᾽ ἄλλου δήμου τὸ ἑπόμενον αὐτοῖς καὶ τὸ κατ᾽ [p. 76] ἄλλα καὶ ἄλλα μέρη τῆς ἀγορᾶς ὑπὸ θορύβου καὶ ἀταξίας κινούμενον ἐπ᾽ αὐτοὺς οὐ παρίεσαν, ὥστ᾽ ἀνωφελὴς ἦν ἡ τῶν ἀρχόντων βοήθεια. τέλος δ᾽ οὖν ἐπεκράτησαν οἱ πατρίκιοι καὶ οὐκ εἴασαν ἐπικυρωθῆναι τὸν νόμον. [5] οἱ δὲ προθυμότατα συλλαβέσθαι δόξαντες τοῖς ὑπάτοις ἐκ τριῶν οἰκιῶν ἦσαν, Ποστόμιοι καὶ Σεμπρώνιοι καὶ τρίτοι Κλοίλιοι, γένους τε ἀξιώσει λαμπρότατοι καὶ ἑταιρίαις μεγάλα δυνάμενοι πλούτῳ τε καὶ δόξῃ καὶ τοῖς κατὰ πόλεμον ἔργοις ἐπιφανεῖς· καὶ τοῦ μὴ κυρωθῆναι τὸν νόμον οὗτοι ὡμολογοῦντο αἰτιώτατοι γενέσθαι. ;ΚΕΦΑΛΑΙΟΝ ΜΒ΄ [1] τῇ δ᾽ ἑξῆς ἡμέρᾳ παραλαβόντες οἱ δήμαρχοι τοὺς ἐπιφανεστάτους τῶν δημοτικῶν ἐσκόπουν, ὅ τι χρήσονται τοῖς πράγμασι, κοινὸν μὲν τοῦτο καὶ παρὰ πάντων ὁμολογούμενον εἰληφότες, τὸ μὴ τοὺς ὑπάτους ἄγειν ὑπὸ τὴν δίκην, ἀλλὰ τοὺς ὑπηρετοῦντας αὐτοῖς ἰδιώτας, ὧν κολαζομένων ἔμελλε τοῖς πολλοῖς τῶν πολιτῶν ἐλάττων ἔσεσθαι λόγος, ὥσπερ ὁ Σίκκιος ὑπετίθετο· περὶ δὲ τοῦ πλήθους τῶν ὑπὸ τὰς αἰτίας ἀχθησομένων ὅσον εἶναι χρή, καὶ περὶ τοῦ ὀνόματος ὃ θήσονται τῇ δίκῃ, καὶ μάλιστα περὶ τοῦ τιμήματος πηλίκον ἔσται τὸ μέγεθος, ἐπιμελῆ [2] ποιούμενοι ζήτησιν. οἱ μὲν οὖν χαλεπώτεροι τὰς φύσεις ἐπὶ τὸ μεῖζόν τε καὶ φοβερώτερον ἅπαντα ταῦτα προάγειν παρῄνουν, οἱ δ᾽ ἐπιεικέστεροι τοὐναντίον ἐπὶ τὸ μετριώτερον καὶ φιλανθρωπότερον, ὁ [p. 77] δὲ ταύτης ἡγούμενος τῆς γνώμης καὶ πείσας αὐτοὺς ἦν Σίκκιος, ὁ τοὺς ἐν τῷ δήμῳ περὶ τῆς κληρουχίας διελθὼν λόγους. [3] ἔδοξε δ᾽ οὖν αὐτοῖς τὸ μὲν ἄλλο πλῆθος τῶν πατρικίων ἐᾶσαι, Κλοιλίους δὲ καὶ Ποστομίους καὶ Σεμπρωνίους ἐπὶ τὸν δῆμον ἄγειν, ὧν ἔπραξαν ὑφέξοντας δίκας· ἐγκαλεῖν δ᾽ αὐτοῖς, ὅτι τῶν ἱερῶν νόμων, οὓς περὶ τῶν δημάρχων ἐκύρωσεν ἡ βουλὴ καὶ ὁ δῆμος, οὐθενὶ δεδωκότων ἐξουσίαν ἀναγκάζειν τοὺς δημάρχους ὑπομένειν τι τῶν ἀβουλήτων ὥσπερ τοὺς ἄλλους πολίτας, ἐκεῖνοι κατασχόντες αὐτοὺς ἐκώλυσαν ἐπὶ τέλος ἄγειν τὴν περὶ τοῦ νόμου διάγνωσιν. [4] τίμημα δ᾽ ἐφάνη ταῖς δίκαις ὁρίσαι μήτε θάνατον μήτε φυγὴν μήτ᾽ ἄλλο ἐπίφθονον μηδέν, ἵνα μὴ τοῦτ᾽ αὐτοῖς γένηται σωτηρίας αἴτιον, ἀλλὰ τὰς οὐσίας αὐτῶν ἱερὰς εἶναι Δήμητρος, τὸ μετριώτατον ἐκλεξαμένοις τοῦ νόμου μέρος. [5] ἐγίνετο ταῦτα, καὶ παρῆν ὁ χρόνος, ἐν ᾧ τὰς κατὰ τῶν ἀνδρῶν ἔδει συντελεῖσθαι δίκας. τοῖς δ᾽ ὑπάτοις καὶ τῶν ἄλλων πατρικίων τοῖς παραληφθεῖσιν εἰς τὸ συνέδριον — ἔτυχον δ᾽ οἱ κράτιστοι παρακληθέντες — ἐδόκει συγχωρεῖν τοῖς δημάρχοις ἐπιτελέσαι τὰς δίκας, ἵνα μή τι μεῖζον κωλυθέντες ἐξεργάσωνται κακόν, καὶ τοῖς δημόταις ἐπιτρέπειν ἀγριαινομένοις εἰς τὰ χρήματα τῶν ἀνδρῶν ἐκχέαι τὴν χολήν, ἵνα τιθασώτεροι γένωνται τὸ λοιπόν, λαβόντες ὁποσηνοῦν παρὰ τῶν [p. 78] ἐχθρῶν δίκην, ἄλλως τε καὶ τῆς εἰς χρήματα ζημίας εὐδιόρθωτον ἐχούσης τοῖς πεπονθόσι τὴν συμφοράν· [6] ὅπερ καὶ συνέβη. ἁλόντων γὰρ τῶν ἀνδρῶν ἐρήμους τὰς δίκας, ὅ τε δῆμος ἀγριαινόμενος ἐπαύσατο, καὶ τοῖς δημάρχοις ἐδόκει τις ἀποδεδόσθαι μετρία καὶ πολιτικὴ βοήθεια, τοῖς τε ἀνδράσι τὰς οὐσίας οἱ πατρίκιοι παρὰ τῶν ὠνησαμένων ἐκ τοῦ δημοσίου τῆς ἴσης λυσάμενοι τιμῆς ἀπέδοσαν. καὶ τὰ μὲν κατεπείγοντα δεινὰ τοῦτον τὸν τρόπον χρησαμένων τοῖς πράγμασιν αὐτῶν διελέλυτο. ;ΚΕΦΑΛΑΙΟΝ ΜΓ΄ [1] μετ᾽ οὐ πολὺ δὲ πάλιν τῶν δημάρχων τὸν ὑπὲρ τοῦ νόμου εἰσφερόντων λόγον αἰφνιδίως τις ἀπαγγελεῖσα πολεμίων ἔφοδος ἐπὶ τὴν τῶν Τυσκλάνων πόλιν, αἰτία κωλύσεως ἀποχρῶσα ἐγένετο. τῶν γὰρ Τυσκλάνων κατὰ πλῆθος εἰς τὴν Ῥώμην ἀφικομένων καὶ λεγόντων, ὅτι δυνάμει πολλῇ πάρεισιν ἐπ᾽ αὐτοὺς Αἰκανοὶ καὶ τὴν μὲν χώραν αὐτῶν ἤδη διηρπάκασι, τὴν δὲ πόλιν, ἐὰν μή τις γένηται ταχεῖα ἐπικουρία, φθάσουσιν ἐντὸς ὀλίγων ἡμερῶν ἀράμενοι, ἡ μὲν βουλὴ τοὺς ὑπάτους αὐτοῖς ἐψηφίσατο βοηθεῖν ἀμφοτέρους, οἱ δ᾽ ὕπατοι στρατολογίαν προθέντες ἐκάλουν τοὺς πολίτας ἅπαντας ἐπὶ τὰ ὅπλα. [2] ἐγένετο μὲν οὖν τις καὶ τότε στάσις ἐναντιουμένων τῇ καταγραφῇ τῶν δημάρχων καὶ τὰς ἐκ τῶν νόμων τιμωρίας οὐ συγχωρούντων ποιεῖσθαι κατὰ τῶν ἀπειθούντων· ἔπραξαν δ᾽ οὐθέν. [p. 79] συνελθοῦσα γὰρ ἡ βουλὴ γνώμην ἀπεδείξατο, τοὺς πατρικίους ἐπὶ τὸν πόλεμον ἐξιέναι σὺν τοῖς ἑαυτῶν πελάταις, τῶν δ᾽ ἄλλων πολιτῶν τοῖς μὲν βουλομένοις μετέχειν τῆς στρατείας ἐπὶ σωτηρίᾳ τῆς πατρίδος γινομένης ὅσια εἶναι τὰ πρὸς θεούς, τοῖς δ᾽ ἐγκαταλείπουσι τοὺς ὑπάτους τἀναντία. [3] ὡς δ᾽ ἀνεγνώσθη τὸ δόγμα τῆς βουλῆς ἐν τῇ ἐκκλησίᾳ, πολλοὶ καὶ τοῦ δήμου τὸν ἀγῶνα ἑκόντες ὑπέμειναν· οἱ μὲν ἐπιεικέστατοι δἰ αἰσχύνην, εἰ μηδὲν ἐπικουρήσουσι πόλει συμμάχῳ διὰ τὴν πρὸς αὐτοὺς εὔνοιαν ἀεί τι πρὸς τῶν ἐχθρῶν βλαπτομένῃ· ἐν οἷς ἦν καὶ ὁ Σίκκιος ἐκεῖνος ὁ κατηγορήσας ἐν τῷ δήμῳ τῶν σφετερισαμένων τὴν δημοσίαν γῆν, σπεῖραν ἐπαγόμενος ὀκτακοσίων ἀνδρῶν, οἳ στρατεύεσθαι μὲν οὐκέτι ὥραν εἶχον, ὥσπερ οὐδ᾽ ἐκεῖνος, οὐδ᾽ ἔπιπτον ὑπὸ τὰς ἀνάγκας τῶν νόμων, τιμῶντες δὲ τὸν ἄνδρα διὰ πολλὰς καὶ μεγάλας εὐεργεσίας, ἐξιόντος ἐπὶ τὸν πόλεμον οὐκ ἐδικαίωσαν ἀπολείπεσθαι. [4] καὶ ἦν τοῦτο τὸ μέρος τῆς ἐξελθούσης τότε δυνάμεως ἐμπειρίᾳ τε ἀγώνων καὶ τῇ παρὰ τὰ δεινὰ εὐτολμίᾳ μακρῷ τοῦ ἄλλου ἄμεινον. οἱ δὲ πολλοὶ χάριτι καὶ παρακλήσει τῶν πρεσβυτάτων ὑπαχθέντες εἵποντο. ἦν δέ τι μέρος, ὃ τῶν ὠφελειῶν ἕνεκα τῶν ἐν ταῖς στρατείαις γινομένων πάντα κίνδυνον ἕτοιμον ἦν ὑπομένειν. καὶ δι᾽ ὀλίγου χρόνου δύναμις ἐξῆλθε πλήθει τε ἀποχρῶσα καὶ παρασκευαῖς κεχρημένη λαμπροτάταις. [5] οἱ μὲν οὖν [p. 80] πολέμιοι προακούσαντες, ὅτι μέλλουσιν ἐπ᾽ αὐτοὺς ἐξάγειν Ῥωμαῖοι στρατιάν, ἀπῆγον ἐπ᾽ οἴκου τὰς δυνάμεις. οἱ δ᾽ ὕπατοι κατὰ σπουδὴν ἐλαύνοντες καταλαμβάνουσιν ἐστρατοπεδευκότας αὐτοὺς πόλεως Ἀντίου πλησίον ἐν ὑψηλῷ καὶ ἀποτόμῳ χωρίῳ καὶ τίθενται τὴν παρεμβολὴν τῆς ἐκείνων οὐ πρόσω. [6] τέως μὲν οὖν ἐν ταῖς ἑαυτῶν ἐπέμενον ἀμφότεροι παρεμβολαῖς, ἔπειτα καταφρονήσαντες τῶν Ῥωμαίων Αἰκανοὶ τῆς οὐ προεπιχειρήσεως καὶ πλῆθος οὐχ ἱκανοὺς εἶναι νομίσαντες ἀγοράς τ᾽ αὐτῶν περιέκοπτον ἐξιόντες καὶ τοὺς ἐπὶ προνομὴν ἀποστελλομένους ἢ χόρτον ἵπποις ἀνεκρούοντο καὶ τοῖς πρὸς ὑδρείαν καταβαίνουσιν αἰφνιδίως ἐπετίθεντο, προὐκαλοῦντό τ᾽ αὐτοὺς πολλάκις εἰς μάχην. ;ΚΕΦΑΛΑΙΟΝ ΜΔ΄ [1] ταῦθ᾽ ὁρῶσι τοῖς ὑπάτοις ἐδόκει μηκέτι διατρίβειν τὸν πόλεμον. ἦν δ᾽ ἐν ἐκείναις ταῖς ἡμέραις ἡ τοῦ πολεμεῖν ἐξουσία Ῥωμιλίῳ προσήκουσα, καὶ ὁ τὸ σύνθημα διδοὺς καὶ εἰς τάξιν καθιστὰς ἄρχειν τε καὶ παύεσθαι μάχης τὸν καιρὸν ταμιεύων ἐκεῖνος ἦν· ὃς ἐπειδὴ τὰ σημεῖα ἐκέλευσεν ἀρθῆναι ἐκ τῆς μάχης καὶ προῆγεν ἐκ τοῦ χάρακος τὸν στρατόν, τοὺς μὲν ἄλλους ἔτασσεν ἱππεῖς τε καὶ τοὺς πεζοὺς κατὰ σπείρας ἐν τοῖς ἐπιτηδείοις ἑκάστους τόποις, τὸν δὲ Σίκκιον καλέσας λέγει· [2] ἡμεῖς μέν, ὦ Σίκκιε, μαχούμεθα τοῖς πολεμίοις ἐνθάδε, σὺ δ᾽ ἐν ὅσῳ μέλλομεν ἔτι καὶ [p. 81] παρασκευαζόμεθα τὰ πρὸς τὸν ἀγῶνα ἀμφότεροι, χώρει τὴν πλαγίαν ἐκείνην ὁδὸν ἐπὶ τὸ ὄρος, ἔνθα ἡ τῶν πολεμίων ἐστὶ παρεμβολή, καὶ μάχην τίθεσο πρὸς τοὺς ἐν τῷ χάρακι, ἵν᾽ ἢ περὶ τῷ φρουρίῳ δείσαντες οἱ πρὸς ἡμᾶς μαχόμενοι καὶ βοηθεῖν προθυμούμενοι νῶτά τε δείξωσι καὶ εὐκατέργαστοι γένωνται, καθάπερ εἰκὸς ἐν ἀναχωρήσει ταχείᾳ, καὶ εἰς μίαν ὁδὸν ἅπαντες βιαζόμενοι, ἢ μένοντες αὐτόθι τὸν χάρακα ἀποβάλωσιν. [3] οὔτε γὰρ ἡ φυλάττουσα αὐτὸν δύναμις ἀξιόμαχός ἐστιν, ὡς εἰκάσειεν ἄν τις, ἐπὶ τῷ ἐρυμνῷ τοῦ τόπου δοκοῦσα εἶναι πᾶν τὸ ἀσφαλές· ἥ τε ἅμα σοι δύναμις ἀποχρῶσα γένοιτ᾽ ἄν, ἄνδρες ὀκτακόσιοι πολλῶν ἀθληταὶ πολέμων, τεταραγμένους σκηνοφύλακας ἀπροσδόκητοι προσπεσόντες τῷ τολμηρῷ ἑλεῖν. [4] καὶ ὁ Σίκκιος ἔφησεν· ἀλλ᾽ ἔγωγε ἅπαντα μὲν ἕτοιμος ὑπηρετεῖν· τὸ μέντοι ἔργον οὐ ῥᾴδιον ὥσπερ σοι δοκεῖ. ὑψηλή τε γὰρ ἡ πέτρα καὶ ἀπότομος, ἐφ᾽ ἧς ὁ χάραξ, ὁδόν τε οὐδεμίαν ὁρῶ φέρουσαν ἐπ᾽ αὐτοὺς ἔξω τῆς μιᾶς, ᾗ καταβήσονται οἱ πολέμιοι πρὸς ἡμᾶς, φυλακήν τ᾽ εἰκὸς ἀξιόμαχον εἶναι ἐν αὐτῇ· κἂν ὀλίγη δὲ πάνυ καὶ φαύλη τις οὖσα τύχῃ, πρὸς πολλῷ πλείονα ἢ τὴν σὺν ἐμοὶ δύναμιν ἀντέχειν οἵα τε ἔσται, τό τε χωρίον αὐτὸ παρέξει τῇ φυλακῇ τοῦ μὴ ἁλώσεσθαι τὸ ἀσφαλές. [5] ἀλλὰ μάλιστα μὲν ἀνάθου τὴν γνώμην — ἡ πεῖρα γὰρ ἐπισφαλής — εἰ δὲ πάντως ἔγνωσταί σοι δύο τίθεσθαι μάχας ἐν ἑνὶ καιρῷ, δύναμιν ἀξιόχρεων ἀνδρῶν ἐπιλέκτων τάξον ἀκολουθεῖν μοι σὺν τοῖς πρεσβυτέροις. [p. 82] οὐ γὰρ κλέψοντες τὸ χωρίον, ἀλλὰ βίᾳ καὶ φανερῶς ἐξελοῦντες ἄνιμεν. ;ΚΕΦΑΛΑΙΟΝ ΜΕ΄ [1] ἔτι δ᾽ αὐτοῦ βουλομένου λέγειν τἀκόλουθα ὑπολαβὼν ὁ ὕπατος εἶπεν· οὐ πολλῶν δεῖ λόγων, ἀλλ᾽ εἰ μὲν ὑπομένεις πράττειν τὰ προσταττόμενα, χώρει διὰ ταχέων καὶ μὴ παραστρατήγει, εἰ δὲ ἀφίστασαι καὶ ἀποδιδράσκεις τὸν κίνδυνον, ἑτέροις εἰς τὸ ἔργον χρήσομαι. [2] σὺ δὲ τὰς ἑκατὸν εἴκοσι μάχας ἀγωνισάμενος καὶ τὰ τετταράκοντα ἔτη στρατευσάμενος καὶ κατατετρωμένος ὅλον τὸ σῶμα, ἐπειδὴ ἑκὼν ἦλθες, ἄπιθι μήτε ὁμιλήσας πολεμίοις μήτ᾽ ἰδὼν καὶ ἀντὶ τῶν ὅπλων ἀκόνα πάλιν τοὺς λόγους, οἷς χρήσῃ κατὰ [3] τοῦ φθόνου τῶν πατρικίων. ποῦ νῦν ἐκεῖνά σου τὰ πολλὰ ἀριστεῖα, οἱ στρεπτοὶ καὶ τὰ ψέλλια καὶ τὰ δόρατα καὶ τὰ φάλαρα καὶ οἱ τῶν ὑπάτων στέφανοι καὶ τὰ ἐκ τῶν μονομαχιῶν λάφυρα καὶ πᾶσα ἡ ἄλλη βαρύτης, ἣν τότ᾽ ἠνεσχόμεθά σου λέγοντος; ἐν ἑνὶ γὰρ δὴ τῷδε τῷ ἔργῳ βασανιζόμενος, ἔνθα κίνδυνος ἦν ἀληθινός, ἐξητάσθης οἷος ἦσθα, ὡς ἀλαζὼν καὶ δόξῃ [4] τὸ ἀνδρεῖον ἐπιτηδεύων, οὐκ ἀληθείᾳ. καὶ ὁ Σίκκιος δυσανασχετῶν ἐπὶ τοῖς ὀνείδεσιν· οἶδα, φησίν, ὦ Ῥωμίλιε, ὅτι δυεῖν πρόκειταί σοι θάτερον ἢ ζῶντα [p. 83] διεργάσασθαι καὶ τὸ μηδὲν ἀποδοῦναι δόξαν αἰσχίστην ἐνεγκάμενον δειλίας, ἢ κακῶς καὶ ἀδήλως κατακοπέντα ὑπὸ τῶν πολεμίων ἀποθανεῖν, ἐπειδὴ κἀγώ τις ἔδοξα εἶναι τῶν ἀξιούντων ἐλεύθερα φρονεῖν· οὐ γὰρ εἰς ἄδηλον, ἀλλ᾽ εἰς ἐγνωσμένον ἀποστέλλεις με θάνατον· [5] πλὴν ὑπομενῶ καὶ τοῦτο τὸ ἔργον καὶ πειράσομαι φανεὶς ψυχὴν οὐ κακὸς ἢ κρατῆσαι τοῦ χάρακος, ἢ μὴ τυχὼν τῆς ἐλπίδος εὐγενῶς ἀποθανεῖν. ὑμᾶς δ᾽, ὦ συστρατιῶται, μάρτυρας ἀξιῶ γενέσθαι μοι πρὸς τοὺς ἄλλους πολίτας, ἐὰν πύθησθε τὸν ἐμὸν μόρον, ὅτι με ἀπώλεσεν ἡ ἀρετὴ καὶ ἡ πολλὴ τῶν λόγων ἐλευθερία. [6] ταῦτα πρὸς τὸν ὕπατον ἀποκρινάμενος καὶ δακρύσας τούς τε συνήθεις ἅπαντας ἀσπασάμενος ᾤχετο τοὺς ὀκτακοσίους ἄνδρας ἄγων κατηφεῖς καὶ δεδακρυμένους ὡς τὴν ἐπὶ θανάτῳ πορευομένους· καὶ ἡ ἄλλη δὲ πᾶσα στρατιὰ δι᾽ οἴκτου τὸ πρᾶγμα ἔλαβεν ὡς οὐκέτι ὀψομένη τοὺς ἄνδρας. ;ΚΕΦΑΛΑΙΟΝ ΜΣΤ΄ [1] ὁ δὲ Σίκκιος ἑτέραν ἀποστραφείς, οὐχ ἣν ὁ Ῥωμίλιος ὑπελάμβανε, παρὰ τὴν λαγόνα τοῦ ὄρους ἦγεν. ἔπειτα — ἦν γάρ τις δρυμὸς ὕλην βαθεῖαν ἔχων — εἰς τοῦτον ἄγων τοὺς ἄνδρας ἵσταταί τε καί φησιν· ὑπὸ μὲν τοῦ ἡγεμόνος ἀπεστάλμεθα, ὥσπερ ὁρᾶτε, ἀπολούμενοι. ἐδόκει γὰρ ἡμᾶς τὴν πλαγίαν χωρήσειν ὁδόν, ἣν ἀναβαίνοντας ἀμήχανον ἦν μὴ οὐ φανεροὺς τοῖς πολεμίοις γενέσθαι. ἐγὼ δ᾽ ὑμᾶς ἄξω κατ᾽ ἄδηλον τοῖς ἐχθροῖς ὁδὸν καὶ πολλὰς [p. 84] ἐλπίδας ἔχω τρίβων ἐπιλήψεσθαί τινων, αἳ κατὰ κορυφῆς ἄξουσιν ἡμᾶς ἐπὶ τὸν χάρακα· καὶ ἐλπίδας χρηστὰς ἔχετε. [2] ταῦτ᾽ εἰπὼν ἦγε διὰ τοῦ δρυμοῦ, καὶ πολὺν ἤδη διεληλυθὼς τόπον εὑρίσκει κατὰ δαίμονα ἄνδρα ἐξ ἀγροῦ ποθεν ἀπιόντα, ὃν τοῖς νεωτάτοις συλλαβεῖν κελεύσας ἡγεμόνα ποιεῖται τῆς ὁδοῦ. κἀκεῖνος αὐτοὺς ἄγων περὶ τὸ ὄρος σὺν πολλῷ χρόνῳ καθίστησιν ἐπὶ τὸν παρακείμενον τῷ χάρακι λόφον, [3] ὅθεν ἦν ταχεῖα καὶ εὐεπίφορος ἐπ᾽ αὐτὸν ὁδός. ἐν ᾧ δὲ ταῦτ᾽ ἐγίνετο χρόνῳ, συνῄεσαν αἵ τε τῶν Ῥωμαίων καὶ αἱ τῶν Αἰκανῶν δυνάμεις ὁμόσε καὶ καταστᾶσαι ἐμάχοντο, πλήθει τ᾽ ἀγχώμαλοι οὖσαι καὶ ὁπλισμοῖς καὶ προθυμίαν παρεχόμεναι τὴν αὐτήν· καὶ διέμειναν ἐπὶ πολὺν χρόνον ἰσόρροποι, τοτὲ μὲν ἐπιβαίνοντες ἀλλήλοις, τοτὲ δ᾽ ὑποχωροῦντες, ἱππεῖς τε ἱππεῦσι καὶ πεζοὶ πεζοῖς, καὶ ἔπεσον ἐξ ἑκατέρων [4] ἄνδρες ἐπιφανεῖς. ἔπειτα κρίσιν λαμβάνει ὁ πόλεμος ἐπιτελῆ. ὁ γὰρ Σίκκιος καὶ οἱ σὺν αὐτῷ, ἐπειδὴ πλησίον ἐγένοντο τῆς παρεμβολῆς τῶν Αἰκανῶν, ἀφύλακτον εὑρόντες ἐκεῖνο τὸ μέρος τοῦ χάρακος — ἐπὶ γὰρ θάτερα τὰ πρὸς τοὺς μαχομένους ἐστραμμένα μέρη πᾶσα ἡ φυλάττουσα αὐτὸν δύναμις ἐτράπετο κατὰ θέαν τοῦ ἀγῶνος — ἐπεισπεσόντες κατὰ πολλὴν εὐπέτειαν κατὰ κορυφῆς γίνονται τῶν φυλάκων. [5] ἔπειτ᾽ ἀλαλάξαντες ἔθεον ἐπ᾽ αὐτούς· οἱ δ᾽ ὑπὸ τοῦ παρ᾽ ἐλπίδα [p. 85] δεινοῦ ἐκταραχθέντες καὶ οὐ τοσούτους εἶναι δόξαντες, ἀλλὰ τὸν ἕτερον ἥκειν ὕπατον ἄγοντα τὴν σὺν αὐτῷ δύναμιν, ἐρρίπτουν ἔξω τοῦ χάρακος ἑαυτούς, οὐδὲ τὰ ὅπλα οἱ πολλοὶ φυλάξαντες. οἱ δὲ περὶ τὸν Σίκκιον τοὺς καταλαμβανομένους αὐτῶν φονεύοντες καὶ τοῦ χάρακος κρατήσαντες ἐχώρουν ἐπὶ τοὺς ἐν τῷ πεδίῳ. [6] οἱ δὲ Αἰκανοὶ τοῦ χάρακος τὴν ἅλωσιν ἀπό τε τῆς φυγῆς καὶ τῆς κραυγῆς τῶν σφετέρων αἰσθόμενοι καὶ μετ᾽ οὐ πολὺ κατὰ νώτου σφίσι τοὺς πολεμίους ἐπιόντας ὁρῶντες, οὐκέτι γενναῖον οὐδὲν ἀπεδείξαντο, ἀλλὰ διασπάσαντες τὰς τάξεις ἔσῳζον ἑαυτοὺς ἄλλοι κατ᾽ ἄλλας ὁδούς· ἔνθα ὁ πλεῖστος αὐτῶν ἐγίνετο φόνος. οὐ γὰρ ἀνίεσαν οἱ Ῥωμαῖοι μέχρι νυκτὸς διώκοντές τε καὶ κτείνοντες τοὺς ἁλισκομένους. [7] ὁ δὲ πλείστους τ᾽ αὐτῶν διαφθείρας καὶ λαμπρότατα ἔργα ἀποδειξάμενος Σίκκιος ἦν, ὅς, ἐπειδὴ τέλος ἑώρα τὰ τῶν πολεμίων ἔχοντα σκότους ὄντος ἤδη, τὴν σπεῖραν ἄγων ἐπὶ τὸν κρατηθέντα ὑπὸ σφῶν χάρακα ἀνέστρεφε μεγάλης χαρᾶς καὶ πολλοῦ μεστὸς ὢν αὐχήματος. [8] οἵ τε περὶ αὐτὸν ἀθῷοι καὶ ἀβλαβεῖς πάντες οὐ μόνον οὐδὲν παθόντες ὧν προσεδόκησαν, ἀλλὰ καὶ δόξαν ἐπιφανεστάτην ἐξενεγκάμενοι, πατέρα καὶ σωτῆρα καὶ θεὸν καὶ πάντα τὰ τιμιώτατα ὀνομάζοντες ἀπλήστως εἶχον ἀσπασμῶν τε τοῦ ἀνδρὸς καὶ τῶν ἄλλων φιλοφρονήσεων ἡδονάς. ἐν δὲ τούτῳ καὶ ἡ ἄλλη τῶν [p. 86] Ῥωμαίων φάλαγξ ἅμα τοῖς ὑπάτοις ἀπὸ τῆς διώξεως ἀνέστρεφεν ἐπὶ τὸν ἑαυτῆς χάρακα. ;ΚΕΦΑΛΑΙΟΝ ΜΖ΄ [1] μέσαι τ᾽ ἤδη νύκτες ἦσαν, καὶ ὁ Σίκκιος μνησικακῶν τοῖς ὑπάτοις τῆς ἐπὶ τὸν θάνατον ἀποστολῆς εἰς νοῦν βάλλεται τὴν δόξαν ἀφελέσθαι τοῦ κατορθώματος. κοινωσάμενος δὲ τοῖς ἀμφ᾽ αὐτὸν ἣν εἶχε διάνοιαν, ἐπειδὴ πᾶσιν ὀρθῶς ἐφαίνετο, καὶ οὐθεὶς ἦν ὃς οὐκ ἐθαύμαζε τῆς τε φρονήσεως καὶ τῆς τόλμης τὸν ἄνδρα, λαβὼν τὰ ὅπλα καὶ τοὺς ἄλλους κελεύσας ἀναλαβεῖν, πρῶτον μὲν ἀνθρώπους ὅσους ἐν τῷ χάρακι κατέλαβε τῶν Αἰκανῶν καὶ ἵππους καὶ τἆλλα ὑποζύγια κατέκοψεν· ἔπειτα ὑφῆψε τὰς σκηνὰς ὅπλων τε καὶ σίτου καὶ ἐσθῆτος καὶ τῶν εἰς τὸν πόλεμον ἐπιτηδείων γεμούσας τῶν τε ἄλλων χρημάτων, ὧν ἐκ τῆς Τυσκλάνων λείας ἐπήγοντο πολλῶν πάνυ ὄντων. [2] ὡς δ᾽ ἅπαντα ὑπὸ τοῦ πυρὸς ἠφάνιστο, περὶ τὸν ὄρθρον ἀπῄει φέρων οὐθὲν ὅτι μὴ τὰ ὅπλα, καὶ διανύσας σπουδῇ τὴν ὁδὸν εἰς Ῥώμην παρῆν. ὡς δ᾽ ὤφθησαν ἄνθρωποι καθωπλισμένοι παιανίζοντές τε καὶ σπουδῇ χωροῦντες αἵματι πολλῷ πεφυρμένοι, δρόμος ἐγίνετο καὶ πολλὴ προθυμία τῶν βουλομένων ἰδεῖν τ᾽ αὐτοὺς καὶ τὰ πραχθέντα ἀκοῦσαι. [3] οἱ δὲ μέχρις ἀγορᾶς ἐλθόντες ἐδήλωσαν τοῖς δημάρχοις τὰ γενόμενα, κἀκεῖνοι συναγαγόντες ἐκκλησίαν ἐκέλευον αὐτοὺς πρὸς ἅπαντας λέγειν. ὄχλου δὲ πολλοῦ συναχθέντος [p. 87] παρελθὼν ὁ Σίκκιος τήν τε νίκην αὐτοῖς ἐδήλωσε καὶ τὸν τρόπον τοῦ ἀγῶνος ἐνεφάνισε, καὶ ὅτι παρὰ τὴν ἰδίαν ἀρετὴν καὶ τῶν σὺν αὐτῷ πρεσβυτέρων ἀνδρῶν ὀκτακοσίων, οὓς ἀποθανουμένους ἀπέστειλαν οἱ ὕπατοι, ὅ τε χάραξ ὁ τῶν Αἰκανῶν ἐλήφθη καὶ ἡ δύναμις ἡ παραταξαμένη τοῖς ὑπάτοις ἠναγκάσθη φυγεῖν· [4] ἠξίου τε αὐτοὺς μηδενὶ τῆς νίκης ἑτέρῳ τὴν χάριν εἰδέναι καὶ τελευτῶν ἔτι προσέθηκεν ἐκεῖνον τὸν λόγον, ὅτι τὰς ψυχὰς καὶ τὰ ὅπλα σώζοντες ἥκομεν, ἄλλο δὲ οὐδὲν τῶν κεκρατημένων οὔτε μεῖζον οὔτ᾽ ἔλαττον ἐξενεγκάμενοι. [5] ὁ δὲ δῆμος ἀκούσας τὸν λόγον εἰς οἶκτόν τε καὶ δάκρυα προὔπεσεν ὁρῶν μὲν τὰς ἡλικίας τῶν ἀνδρῶν, ἐνθυμούμενος δὲ τὰς ἀρετάς, ἀγανακτῶν δὲ καὶ νεμεσῶν τοῖς ἐπιβαλομένοις τοιούτων ἀνδρῶν ἐρημῶσαι τὴν πόλιν. ἐγεγόνει δέ, ὃ προὔλαβεν ὁ Σίκκιος, μῖσος εἰς τοὺς ὑπάτους ἐξ ἁπάντων τῶν πολιτῶν. [6] οὐδὲ γὰρ ἡ βουλὴ τὸ πρᾶγμα μετρίως ἤνεγκεν, ἣ οὔτ᾽ ἐψηφίσατο αὐτοῖς πομπὴν θριάμβων οὔτε ἄλλο τι τῶν ἐπὶ καλοῖς ἀγῶσι γινομένων. τὸν μέντοι Σίκκιον ὁ δῆμος, ἐπειδὴ καθῆκεν ὁ τῶν ἀρχαιρεσίων καιρός, δήμαρχον ἀπέδειξεν, ἧς κύριος ἦν τιμῆς ἀποδιδούς. καὶ τὰ μὲν ἐπιφανέστατα τῶν τότε πραχθέντων τοιάδ᾽ ἦν. ;ΚΕΦΑΛΑΙΟΝ ΜΗ΄ [1] ἐν δὲ τῷ μετὰ τούτους τοὺς ὑπάτους ἔτει Σπόριος Ταρπήιος καὶ Αὖλος Τερμήνιος παραλαμβάνουσι τὴν ἀρχήν· οἳ τά τ᾽ ἄλλα θεραπεύοντες [p. 88] τὸν δῆμον διετέλεσαν καὶ τὸ περὶ τῶν δημάρχων δόγμα προεβούλευσαν, ἐπειδὴ πλέον μὲν οὐδὲν ἑώρων τοῖς πατρικίοις γινόμενον ἐκ τοῦ κωλύειν, ἀλλὰ καὶ φθόνον καὶ μῖσος, καὶ βλάβας δὲ ἰδίας καὶ συμφορὰς τοῖς προθυμότατα ὑπὲρ αὐτῶν ἀγωνιζομένοις. [2] μάλιστα δ᾽ αὐτοὺς εἰς δέος ἤγαγεν ἡ τῶν ὑπατευσάντων τὸν παρελθόντα ἐνιαυτὸν συμφορὰ νεωστὶ γενομένη δεινὰ μὲν ὑπὸ τοῦ δήμου παθόντων, οὐδεμίαν δὲ παρὰ τῆς βουλῆς εὑρομένων βοήθειαν. Σίκκιος μὲν γὰρ ὁ τὸν Αἰκανῶν στρατὸν αὐτῷ χάρακι ἀράμενος δήμαρχος τότ᾽ ἀποδειχθείς, ὥσπερ ἔφην, τῇ πρώτῃ τῆς ἀρχῆς ἡμέρᾳ θύσας εἰσιτήρια κατὰ νόμον, πρὶν ὁτιοῦν ἄλλο διαπράξασθαι τῶν κοινῶν, προεῖπεν ἐν ἐκκλησίᾳ Τίτον Ῥωμίλιον ἥκειν ἀπολογησόμενον ἀδικήματος δημοσίου δίκην ἐπὶ δικαστῇ τῷ δήμῳ, τὸν χρόνον ἀποδείξας τοῦ ἀγῶνος. [3] Λεύκιος δὲ τότ᾽ ἀγορανομῶν, δήμαρχος δὲ τῷ παρελθόντι ἔτει γεγονώς, τὸν ἕτερον τῶν περυσινῶν ὑπάτων Γάιον Οὐετούριον εἰς ὁμοίαν δίκην προσεκαλέσατο. πολλῆς δὲ γενομένης ἐν τῷ μεταξὺ τοῦ ἀγῶνος χρόνῳ σπουδῆς τε καὶ παρακλήσεως ἀμφοτέρων οἱ μὲν ὑπόδικοι πολλὰς ἐλπίδας εἶχον ἐπὶ τῇ βουλῇ καὶ τὸ κινδύνευμα ἐν ἐλαφρῷ ἐποιοῦντο, ὑπισχνουμένων αὐτοῖς πρεσβυτέρων τε καὶ νέων οὐκ ἐάσειν τὸν ἀγῶνα ἐπιτελεσθῆναι. [4] οἱ δὲ δήμαρχοι πάντα ἐκ πολλοῦ φυλαττόμενοι καὶ οὔτε δεήσεις οὔτε [p. 89] ἀπειλὰς οὔτε κίνδυνον οὐδένα ὑπολογιζόμενοι, ἐπειδὴ καθῆκεν ὁ τοῦ ἀγῶνος καιρός, ἐκάλουν τὸν δῆμον· ἦν δὲ παλαίτερον ἔτι συνερρυηκὼς ἐκ τῶν ἀγρῶν ὁ χερνήτης καὶ αὐτουργὸς ὄχλος, καὶ προσνεμηθεὶς τῷ κατὰ πόλιν τήν τε ἀγορὰν ἐνέπλησε καὶ τοὺς φέροντας εἰς αὐτὴν στενωπούς. ;ΚΕΦΑΛΑΙΟΝ ΜΘ΄ [1] πρώτη μὲν οὖν εἰσῆλθεν ἡ κατὰ Ῥωμιλίου δίκη. καὶ παρελθὼν ὁ Σίκκιος τά τε ἄλλα κατηγόρει τοῦ ἀνδρός, ὅσα ὑπατεύων βίᾳ εἰς τοὺς δημάρχους ἔδοξε διαπράξασθαι, καὶ τελευτῶν τὴν ἐπιβουλὴν διεξῄει τὴν ἐφ᾽ ἑαυτῷ τε καὶ τῇ σπείρᾳ γενομένην ὑπὸ τοῦ στρατηγοῦ· καὶ παρείχετο αὐτῶν μάρτυρας τοὺς ἐπιφανεστάτους τῶν συστρατευσαμένων οὐ δημοτικούς, ἀλλὰ καὶ πατρικίους· ἐν οἷς ἦν νεανίας οὐκ ἀφανὴς οὔτε κατὰ γένους ἀξίωσιν οὔτε κατὰ τὴν ἰδίαν ἀρετὴν καὶ τὰ πολέμια πάνυ ἀγαθός· Σπόριος Οὐεργίνιος ἦν ὄνομα αὐτῷ. [2] οὗτος ἔφη Μάρκον Ἰκίλλιον, ἑνὸς τῶν ἐκ τῆς Σικκίου σπείρας υἱόν, ἡλικιώτην αὐτοῦ καὶ φίλον ἀπολυθῆναι τῆς ἐξόδου βουληθείς, ὡς ἐπὶ θάνατον ἐξιόντα μετὰ τοῦ πατρός, Αὖλον Οὐεργίνιον τὸν ἑαυτοῦ θεῖον, πρεσβευτὴν τότε συστρατευόμενον, παρακαλέσας ἐλθεῖν ἐπὶ τοὺς ὑπάτους, [3] ἀξιῶν σφίσι ταύτην δοθῆναι τὴν χάριν· ἀντιλεγόντων δὲ τῶν ὑπάτων, ἑαυτῷ μὲν ἐπελθεῖν δάκρυα τὴν συμφορὰν τὴν τοῦ ἑταίρου προανακλαιομένῳ, τὸν δὲ νεανίαν, ὑπὲρ οὗ τὰς δεήσεις ἐποιεῖτο, πεπυσμένον ταῦτα ἐλθεῖν καὶ λόγον αἰτησάμενον εἰπεῖν, ὅτι τοῖς [p. 90] μὲν δεομένοις πολλὴν οἶδε χάριν, αὐτὸς δ᾽ οὐκ ἂν ἀγαπήσειεν τυχὼν χάριτος, ἥτις αὐτὸν ἀφελεῖται τὸ πρὸς τὸ γένος εὐσεβές, οὐδ᾽ ἂν ἀπολειφθείη τοῦ πατρός, τοσῷδε μᾶλλον, ὅσῳ γ᾽ ἀποθανούμενος ἔρχεται, καὶ πάντες τοῦτο ἴσασιν· ἀλλὰ συνεξιὼν ἐπαμυνεῖτε, ὅσα δύναται, καὶ τῆς αὐτῆς ἐκείνῳ κοινωνὸς ἔσται τύχης. [4] ταῦτα τοῦ μειρακίου μαρτυρήσαντος οὐδεὶς ἦν ὃς οὐκ ἔπασχέ τι πρὸς τὴν τύχην τῶν ἀνθρώπων. ὡς δὲ καὶ αὐτοὶ κληθέντες ἐπὶ τὴν μαρτυρίαν παρῆλθον ὅ τε πατὴρ Ἰκίλλιος καὶ τὸ μειράκιον καὶ τὸ καθ᾽ ἑαυτοὺς ἔλεξαν, οὐκέτι κατέχειν τὰ δάκρυα οἱ πλείους ἐδύναντο τῶν δημοτικῶν. [5] ἀπολογηθέντος δὲ τοῦ Ῥωμιλίου καὶ διελθόντος λόγον οὔτε θεραπευτικὸν οὔτε ἁρμόττοντα τοῖς καιροῖς, ἀλλ᾽ ὑψηλόν, καὶ ἐπὶ τῷ ἀνυπευθύνῳ τῆς ἀρχῆς μέγα φρονοῦντα διπλασίως ἔτι ἐπερρώσθησαν εἰς τὴν κατ᾽ αὐτοῦ ὀργὴν οἱ πολῖται. καὶ γενόμενοι τῶν ψήφων κύριοι κατέγνωσαν ἀδικεῖν οὕτως, ὥστε πάσαις ταῖς ψήφοις τῶν φυλῶν ἁλῶναι τὸν ἄνδρα. ἦν δὲ τὸ τίμημα τῆς δίκης ἀργυρικόν, [6] ἀσσάρια μυρία. καὶ τοῦτ᾽ οὐκ ἄνευ προνοίας τινὸς ὁ Σίκκιος ποιῆσαί μοι δοκεῖ, ἀλλ᾽ ἵνα τοῖς τε πατρικίοις ἐλάττων ἡ περὶ τοῦ ἀνδρὸς σπουδὴ γένηται, καὶ μηδὲν ἐξαμάρτωσι περὶ τὴν ψηφοφορίαν ἐνθυμηθέντες, ὅτι εἰς ἀργύριον ζημιώσεται ὁ ἁλοὺς καὶ εἰς οὐδὲν ἕτερον, καὶ τοῖς δημοτικοῖς ἡ πρὸς τὴν [p. 91] τιμωρίαν ὁρμὴ προθυμοτέρα μήτε ψυχῆς ἄνδρα ὑπατικὸν μήτε πατρίδος ἀποστεροῦσιν. Ῥωμιλίου δὲ καταδικασθέντος οὐ πολλαῖς ὕστερον ἡμέραις καὶ Οὐετούριος ἑάλω· τίμημα δὲ καὶ ἐκείνῳ ἐπεγέγραπτο ἀργυρικόν, ἡμιόλιον θατέρου. ;ΚΕΦΑΛΑΙΟΝ Ν΄ [1] ταῦτα δὴ λογιζομένοις τοῖς ἐν ἀρχῇ ὑπάτοις πολὺ παρέστη δέος καὶ τοῦ μὴ ταὐτὰ παθεῖν ὑπὸ τοῦ δήμου μετὰ τὴν ὑπατείαν πρόνοια, ὥστ᾽ οὐκέτι ἀποκρυπτόμενοι τὰς γνώμας, ἀλλὰ φανερῶς τὰ τοῦ δήμου πολιτευόμενοι διετέλουν. πρῶτον μὲν οὖν ἐπὶ τῆς λοχίτιδος ἐκκλησίας νόμον ἐκύρωσαν, ἵνα ταῖς ἀρχαῖς ἐξῇ πάσαις τοὺς ἀκοσμοῦντας ἢ παρανομοῦντας εἰς τὴν ἑαυτῶν ἐξουσίαν ζημιοῦν. τέως γὰρ οὐχ ἅπασιν ἐξῆν, ἀλλὰ τοῖς ὑπάτοις μόνοις. [2] τὸ μέντοι τίμημα οὐκ ἐπὶ τοῖς ζημιοῦσιν, ὁπόσον εἶναι δεῖ, κατέλιπον, ἀλλ᾽ αὐτοὶ τὴν ἀξίαν ὥρισαν, μέγιστον ἀποδείξαντες ὅρον ζημίας δύο βοῦς καὶ τριάκοντα πρόβατα. καὶ οὗτος ὁ νόμος ἄχρι πολλοῦ διέμεινεν ὑπὸ Ῥωμαίων φυλαττόμενος. [3] ἔπειτα περὶ τῶν νόμων, οὓς ἐσπούδαζον οἱ δήμαρχοι κοινοὺς ἐπὶ πᾶσι Ῥωμαίοις γράφειν καὶ εἰς ἅπαντα χρόνον φυλαχθησομένους, διάγνωσιν ἀπέδωκαν τῇ βουλῇ. ἐλέχθησαν μὲν οὖν πολλοί τε καὶ ὑπὸ τῶν κρατίστων ἀνδρῶν εἰς ἀμφότερα καὶ τὸ συγχωρεῖν καὶ τὸ κωλύειν φέροντες λόγοι, ἐνίκα δ᾽ ἡ τὰ δημοτικώτερα πρὸ τῶν ὀλιγαρχικῶν εἰσάγουσα Τίτου Ῥωμιλίου γνώμη, παρὰ τὴν ἁπάντων δόξαν τῶν τε [p. 92] [4] πατρικίων καὶ τῶν δημοτικῶν γενομένη. οἱ μὲν γὰρ ὑπελάμβανον πάντα τὰ ἐναντία τοῖς δημοτικοῖς φρονήσειν τε καὶ λέξειν τὸν ἄνδρα νεωστὶ τὴν ἐν τῷ δήμῳ δίκην ἑαλωκότα· ὁ δ᾽ ἀναστὰς ἐπειδὴ προσῆκεν αὐτῷ γνώμην ἐρωτηθέντι κατὰ τὴν ἑαυτοῦ τάξιν ἀποκρίνασθαι — ἦν δὲ ἐν τοῖς διὰ μέσου κατά τε ἀξίωσιν καὶ ἡλικίαν — ἔλεξεν· {{DEFAULTSORT:Ρωμαικη Αρχαιολογια 10 41}} m7wf70j7inxs2tqeiq3ckt7wwlrnljx Ρωμαϊκή Αρχαιολογία/ι/31 0 23592 148489 100307 2022-08-09T13:29:33Z Αντιγόνη 235 wikitext text/x-wiki {{Κεφαλίδα | τίτλος = Κεφάλαια 31–40 | συγγραφέας = Διονύσιος ο Αλικαρνασσεύς | μεταφραστής= | ενότητα = [[Ρωμαϊκή Αρχαιολογία/ι|Ῥωμαϊκὴ Ἀρχαιολογία: Λόγος ι΄]] | προηγούμενο= [[Ρωμαϊκή Αρχαιολογία/ι/21|Κεφάλαια 21–30]] | επόμενο = [[Ρωμαϊκή Αρχαιολογία/ι/41|Κεφάλαια 41–50]] | σημειώσεις = Dionysii Halicarnasei Antiquitatum Romanarum quae supersunt, Vol I-IV. Dionysius of Halicarnassus. Karl Jacoby. In Aedibus B.G. Teubneri. Leipzig. 1885. }} ;ΚΕΦΑΛΑΙΟΝ ΛΑ΄ [1] τῷ δ᾽ ἑξῆς ἔτει Μάρκου Οὐαλερίου καὶ Σπορίου Οὐεργινίου τὴν ὑπατείαν ἐχόντων στρατιὰ μὲν ὑπερόριος οὐδεμία ἐξῆλθε Ῥωμαίων, πολιτικὰ δέ τινα προσκρούσματα τοῖς δημάρχοις πρὸς τοὺς ὑπάτους συνέστη πάλιν, ἐξ ὧν ἔσχον οἱ δήμαρχοι παρασπάσαντές τι τῆς ὑπατικῆς δυναστείας. τὸν μὲν γὰρ ἔμπροσθεν χρόνον ἐκκλησίας μόνον ἦσαν οἱ δήμαρχοι κύριοι, βουλὴν δὲ συνάγειν ἢ γνώμην ἀγορεύειν οὐκ ἐξῆν αὐτοῖς, ἀλλ᾽ ἦν τῶν ὑπάτων τοῦτο τὸ γέρας. [2] οἱ δὲ τότε δήμαρχοι πρῶτοι συγκαλεῖν ἐπεβάλοντο τὴν βουλὴν Ἰκιλλίου τὴν πεῖραν εἰσηγησαμένου, ὃς ἡγεῖτο μὲν τοῦ ἀρχείου, δραστήριος δέ τις ἦν ἀνὴρ καὶ ὡς Ῥωμαῖος εἰπεῖν οὐκ ἀδύνατος. εἰσέφερε γάρ τι καὶ οὗτος πολίτευμα καινὸν ἀξιῶν ἀπομερισθῆναι τοῖς δημόταις τόπον εἰς οἰκιῶν κατασκευὰς τὸν καλούμενον Αὐεντῖνον. ἔστι δὲ λόφος ὑψηλὸς ἐπιεικῶς, οὐκ ἐλάττων ἢ δώδεκα σταδίων τὴν περίμετρον, ἐμπεριεχόμενος τῇ πόλει, ὃς οὐχ ἅπας τότε ᾠκεῖτο, ἀλλ᾽ [3] ἦν δημόσιός τε καὶ ὕλης ἀνάπλεως. τοῦτο τὸ πολίτευμα εἰσάγων ὁ δήμαρχος τοῖς τότε ὑπάτοις καὶ τῇ βουλῇ προσῄει δεόμενος τὸν ἐπ᾽ αὐτῷ γραφέντα νόμον προβουλεῦσαί τε καὶ εἰς τὸν δῆμον ἐξενεγκεῖν. ἀναβαλλομένων [p. 59] δὲ καὶ παρελκόντων τῶν ὑπάτων τὸν χρόνον πέμψας τὸν ὑπηρέτην ὡς αὐτοὺς ἐκέλευσεν ἐπὶ τὴν ἀρχὴν ἀκολουθεῖν καὶ τὴν βουλὴν συγκαλεῖν. ἐπεὶ δὲ τῶν ῥαβδούχων τις ἀπήλασε τὸν ὑπηρέτην κελευσθεὶς ὑπὸ τῶν ὑπάτων, ἀγανακτήσας ὁ Ἰκίλλιος καὶ οἱ συνάρχοντες αὐτοῦ, συνέλαβον τὸν ῥαβδοῦχον καὶ ἀπῆγον ὡς ῥίψοντες κατὰ τῆς πέτρας. [4] οἱ δὲ ὕπατοι βιάσασθαι μὲν ἢ τὸν ἀγόμενον ἀφελέσθαι, καίτοι δεινὰ δοκοῦντες ὑβρίσθαι, ἀδύνατοι ἦσαν, ἐπεκαλοῦντο δὲ τὴν ἐκ τῶν ἄλλων δημάρχων βοήθειαν. οὐθὲν γὰρ τῶν πραττομένων ὑπὸ τῆς ἀρχῆς ἐκείνης ἐπισχεῖν ἢ κωλῦσαι τῶν ἄλλων τινὶ ἔξεστιν, ἀλλ᾽ [5] ἑτέρου δημάρχου τοῦτ᾽ ἐστὶ τὸ κράτος. τοῖς δ᾽ ἄρα πᾶσιν ἦν ταῦτα κατ᾽ ἀρχὰς δεδογμένα μήτ᾽ εἰσηγήσασθαί τινα καινὸν πολίτευμα μηθὲν ἐφ᾽ ἑαυτοῦ βαλόμενον, ἐὰν μὴ πᾶσι τὸ αὐτὸ δοκῇ, μήτε ἐναντιωθῆναί τινα τοῖς πραττομένοις, ὅσ᾽ ἂν αἱ πλείους γνῶμαι δοκιμάσωσι· καὶ περὶ τούτων εὐθὺς ἅμα τῷ παραλαβεῖν τὴν ἀρχὴν ἱερὰ θύσαντες ὅρκους ἔδοσαν ἀλλήλοις· οὕτως οἰόμενοι μάλιστα τὸ τῆς δημαρχίας ἀκατάλυτον ἔσεσθαι κράτος, ἐὰν τὸ στασιάζον ἐξ αὐτῆς ἀναιρεθῇ. [6] τοῦτο δὴ φυλάττοντες τὸ συνωμόσιον εἶπον ἀπάγεσθαι τὸν φύλακα τῆς ἀρχῆς τῶν ὑπάτων, κοινὴν ἁπάντων εἶναι λέγοντες τὴν γνώμην, οὐ μὴν διέμεινάν γ᾽ ἐπὶ τῆς ὀργῆς, ἀλλὰ τοῖς πρεσβυτάτοις τῶν ἐκ τοῦ [p. 60] συνεδρίου παραιτουμένοις τὸν ἄνδρα ἀφῆκαν, τόν τε φθόνον ὑφορώμενοι τοῦ πράγματος, ὅτι πρῶτοι ἔμελλον θανάτῳ ζημιῶσαι τὸν ἄνδρα τὸ κελευσθὲν ὑπὸ τῶν ἀρχόντων ποιήσαντα, καὶ δεδοικότες, μὴ ἀπὸ ταύτης τῆς προφάσεως εἰς ἀπόνοιαν ἀναγκασθῶσιν οἱ πατρίκιοι τραπέσθαι. ;ΚΕΦΑΛΑΙΟΝ ΛΒ΄ [1] μετὰ τοῦτο τὸ ἔργον συναχθείσης τῆς βουλῆς οἱ μὲν ὕπατοι κατηγορίαν πολλὴν τῶν δημάρχων ἐποιήσαντο· παραλαβὼν δὲ τὸν λόγον ὁ Ἰκίλλιος περί τε τῆς εἰς τὸν ὑπηρέτην ὀργῆς ἀπελογεῖτο τοὺς ἱεροὺς προφερόμενος νόμους, καθ᾽ οὓς οὔτε ἄρχοντι οὔτ᾽ ἰδιώτῃ συνεχωρεῖτο πράττειν οὐδὲν ἐναντίον δημάρχῳ, καὶ περὶ τοῦ συγκαλεῖν τὴν βουλὴν ἐδίδασκεν, ὡς οὐθὲν εἴη πεποιηκὼς ἄτοπον, πολλοὺς καὶ [2] παντοδαποὺς εἰς τοῦτο παρασκευασάμενος λόγους. ὡς δ᾽ ἀπελύσατο ταύτας τὰς κατηγορίας, τὸν ὑπὲρ τοῦ λόφου νόμον εἰσέφερεν. ἦν δὲ τοιόσδε· ὅσα μὲν ἰδιῶταί τινες εἶχον ἐκ τοῦ δικαίου κτησάμενοι, ταῦτα τοὺς κυρίους κατέχειν· ὅσα δὲ βιασάμενοί τινες ἢ κλοπῇ λαβόντες ᾠκοδομήσαντο, κομισαμένους τὰς δαπάνας, ἃς ἂν οἱ διαιτηταὶ γνῶσι, τῷ δήμῳ παραδιδόναι· τὰ δὲ ἄλλα, ὅσα ἦν δημόσια, χωρὶς ὠνῆς τὸν δῆμον παραλαβόντα διελέσθαι. [3] ἐδίδασκέ τε, ὅτι τοῦτο τὸ πολίτευμα εἰς πολλὰ μὲν καὶ ἄλλα συνοίσει τῇ πόλει, μάλιστα δὲ εἰς τὸ μὴ στασιάζειν ἔτι περὶ τῆς δημοσίας χώρας τοὺς πένητας, ἣν οἱ πατρίκιοι κατεῖχον. ἀγαπήσειν γὰρ αὐτοὺς τῆς πόλεως λαχόντας [p. 61] μέρος, ἐπειδὴ τῆς χώρας οὐκ ἔξεστι διὰ τοὺς ἐσφετερισμένους αὐτὴν πολλοὺς ὄντας καὶ δυνατούς. [4] τοιούτων ῥηθέντων ὑπ᾽ αὐτοῦ λόγων ὁ μὲν ἀντιλέγων Γάιος Κλαύδιος ἦν μόνος, οἱ δὲ συγκαταινοῦντες πολλοί, καὶ ἔδοξε διδόναι τῷ δήμῳ τὸν τόπον. μετὰ τοῦτο ἱεροφαντῶν τε παρόντων καὶ οἰωνοσκόπων καὶ ἱεροποιῶν δυεῖν καὶ ποιησαμένων τὰς νομίμους εὐχάς τε καὶ ἀρὰς ἐν τῇ λοχίτιδι ἐκκλησίᾳ συναχθείσῃ ὑπὸ τῶν ὑπάτων ὁ νόμος ἐκυρώθη, ὅς ἐστιν ἐν στήλῃ χαλκῇ γεγραμμένος, ἣν ἀνέθεσαν ἐν τῷ Αὐεντίνῳ [5] κομίσαντες εἰς τὸ τῆς Ἀρτέμιδος ἱερόν. κυρωθέντος δὲ τοῦ νόμου συνελθόντες οἱ δημοτικοὶ τά τε οἰκόπεδα διελάγχανον καὶ κατῳκοδόμουν ὅσον ἕκαστοι τόπον δυνηθεῖεν ἀπολαμβάνοντες. εἰσὶ δ᾽ οἳ σύνδυο καὶ σύντρεις καὶ ἔτι πλείους συνιόντες οἰκίαν κατεσκευάζοντο μίαν ἑτέρων μὲν τὰ κατάγεια λαγχανόντων, ἑτέρων δὲ τὰ ὑπερῷα. ὁ μὲν οὖν ἐνιαυτὸς ἐκεῖνος εἰς τὰς κατασκευὰς τῶν οἰκήσεων ἐδαπανήθη. ;ΚΕΦΑΛΑΙΟΝ ΛΓ΄ [1] ὁ δὲ μετὰ τοῦτον, ἐν ᾧ τὴν ὕπατον ἀρχὴν παρειλήφεσαν Τίτος Ῥωμίλιος καὶ Γάιος Οὐετούριος, δήμαρχοι δ᾽ ἦσαν οἱ περὶ Λεύκιον Ἰκίλλιον τὸ δεύτερον ἄρχειν ἑξῆς αἱρεθέντες, οὐχ ἁπλοῦς, ἀλλὰ ποικίλος τις ἐγένετο καὶ μεγάλων μεστὸς πραγμάτων. ἥ τε γὰρ πολιτικὴ στάσις ἤδη μεμαράνθαι δοκοῦσα ὑπὸ τῶν δημάρχων πάλιν ἀνεκινεῖτο, καὶ πόλεμοί τινες ἐκ τῶν ἀλλοεθνῶν ἀνέστησαν, οἳ κακὸν μὲν [p. 62] οὐθὲν διαθεῖναι τὴν πόλιν ἠδυνήθησαν, οὐ μικρὰν δὲ ὠφέλειαν τὸ στασιάζον ἀνελόντες ἐξ αὐτῆς. [2] ἐγκύκλιον γὰρ δὴ τοῦτο καὶ ἐν ἔθει ἦν ἤδη τῇ πόλει πολεμουμένῃ μὲν ὁμονοεῖν, εἰρήνην δὲ ἀγούσῃ στασιάζειν. τοῦτο συνιδόντες ἅπαντες οἱ τὰς ὑπάτους ἀρχὰς παραλαβόντες κατ᾽ εὐχὰς μὲν εἴ τις ἔξωθεν ἐπανασταίη πόλεμος ἐλάμβανον· ἡσυχαζόντων δὲ τῶν ἀντιπάλων αὐτοὶ κατεσκεύαζον ἐγκλήματα καὶ προφάσεις πολέμων, ἅτε ὁρῶντες διὰ μὲν τοὺς πολέμους μεγάλην καὶ εὐδαίμονα γινομένην τὴν πόλιν, διὰ δὲ [3] τὰς στάσεις ταπεινὴν καὶ ἀσθενῆ. οἷς ὅμοια γνόντες οἱ τότε ὕπατοι στρατιὰν ἐξάγειν ἔκριναν ἐπὶ τοὺς πολεμίους δεδοικότες, μή τι διὰ τὴν εἰρήνην ἄρξωνται ταράττειν ἀργοὶ καὶ πένητες ἄνθρωποι, τοῦτο μὲν ὀρθῶς ἰδόντες, ὅτι δεῖ περισπᾶσαι τὸν ὄχλον ἐπὶ τοὺς ἔξω πολέμους, τὸ δὲ μετὰ τοῦτο οὐκ ὀρθῶς. δέον γὰρ αὐτοὺς ὡς ἐν νοσούσῃ πόλει μετρίαις χρῆσθαι ταῖς στρατολογίαις ἐπὶ τὸ βίᾳ προσαναγκάζειν τοὺς ἀπειθοῦντας ἐτράποντο, οὔτε παραίτησιν οὔτε συγγνώμην οὐδενὶ διδόντες οὐδεμίαν, ἀλλὰ ταῖς ἐκ τῶν νόμων τιμωρίαις εἴς τε τὰ σώματα καὶ τὰς οὐσίας αὐτῶν πικρῶς χρώμενοι. [4] ταῦτα ποιούντων αὐτῶν ἀφορμὴν αὖθις εἰλήφεσαν οἱ δήμαρχοι τοῦ δημαγωγεῖν τὰ πλήθη· καὶ συναγαγόντες εἰς ἐκκλησίαν τά τ᾽ ἄλλα τῶν ὑπάτων κατεβόων, καὶ ὅτι πολλοὺς τῶν πολιτῶν ἐκέλευσαν εἰς τὸ δεσμωτήριον ἀπάγειν τὴν [p. 63] δημαρχικὴν ἐξουσίαν ἐπικαλεσαμένους, τῆς τε στρατολογίας ἀπολύειν ἔφασαν αὐτοὶ δὴ μόνοι ἐξουσίαν ἐκ τῶν νόμων ἔχοντες. ὡς δ᾽ οὐθὲν ἐπέραινον, ἀλλ᾽ ἐπιστρεφεστέρας ἔτι τὰς καταγραφὰς ἑώρων γινομένας, [5] ἔργοις κωλύειν ἐπεβάλλοντο. ἀμυνομένων δὲ τῶν ὑπάτων καὶ τῷ κράτει τῆς ἀρχῆς ἐρεθισμοί τέ τινες ἐγίνοντο καὶ χειρῶν ἐπιβολαί. συνηγωνίζετο δὲ τοῖς μὲν ὑπάτοις ἡ τῶν πατρικίων νεότης, τοῖς δὲ δημάρχοις ὁ πένης καὶ ἀργὸς ὄχλος. [6] ἐκείνην μὲν οὖν τὴν ἡμέραν παρὰ πολὺ κρείττους ἐγένοντο τῶν δημάρχων οἱ ὕπατοι, ταῖς δ᾽ ἑξῆς ἡμέραις πλείονος ὄχλου συρρέοντος εἰς τὴν πόλιν ἐκ τῶν ἀγρῶν, δόξαντες οἱ δήμαρχοι προσειληφέναι χεῖρα ἀξιόμαχον ἐκκλησίας τε συνεχεῖς ἐποιοῦντο καὶ τοὺς ὑπηρέτας κακῶς διακειμένους ἐκ τῶν πληγῶν ἐπεδείκνυσαν καὶ τὴν ἀρχὴν ἔλεγον ἀποθήσεσθαι, εἰ μή τις αὐτοῖς ἔσται παρὰ τοῦ δήμου βοήθεια. ;ΚΕΦΑΛΑΙΟΝ ΛΔ΄ [1] συναγανακτοῦντος δ᾽ αὐτοῖς τοῦ πλήθους ἐκάλουν τοὺς ὑπάτους ἐπὶ τὸν δῆμον ὡς τῶν πεπραγμένων ὑφέξοντας λόγον. ὡς δ᾽ οὐ προσεῖχον αὐτοῖς ἐκεῖνοι τὸν νοῦν, ἐπὶ τὴν βουλὴν παρῆσαν — ἔτυχον γὰρ ὑπὲρ αὐτῶν τούτων συνεδρεύοντες — καὶ παρελθόντες ἐδέοντο μήθ᾽ αὑτοὺς τὰ αἴσχιστα πεπονθότας ὑπεριδεῖν μήτε τὸν δῆμον ἀφαιρεθέντα τὴν ἐξ αὐτῶν βοήθειαν, διεξιόντες ὅσα ἦσαν πεπονθότες [p. 64] ὑπὸ τῶν ὑπάτων καὶ τῆς περὶ αὐτοὺς συνωμοσίας οὐ μόνον εἰς τὴν ἐξουσίαν, ἀλλὰ καὶ εἰς τὰ [2] σώματα προπηλακισθέντες. ἠξίουν τε δυεῖν θάτερον ποιεῖν τοὺς ὑπάτους· εἰ μὲν ἀρνοῦνται μηδὲν ὧν οἱ νόμοι κεκωλύκασιν εἰς τὰ τῶν δημάρχων πλημμελῆσαι σώματα, παραγενομένους εἰς τὴν ἐκκλησίαν ἀπομόσαι, εἰ δ᾽ οὐχ ὑπομένουσι τὸν ὅρκον, ἥκειν ἐπὶ τοὺς δημότας λόγον ὑφέξοντας· ἀναδώσειν γὰρ ὑπὲρ αὐτῶν ταῖς φυλαῖς τὴν ψῆφον. [3] οἱ δ᾽ ὕπατοι πρὸς ταῦτ᾽ ἀπελογοῦντο διδάσκοντες, ὅτι τῆς ὕβρεως οἱ δήμαρχοι ἄρξειαν αὐθαδείᾳ χρησάμενοι καὶ τολμήσαντες εἰς ὑπάτων σώματα παρανομεῖν, τὸ μὲν πρῶτον ὑπηρέταις τε καὶ ἀγορανόμοις ἐπιτάττοντες ἄγειν εἰς τὸ δεσμωτήριον ἄρχοντας, οἷς τὸ πάντων ἀποδέδοται κράτος, ἔπειτ᾽ αὐτοὶ τολμήσαντες ὁμόσε χωρεῖν σὺν τοῖς ἰταμωτάτοις τῶν δημοτικῶν· [4] τάς τε ἀρχὰς διδάσκοντες ὅσον ἀλλήλων διαφέρουσιν, ἡ μὲν ὑπατικὴ τὸ τῶν βασιλέων ἔχουσα κράτος, ἡ δὲ δημαρχικὴ τῆς βοηθείας ἕνεκα παρεληλυθυῖα τῶν κατισχυομένων, ᾗ τοσούτου δεῖν ἐξεῖναι κατὰ τῶν ὑπάτων τινὸς ψῆφον ἀναδιδόναι τοῖς ὄχλοις, ὥστε μηδὲ κατὰ τῶν ἄλλων πατρικίων τοῦ φαυλοτάτου ταύτην ἀποδεδόσθαι τὴν ἐξουσίαν, ἂν μὴ ἡ βουλὴ ψηφίσηται. ἠπείλουν τε, ὅταν ἐκεῖνοι ψῆφον ἀναδῶσι τοῖς δημόταις, αὐτοὶ τὰ ὅπλα περιθήσειν τοῖς πατρικίοις. [5] τοιούτων δὴ ῥηθέντων λόγων [p. 65] δἰ ὅλης ἡμέρας οὐδὲν ἐξήνεγκεν ἡ βουλὴ τέλος, ἵνα μήτε τὴν τῶν ὑπάτων ἀρχὴν μειώσειε μήτε τὴν τῶν δημάρχων, ἑκάτερον ὁρῶσα μεγάλων κινδύνων αἴτιον ἐσόμενον. ;ΚΕΦΑΛΑΙΟΝ ΛΕ΄ [1] ἐπεὶ δὲ κἀκεῖθεν ἀπηλάθησαν οἱ δήμαρχοι βοήθειαν οὐδεμίαν εὑρόμενοι, ἐσκόπουν αὖθις ὅ τι χρὴ ποιεῖν εἰς τὸν δῆμον ἀφικόμενοι. ἐνίοις μὲν οὖν ἐδόκει καὶ μάλιστα τοῖς ταραχωδεστάτοις ἀπιέναι πάλιν ἐκ τῆς πόλεως τοὺς δημοτικοὺς τὰ ὅπλα ἀναλαμβάνοντας εἰς τὸ ἱερὸν ὄρος, ἔνθα καὶ τὸ πρῶτον ἐστρατοπεδεύσαντο, καὶ τὸν πόλεμον ἐκεῖθεν ὁρμωμένους ποιεῖν πρὸς τοὺς πατρικίους, ἐπειδὴ τὰς συνθήκας ἔλυσαν ἐκεῖνοι τὰς γενομένας αὐτοῖς πρὸς τὸν δῆμον, καταλύοντες τὴν δημαρχικὴν ἐξουσίαν ἐκ τοῦ φανεροῦ. [2] τοῖς δὲ πλείοσιν ἐδόκει μὴ παραχωρεῖν τῆς πόλεως μηδὲ κοινὰ πάντων ἐγκλήματα ποιεῖν, ὑπὲρ ὧν ἰδίᾳ τινὲς εἰς τοὺς δημάρχους παρενόμησαν, ἐὰν τὰ συγκεχωρημένα τοῖς νόμοις λαμβάνωσιν, οἳ κελεύουσιν ἢ ποινὴν τίνειν ἢ τεθνάναι τοὺς ὑβρίσαντας τὰ τῶν δημάρχων σώματα. τοῖς δὲ χαριεστέροις οὐδέτερον τούτων ἐφαίνετο καλῶς ἔχειν, οὔτε τὴν πόλιν ἐκλιπεῖν οὔτε φόνον ἄκριτον ἐπιτελεῖν, καὶ ταῦτα ὑπάτων, οἷς ἡ μεγίστη ὑπέκειτο ἀρχή, ἀλλ᾽ εἰς τοὺς συναγωνιζομένους [p. 66] αὐτοῖς μεταφέρειν τὴν ὀργήν, καὶ τὰς ἐκ τῶν νόμων τιμωρίας παρ᾽ ἐκείνων λαμβάνειν. [3] εἰ μὲν οὖν ἐκείνην τὴν ἡμέραν θυμῷ φερόμενοι δρᾶσαί τι οἱ δήμαρχοι κατὰ τῶν ὑπάτων ἢ τῆς βουλῆς προήχθησαν, οὐθὲν ἂν ἦν τὸ κωλῦσον αὐτὴν ὑφ᾽ αὑτῆς ἀπολωλέναι τὴν πόλιν· οὕτως ἕτοιμοι πάντες ἦσαν ἐπὶ τὰ ὅπλα καὶ τὸν κατ᾽ ἀλλήλων πόλεμον. νῦν δ᾽ ἀναβαλόμενοι τὰ πράγματα καὶ δόντες ἑαυτοῖς χρόνον εἰς ἀμείνω λογισμὸν αὐτοί τε μετριώτεροι ἐγένοντο καὶ τὰς τῶν πολλῶν ὀργὰς ἐπράυναν. [4] ἔπειτα ταῖς ἑξῆς ἡμέραις τὴν τρίτην ἀπ᾽ ἐκείνης ἐσομένην ἀγορὰν προειπόντες, ἐν ᾗ τὸν δῆμον συνάξουσι καὶ ζημίαν ἐπιβαλοῦσι τοῖς ὑπάτοις ἀργυρικήν, διέλυσαν τὴν ἐκκλησίαν. ἐπεὶ δὲ πλησίον ἦν ὁ χρόνος, ἀπέστησαν καὶ ταύτης τῆς ἐπιβολῆς τῇ δεήσει τῶν πρεσβυτάτων τε καὶ ἐντιμοτάτων τὴν χάριν ἀνατιθέναι λέγοντες. [5] καὶ μετὰ ταῦτα συναγαγόντες τὸν δῆμον ἔλεγον, ὅτι τὰς μὲν εἰς ἑαυτοὺς ὕβρεις ἀφείκασι χαρισάμενοι πολλοῖς καὶ ἀγαθοῖς ἀνδράσι δεομένοις, οἷς οὐκ ἦν ὅσιον ἀντιλέγειν, ὧν δὲ ὁ δῆμος ἠδικεῖτο κωλυταί τε καὶ τιμωροὶ ἔσεσθαι. προθήσειν γὰρ αὖθις τόν τε περὶ τῆς κληρουχίας νόμον ἔτη τριάκοντα παρειλκυσμένον καὶ τὸν περὶ τῆς ἰσονομίας, ὃν οἱ πρὸ αὐτῶν δήμαρχοι προθέντες οὐκ ἐπεψήφισαν. ;ΚΕΦΑΛΑΙΟΝ ΛΣΤ΄ [1] ταῦθ᾽ ὑποσχόμενοι καὶ ὀμόσαντες ἀπέδειξαν ἡμέρας, ἐν αἷς ἀγορὰν ποιήσονται τοῦ δήμου [p. 67] καὶ τὰς ψήφους ἀναδώσουσι περὶ τῶν νόμων· ἐπιστάντος δὲ τοῦ χρόνου πρῶτον εἰσέφερον τὸν χωρονομικὸν νόμον καὶ πολλοὺς διελθόντες λόγους ἐκάλουν, εἴ τις τῷ νόμῳ συναγορεύειν βούλεται τῶν δημοτικῶν. [2] πολλῶν δὲ παριόντων καὶ τὰς ἑαυτῶν πράξεις, ἃς ἐν τοῖς πολέμοις ἀπεδείξαντο, προφερομένων καὶ ἀγανακτούντων, ὅτι πολλὴν ἀφελόμενοι γῆν τοὺς πολεμίους αὐτοὶ μὲν οὐδεμίαν εἰλήφασι μοῖραν, τοὺς δὲ χρήμασι καὶ φίλοις δυνατοὺς ἐσφετερισμένους ὁρῶσι τὰ κοινὰ καὶ καρπουμένους ἐκ τοῦ βιαιοτάτου, ἀξιούντων τε μὴ μόνον τοὺς κινδύνους εἶναι τῷ δήμῳ τοὺς ὑπὲρ τῶν κοινῶν ἀγαθῶν κοινούς, ἀλλὰ καὶ τὰς ἀπ᾽ αὐτῶν ἡδονάς τε καὶ ὠφελείας, καὶ τοῦ πλήθους ἀσμένως ἀκούοντος τοὺς λόγους, ὁ μάλιστα ἐπιρρώσας τὸν δῆμον καὶ μηδὲ φωνὴν ὑπομένειν τῶν ἀντιλεγόντων διαπραξάμενος ἦν Λεύκιος Σίκκιος, Δεντάτος ἐπικαλούμενος, πολλὰς πάνυ καὶ μεγάλας ἑαυτοῦ πράξεις διεξελθών. [3] ἦν δ᾽ ὀφθῆναί τε θαυμαστὸς ὁ ἀνὴρ καὶ ἡλικίας ἐν τῷ κρατίστῳ δυεῖν δέοντα ἑξήκοντα γεγονὼς ἔτη καὶ φρονῆσαι τὰ δέοντα ἱκανὸς εἰπεῖν τε ὡς στρατιώτης οὐκ ἀδύνατος. ἔφη δ᾽ οὖν παρελθών· ἐγώ, ὦ δημόται, καθ᾽ ἕκαστον ἔργον τῶν ἐμοὶ πεπραγμένων εἰ βουλοίμην λέγειν, ἐπιλίποι ἄν με ὁ τῆς ἡμέρας χρόνος. αὐτὰ δὲ τὰ κεφάλαια δι᾽ ἐλαχίστων ὡς ἐμὴ [4] δύναμις ἐρῶ. τετταρακοστὸν μὲν ἔτος ἐστί μοι τοῦτο, ἐξ οὗ στρατεύομαι περὶ τῆς πατρίδος, τριακοστὸν δ᾽ [p. 68] ἐξ οὗ στρατιωτικῆς ἀεί τινος ἡγεμονίας τυγχάνων, τοτὲ μὲν σπείρας ἡγούμενος, τοτὲ δ᾽ ὅλου τάγματος, ἀρξάμενος ἀπὸ τῶν ὑπάτων Γαίου Ἀκυλλίου καὶ Τίτου Σικκίου, οἷς ἐψηφίσατο ἡ βουλὴ τὸν κατὰ Οὐολούσκων πόλεμον. ἤμην γὰρ τότε ἑπτακαιεικοσέτης, ἐταττόμην δ᾽ ἔτι ὑπὸ λοχαγῷ. [5] γενομένης δὲ μάχης καρτερᾶς καὶ τροπῆς, καὶ τοῦ μὲν ἡγεμόνος τῆς σπείρας πεπτωκότος, τῶν δὲ σημείων κρατουμένων ὑπὸ τῶν ἐχθρῶν, μόνος ἐγὼ τὸν ὑπὲρ ἁπάντων κίνδυνον ἀράμενος τά τε σημεῖα διέσωσα τῇ σπείρᾳ καὶ τοὺς πολεμίους ἀνέστειλα καὶ τοῦ μὴ περιπεσεῖν αἰσχύνῃ τοὺς λοχαγοὺς αἰωνίῳ, δι᾽ ἣν θανάτου κακίων ὁ λοιπὸς ἂν αὐτοῖς βίος ἦν, αἴτιος ἐγενόμην φανερῶς, ὡς αὐτοί τε ὡμολόγουν χρυσῷ με ἀναδήσαντες στεφάνῳ, καὶ ὁ ὕπατος Σίκκιος ἐμαρτύρησεν ἡγεμόνα τῆς σπείρας ἀποδείξας. [6] ἑτέρου τε πάλιν ἡμῖν ἀγῶνος ἐνστάντος, ἐν ᾧ τόν τε στρατοπεδάρχην τοῦ τάγματος ἡμῶν συνέβη πεσεῖν καὶ τὸν ἀετὸν ὑπὸ τοῖς πολεμίοις γενέσθαι, τὸν αὐτὸν τρόπον ὑπὲρ ὅλου τοῦ τάγματος ἀγωνισάμενος τόν τ᾽ ἀετὸν ἀνεκομισάμην καὶ τὸν στρατοπεδάρχην ἔσωσα· ὃς ἐμοὶ τῆς τότε βοηθείας χάριν ἀποδιδοὺς τῆς ἡγεμονίας τοῦ τάγματος ἀφίστατό μοι καὶ τὸν ἀετὸν ἐδίδου, ἐγὼ δ᾽ οὐκ ἔλαβον, οὐκ ἀξιῶν ᾧ τὸν βίον ἐχαρισάμην τούτου παρελέσθαι [p. 69] τὰς τιμὰς ἃς εἶχε καὶ τὰς ἐπὶ ταύταις εὐφροσύνας. ἐφ᾽ οἷς ἀγασθείς με ὁ ὕπατος τοῦ πρώτου τάγματος ἀπέδωκε τὴν στρατοπεδαρχίαν ἀπολωλεκότος ἐν τῇ μάχῃ τὸν ἡγεμόνα. ;ΚΕΦΑΛΑΙΟΝ ΛΖ΄ [1] ταῦτ᾽ ἐστίν, ὦ δημόται, τὰ φανερώσαντά με καὶ εἰς ἡγεμονίας προαγαγόντα γενναῖα ἔργα. ἐπεὶ δ᾽ ὀνόματος ἤδη λαμπροῦ τυγχάνων φανερὸς ἤμην, ἅπαντας ὑπέμενον τοὺς λοιποὺς ἀγῶνας αἰδούμενος τὰς ἐπὶ τοῖς προτέροις ἔργοις τιμὰς καὶ χάριτας ἀφανίσαι. καὶ διετέλεσα πάντα τὸν μεταξὺ χρόνον στρατευόμενος καὶ ταλαιπωρῶν καὶ οὐδένα κίνδυνον δεδιὼς οὐδὲ ὑπολογιζόμενος· ἐξ ὧν ἁπάντων ἀριστεῖα καὶ σκῦλα καὶ στεφάνους καὶ τὰς ἄλλας τιμὰς παρὰ [2] τῶν ὑπάτων ἔλαβον· ἵνα δὲ συνελὼν εἴπω, μάχας μὲν ἐν τοῖς τετταράκοντα ἔτεσιν, ἐν οἷς διατελῶ στρατευόμενος, ἀμφὶ τὰς ἑκατὸν εἴκοσι μεμάχημαι, τραύματα δὲ πέντε καὶ τετταράκοντα εἴληφα καὶ πάντα ἐμπρόσθια, κατὰ νώτου δ᾽ οὐθέν. καὶ τούτων δώδεκά ἐστιν, ἃ συνέβη μοι λαβεῖν ἐν ἡμέρᾳ μιᾷ, ὅτε Σαβῖνος Ἑρδώνιος τὴν ἄκραν καὶ τὸ Καπιτώλιον κατελάβετο. [3] ἀριστεῖα δ᾽ ἐκ τῶν ἀγώνων ἐξενήνεγμαι τεσσαρεσκαίδεκα μὲν στεφάνους πολιτικούς, οἷς ἀνέδησάν με οἱ σωθέντες ἐν ταῖς μάχαις ὑπ᾽ ἐμοῦ, τρεῖς δὲ πολιορκητικοὺς πρῶτος ἐπιβὰς πολεμίων τείχεσι καὶ κατασχών, ὀκτὼ δὲ τοὺς ἐκ παρατάξεως, οἷς ὑπὸ τῶν αὐτοκρατόρων ἐτιμήθην· πρὸς δὲ τούτοις ὀγδοήκοντα μὲν καὶ τρεῖς χρυσοῦς στρεπτοὺς περιαυχενίους, ἑξήκοντα δὲ καὶ ἑκατὸν περιβραχιόνια χρύσεα, δόρατα δ᾽ ὀκτωκαίδεκα, [p. 70] φάλαρα δ᾽ ἐπίσημα πέντε πρὸς τοῖς εἴκοσιν, % ὧν ἐννέα ἦσαν, οὓς μονομαχῆσαί τινα ἡμῶν προκαλεσαμένους ἑκούσιος ὑποστὰς ἐνίκησα. [4] οὗτος μέντοι Σίκκιος, ὦ πολῖται, ὁ τοσαῦτα μὲν ἔτη στρατευσάμενος ὑπὲρ ὑμῶν, τοσαύτας δὲ μάχας ἀγωνισάμενος, τοσούτοις δὲ τετιμημένος ἀριστείοις, ὁ μηδένα κίνδυνον ὀκνήσας πώποτε μηδ᾽ ἀπειπάμενος ἄλλῃ ἐν παρατάξεσι καὶ ἐν τειχομαχίαις καὶ ἐν πεζοῖς καὶ ἐν ἱππεῦσι καὶ μετὰ πάντων καὶ σὺν ὀλίγοις καὶ μόνος, καὶ κατατετρωμένος ὅλον τὸ σῶμα, ὁ συγκατακτησάμενος τῇ πατρίδι πολλὴν καὶ ἀγαθὴν γῆν, τοῦτο μὲν ἣν Τυρρηνούς τε παὶ Σαβίνους ἀφείλεσθε, τοῦτο δὲ ἣν Αἰκανῶν καὶ Οὐολούσκων καὶ Πωμεντίνων κρατήσαντες ἔχετε, οὐδὲ τὴν ἐλαχίστην ἔχω μοῖραν ἐξ αὐτῆς λαβών, οὐδ᾽ ὑμῶν, ὦ δημόται, τῶν τὰ ὅμοια ταλαιπωρησάντων οὐδείς· οἱ δὲ βιαιότατοι τῶν ἐν τῇ πόλει καὶ ἀναιδέστατοι τὴν καλλίστην κατέχουσιν ἐξ αὐτῆς καὶ πολλὰ ἔτη κεκάρπωνται οὔτε δωρεὰν παρ᾽ ὑμῶν λαβόντες οὔτε χρημάτων πριάμενοι οὔτε ἄλλην δικαίαν κτῆσιν οὐδεμίαν αὐτῆς ἀποδεῖξαι δυνάμενοι. [5] καὶ εἰ μὲν ἴσα τοῖς ἄλλοις ἡμῖν ταλαιπωρήσαντες, ὅτ᾽ αὐτὴν ἐκτώμεθα, πλεῖον ἠξίουν ἡμῶν ἔχειν, ἦν μὲν οὐδ᾽ οὕτω δίκαιον οὐδὲ πολιτικὸν ὀλίγους σφετερίσασθαι [p. 71] τὰ κοινά, οὐ μὴν ἀλλ᾽ εἶχέ γέ τινα λόγον ἡ πλεονεξία τῶν ἀνθρώπων· ὁπότε δ᾽ οὐθὲν ἔχοντες ἐπιδείξασθαι μέγα καὶ νεανικὸν ἔργον, ἀνθ᾽ οὗ τὰ ἡμέτερα βίᾳ κατέσχον, ἀναισχυντοῦσι καὶ οὐδ᾽ ἐξελεγχόμενοι μεθίενται αὐτῶν, τίς ἂν ἀνάσχοιτο; ;ΚΕΦΑΛΑΙΟΝ ΛΗ΄ [1] ἐπεὶ φέρε πρὸς Διός, εἴ τι τούτων ἐγὼ ψεύδομαι, δειξάτω τις ὑμῖν τῶν σεμνῶν τούτων παρελθών, τίνας ἐπιφανεῖς καὶ καλὰς πράξεις προεχόμενος ἐμοῦ πλέον ἔχειν ἀξιοῖ· πότερον ἔτη πλείω στρατευσάμενος ἢ μάχας πλείους ἀγωνισάμενος ἢ τραύματα πλείω λαβὼν ἢ στεφάνοις καὶ φαλάροις καὶ σκύλοις καὶ τοῖς ἄλλοις ἐπινικίοις κόσμοις ὑπερβαλόμενος, δἰ ὃν ἀσθενέστεροι μὲν οἱ πολέμιοι γεγόνασιν ἐπιφανεστέρα δὲ καὶ μείζων ἡ πατρίς; μᾶλλον δὲ τὸ δέκατον ἐπιδειξάτω μέρος, ὧν ὑμῖν ὑπέδειξα ἐγώ. [2] ἀλλὰ τούτων γ᾽ οἱ πλείους οὐδ᾽ ἂν πολλοστὴν ἔχοιεν προενέγκασθαι μοῖραν τῶν ἐμῶν· ἔνιοι δὲ οὐδ᾽ ἂν τῷ φαυλοτάτῳ τῶν ἐκ τοῦ δήμου φανεῖεν τὰ ἴσα κακοπαθήσαντες. οὐ γάρ ἐστιν αὐτῶν ἐν τοῖς ὅπλοις ἡ λαμπρότης, ἀλλ᾽ ἐν τοῖς λόγοις, οὐδὲ κατὰ τῶν ἐχθρῶν τὸ δυνάμενον, ἀλλὰ κατὰ τῶν φίλων· οὐδ᾽ ἡγοῦνται κοινὴν οἰκεῖν πόλιν, σφῶν δ᾽ αὐτῶν ἰδίαν, ὥσπερ οὐ συνελευθερωθέντες ἀπὸ τῆς τυραννίδος ὑφ᾽ ἡμῶν, ἀλλὰ κατὰ κληρονομίαν παρὰ τῶν τυράννων παραλαβόντες ἡμᾶς· οἵ γε — τὰ μὲν ἄλλα, ὅσα ὑβρίζοντες ἡμᾶς μικρὰ καὶ μείζω διατελοῦσιν, ὡς ἅπαντες ἐπίστασθε, [p. 72] [3] σιωπῶ, — ἀλλ᾽ εἰς τοῦτο προεληλύθασιν ὑπερηφανίας, ὥστ᾽ οὐδὲ φωνὴν ἀξιοῦσί τινα ἡμῶν ἀφιέναι περὶ τῆς πατρίδος ἐλευθέραν οὐδὲ διᾶραι τὸ στόμα, ἀλλὰ τὸν μὲν εἰπόντα περὶ τῆς κληρουχίας Σπόριον Κάσσιον, τρισὶ μὲν ὑπατείαις κεκοσμημένον, δυσὶ δὲ θριάμβοις λαμπροτάτοις, τοσαύτην δὲ δεινότητα περί τε τὰς στρατηγικὰς πράξεις καὶ περὶ τὰ πολιτικὰ βουλεύματα ἀποδειξάμενον, ὅσην οὐδεὶς τῶν τότε γενομένων, τοῦτον τὸν ἄνδρα αἰτιασάμενοι τυραννίδι ἐπιχειρεῖν καὶ ψευδέσι καταγωνισάμενοι μαρτυρίαις δι᾽ οὐδὲν ἕτερον, ἀλλ᾽ ὅτι φιλόπολις ἦν καὶ φιλόδημος, [4] ὤσαντες ἀπὸ τοῦ κρημνοῦ διέφθειραν. Γναῖον δὲ Γενύκιον δήμαρχον ὄντα ἡμέτερον, ἐπεὶ τὸ αὐτὸ τοῦτο πολίτευμα μετὰ τὸ ἔτος ἑνδέκατον ἀνενεοῦτο, καὶ τοὺς ὑπατεύσαντας ἐν τῷ πρότερον ἐνιαυτῷ κατέστησεν ὑπὸ δίκην ἀμελήσαντας τῶν ψηφισμάτων τῆς βουλῆς, ἃ περὶ τῶν γεωμόρων ἐψηφίσατο, ἐπεὶ φανερῶς οὐχ οἷοί τ᾽ ἦσαν ἀνελεῖν, μιᾷ πρότερον ἡμέρᾳ τῆς δίκης ἀφανῶς ἀνήρπασαν. [5] τοιγάρτοι πολὺς ἐνέπεσε τοῖς μετὰ ταῦτα φόβος, καὶ οὐδεὶς ἔτι τὸ κινδύνευμα τοῦτο ὑπέδυ, ἀλλὰ τριακοστὸν ἔτος τοῦτο ἀνεχόμεθα ὥσπερ ἐν τυραννίδι τὴν ἐξουσίαν ἀπολωλεκότες. ;ΚΕΦΑΛΑΙΟΝ ΛΘ΄ [1] ἐῶ τἆλλα· ἀλλ᾽ οἱ νῦν ἄρχοντες ὑμῶν, ὅτι τοῖς κατισχυομένοις τῶν δημοτικῶν ἠξίουν βοηθεῖν, οὓς ὑμεῖς ἱεροὺς καὶ ἀσύλους ἐποιήσατε τῷ νόμῳ, τί [p. 73] οὐ πεπόνθασι τῶν δεινῶν; οὐχὶ τυπτόμενοι καὶ λακτιζόμενοι καὶ πᾶσαν αἰκίαν ὑπομείναντες ἀπηλάσθησαν ἐκ τῆς ἀγορᾶς; καὶ ὑμεῖς ταῦτα πάσχοντες ἀνέχεσθε καὶ οὐ ζητεῖτε, ὅπως παρ᾽ αὐτῶν λήψεσθε δίκας ταῖς γοῦν ψήφοις, ἐν αἷς μόναις ἔξεστιν ὑμῖν ἀποδείξασθαι τὴν ἐλευθερίαν. [2] ἀλλ᾽ ἔτι καὶ νῦν, ὦ δημόται, φρόνημα λαβόντες ἐλεύθερον καὶ τὸν γεωμορικὸν νόμον εἰσφερόντων τῶν δημάρχων ἐπικυρώσατε μηδὲ [3] φωνὴν ἀνασχόμενοι τῶν τἀναντία ἀξιούντων. ὑμεῖς δ᾽, ὧ δήμαρχοι, παρακλήσεως μὲν εἰς τοῦτο τὸ ἔργον οὐ δεῖσθε· καὶ γὰρ ἤρξατε αὐτοῦ καὶ οὐχ ὑποκατακλίνεσθε, καλῶς ποιοῦντες· ἐὰν δ᾽ ἐκ τῶν νέων αὐθάδεια καὶ ἀναίδεια ὑμῖν ἐμποδὼν γένηται τοὺς καδίσκους ἀνατρεπόντων ἢ τὰς ψήφους ἁρπαζόντων ἢ ἄλλο τι περὶ τὴν ψηφοφορίαν ἀκοσμούντων, δείξατε αὐτοῖς ἣν ἔχει τὸ ἀρχεῖον ἰσχύν. [4] καὶ ἐπειδὴ οὐ τοὺς ὑπάτους ἔξεστι παῦσαι τῆς ἐξουσίας, τοὺς ἰδιώτας οἷς πρὸς τὰ βίαια ὑπηρέταις ἐκεῖνοι χρῶνται καταστήσαντες ὑπὸ δίκην, ἀνάδοτε τῷ δήμῳ τὰς περὶ αὐτῶν ψήφους, αἰτιασάμενοι παρὰ τοὺς ἱεροὺς νόμους βιάζεσθαι καὶ καταλύειν ὑμῶν τὴν ἀρχήν. ;ΚΕΦΑΛΑΙΟΝ Μ΄ [1] τοιαῦτ᾽ εἰπόντος αὐτοῦ τὸ μὲν πλῆθος οὕτως οἰκείως διετέθη πρὸς τοὺς λόγους καὶ τοσαύτην [p. 74] ἀπεδείξατο ἀγανάκτησιν πρὸς τὸ ἀντίπαλον, ὥσθ᾽, ὅπερ ἔφην καὶ κατ᾽ ἀρχάς, μηδὲ λόγον ἔτι βούλεσθαι τῶν ἀντιλεξόντων ὑπομένειν. [2] ὁ μέντοι δήμαρχος Ἰκίλλιος ἀναστὰς τὰ μὲν ἄλλα ἔφη πάντα ὀρθῶς εἰπεῖν Σίκκιον καὶ μακρὸν ἔπαινον τοῦ ἀνδρὸς διεξῆλθε· τὸ δὲ μὴ μεταδιδόναι λόγου τοῖς ἀντιλέξαι βουλομένοις οὔτε δίκαιον ἀπέφαινεν οὔτε πολιτικόν, ἄλλως τε καὶ περὶ νόμου τῆς ζητήσεως γινομένης, ὃς ἔμελλε κρείττονα ποιήσειν τὴν δίκην τῆς βίας. ταύτῃ γὰρ ἀφορμῇ χρήσεσθαι τοὺς μηδὲν ἴσως καὶ δικαίως τοῖς πολλοῖς φρονοῦντας τοῦ ταράττειν πάλιν καὶ διιστάναι τὰ [3] συμφέροντα τῆς πόλεως. ταῦτ᾽ εἰπὼν καὶ τὴν ἐπιοῦσαν ἀποδείξας ἡμέραν τοῖς κατηγόροις τοῦ νόμου διέλυσε τὴν ἐκκλησίαν. οἱ δὲ ὕπατοι συναγαγόντες ἰδιωτικὸν συνέδριον πατρικίων τῶν ἀνδρειοτάτων τε καὶ μάλιστα ἐν τῇ πόλει τότ᾽ ἀνθούντων ἐδίδασκον αὐτούς, ὡς κωλυτέος εἴη σφίσιν ὁ νόμος, λόγοις μὲν πρῶτον, ἐὰν δὲ μὴ πείθωσι τὸν δῆμον, ἔργοις. ἐκέλευόν τε ἅπασιν ἥκειν ἕωθεν εἰς τὴν ἀγορὰν ἅμα τοῖς ἑταίροις τε καὶ πελάταις, ὅσοις ἂν ἕκαστοι πλείστοις δύνωνται. [4] ἔπειτα τοὺς μὲν περὶ αὐτὸ τὸ βῆμα καὶ τὸ ἐκκλησιαστήριον ἑστῶτας ὑπομένειν, τοὺς δὲ κατὰ πολλὰ τῆς ἀγορᾶς μέρη συστρέψαντας ἑαυτοὺς διαστῆναι, ὥστε διειλῆφθαι τὸ δημοτικὸν διεσπασμένον καὶ κωλύεσθαι πρὸς αὐτῶν εἰς ἓν συνελθεῖν. ἐδόκει ταῦτα κράτιστα εἶναι, καὶ πρὶν ἡμέραν λαμπρὰν γενέσθαι τὰ πολλὰ τῆς ἀγορᾶς κατείχετο ὑπὸ τῶν πατρικίων. [p. 75] {{DEFAULTSORT:Ρωμαικη Αρχαιολογια 10 31}} 4v3iamw90nofm2otf354vvkynce5863 Ρωμαϊκή Αρχαιολογία/ι/21 0 23593 148498 100308 2022-08-09T13:40:34Z Αντιγόνη 235 wikitext text/x-wiki {{Κεφαλίδα | τίτλος = Κεφάλαια 21–30 | συγγραφέας = Διονύσιος ο Αλικαρνασσεύς | μεταφραστής= | ενότητα = [[Ρωμαϊκή Αρχαιολογία/ι|Ῥωμαϊκὴ Ἀρχαιολογία: Λόγος ι΄]] | προηγούμενο= [[Ρωμαϊκή Αρχαιολογία/ι/11|Κεφάλαια 11–20]] | επόμενο = [[Ρωμαϊκή Αρχαιολογία/ι/31|Κεφάλαια 31–40]] | σημειώσεις = Dionysii Halicarnasei Antiquitatum Romanarum quae supersunt, Vol I-IV. Dionysius of Halicarnassus. Karl Jacoby. In Aedibus B.G. Teubneri. Leipzig. 1885. }} ;ΚΕΦΑΛΑΙΟΝ ΚΑ΄ [1] ἀποδοὺς δὲ τοῖς Τυσκλάνοις τὴν πόλιν Φάβιος περὶ δείλην ὀψίαν ἀνίστησι τὴν στρατιάν. καὶ ὡς εἶχε τάχους ἤλαυνεν ἐπὶ τοὺς πολεμίους, ἀκούων περὶ πόλιν Ἀλγιδὸν ἀθρόας εἶναι τάς τε Οὐολούσκων καὶ τὰς Αἰκανῶν δυνάμεις. ποιησάμενος δὲ δἰ ὅλης νυκτὸς σύντονον ὁδὸν ὑπ᾽ αὐτὸν τὸν ὄρθρον ἐπιφαίνεται τοῖς πολεμίοις ἐστρατοπεδευκόσιν ἐν πεδίῳ [p. 39] καὶ οὔτε τάφρον περιβεβλημένοις οὔτε χάρακα, ὡς ἐν οἰκείᾳ τε γῇ καὶ καταφρονήσει τοῦ ἀντιπάλου. [2] παρακελευσάμενος δὲ τοῖς ἀμφ᾽ αὐτὸν ἀγαθοῖς ἀνδράσι γίνεσθαι πρῶτος εἰσελαύνει μετὰ τῶν ἱππέων εἰς τὴν τῶν πολεμίων παρεμβολήν, καὶ οἱ πεζοὶ συναλαλάξαντες εἵποντο· τῶν δ᾽ οἱ μὲν ἔτι κοιμώμενοι ἐφονεύοντο, οἱ δ᾽ ἀρτίως ἀνεστηκότες καὶ πρὸς ἀλκὴν ἐπιχειροῦντες τραπέσθαι, οἱ δὲ πλείους φεύγοντες ἐσκεδάννυντο. [3] ἁλόντος δὲ τοῦ στρατοπέδου κατὰ πολλὴν εὐπέτειαν ἐπιτρέψας τοῖς στρατιώταις τὰ χρήματα ὠφελεῖσθαι καὶ τὰ σώματα πλὴν ὅσα Τυσκλάνων ἦν, οὐ πολὺν ἐνταῦθα διατρίψας χρόνον ἐπὶ τὴν Ἐχετράνων πόλιν ἦγε τὴν δύναμιν, ἣ τότε ἦν τοῦ Οὐολούσκων ἔθνους ἐπιφανεστάτη τε κἀν τῷ κρατίστῳ μάλιστα τόπῳ κειμένη. [4] στρατοπεδεύσας δὲ πλησίον τῆς πόλεως ἐπὶ πολλὰς ἡμέρας κατ᾽ ἐλπίδα τοῦ προελεύσεσθαι τοὺς ἔνδον εἰς μάχην, ὡς οὐδεμία ἐξῄει στρατιά, τὴν γῆν αὐτῶν ἐδῄου ἀνθρώπων μεστὴν οὖσαν καὶ βοσκημάτων. οὐ γὰρ ἔφθασαν ἀνασκευασάμενοι τὰ ἐκ τῶν ἀγρῶν αἰφνιδίου γενηθείσης αὐτοῖς τῆς ἐφόδου. ἐφεὶς δὲ καὶ ταῦτα τοῖς στρατιώταις διαρπάζειν ὁ Φάβιος καὶ πολλὰς ἐν τῇ προνομῇ διατρίψας ἡμέρας ἀπῆγεν ἐπ᾽ οἴκου τὴν δύναμιν. [5] ὁ δ᾽ ἕτερος τῶν ὑπάτων Κορνήλιος ἐπὶ τοὺς ἐν Ἀντίῳ Ῥωμαίους τε καὶ Οὐολούσκους ἐλαύνων ἐπιτυγχάνει στρατιᾷ πρὸ τῶν ὁρίων [p. 40] αὐτὸν ὑποδεχομένῃ. παραταξάμενος δὲ αὐτοῖς καὶ πολλοὺς μὲν φονεύσας, τοὺς δὲ λοιποὺς τρεψάμενος ἀγχοῦ τῆς πόλεως κατεστρατοπέδευσεν. οὐ τολμώντων δὲ τῶν ἐκ τῆς πόλεως οὐκέτι χωρεῖν εἰς μάχην πρῶτον μὲν τὴν γῆν αὐτῶν ἔκειρεν, ἔπειτα τὴν πόλιν ἀπετάφρευε καὶ περιεχαράκου. τότε δὴ πάλιν ἀναγκασθέντες ἐξῆλθον ἐκ τῆς πόλεως πανστρατιᾷ, πολὺς καὶ ἀσύντακτος ὄχλος, καὶ συμβαλόντες εἰς μάχην ἔτι κάκιον ἀγωνισάμενοι κατακλείονται τὸ δεύτερον εἰς τὴν πόλιν, αἰσχρῶς καὶ ἀνάνδρως φεύγοντες. [6] ὁ δ᾽ ὕπατος οὐδεμίαν αὐτοῖς ἀναστροφὴν ἔτι δοὺς κλίμακας προσέφερε τοῖς τείχεσι καὶ κριοῖς ἐξέκοπτε τὰς πύλας. ἐπιπόνως δὲ καὶ ταλαιπώρως τῶν ἔνδον ἀπομαχομένων οὐ πολλὰ πραγματευθεὶς κατὰ κράτος αἱρεῖ τὴν πόλιν. χρήματα μὲν οὖν αὐτῶν, ὅσα χρυσὸς καὶ ἄργυρος καὶ χαλκὸς ἐνῆν, εἰς τὸ δημόσιον ἐκέλευσεν ἀναφέρειν, ἀνδράποδα δὲ τοὺς ταμίας παραλαμβάνοντας καὶ τὰ λοιπὰ λάφυρα πωλεῖν· τοῖς δὲ στρατιώταις ἐσθῆτα καὶ τροφὰς καὶ ὅσ᾽ ἄλλα τοιαῦτα ἐδύναντο ὠφελεῖσθαι ἐπέτρεψεν. [7] ἔπειτα διακρίνας τῶν τε κληρούχων καὶ τῶν ἀρχαίων Ἀντιατῶν τοὺς ἐπιφανεστάτους τε καὶ τῆς ἀποστάσεως αἰτίους — ἦσαν δὲ πολλοί — ῥάβδοις τε ᾐκίσατο μέχρι πολλοῦ καὶ τοὺς αὐχένας αὐτῶν ἐκέλευσεν ἀποτεμεῖν. ταῦτα διαπραξάμενος ἀπῆγε καὶ αὐτὸς ἐπ᾽ οἴκου τὴν δύναμιν. [8] τούτοις ἡ βουλὴ τοῖς ὑπάτοις προσιοῦσί τε ἀπήντησε καὶ θριάμβους ἀμφοτέροις καταγαγεῖν ἐψηφίσατο· καὶ πρὸς Αἰκανοὺς πρεσβευσαμένους ὑπὲρ εἰρήνης ἐποιήσατο συνθήκας περὶ καταλύσεως [p. 41] τοῦ πολέμου, ἐν αἷς ἐγράφη, πόλεις τε καὶ χώρας ἔχοντας Αἰκανούς, ὧν ἐκράτουν, ὅτε αἱ σπονδαὶ ἐγίνοντο, Ῥωμαίοις εἶναι ὑπηκόους, ἄλλο μὲν ὑποτελοῦντας μηθέν, ἐν δὲ τοῖς πολέμοις συμμαχίαν ἀποστέλλοντας ὁσηνδήποτε, ὥσπερ καὶ οἱ ἄλλοι σύμμαχοι. καὶ τὸ ἔτος τοῦτο ἐτελεύτα. ;ΚΕΦΑΛΑΙΟΝ ΚΒ΄ [1] τῷ δ᾽ ἑξῆς ἐνιαυτῷ Γάιος Ναύτιος τὸ δεύτερον αἱρεθεὶς καὶ Λεύκιος Μηνύκιος παραλαβόντες τὴν ὕπατον ἀρχὴν τέως μὲν ὑπὲρ τῶν πολιτικῶν δικαίων πόλεμον ἐντὸς τείχους ἐπολέμουν πρὸς τοὺς ἅμα Οὐεργινίῳ δημάρχους τοὺς τέταρτον ἔτος ἤδη τὴν αὐτὴν κατασχόντας ἀρχήν. [2] ἐπεὶ δ᾽ ἀπὸ τῶν πλησιοχώρων ἐθνῶν πόλεμος ἐπεγένετο τῇ πόλει, καὶ δέος ἦν, μὴ τὴν ἀρχὴν ἀφαιρεθῶσιν, ἀσμένως δεξάμενοι τὸ συμβὰν ἀπὸ τῆς τύχης τὸν στρατιωτικὸν ἐποιοῦντο κατάλογον καὶ μερισάμενοι τριχῇ τάς τε οἰκείας καὶ τὰς παρὰ τῶν συμμάχων δυνάμεις μίαν μὲν ἐν τῇ πόλει μοῖραν κατέλιπον, ἧς ἡγεῖτο Κόιντος Φάβιος Οὐιβολανός, τὰς δὲ λοιπὰς αὐτοὶ παραλαβόντες ἐξῄεσαν διὰ ταχέων, ἐπὶ μὲν Σαβίνους Ναύτιος, ἐπὶ δ᾽ [3] Αἰκανοὺς Μηνύκιος. ἀμφότερα γὰρ ταῦτα τὰ ἔθνη κατὰ τὸν αὐτὸν χρόνον ἀφειστήκει τῆς Ῥωμαίων ἀρχῆς, Σαβῖνοι μὲν ἐκ τοῦ φανεροῦ, καὶ μέχρι Φιδήνης πόλεως ἤλασαν, ἧς ἐκράτουν Ῥωμαῖοι — τετταράκοντα δ᾽ εἰσὶν οἱ διὰ μέσου τῶν πόλεων στάδιοι — Αἰκανοὶ δὲ λόγῳ μὲν φυλάττοντες τὰ τῆς νεωστὶ γενομένης συμμαχίας δίκαια, ἔργῳ δὲ καὶ οὗτοι πράττοντες τὰ τῶν πολεμίων. [4] ἐπὶ γὰρ τοὺς συμμάχους [p. 42] αὐτῶν Λατίνους ἐστράτευσαν, ὡς οὐ γενομένων αὐτοῖς πρὸς ἐκείνους ὁμολογιῶν περὶ φιλίας. ἡγεῖτο δὲ τῆς στρατιᾶς Γράγχος Κοίλιος, ἀνὴρ δραστήριος ἀρχῇ κοσμηθεὶς αὐτοκράτορι, ἣν ἐπὶ τὸ βασιλικώτερον ἐξήγαγεν. ἐλάσας δὲ μέχρι Τύσκλου πόλεως, ἣν Αἰκανοὶ τῷ πρόσθεν ἐνιαυτῷ καταλαβόμενοι καὶ διαρπάσαντες ὑπὸ Ῥωμαίων ἐξεκρούσθησαν, ἀνθρώπους τε πολλοὺς ἐκ τῶν ἀγρῶν συνήρπασε καὶ βοσκήματα, ὅσα κατέλαβε, καὶ τοὺς καρποὺς τῆς γῆς ἐν ἀκμῇ ὄντας ἔφθειρεν. [5] ἀφικομένης δὲ πρεσβείας, ἣν ἀπέστειλεν ἡ Ῥωμαίων βουλὴ μαθεῖν ἀξιοῦσα, τί παθόντες Αἰκανοὶ πολεμοῦσι τοῖς Ῥωμαίων συμμάχοις, φιλίας τ᾽ αὐτοῖς ὀμωμοσμένης νεωστὶ καὶ οὐδενὸς ἐν τῷ μεταξὺ χρόνῳ γενομένου προσκρούσματος τοῖς ἔθνεσι, καὶ παραινούσης τῷ Κοιλίῳ τούς τ᾽ αἰχμαλώτους αὐτῶν οὓς εἶχεν ἀφιέναι καὶ τὴν στρατιὰν ἀπάγειν καὶ περὶ ὧν ἠδίκησεν ἢ κατέβλαψε Τυσκλάνους δίκην ὑποσχεῖν, πολὺν μὲν χρόνον διέτριψεν ὁ Γράγχος οὐδ᾽ εἰς λόγους τοῖς πρεσβευταῖς ἐρχόμενος, ὡς ἐν ἀσχολίαις δή [6] τισι γεγονώς. ἐπεὶ δ᾽ οὖν ἔδοξεν αὐτῷ προσάγειν τοὺς πρέσβεις, κἀκεῖνοι τοὺς ἐπισταλέντας ὑπὸ τῆς βουλῆς λόγους διεξῆλθον· θαυμάζω. φησίν, ὑμῶν, ὦ Ῥωμαῖοι, τί δή ποτ᾽ αὐτοὶ μὲν ἅπαντας ἀνθρώπους ἡγεῖσθε πολεμίους, καὶ ὑφ᾽ ὧν οὐδὲν κακὸν πεπόνθατε, ἀρχῆς καὶ τυραννίδος ἕνεκα, Αἰκανοῖς δ᾽ οὐ συγχωρεῖτε παρὰ τουτωνὶ Τυσκλάνων ἐχθρῶν ὄντων ἀναπράττεσθαι δίκας, οὐθενὸς ἡμῖν διωμολογημένου περὶ αὐτῶν, [7] ὅτε τὰς πρὸς ὑμᾶς ἐποιούμεθα συνθήκας. εἰ μὲν [p. 43] οὖν τῶν ὑμετέρων ἰδίων ἀδικεῖσθαί τι ἢ βλάπτεσθαι λέγετε ὑφ᾽ ἡμῶν, τὰ δίκαια ὑφέξομεν ὑμῖν κατὰ τὰς ὁμολογίας· εἰ δὲ περὶ Τυσκλάνων ἀναπραξόμενοι δίκας ἥκετε, οὐθείς ἐστιν ὑμῖν πρὸς ἐμὲ περὶ τούτων λόγος, ἀλλὰ πρὸς ταύτην λαλεῖτε τὴν φηγόν· δείξας αὐτοῖς τινα πλησίον πεφυκυῖαν. ;ΚΕΦΑΛΑΙΟΝ ΚΓ΄ [1] Ῥωμαῖοι δὲ τοιαῦτα ὑβρισθέντες ὑπὸ τοῦ ἀνδρὸς οὐκ εὐθὺς ὀργῇ ἐπιτρέψαντες ἐξήγαγον τὴν στρατιάν, ἀλλὰ καὶ δευτέραν ὡς αὐτὸν ἀπέστειλαν πρεσβείαν καὶ τοὺς Φητιάλεις καλουμένους ἄνδρας ἱερεῖς ἔπεμψαν ἐπιμαρτυρόμενοι θεούς τε καὶ δαίμονας, ὅτι μὴ δυνηθέντες τῶν δικαίων τυχεῖν ὅσιον ἀναγκασθήσονται πόλεμον ἐκφέρειν· καὶ μετὰ ταῦτα τὸν ὕπατον ἀπέστειλαν. [2] ὁ δὲ Γράγχος, ἐπειδὴ τοὺς Ῥωμαίους προσιόντας ἔμαθεν, ἀναστήσας τὴν δύναμιν ἀπῆγε προσωτέρω, τῶν πολεμίων ἐκ ποδὸς ἑπομένων, βουλόμενος αὐτοὺς εἰς τοιαῦτα προαγαγέσθαι χωρία, ἐν οἷς πλεονεκτήσειν ἔμελλεν· ὅπερ καὶ συνέβη. φυλάξας γὰρ αὐλῶνα περικλειόμενον ὄρεσιν, ὡς ἐνέβαλον εἰς τοῦτον οἱ Ῥωμαῖοι διώκοντες αὐτόν, ὑποστρέφει τε καὶ στρατοπεδεύεται κατὰ τὴν ἐκ τοῦ αὐλῶνος ἔξω φέρουσαν ὁδόν. [3] ἐκ δὲ τούτου συνεβεβήκει τοῖς Ῥωμαίοις οὐχ ὃν ἐβούλοντο ἐκλέξασθαι τόπον εἰς στρατοπεδείαν, ἀλλ᾽ ὃν ἔδωκεν αὐτοῖς ὁ καιρός, ἔνθα οὔθ᾽ ἵπποις χιλὸν εὔπορον ἦν λαμβάνειν, ὄρεσι περικλειομένου [p. 44] τοῦ τόπου ψιλοῖς καὶ δυσβάτοις, οὔθ᾽ ἑαυτοῖς τροφὰς ἐκ τῆς πολεμίας συγκομίζειν, ἐπειδὴ κατανάλωντο ἃς οἴκοθεν ἔφερον, οὔτε μεταστρατοπεδεύσασθαι τῶν πολεμίων ἀντικαθημένων καὶ κωλυόντων τὰς ἐξόδους. βιάσασθαί τε προελόμενοι καὶ προελθόντες εἰς μάχην ἀνεκρούσθησαν καὶ πολλὰς πληγὰς λαβόντες εἰς τὸν αὐτὸν κατεκλείσθησαν χάρακα. ὁ δὲ Κοίλιος ἐπαρθεὶς τῷ προτερήματι τούτῳ περιετάφρευέ τε αὐτοὺς καὶ περιεχαράκου καὶ πολλὰς ἐλπίδας εἶχε λιμῷ πιεσθέντας παραδώσειν αὐτῷ τὰ ὅπλα. [4] ἀφικομένης δ᾽ εἰς Ῥώμην περὶ τούτων ἀγγελίας Κόιντος Φάβιος ὁ καταλειφθεὶς ἐπὶ τῆς πόλεως ἔπαρχος ἀπὸ τῆς σὺν αὐτῷ στρατιᾶς ὅσον ἦν ἀκμαιότατόν τε καὶ κράτιστον ἐπιλέξας μέρος ἐπὶ συμμαχίαν ἔπεμψε τῷ ὑπάτῳ. ἡγεῖτο δὲ τῆς δυνάμεως ταύτης Τίτος Κοίντιος ὁ ταμίας ἀνὴρ ὑπατικός. [5] πρὸς δὲ τὸν ἕτερον τῶν ὑπάτων Ναύτιον ἐπὶ τῆς ἐν Σαβίνοις στρατιᾶς ὄντα γράμματα διαπέμψας τά τε συμβάντα τῷ Μηνυκίῳ διεσάφησε καὶ αὐτὸν ἥκειν ἠξίου διὰ ταχέων. κἀκεῖνος ἐπιτρέψας τοῖς πρεσβευταῖς τὸν χάρακα φυλάττειν αὐτὸς σὺν ὀλίγοις ἱππεῦσιν εἰς τὴν Ῥώμην ἐλαύνει συντόνῳ χρησάμενος ἱππασίᾳ· εἰσελθὼν δ᾽ εἰς τὴν πόλιν ἔτι πολλῆς νυκτὸς οὔσης ἐβουλεύετο σὺν τῷ Φαβίῳ καὶ τῶν ἄλλων πολιτῶν τοῖς πρεσβυτάτοις, ὅ τι χρὴ ποιεῖν. ἐπεὶ δὲ πᾶσιν ἐδόκει δικτάτορος δεῖσθαι ὁ καιρός, ἀποδείκνυσιν ἐπὶ τὴν ἀρχὴν ταύτην [p. 45] Λεύκιον Κοίντιον Κικιννᾶτον. καὶ αὐτὸς μὲν ταῦτα διαπραξάμενος ᾤχετο πάλιν ἐπὶ τὸ στρατόπεδον, ;ΚΕΦΑΛΑΙΟΝ ΚΔ΄ [1] ὁ δὲ τῆς πόλεως ἔπαρχος Φάβιος ἔπεμπε τοὺς παραληψομένους τὸν Κοίντιον ἐπὶ τὴν ἀρχήν. ἔτυχε δὲ καὶ τότε ὁ ἀνὴρ τῶν κατ᾽ ἀγρὸν ἔργων τι διαπραττόμενος· ἰδὼν δὲ τὸν προσιόντα ὄχλον καὶ ὑποπτεύσας ἐπ᾽ αὐτὸν ἥκειν ἐσθῆτά τ᾽ ἐλάμβανεν εὐπρεπεστέραν καὶ ὑπαντήσων αὐτοῖς ἐπορεύετο. [2] ὡς δ᾽ ἐγγὺς ἦν, ἵππους τ᾽ αὐτῷ φαλάροις κεκοσμημένους ἐκπρεπέσι προσῆγον καὶ πελέκεις ἅμα ταῖς ῥάβδοις εἰκοσιτέτταρας παρέστησαν ἐσθῆτά τε ἁλουργῆ καὶ τἆλλα παράσημα, οἷς πρότερον ἡ τῶν βασιλέων ἐκεκόσμητο ἀρχή, προσήνεγκαν. ὁ δὲ μαθών, ὅτι δικτάτωρ ἀποδέδεικται τῆς πόλεως, οὐχ ὅπως ἠγάπησε τηλικαύτης τιμῆς τυχών, ἀλλὰ προσαγανακτήσας εἶπεν· ἀπολεῖται ἄρα καὶ τούτου τοῦ ἐνιαυτοῦ ὁ καρπὸς διὰ τὰς ἐμὰς ἀσχολίας, καὶ πεινήσομεν ἅπαντες κακῶς. [3] μετὰ ταῦτα παραγενόμενος εἰς τὴν πόλιν πρῶτον μὲν ἐθάρρυνε τοὺς πολίτας λόγον ἐν τῷ πλήθει διεξελθὼν ἐξεγεῖραι τὰς ψυχὰς δυνάμενον ἐλπίσιν ἀγαθαῖς ἔπειτα συναγαγὼν ἅπαντας τοὺς ἐν ἀκμῇ, τούς τε κατὰ τὴν πόλιν καὶ τοὺς ἐκ τῶν ἀγρῶν, καὶ τὰς παρὰ τῶν συμμάχων ἐπικουρίας μεταπεμψάμενος ἱππάρχην τ᾽ ἀποδείξας Λεύκιον Ταρκύνιον, ἄνδρα τῶν ἠμελημένων μὲν διὰ πενίαν, τὰ δὲ πολέμια γενναῖον, ἐξῆγε συγκεκροτημένην ἔχων δύναμιν, καὶ καταλαβὼν τὸν ταμίαν Τίτον [p. 46] Κοίντιον ἀναδεχόμενον αὐτοῦ τὴν παρουσίαν, λαβὼν καὶ τὴν σὺν ἐκείνῳ δύναμιν ἧκεν ἐπὶ τοὺς πολεμίους. [4] ὡς δὲ κατώπτευσε τὴν τῶν χωρίων φύσιν, ἐν οἷς ἦν τὰ στρατόπεδα, μέρος μέν τι τῆς στρατιᾶς ἐπὶ τοῖς μετεώροις ἔταξεν, ὡς μήτε βοήθεια παραγένοιτο τοῖς Αἰκανοῖς ἑτέρα μήτε τροφαί, τὴν δὲ λοιπὴν δύναμιν αὐτὸς ἔχων προῆγεν ἐκτεταγμένην ὡς εἰς μάχην. καὶ ὁ Κοίλιος οὐθὲν ὑποδείσας — ἥ τε γὰρ δύναμις ἡ περὶ αὐτὸν ἦν οὐκ ὀλίγη, καὶ αὐτὸς ἐδόκει ψυχὴν οὐ κακὸς εἶναι κατὰ τὰ πολέμια — δέχεται αὐτὸν ἐπιόντα, καὶ [5] γίνεται μάχη καρτερά. χρόνου δὲ πολλοῦ διελθόντος καὶ τῶν Ῥωμαίων διὰ τοὺς συνεχεῖς πολέμους ἀναφερόντων τὸν πόνον τῶν τε ἱππέων κατὰ τὸ κάμνον μέρος ἀεὶ ἐπιβοηθούντων τοῖς πεζοῖς ἡσσηθεὶς ὁ Γράγχος κατακλείεται πάλιν εἰς τὸν ἑαυτοῦ χάρακα. καὶ μετὰ τοῦθ᾽ ὁ Κοίντιος περιταφρεύσας αὐτὸν ὑψηλῷ χάρακι καὶ πύργοις πυκνοῖς περιλαβών, ἐπεὶ κάμνοντα ἔμαθε τῶν ἀναγκαίων τῇ σπάνει, αὐτός τε προσβολὰς ἐποιεῖτο συνεχεῖς πρὸς τὸν χάρακα τῶν Αἰκανῶν καὶ τῷ Μηνυκίῳ [6] προσέταξεν ἀπὸ τῶν ἑτέρων ἐξιέναι μερῶν. ὥστε ἠναγκάσθησαν οἱ Αἰκανοὶ τροφῆς τε ἀπορούμενοι καὶ συμμάχων βοήθειαν ἀπεγνωκότες πολιορκούμενοί τε πολλαχόθεν ἱκετηρίας ἀναλαβόντες ἐπιπρεσβεύεσθαι πρὸς τὸν Κοίντιον περὶ φιλίας διαλεγόμενοι. ὁ δὲ τοῖς μὲν ἄλλοις Αἰκανοῖς ἔφη σπένδεσθαι καὶ διδόναι [p. 47] τοῖς σώμασι τὴν ἄδειαν τά τε ὅπλα ἀποθεμένοις καὶ καθ᾽ ἕνα διεξιοῦσιν ὑπὸ ζυγόν, Γράγχῳ δὲ τῷ ἡγεμόνι τῶν πολεμίων καὶ τοῖς σὺν ἐκείνῳ βουλεύσασι τὴν ἀπόστασιν ὡς πολεμίοις χρήσασθαι, ἐκέλευσέ τε αὐτοῖς ἄγειν τοὺς ἄνδρας δεδεμένους. [7] ὑπομενόντων δὲ ταῦτα τῶν Αἰκανῶν τελευταῖον αὐτοῖς ἐκεῖνο προσέταξεν· ἐπειδὴ Τύσκλον πόλιν Ῥωμαίων σύμμαχον ἐξηνδραποδίσαντο καὶ διήρπασαν οὐδὲν ὑπὸ Τυσκλάνων παθόντες κακόν, ἀντιπαρασχεῖν ἑαυτῷ πόλιν τῶν σφετέρων, Κορβιῶνα, τὰ ὅμοια διαθεῖναι. [8] ταύτας λαβόντες τὰς ἀποκρίσεις οἱ πρέσβεις τῶν Αἰκανῶν προῄεσαν καὶ μετ᾽ οὐ πολὺ παρῆσαν ἄγοντες τὸν Γράγχον καὶ τοὺς σὺν αὐτῷ δεδεμένους· αὐτοὶ δὲ τὰ ὅπλα θέντες ἐξέλιπον τὴν παρεμβολὴν διαπορευόμενοι, καθάπερ ὁ στρατηγὸς ἐκέλευσε, διὰ τοῦ Ῥωμαίων χάρακος καθ᾽ ἕνα ὑπὸ ζυγόν, καὶ τὴν Κορβιῶνα κατὰ τὰς ὁμολογίας παρέδοσαν, τὰ ἐλεύθερα σώματα μόνον ἐξελθεῖν αἰτησάμενοι, περὶ ὧν διήλλαξαν τοὺς Τυσκλάνων αἰχμαλώτους. ;ΚΕΦΑΛΑΙΟΝ ΚΕ΄ [1] παραλαβὼν δὲ ὁ Κοίντιος τὴν πόλιν τὰ μὲν ἐπιφανέστατα τῶν λαφύρων εἰς Ῥώμην ἐκέλευσε φέρειν, τὰ δ᾽ ἄλλα πάντα διελέσθαι κατὰ λόχους ἐπέτρεψε τοῖς τε σὺν αὐτῷ παραγενομένοις στρατιώταις καὶ τοῖς ἅμα Κοιντίῳ τῷ ταμίᾳ προαποσταλεῖσι. τοῖς δὲ μετὰ Μηνυκίου τοῦ ὑπάτου κατακλεισθεῖσιν [p. 48] ἐν τῷ χάρακι μεγάλην ἔφη δεδωκέναι δωρεὰν τὰ σώματα αὐτῶν ἐκ θανάτου ῥυσάμενος. [2] ταῦτα πράξας καὶ τὸν Μηνύκιον ἀποθέσθαι τὴν ἀρχὴν ἀναγκάσας ἀνέστρεψεν εἰς τὴν Ῥώμην καὶ κατήγαγε λαμπρότατον ἁπάντων ἡγεμόνων θρίαμβον, ἐν ἡμέραις ἑκκαίδεκα ταῖς πάσαις, ἀφ᾽ ἧς παρέλαβε τὴν ἀρχήν, στρατόπεδόν τε σώσας φίλιον καὶ πολεμίων δύναμιν ἀκμάζουσαν καθελὼν πόλιν τε αὐτῶν πορθήσας καὶ φρουρὰν αὐτῆς ὑπολιπὼν τόν τε ἡγεμόνα τοῦ πολέμου καὶ τοὺς ἄλλους ἐπιφανεῖς ἄνδρας ἁλύσει δεδεμένους ἀγαγών. [3] καὶ ὃ μάλιστα πάντων αὐτοῦ θαυμάζειν ἄξιον, ὅτι τὴν τοσαύτην ἀρχὴν εἰς ἑξάμηνον εἰληφὼς οὐκ ἐχρήσατο παντὶ τῷ νόμῳ, ἀλλὰ συναγαγὼν τὸν δῆμον εἰς ἐκκλησίαν καὶ περὶ τῶν πεπραγμένων λόγον ἀποδοὺς ἐξωμόσατο τὴν ἀρχὴν τῆς τε βουλῆς δεομένης γῆν τε ὅσην ἐβούλετο λαβεῖν ἐκ τῆς δορικτήτου καὶ ἀνδράποδα καὶ χρήματα ἐκ τῶν λαφύρων ἐπανορθῶσαι τὴν πενίαν πλούτῳ δικαίῳ, ὃν ἀπὸ πολεμίων κάλλιστον ἐκτήσατο τοῖς ἰδίοις πόνοις, οὐκ ἠξίωσε, φίλων τε καὶ συγγενῶν δωρεὰς προσφερόντων μεγάλας καὶ ἀντὶ παντὸς ἀγαθοῦ τιθεμένων ἐκεῖνον τὸν ἄνδρα εὖ ποιεῖν, ἐπαινέσας αὐτοὺς τῆς προθυμίας οὐθὲν τῶν διδομένων ἔλαβεν, ἀλλ᾽ ἀπῆλθε πάλιν εἰς τὸ μικρὸν ἐκεῖνο χωρίον, καὶ τὸν αὐτουργὸν αὐτοῦ ἀντὶ τοῦ βασιλικοῦ μετειλήφει βίον, μεῖζον φρονῶν ἐπὶ πενίᾳ [4] ἢ ἄλλοι ἐπὶ πλούτῳ. μετ᾽ οὐ πολὺν δὲ χρόνον καὶ Ναύτιος, ἅτερος τῶν ὑπάτων, νικήσας Σαβίνους ἐκ [p. 49] παρατάξεως καὶ τῆς χώρας αὐτῶν πολλὴν καταδραμὼν ἀπῆγεν ἐπ᾽ οἴκου τὰς δυνάμεις. ;ΚΕΦΑΛΑΙΟΝ ΚΣΤ΄ [1] μετὰ δὲ τούτους ὀλυμπιὰς μὲν ἦν ὀγδοηκοστὴ καὶ πρώτη, ἣν ἐνίκα στάδιον Πολύμναστος Κυρηναῖος, Ἀθήνησι δὲ ἄρχων Καλλίας, ἐφ᾽ οὗ τὴν ὕπατον ἀρχὴν ἐν Ῥώμῃ παρέλαβε Γάιος Ὁράτιος καὶ Κόιντος Μηνύκιος. ἐπὶ τούτων Σαβῖνοι πάλιν στρατεύσαντες ἐπὶ Ῥωμαίους πολλὴν τῆς χώρας αὐτῶν ἐδῄωσαν, καὶ ἧκον οἱ φυγόντες ἐκ τῶν ἀγρῶν ἀθρόοι κρατεῖσθαι πάντα ὑπ᾽ αὐτῶν τὰ μεταξὺ Κρουστομερείας τε καὶ Φιδήνης λέγοντες. [2] Αἰκανοί τε οἱ νεωστὶ καταπολεμηθέντες ἐν τοῖς ὅπλοις αὖθις ἦσαν· καὶ οἱ μὲν ἀκμαιότατοι αὐτῶν νυκτὸς ἐλάσαντες ἐπὶ Κορβιῶνα πόλιν, ἣν τῷ παρελθόντι ἐνιαυτῷ Ῥωμαίοις παρέδοσαν, τήν τε φρουρὰν τὴν ἐν αὐτῇ κοιμωμένην εὑρόντες κατέσφαξαν πλὴν ὀλίγων, οἳ ἔτυχον ἀφυστεροῦντες, οἱ δὲ λοιποὶ μεγάλῃ χειρὶ στρατεύσαντες ἐπὶ πόλιν Ὀρτῶνα τοῦ Λατίνων ἔθνους ἐξ ἐφόδου καταλαμβάνονται, καὶ ὅσα Ῥωμαίους οὐχ οἷοί τε ἦσαν ἐργάσασθαι, ταῦτα δι᾽ ὀργὴν τοὺς συμμάχους αὐτῶν διέθεσαν. [3] τοὺς μὲν γὰρ ἐν ἥβῃ πάντας, πλὴν εἴ τινες διέφυγον εὐθὺς ἁλισκομένης τῆς πόλεως, ἀπέκτειναν, γυναῖκας δὲ καὶ παῖδας αὐτῶν καὶ τὰ γηραιὰ τῶν σωμάτων ἠνδραποδίσαντο, καὶ τῶν χρημάτων ὅσα δύναμις ἦν αὐτοῖς φέρειν συσκευασάμενοι κατὰ σπουδήν, [p. 50] πρὶν ἅπαντας ἐπιβοηθῆσαι Λατίνους, ἀνέστρεψαν. [4] τούτων δὲ ἅμα προσαγγελλομένων ὑπό τε Λατίνων καὶ τῶν ἐκ τῆς φρουρᾶς διασωθέντων ἡ μὲν βουλὴ στρατιὰν ἐκπέμπειν ἐψηφίσατο καὶ τοὺς ὑπάτους ἀμφοτέρους πορεύεσθαι· οἱ δὲ περὶ τὸν Οὐεργίνιον δήμαρχοι πέμπτον ἔτος ἐπὶ τῆς αὐτῆς ὄντες ἐξουσίας ἐκώλυον, ὥσπερ καὶ ἐν τοῖς πρότερον ἐποίουν ἔτεσιν, ἐνιστάμενοι ταῖς στρατολογίαις τῶν ὑπάτων, τὸν ἐντὸς τείχους πρῶτον ἀξιοῦντες καταλυθῆναι πόλεμον ἀποδοθείσης τῷ δήμῳ τῆς περὶ τοῦ νόμου διαγνώσεως, ὃν ὑπὲρ τῆς ἰσηγορίας εἰσέφερον, ὅ τε δῆμος αὐτοῖς συνελάμβανε πολλοὺς κατὰ τῆς βουλῆς καὶ ἐπιφθόνους διεξιοῦσι λόγους. [5] ἑλκομένου δὲ τοῦ χρόνου καὶ οὔτε τῶν ὑπάτων ὑπομενόντων προβουλεῦσαί τε καὶ εἰς τὸν δῆμον ἐξενεγκεῖν τὸν νόμον, οὔτε τῶν δημάρχων συγχωρῆσαι βουλομένων τὴν καταγραφὴν καὶ τὴν ἔξοδον τῆς στρατιᾶς γενέσθαι, λόγων τε πολλῶν καὶ κατηγοριῶν, ἃς ἐποιοῦντο κατ᾽ ἀλλήλων ἔν τε ταῖς ἐκκλησίαις καὶ ἐπὶ τῆς βουλῆς μάτην ἀναλισκομένων, ἑτέρα τις εἰσαχθεῖσα ὑπὸ τῶν δημάρχων ἐπὶ τῇ βουλῇ πολιτεία καὶ παρακρουσαμένη τὸ συνέδριον, τὴν μὲν τότε κατέχουσαν στάσιν ἐπράυνεν, ἑτέρων δὲ πολλῶν καὶ μεγάλων ἐγένετο πλεονεκτημάτων αἰτία τῷ δήμῳ. διηγήσομαι δὲ καὶ ταύτην τὴν δυναστείαν ὃν τρόπον ὁ δῆμος ἔλαβε. ;ΚΕΦΑΛΑΙΟΝ ΚΖ΄ [1] φθειρομένης καὶ διαρπαζομένης τῆς τε Ῥωμαίων καὶ τῶν συμμάχων γῆς, καὶ τῶν πολεμίων ὡς δι᾽ ἐρημίας ἐλαυνόντων κατ᾽ ἐλπίδα τοῦ μηδεμίαν [p. 51] ἐπ᾽ αὐτοὺς ἐξελεύσεσθαι δύναμιν διὰ τὴν κατέχουσαν ἐν τῇ πόλει στάσιν, οἱ μὲν ὕπατοι τὴν βουλὴν συνήγαγον, ὡς περὶ τῶν ὅλων ἔσχατον τοῦτο βουλευσόμενοι. [2] ῥηθέντων δὲ πολλῶν λόγων πρῶτος ἐρωτηθεὶς γνώμην Λεύκιος Κοίντιος, ὁ τῷ παρελθόντι γενόμενος ἔτει δικτάτωρ, ἀνὴρ οὐ μόνον τὰ πολέμια δεινότατος τῶν καθ᾽ ἑαυτόν, ἀλλὰ καὶ τὰ πολιτικὰ δοκῶν εἶναι φρονιμώτατος, γνώμην ἀπεφήνατο τήνδε· μάλιστα μὲν πείθειν τούς τε δημάρχους καὶ τοὺς ἄλλους πολίτας τὴν μὲν ὑπὲρ τοῦ νόμου διάγνωσιν οὐθὲν ἐν τῷ παρόντι κατεπείγουσαν εἰς ἑτέρους ἀναβαλέσθαι καιροὺς ἐπιτηδειοτέρους, τὸν δ᾽ ἐν χερσὶν ὄντα καὶ ὅσον οὔπω τῇ πόλει πλησιάζοντα πόλεμον ἄρασθαι πάσῃ προθυμίᾳ, καὶ μὴ περιιδεῖν τὴν μετὰ πολλῶν κτηθεῖσαν ἡγεμονίαν πόνων αἰσχρῶς καὶ ἀνάνδρως ἀπολομένην. [3] ἐὰν δὲ μὴ πείθηται ὁ δῆμος, τοὺς πατρικίους ἅμα τοῖς πελάταις καθοπλισαμένους τῶν τ᾽ ἄλλων πολιτῶν παραλαβόντας, οἷς ἦν ἑκοῦσι συνάρασθαι τοῦ καλλίστου ὑπὲρ τῆς πατρίδος ἀγῶνος, χωρεῖν προθύμως ἐπὶ τὸν πόλεμον θεούς, ὅσοι φυλάττουσι τὴν Ῥωμαίων πόλιν, ἡγεμόνας τῆς ἐξόδου ποιησαμένους. [4] συμβήσεσθαι γὰρ αὐτοῖς δυεῖν καλῶν ἔργων καὶ δικαίων θάτερον, ἢ νίκην ἐξενέγκασθαι πασῶν ὧν αὐτοί ποτε ἢ οἱ πατέρες ἐξηνέγκαντο λαμπροτάτην, [p. 52] ἢ περὶ τῶν ἐν αὐτῇ καλῶν εὐψύχως ἀγωνιζομένοις ἀποθανεῖν. ταύτης μέντοι τῆς καλῆς πείρας οὔτ᾽ αὐτὸς ἀπολείψεσθαι ἔφη, ἀλλ᾽ ἐν ἴσῳ τοῖς κράτιστα ἐρρωμένοις παρὼν ἀγωνιεῖσθαι, οὔτε τῶν ἄλλων τινὰ πρεσβυτέρων, οἷς ἐστιν ἐλευθερίας τε καὶ δόξης ἀγαθῆς λόγος. ;ΚΕΦΑΛΑΙΟΝ ΚΗ΄ [1] ὡς δὲ καὶ τοῖς ἄλλοις ἅπασι ταῦτ᾽ ἐδόκει, καὶ οὐθεὶς ἦν ὁ τἀναντία ἐρῶν, οἱ μὲν ὕπατοι τὸν δῆμον εἰς ἐκκλησίαν συνεκάλουν. συνελθόντος δ᾽ ὡς ἐπὶ καινοῖς ἀκούσμασι παντὸς τοῦ κατὰ τὴν πόλιν ὄχλου παρελθὼν ἅτερος τῶν ὑπάτων Γάιος Ὁράτιος ἐπειρᾶτο πείθειν τοὺς δημοτικοὺς ἑκόντας ὑπομεῖναι καὶ ταύτην τὴν στρατείαν. ἀντιλεγόντων δὲ τῶν δημάρχων καὶ τοῦ δήμου προσέχοντος αὐτοῖς τὸν νοῦν παρελθὼν πάλιν ὁ ὕπατος εἶπε· [2] καλὸν γ᾽, ὦ Οὐεργίνιε, καὶ θαυμαστὸν ἔργον ἐξειργάσασθε διασπάσαντες ἀπὸ τῆς βουλῆς τὸν δῆμον· καὶ τὸ μὲν ἐφ᾽ ὑμῖν εἶναι μέρος πάντ᾽ ἀπολωλέκαμεν, ὅσα παρὰ τῶν προγόνων παραλαβόντες ἢ τοῖς ἑαυτῶν πόνοις κτησάμενοι κατέσχομεν ἀγαθά. [3] οὐ μὴν ἡμεῖς γ᾽ ἀκονιτὶ μεθησόμεθα αὐτῶν, ἀλλ᾽ ἀναλαβόντες τὰ ὅπλα μετὰ τῶν βουλομένων σώζεσθαι τὴν πατρίδα χωρήσομεν ἐπὶ τὸν ἀγῶνα τὰς ἀγαθὰς προβαλλόμενοι τῶν ἔργων ἐλπίδας· καὶ εἴ τις ἄρα θεὸς ἐπισκοπεῖ τοὺς καλοὺς καὶ δικαίους ἀγῶνας, καὶ ἡ τὴν πόλιν τήνδε [p. 53] αὔξουσα ἐκ πολλοῦ τύχη μήπω προλέλοιπεν αὐτήν, κρείττους τῶν ἐχθρῶν ἐσόμεθα· εἰ δέ τις ἄρα ἐνέστηκε δαίμων καὶ ἐναντιοῦται τῇ σωτηρίᾳ τῆς πόλεως, οὔτοι τό γ᾽ ἐν ἡμῖν εὔνουν καὶ πρόθυμον ἀπολεῖται, ἀλλὰ τὸν ἁπάντων κράτιστον θάνατον αἱρησόμεθα περὶ τῆς πατρίδος. [4] ὑμεῖς δὲ αὐτοῦ μένοντες οἰκουρεῖτε ἅμα ταῖς γυναιξίν, ὦ καλοὶ καὶ γενναῖοι προστάται τῆς πόλεως, ἐγκαταλιπόντες, μᾶλλον δὲ προδόντες ἡμᾶς, οἷς οὔτ᾽ ἂν νικήσωμεν ἡμεῖς ὁ βίος ἔσται καλός, οὔτ᾽ [5] ἂν ἄλλως χωρήσῃ τὰ καθ᾽ ἡμᾶς ἀσφαλής· εἰ μὴ ἄρα ἐκείνῃ τῇ ψυχρᾷ ἐλπίδι ἐπαίρεσθε, ὡς διαφθαρέντων τῶν πατρικίων ὑμᾶς ἐάσουσιν οἱ πολέμιοι ταύτην ὑπολογιζόμενοι τὴν εὐεργεσίαν, καὶ συγχωρήσουσιν ὑμῖν τὴν πατρίδα καὶ τὴν ἐλευθερίαν καὶ τὴν ἡγεμονίαν καὶ πάντα τἆλλα ἀγαθά, ὅσα νῦν ἔχετε, καρποῦσθαι, ὧν ὑμεῖς ὅτε τὰ ἄριστα ἐφρονεῖτε πολλὴν μὲν γῆν ἀπετέμεσθε, πολλὰς δὲ πόλεις ἐξανδραποδισάμενοι κατεσκάψατε, πολλὰ δὲ καὶ μεγάλα καὶ οὐδ᾽ ὑπὸ τοῦ παντὸς αἰῶνος ἀφανισθησόμενα τρόπαια καὶ [6] μνημεῖα τῆς ἔχθρας ἀνεστήσατε. ἀλλὰ τί τῷ δήμῳ ταῦτ᾽ ἐπιτιμῶ, ὃς οὐδέποτε πονηρὸς ἑκὼν ἐγένετο, μᾶλλον ἢ οὐχ ὑμῖν, ὦ Οὐεργίνιε, τοῖς τὰ καλὰ ταῦτα πολιτευομένοις; ἡμῖν μὲν οὖν, οἷς ἀνάγκη μηδὲν ταπεινὸν φρονεῖν, δέδοκταί τε καὶ οὐθὲν ἔσται τὸ κωλύσον ἄρασθαι τὸν ὑπὲρ τῆς πατρίδος ἀγῶνα, ὑμῖν δὲ τοῖς ἐγκαταλιποῦσι καὶ προδοῦσι τὸ κοινὸν ἥξει δίκη [p. 54] τιμωρὸς οὐ μεμπτὴ παρὰ θεῶν, ἐὰν ἄρα διαφύγητε τὴν παρ᾽ ἀνθρώπων κόλασιν. [7] ἀλλ᾽ οὐδὲ ταύτην διαφεύξεσθε· καὶ μή με δεδίττεσθαι ὑπολάβητε, ἀλλ᾽ εὖ ἴστε, ὅτι οἱ καταλειφθέντες ἡμῶν ἐνθάδε φύλακες τῆς πόλεως, ἐὰν κρείττω τὰ τῶν ἐχθρῶν γένηται, φρονήσουσιν ἃ προσῆκεν αὐτοῖς φρονεῖν. οὐ γὰρ ἤδη βαρβάροις μέν τισιν ἁλισκομένοις ὑπὸ τῶν πολεμίων εἰς νοῦν ἦλθε μήτε γυναικῶν αὐτοῖς παραχωρῆσαι μήτε παίδων μήτε πόλεων, ἀλλὰ τὰς μὲν ἐμπρῆσαι, τὰς δὲ [8] κατασφάξαι, Ῥωμαίοις δ᾽ ἄρα, οἷς ἑτέρων ἄρχειν πάτριόν ἐστιν, οὐ παραστήσεται ταῦτα περὶ ἑαυτῶν φρονεῖν; οὐχ οὕτως ἀγεννεῖς ἔσονται, ἀλλ᾽ ἀφ᾽ ὑμῶν τῶν ἐχθίστων ἀρξάμενοι τότε χωρήσουσι πρὸς τὰ φίλια. πρὸς ταῦτα ὁρῶντες ἐκκλησιάζετε καὶ νόμους εἰσφέρετε καινούς. ;ΚΕΦΑΛΑΙΟΝ ΚΘ΄ [1] ταῦτα καὶ πολλὰ τούτοις ὅμοια εἰπὼν παρεστήσατο τοὺς πρεσβυτάτους τῶν πατρικίων κλαίοντας, οὓς ἰδόντες πολλοὶ τῶν δημοτικῶν οὐδ᾽ αὐτοὶ κατέχειν τὰ δάκρυα ἐδύναντο. γενομένης δὲ πολλῆς συμπαθείας πρός τε τὰς ἡλικίας τῶν ἀνδρῶν καὶ πρὸς [2] τὰς ἀξίας μικρὸν ἐπισχὼν ὁ ὕπατος· οὐκ αἰσχύνεσθε, ἔφησεν, ὦ πολῖται, οὐδὲ κατὰ γῆς δύεσθε, εἰ οἵδε οἱ γέροντες ὑπὲρ ὑμῶν τῶν νέων τὰ ὅπλα ἀναλήψονται, ἀλλ᾽ ὑπομενεῖτε ἀπολειφθῆναι τούτων ἡγουμένων, οὓς ἀεὶ πατέρας ἐκαλεῖτε; ὦ σχέτλιοι ὑμεῖς καὶ οὐδὲ πολῖται [p. 55] ταύτης ἄξιοι λέγεσθαι τῆς γῆς, ἣν ἔκτισαν οἱ τοὺς πατέρας ἐπὶ τῶν ὤμων ἐνέγκαντες, οἷς καὶ δι᾽ ὅπλων καὶ διὰ πυρὸς ὁδοὺς ἀσφαλεῖς θεοὶ παρέσχον. [3] ὡς δὲ κατέμαθεν ὁ Οὐεργίνιος ἀγόμενον τὸν δῆμον ὑπὸ τῶν λόγων, δεδοικώς, μὴ παρὰ τὴν ἑαυτοῦ γνώμην κοινωνεῖν ὑπομείνῃ τοῦ πολέμου, παρελθὼν εἶπεν· ἡμεῖς οὔτ᾽ ἐγκαταλείπομεν οὔτε προδίδομεν ὑμᾶς, ὦ πατέρες, οὐδ᾽ ἂν ἀπολειφθείημεν ὑμῶν, ὥσπερ οὐδὲ πρότερον ἠξιώσαμεν οὐδεμιᾶς ἀπολειφθῆναι στρατείας, ἀλλὰ καὶ ζῆν αἱρούμεθα σὺν ὑμῖν καὶ πάσχειν, ὅ τι ἂν τῷ [4] δαίμονι δοκῇ, μεθ᾽ ὑμῶν. πρόθυμοι δ᾽ ἐν παντὶ καιρῷ περὶ ὑμᾶς γεγονότες ἀξιοῦμεν μετρίας παρ᾽ ὑμῶν τυχεῖν χάριτος, ὥσπερ τῶν κοινῶν κινδύνων ἰσομοιροῦμεν ὑμῖν, οὕτως καὶ τῶν δικαίων τὸ ἴσον ἔχειν, νόμους καταστησάμενοι φύλακας τῆς ἐλευθερίας, οἷς ἅπαντες ἀεὶ χρησόμεθα. [5] εἰ δὲ προσίσταται τοῦθ᾽ ὑμῖν, καὶ οὐκ ἀξιοῦτε τοῖς ἑαυτῶν πολίταις ταύτην συγχωρῆσαι τὴν χάριν, ἀλλὰ θανάτου τιμᾶσθε τὸ μεταδοῦναι τῷ δήμῳ τῆς ἰσηγορίας, οὐκέτι φιλονεικοῦμεν ὑμῖν· αἰτησόμεθα δ᾽ ἑτέραν παρ᾽ ὑμῶν χάριν, ἧς τυχόντες ἴσως ἂν οὐδὲ καινῶν ἔτι δεηθείημεν νόμων. εἰσέρχεται δ᾽ ἡμᾶς εὐλάβεια, μή ποτε οὐδὲ ταύτης τύχωμεν, ἐξ ἧς τῇ βουλῇ μὲν οὐδὲν ἔσται βλάβος, τῷ δὲ δήμῳ τιμή τις ὑπάρξει καὶ φιλανθρωπία. ;ΚΕΦΑΛΑΙΟΝ Λ΄ [1] εἰπόντος δὲ τοῦ ὑπάτου, ὅτι τοῦτο τὸ πολίτευμα τῇ βουλῇ συγχωροῦντες οὐθενὸς ἄλλου ἁμαρτήσονται τῶν μετρίων, καὶ κελεύοντος λέγειν [p. 56] ὅτου δέονται, ὀλίγα διαλεχθεὶς τοῖς συνάρχουσιν ὁ [2] Οὐεργίνιος, ἐπὶ τῆς βουλῆς ἔφησεν ἐρεῖν. καὶ μετὰ ταῦτα συναγαγόντων τὸ συνέδριον τῶν ὑπάτων παρελθὼν καὶ τὰ δίκαια τοῦ δήμου πρὸς τὴν βουλὴν ἅπαντα εἰσενεγκάμενος ᾐτήσατο διπλασιασθῆναι τὴν ἀρχὴν τὴν προισταμένην τοῦ δήμου, καὶ ἀντὶ τῶν πέντε δημάρχων δέκα εἰς ἕκαστον ἐνιαυτὸν ἀποδείκνυσθαι. τοῦτο οἱ μὲν ἄλλοι βλάβην οὐδεμίαν ᾤοντο τῷ κοινῷ φέρειν, ἀλλὰ διδόναι καὶ μὴ ἀντιπράττειν παρῄνουν, ἄρχοντος τῆς γνώμης Λευκίου Κοιντίου, [3] τοῦ τότε μέγιστον ἔχοντος ἐν τῇ βουλῇ κράτος. εἷς δὲ μόνος ἀντέλεγε Γάιος Κλαύδιος, υἱὸς Ἀππίου Κλαυδίου, τοῦ παρὰ πάντα τὸν χρόνον τοῖς εἰσηγήμασι τῶν δημοτικῶν, εἴ τινα μὴ νόμιμα ἦν, ἐναντιωθέντος διαδεδεγμένος τὰ πολιτεύματα τοῦ πατρός, καὶ ὅτ᾽ αὐτὸς εἶχε τὴν ὕπατον ἀρχὴν κωλύσας δοθῆναι τοῖς δημάρχοις τὴν κατὰ τῶν ἱππέων τῶν ἐπὶ τῇ συνωμοσίᾳ διαβαλλομένων ἐξέτασιν, καὶ μακρὸν διεξελθὼν λόγον ἐδίδασκεν, ὅτι μετριώτερος μὲν ὁ δῆμος οὐδὲν οὐδὲ χρηστότερος ἔσται διπλασιασθείσης αὐτῷ τῆς ἀρχῆς, ἀνοητότερος δὲ καὶ βαρύτερος. [4] οὐ γὰρ ἐπὶ ῥητοῖς τισι παραλήψεσθαι τὴν ἀρχὴν τοὺς ὕστερον ἀποδειχθησομένους, ὥστε μένειν ἐπὶ τοῖς καθεστηκόσιν, ἀλλὰ καὶ τὸν περὶ τῆς κληρουχίας αὖθις θις προθήσειν λόγον καὶ τὸν ὑπὲρ τῆς ἰσοτιμίας, καὶ [p. 57] πάντας ἑξῆς ζητήσειν, ὅ τι λέγοντες ἢ πράττοντες τὸ μὲν τοῦ δήμου κράτος αὐξήσουσι, τὰς δὲ τῆς βουλῆς τιμὰς καταλύσουσι. καὶ σφόδρα ἐκίνησε τοὺς πολλοὺς ὁ λόγος. ἔπειτα μετήγαγεν αὐτοὺς ὁ Κοίντιος διδάσκων, [5] ὅτι πρὸς τῆς βουλῆς ἐστι τὸ πολλοὺς εἶναι τοῦ δήμου προστάτας. ἧττον γὰρ ὁμονοήσειν τοὺς πλείους τῶν ἐλαττόνων, μίαν δὲ βοήθειαν εἶναι τοῖς κοινοῖς, ἣν Ἄππιον Κλαύδιον τὸν Γαΐου πατέρα πρῶτον ἰδεῖν, ἐὰν στασιάζῃ τὸ ἀρχεῖον καὶ μὴ πᾶσι τὸ αὐτὸ δοκῇ. [6] ἐδόκει τε δὴ ταῦτα καὶ γίνεται δόγμα βουλῆς· ἐξεῖναι τῷ δήμῳ δέκα δημάρχους καθ᾽ ἕκαστον ἐνιαυτὸν ἀποδεικνύναι, τῶν δὲ τότε ὄντων ἐν ἀρχῇ μηθένα. τοῦτο τὸ προβούλευμα οἱ περὶ τὸν Οὐεργίνιον λαβόντες ἐξήνεγκαν καὶ κυρώσαντες τὸν ἐπ᾽ αὐτῷ γραφέντα νόμον δέκα δημάρχους εἰς τὸν ἐπιόντα ἐνιαυτὸν ἀπέδειξαν. [7] παυσαμένης δὲ τῆς στάσεως καταγράψαντες τὰς δυνάμεις οἱ ὕπατοι διεκληρώσαντο τὰς ἐξόδους· Μηνυκίῳ μὲν οὖν ὁ κατὰ Σαβίνων πόλεμος ἐδόθη, Ὁρατίῳ δὲ ὁ κατ᾽ Αἰκανῶν, καὶ κατὰ σπουδὴν ἐξῄεσαν ἀμφότεροι. Σαβῖνοι μὲν οὖν τὰς πόλεις διὰ φυλακῆς ἔχοντες ὑπερεῖδον ἀγομένων τε καὶ φερομένων ἁπάντων τῶν κατὰ τοὺς ἀγρούς, Αἰκανοὶ δὲ τὴν ἐναντιωσομένην Ῥωμαίοις δύναμιν ἀπέστειλαν. [8] ἀγωνισάμενοι δὲ λαμπρῶς οὐχ οἷοί τε ἐγένοντο τὴν Ῥωμαίων ὑπερβαλέσθαι δύναμιν, ἀλλ᾽ ἠναγκάσθησαν εἰς τὰς πόλεις ἀπελθεῖν ἀποβαλόντες τὸ πολίχνιον, ὑπὲρ οὗ τὸν ἀγῶνα ἐποιοῦντο. Ὁράτιος δὲ τρεψάμενος τοὺς πολεμίους [p. 58] καὶ πολλὰ τῆς χώρας αὐτῶν κακώσας τοῦ τε Κορβιῶνος τὰ τείχη κατασπάσας καὶ τὰς οἰκήσεις ἐκ θεμελίων ἀνελὼν ἀπῆγε τὴν δύναμιν ἐπ᾽ οἴκου. {{DEFAULTSORT:Ρωμαικη Αρχαιολογια 10 21}} 84ikycjlanbnl4008fz46ytjl1qogy8 Ρωμαϊκή Αρχαιολογία/ι/11 0 23594 148470 100309 2022-08-09T13:15:05Z Αντιγόνη 235 wikitext text/x-wiki {{Κεφαλίδα | τίτλος = Κεφάλαια 11–20 | συγγραφέας = Διονύσιος ο Αλικαρνασσεύς | μεταφραστής= | ενότητα = [[Ρωμαϊκή Αρχαιολογία/ι|Ῥωμαϊκὴ Ἀρχαιολογία: Λόγος ι΄]] | προηγούμενο= [[Ρωμαϊκή Αρχαιολογία/ι/01|Κεφάλαια 01–10]] | επόμενο = [[Ρωμαϊκή Αρχαιολογία/ι/21|Κεφάλαια 21–30]] | σημειώσεις = Dionysii Halicarnasei Antiquitatum Romanarum quae supersunt, Vol I-IV. Dionysius of Halicarnassus. Karl Jacoby. In Aedibus B.G. Teubneri. Leipzig. 1885. }} ;ΚΕΦΑΛΑΙΟΝ ΙΑ΄ [1] [p. 19] ἐν τοσούτῳ δὴ κινδύνῳ σαλεύοντες ἱκέται γινόμεθα ὑμῶν, ὦ πατέρες, ἐπισκήπτοντες θεούς τε καὶ δαίμονας, οἷς κοινῇ θύομεν, καὶ πολέμων ὑπομιμνήσκοντες, οὓς πολλοὺς καὶ μεγάλους σὺν ὑμῖν ἠράμεθα, μὴ περιιδεῖν ὠμὰ καὶ ἀνόσια ὑπὸ τῶν ἐχθρῶν παθόντας ἡμᾶς, ἀλλ᾽ ἐπαμῦναί τε καὶ συναγανακτῆσαι τιμωρίας ἡμῖν συνεισπράξαντας παρὰ τῶν ταῦτα βουλευσαμένων τὰς προσηκούσας, μάλιστα μὲν παρὰ πάντων, εἰ δὲ μή γε, παρὰ τῶν ἀρξάντων τῆς ἀθεμίτου συνωμοσίας. [2] πρῶτον δὲ πάντων ἀξιοῦμεν ὑμᾶς, ὦ βουλή, ψηφίσασθαι πρᾶγμα, ὅπερ ἐστὶ δικαιότατον, τὴν ὑπὲρ τῶν μηνυομένων ζήτησιν ὑφ᾽ ἡμῶν τῶν δημάρχων γίνεσθαι. χωρὶς γὰρ τοῦ δικαίου καὶ ἀκριβεστάτας ἀνάγκη γίνεσθαι ζητήσεις, ἃς ἂν οἱ κινδυνεύοντες ὑπὲρ αὑτῶν ποιήσωνται. [3] εἰ δέ τινες ὑμῶν εἰσιν οἷοι μηδὲ καθ᾽ ἓν εὐγνωμονεῖν, ἀλλὰ πρὸς ἅπαντας τοὺς ὑπὲρ τοῦ δήμου λέγοντας ἀντιτάττεσθαι, ἡδέως ἂν πυθοίμην παρ᾽ αὐτῶν, ἐπὶ τῷ δυσχεραίνουσι τῶν ἀξιουμένων καὶ τί μέλλουσιν ὑμᾶς πείθειν· πότερα μηδεμίαν ποιεῖσθαι ζήτησιν, ἀλλ᾽ ὑπεριδεῖν ἔργον οὕτω μέγα καὶ μιαρὸν ἐπὶ τῷ δήμῳ συνιστάμενον; καὶ τίς ἂν τοὺς ταῦτα λέγοντας ὑγιαίνειν φήσειεν, ἀλλ᾽ οὐχὶ συνδιεφθάρθαι καὶ κοινωνεῖν τῆς συνωμοσίας, ἔπειτα ὑπὲρ αὑτῶν δεδιότας, ἵνα μὴ γένωνται καταφανεῖς, ἀποσπεύδειν τὴν τῆς ἀληθείας ἐξέτασιν; οἷς οὐκ ἂν δικαίως προσέχοιτε δήπου τὸν νοῦν. [4] ἢ τῆς διαγνώσεως τῶν μηνυομένων οὐχ ἡμᾶς εἶναι κυρίους ἀξιώσουσιν, ἀλλὰ τὴν βουλὴν καὶ τοὺς [p. 20] ὑπάτους; τί οὖν τὸ κωλύον ἔσται τὸ αὐτὸ τοῦτο καὶ τοὺς προεστηκότας τοῦ δήμου λέγειν, ἐάν τινες ἐκ τῶν δημοτικῶν ἐπὶ τοῖς ὑπάτοις καὶ τῇ βουλῇ συστάντες πράττωσι τὴν τοῦ συνεδρίου κατάλυσιν, ὅτι τὴν περὶ τῶν δημοτῶν ἐξέτασιν αὐτοὺς δίκαιόν ἐστι ποιεῖσθαι τοὺς ἀνειληφότας τὴν τοῦ δήμου φυλακήν; τί οὖν ἐκ τούτου συμβήσεται; μηδεμίαν πώποτε γενέσθαι ζήτησιν περὶ μηθενὸς πράγματος ἀπορρήτου. [5] ἀλλ᾽ οὔθ᾽ ἡμεῖς ἂν ταῦτ᾽ ἀξιώσαιμεν· ὕποπτος γὰρ ἡ φιλοτιμία· ὑμεῖς τ᾽ οὐκ ἂν ὀρθῶς ποιοῖτε τοῖς τὰ ὅμοια ἀξιοῦσι καθ᾽ ἡμῶν προσέχοντες τὸν νοῦν, ἀλλὰ κοινοὺς ἡγούμενοι τῆς πόλεως ἐχθρούς. οὐδενὸς μέντοιγε, ὦ βουλή, τοῖς πράγμασιν ὡς τάχους δεῖ. ὁ γὰρ κίνδυνος ὀξύς, καὶ ἡ μέλλησις τῆς ἀσφαλείας ἄωρος ἐν οὐ μέλλουσι δεινοῖς. ὥστ᾽ ἀφέντες τὸ φιλονεικεῖν καὶ λόγους διεξιέναι μακροὺς ψηφίσασθε ὅ τι ἂν δοκῇ κοινῇ συμφέρειν ἤδη. ;ΚΕΦΑΛΑΙΟΝ ΙΒ΄ [1] ταῦτ᾽ εἰπόντος αὐτοῦ πολλή τις ἔκπληξις κατέσχε τὸ συνέδριον καὶ ἀμηχανία· διελογίζοντό τε καὶ συνελάλουν ἀλλήλοις, ὡς χαλεπὸν ἑκάτερον ἦν, καὶ τὸ συγχωρεῖν τοῖς δημάρχοις ζητήσεις ἐφ᾽ ἑαυτῶν ποιεῖσθαι περὶ κοινοῦ καὶ μεγάλου πράγματος, καὶ τὸ μὴ συγχωρεῖν. ὑποπτεύσας δ᾽ αὐτῶν τὴν γνώμην ἀνέστη τῶν ὑπάτων ἅτερος, Γάιος Κλαύδιος καὶ [2] ἔλεξε τοιάδε· οὐ δέδοικα, Οὐεργίνιε, μή με ὑπολάβωσιν [p. 21] οὗτοι κοινωνὸν εἶναι τῆς συνωμοσίας, ἣν ἐφ᾽ ὑμῖν καὶ τῷ δήμῳ πράττεσθαι λέγετε, ἢ τὰ ὑπὲρ ἐμαυτοῦ δεδιότα ἢ τῶν ἐμῶν τινος ἐνόχου ταῖς αἰτίαις ὄντος ἀνεστάναι τἀναντία ὑμῖν ἐροῦντα· ὁ γὰρ βίος ἀπολύει με πάσης ὑποψίας τοιαύτης. ἃ δὲ νομίζω τῇ τε βουλῇ καὶ τῷ δήμῳ συμφέρειν, ἀπὸ τοῦ κρατίστου καὶ δίχα πάσης εὐλαβείας ἐρῶ. [3] πολλοῦ, μᾶλλον δὲ τοῦ παντὸς ἁμαρτάνειν δοκεῖ μοι Οὐεργίνιος, εἴ τινα ὑπείληφεν ἡμῶν ἐρεῖν, ἢ ὡς ἀνεξέταστον ἀφεῖσθαι δεῖ πρᾶγμα οὕτως ὂν μέγα καὶ ἀναγκαῖον, ἢ ὡς οὐ δεῖ κοινωνεῖν οὐδὲ παρεῖναι τῇ ζητήσει τοὺς ἀνειληφότας τὴν τοῦ δήμου ἀρχήν. οὐθεὶς οὔτε ἠλίθιός ἐστιν οὕτως οὔτε τῷ δήμῳ κακόνους, ὥστε ταῦτα λέγειν. [4] τί οὖν, εἴ τις ἔροιτό με, παθών, ἃ συγχωρῶ καί φημι δίκαια εἶναι, τούτοις ἀντιλέξων ἀνέστην, καὶ τί βούλεταί μου ὁ λόγος, ἐγὼ νὴ Δία φράσω πρὸς ὑμᾶς. παντὸς οἴομαι δεῖν πράγματος, ὦ βουλή, τὰς ἀρχὰς καὶ τὰς πρώτας ὑποθέσεις τοὺς εὖ φρονοῦντας ἀκριβῶς σκοπεῖν· οἷαι γὰρ ἂν αὗται τύχωσιν οὖσαι, τοιούτους ἀνάγκη γίνεσθαι καὶ τοὺς περὶ αὐτῶν λόγους. [5] φέρε δή, τίς ἡ τοῦδε τοῦ πράγματος ὑπόθεσίς ἐστι καὶ τί τὸ βούλευμα τῶν δημάρχων, ἀκούσατέ μου. οὐκ ἐνῆν τούτοις οὐδέν, ὧν ἐν τῷ παρελθόντι ἐνιαυτῷ πράττειν ἐπιβαλλόμενοι διεκωλύθησαν, ἐπιτελέσασθαι νῦν ὑμῶν τε ἐναντιουμένων αὐτοῖς ὡς πρότερον καὶ [p. 22] τοῦ δήμου μηκέθ᾽ ὁμοίως συναγωνιζομένου. συνιδόντες δὴ τοῦτο ἐσκόπουν, ὅπως ἂν ὑμεῖς τ᾽ ἀναγκασθείητε παρὰ γνώμην αὐτοῖς εἶξαι, καὶ ὁ δῆμος ἅπαντα ὅσ᾽ [6] ἂν ἀξιῶσι συμπράττειν. ἀληθῆ μὲν οὖν καὶ δικαίαν ὑπόθεσιν οὐδεμίαν εὕρισκον, δι᾽ ἧς ἑκάτερον τούτοις ἔσται, πολλὰ δὲ βουλεύματα πειράζοντες καὶ στρέφοντες ἄνω καὶ κάτω τὸ πρᾶγμα τελευτῶντες ἐπὶ τοιοῦτον δή τινα λογισμὸν ἦλθον· αἰτιασώμεθα συνίστασθαί τινας ἐκ τῶν ἐπιφανῶν ἐπὶ καταλύσει τοῦ δήμου, καὶ σφάττειν διεγνωκέναι τοὺς παρέχοντας αὐτῷ τὸ ἀσφαλές. [7] καὶ ταῦτα ἐκ πολλοῦ παρασκευάσαντες λέγεσθαι κατὰ τὴν πόλιν, ὅταν ἤδη πιστὰ εἶναι τοῖς πολλοῖς δόξῃ — δόξει δὲ διὰ τὸ δέος — ἐπιστολὰς μηχανησώμεθα πολλῶν παρόντων ἡμῖν ὑπ᾽ ἀνδρὸς ἀγνῶτος ἀναδοθῆναι· ἔπειτ᾽ ἐλθόντες ἐπὶ τὸ συνέδριον ἀγανακτῶμέν τε καὶ σχετλιάζωμεν καὶ τοῦ ζητεῖν τὰ προσηγγελμένα αἰτῶμεν τὴν ἐξουσίαν. [8] ἐάν τε γὰρ ἀντιλέγωσιν ἡμῖν οἱ πατρίκιοι, ταύτην ληψόμεθα τοῦ διαβαλεῖν αὐτοὺς πρὸς τὸν δῆμον ἀφορμήν, καὶ οὕτως ἅπαν τὸ δημοτικὸν ἠγριωμένον αὐτοῖς ἕτοιμον ἡμῖν εἰς ἃ βουλόμεθα ὑπάρξει· ἐάν τε συγχωρῶσι, τοὺς γενναιοτάτους ἐξ αὐτῶν καὶ πλεῖστα ἡμῖν ἐναντιωθέντας πρεσβυτέρους τε καὶ νέους ἐλαύνωμεν, ὡς εὑρηκότες ταῖς αἰτίαις ἐνόχους. [9] ἐκεῖνοι δὲ ἄρα τὰς καταγνώσεις δεδιότες ἢ συμβήσονται πρὸς ἡμᾶς ἐπὶ τῷ μηθὲν ἔτι ἀντιπράττειν ἢ καταλιπεῖν ἀναγκασθήσονται τὴν πόλιν. ἐκ δὲ τούτου πολλὴν ποιήσομεν ἐρημίαν τοῦ ἀντιπάλου. [p. 23] ;ΚΕΦΑΛΑΙΟΝ ΙΓ΄ [1] ταῦτα τὰ βουλεύματα ἦν αὐτῶν, ὦ βουλή, καὶ τὸν μεταξὺ χρόνον ὃν ἑωρᾶτε συνεδρεύοντας αὐτούς, οὗτος ὁ δόλος ὑπ᾽ αὐτῶν ὑφαίνετο ἐπὶ τοῖς ἀρίστοις ὑμῶν, καὶ τοῦτο τὸ δίκτυον κατὰ τῶν εὐγενεστάτων ἱππέων ἐπλέκετο. καὶ ὅτι ἀληθῆ ταῦτ᾽ [2] ἐστί, βραχέος μοι πάνυ δεῖ λόγου. φέρε γὰρ εἴπατέ μοι, Οὐεργίνιε, οἱ τὰ δεινὰ πεισόμενοι, παρὰ τίνων ἐδέξασθε τὰ γράμματα ξένων; τῶν ποῦ κατοικούντων, ἢ πόθεν ὑμᾶς εἰδότων, ἢ πῶς τἀνθάδε συνεδρευόμενα ἐπισταμένων; τί ἀναβάλλεσθε καὶ μετὰ ταῦτ᾽ ἐρεῖν αὐτοὺς ὑπισχνεῖσθε, ἀλλ᾽ οὐ πάλαι λέγετε; τίς δ᾽ ὁ τὰ γράμματα κομίσας ὑμῖν ἀνήρ ἐστι; τί οὐ κατάγετε αὐτὸν εἰς μέσον, ἵν᾽ ἀπ᾽ ἐκείνου πρῶτον ἀρξώμεθα ζητεῖν, εἴτε ἀληθῆ ταῦτ᾽ ἐστίν, εἴτε ὡς ἐγώ φημι πλάσματα ὑμέτερα; [3] αἱ δὲ δὴ συνᾴδουσαι τοῖς ξενικοῖς γράμμασι μηνύσεις παρὰ τῶν ἐνθάδε τίνες τ᾽ εἰσὶ καὶ ὑπὸ τίνων γενόμεναι; τί κρύπτετε τὰς πίστεις, ἀλλ᾽ οὐκ εἰς τὸ ἐμφανὲς ἄγετε; ἀλλ᾽ οἶμαι τῶν μήτε γενομένων μήτε ἐσομένων ἀδύνατον εὑρεθῆναι πίστιν. [4] ταῦτ᾽ ἐστίν, ὦ βουλή, μηνύματα οὐ κατὰ τούτων συνωμοσίας, ἀλλὰ καθ᾽ ὑμῶν δόλου καὶ πονηρᾶς γνώμης, ᾗ κέχρηνται κρύψαντες οὗτοι· τὰ γὰρ πράγματα αὐτὰ βοᾷ. αἴτιοι δ᾽ ὑμεῖς οἱ τὰ πρῶτα ἐπιτρέψαντες αὐτοῖς καὶ τὸ ἀνόητον τῆς ἀρχῆς μεγάλῃ καθοπλίσαντες ἐξουσίᾳ, ὅτε Κοίντιον Καίσωνα τῷ παρελθόντι ἐνιαυτῷ [p. 24] κρίνειν ἐπ᾽ αἰτίαις ψευδέσιν εἰάσατε, καὶ τοσοῦτον φύλακα τῆς ἀριστοκρατίας ἀναρπαζόμενον ὑπ᾽ αὐτῶν περιείδετε. τοιγαροῦν οὐκέτι μετριάζουσιν οὐδὲ καθ᾽ ἕνα τῶν εὐγενῶν περικόπτουσιν, ἀλλ᾽ ἀθρόους ἤδη περιβαλόντες τοὺς ἀγαθοὺς ἐλαύνουσιν ἐκ τῆς πόλεως· [5] καὶ πρὸς τοῖς ἄλλοις κακοῖς οὐδ᾽ ἀντειπεῖν αὐτοῖς ἀξιοῦσιν οὐθένα ὑμῶν, ἀλλ᾽ εἰς ὑποψίας καὶ διαβολὰς ἄγοντες ὡς κοινωνοῦντα τῶν ἀπορρήτων δεδίττονται καὶ μισόδημον εὐθὺς εἶναί φασι, καὶ προλέγουσιν ἥκειν ἐπὶ τὸν δῆμον ὑφέξοντα τῶν ἐνθάδε ῥηθέντων δίκας. [6] ἀλλ᾽ ὑπὲρ μὲν τούτων ἕτερος ἔσται καιρὸς ἐπιτηδειότερος τοῖς λόγοις, νυνὶ δὲ συντεμῶ τὸν λόγον καὶ παύσομαι τὰ πλείω διατεινόμενος· φυλάττεσθαι ὑμῖν παραινῶ τούσδε τοὺς ἄνδρας ὡς συνταράττοντας τὴν πόλιν καὶ μεγάλων ἐκφέροντας ἀρχὰς κακῶν καὶ οὐκ ἐνθάδε μὲν ταῦτα λέγω, πρὸς δὲ τὸν δῆμον ἀποκρύψομαι, ἀλλὰ κἀκεῖ παρρησίᾳ δικαίᾳ χρήσομαι, διδάσκων ὡς οὐδὲν αὐτοῖς ἐπικρέμαται δεινόν, ὅτι μὴ κακοὶ καὶ δόλιοι προστάται πολεμίων ἔργα ἐν προσποιήματι φίλων διαπραττόμενοι. [7] ταῦτ᾽ εἰπόντος τοῦ ὑπάτου κραυγή τε καὶ πολὺς ἔπαινος ἐκ τῶν παρόντων ἐγένετο, καὶ οὐδὲ λόγου τοῖς δημάρχοις ἔτι μεταδόντες διέλυσαν τὸν σύλλογον. ἔπειθ᾽ ὁ μὲν Οὐεργίνιος ἐκκλησίαν συναγαγὼν κατηγόρει τῆς τε βουλῆς καὶ τῶν ὑπάτων, ὁ δὲ Κλαύδιος ἀπελογεῖτο [p. 25] τοὺς αὐτοὺς λόγους διεξιών, οὓς εἶπεν ἐπὶ τῆς βουλῆς. οἱ μὲν οὖν ἐπιεικέστεροι τῶν δημοτικῶν κενὸν ὑπώπτευον εἶναι τὸν φόβον, οἱ δ᾽ εὐηθέστεροι πιστεύοντες ταῖς φήμαις ἀληθῆ· ὅσοι δὲ κακοήθεις ἦσαν ἐν αὐτοῖς καὶ μεταβολῆς ἀεὶ δεόμενοι, τοῦ μὲν ἐξετάζειν τἀληθὲς ἢ ψεῦδος οὐκ εἶχον πρόνοιαν, ἀφορμὴν δὲ διχοστασίας ἐζήτουν καὶ θορύβου. ;ΚΕΦΑΛΑΙΟΝ ΙΔ΄ [1] ἐν τοιαύτῃ δὲ ταραχῇ τῆς πόλεως οὔσης ἀνήρ τις ἐκ τοῦ Σαβίνων ἔθνους πατέρων τε οὐκ ἀφανῶν καὶ χρήμασι δυνατός, Ἄππιος Ἑρδώνιος ὄνομα, καταλῦσαι τὴν Ῥωμαίων ἡγεμονίαν ἐπεβάλετο εἴθ᾽ ἑαυτῷ τυραννίδα κατασκευαζόμενος εἴτε τῷ Σαβίνων ἔθνει πράττων ἀρχὴν καὶ κράτος εἴτ᾽ ὀνόματος ἀξιωθῆναι βουλόμενος μεγάλου. κοινωσάμενος δὲ πολλοῖς τῶν φίλων ἣν εἶχε διάνοιαν καὶ τὸν τρόπον τῆς ἐπιχειρήσεως ἀφηγησάμενος, ἐπειδὴ κἀκείνοις ἐδόκει συνήθροιζε τοὺς πελάτας καὶ τῶν θεραπόντων οὓς εἶχεν εὐτολμοτάτους· καὶ δι᾽ ὀλίγου χρόνου συγκροτήσας δύναμιν ἀνδρῶν τετρακισχιλίων μάλιστα, ὅπλα τε καὶ τροφὰς καὶ τἆλλα ὅσων δεῖ πολέμῳ πάντα εὐτρεπισάμενος, [2] εἰς σκάφας ποταμηγοὺς ἐνεβάλετο. πλεύσας δὲ διὰ τοῦ Τεβέριος ποταμοῦ προσέσχε τῆς Ῥώμης κατὰ τοῦτο τὸ χωρίον, ἔνθα τὸ Καπιτώλιόν ἐστιν οὐδ᾽ ὅλον στάδιον ἀπέχον τοῦ ποταμοῦ. ἦσαν δὲ μέσαι τηνικαῦτα νύκτες, καὶ πολλὴ καθ᾽ ὅλην τὴν πόλιν ἡσυχία, ἣν συνεργὸν λαβὼν ἐξεβίβασε τοὺς ἄνδρας κατὰ σπουδὴν καὶ διὰ τῶν ἀκλείστων πυλῶν· [p. 26] εἰσὶ γάρ τινες ἱεραὶ πύλαι τοῦ Καπιτωλίου κατά τι θέσφατον ἀνειμέναι, Καρμεντίδας αὐτὰς καλοῦσιν· ἀναβιβάσας τὴν δύναμιν εἶχε τὸ φρούριον. ἐκεῖθεν δ᾽ ἐπὶ τὴν ἄκραν ὠσάμενος, — ἔστι δὲ τῷ Καπιτωλίῳ [3] προσεχής, — κἀκείνης ἐγεγόνει κύριος. ἦν δὲ αὐτοῦ γνώμη μετὰ τὸ κρατῆσαι τῶν ἐπικαιροτάτων τόπων τούς τε φυγάδας εἰσδέχεσθαι καὶ τοὺς δούλους εἰς ἐλευθερίαν καλεῖν καὶ χρεῶν ἄφεσιν ὑπισχνεῖσθαι τοῖς ἀπόροις τούς τε ἄλλους πολίτας, οἳ ταπεινὰ πράττοντες διὰ φθόνου καὶ μίσους εἶχον τὰς ὑπεροχὰς καὶ μεταβολῆς ἄσμενοι ἂν ἐλάβοντο, κοινωνοὺς ποιεῖσθαι τῶν ὠφελειῶν. ἡ δὲ θαρρεῖν τε αὐτὸν ἐπαγομένη καὶ πλανῶσα ἐλπίς, ὡς οὐθενὸς ἀτυχήσοντα τῶν προσδοκωμένων, ἡ πολιτικὴ στάσις ἦν, δι᾽ ἣν οὔτε φιλίαν οὔτε κοινωνίαν οὐδεμίαν ὑπελάμβανε τῷ δήμῳ πρὸς τοὺς πατρικίους ἔτι γενήσεσθαι. [4] ἐὰν δὲ ἄρα μηθὲν αὐτῷ τούτων κατὰ νοῦν χωρῇ, τηνικαῦτα Σαβίνους τε πανστρατιᾷ καλεῖν ἐδέδοκτο καὶ Οὐολούσκους καὶ τῶν ἄλλων πλησιοχώρων ὅσοις ἂν ᾖ βουλομένοις ἀπηλλάχθαι τῆς Ῥωμαίων ἐπιφθόνου ἀρχῆς. ;ΚΕΦΑΛΑΙΟΝ ΙΕ΄ [1] συνέβη δὲ αὐτῷ πάντων διαμαρτεῖν ὧν ἤλπισεν οὔτε δούλων αὐτομολησάντων πρὸς αὐτὸν οὔτε φυγάδων κατελθόντων οὔτε ἀτίμων καὶ καταχρέων τὸ ἴδιον κέρδος ἀντὶ τοῦ κοινῇ συμφέροντος ἀλλαξαμένων, τῆς τε ἔξωθεν ἐπικουρίας οὐ λαβούσης χρόνον ἱκανὸν εἰς παρασκευὴν τοῦ πολέμου· τρισὶ γὰρ ἢ τέτταρσι ταῖς πρώταις ἡμέραις τέλος εἰλήφει τὰ πράγματα [p. 27] μέγα δέος καὶ πολλὴν ταραχὴν Ῥωμαίοις παρασχόντα. [2] ἐπεὶ γὰρ ἑάλω τὰ φρούρια, κραυγῆς ἄφνω γενομένης καὶ φυγῆς τῶν περὶ ἐκείνους οἰκούντων τοὺς τόπους, ὅσοι μὴ παραχρῆμα ἐσφάγησαν, ἀγνοοῦντες οἱ πολλοὶ τὸ δεινὸν ὅ τι ποτ᾽ ἦν ἁρπάσαντες τὰ ὅπλα συνέτρεχον, οἱ μὲν ἐπὶ τὰ μετέωρα χωρία τῆς πόλεως, οἱ δ᾽ εἰς τοὺς ἀναπεπταμένους αὐτῆς τόπους πολλοὺς σφόδρα ὄντας, οἱ δ᾽ εἰς τὰ παρακείμενα πεδία· ὅσοι δ᾽ ἡλικίας ἐν τῷ παρηκμακότι ἦσαν καὶ ῥώμης σώματος ἐν τῷ ἀδυνάτῳ, τὰ τέγη τῶν οἰκιῶν κατεῖχον ἅμα γυναιξὶν ὡς ἀπὸ τούτων ἀγωνιούμενοι πρὸς τοὺς εἰσεληλυθότας· ἅπαντα γὰρ αὐτοῖς ἐδόκει μεστὰ εἶναι πολέμου. [3] ἡμέρας δὲ γενομένης ὡς ἐγνώσθη τὰ κεκρατημένα τῆς πόλεως φρούρια καὶ ὅστις ἦν ὁ κατέχων ἀνὴρ τοὺς τόπους, οἱ μὲν ὕπατοι προελθόντες εἰς τὴν ἀγορὰν ἐκάλουν τοὺς πολίτας ἐπὶ τὰ ὅπλα, οἱ δὲ δήμαρχοι προσκαλεσάμενοι τὸν δῆμον εἰς ἐκκλησίαν ἔλεγον, ὅτι τῷ μὲν συμφέροντι τῆς πόλεως οὐδὲν ἀξιοῦσι πράττειν ἐναντίον, δίκαιον δὲ ὑπολαμβάνουσιν εἶναι τηλικοῦτον ἀγῶνα μέλλοντα τὸν δῆμον ὑπομένειν ἐπὶ ῥητοῖς τισι καὶ διωρισμένοις ἐπὶ τὸ [4] κινδύνευμα χωρεῖν. εἰ μὲν οὖν, ἔφασαν λέγοντες, ὑπισχνοῦνταί τε ὑμῖν οἱ πατρίκιοι καὶ πίστεις βούλονται δοῦναι τὰς ἐπὶ θεῶν, ὅτι καταλυθέντος τοῦδε τοῦ πολέμου συγχωρήσουσιν ὑμῖν ἀποδεῖξαι νομοθέτας καὶ τὸν λοιπὸν χρόνον ἐν ἰσηγορίᾳ πολιτεύεσθαι, συνελευθερῶμεν αὐτοῖς τὴν πατρίδα· εἰ δὲ οὐθὲν ἀξιοῦσι [p. 28] ποιεῖν τῶν μετρίων, τί κινδυνεύομεν καὶ τὰς ψυχὰς ὑπὲρ αὐτῶν προιέμεθα μηθενὸς ἀγαθοῦ μέλλοντες ἀπολαύσεσθαι; [5] ταῦτα λεγόντων αὐτῶν καὶ τοῦ δήμου πειθομένου καὶ μηδὲ φωνὴν ὑπομένοντος ἀκούειν τῶν ἄλλο τι παραινούντων ὁ μὲν Κλαύδιος οὐθὲν ἠξίου δεῖσθαι τοιαύτης συμμαχίας, ἥτις οὐχ ἑκούσιος, ἀλλ᾽ ἐπὶ μισθῷ καὶ οὐδὲ τούτῳ μετρίῳ βοηθεῖν βούλεται τῇ πατρίδι, ἀλλ᾽ αὐτοὺς ἔφη τοὺς πατρικίους ἑαυτῶν σώμασι καὶ τῶν συνόντων αὐτοῖς πελατῶν ὁπλισαμένους, καὶ εἴ τι ἄλλο πλῆθος ἐθελούσιον αὐτοῖς συναρεῖται τοῦ πολέμου, μετὰ τούτων πολιορκεῖν τὰ φρούρια· ἐὰν δὲ μηδ᾽ οὕτως ἀξιόχρεως ἡ δύναμις αὐτοῖς εἶναι δοκῇ, Λατίνους τε καὶ Ἕρνικας παρακαλεῖν, ἐὰν δ᾽ ἀνάγκη, καὶ δούλοις ἐλευθερίαν ὑπισχνεῖσθαι καὶ πάντας μᾶλλον ἢ τοὺς ἐπὶ τοιούτων καιρῶν μνησικακοῦντας σφίσι παρακαλεῖν. [6] ὁ δ᾽ ἕτερος τῶν ὑπάτων Οὐαλέριος ἀντέλεγε πρὸς ταῦτα οὐκ οἰόμενος δεῖν ἠρεθισμένον τὸ δημοτικὸν ἐκπολεμῶσαι τελέως τοῖς πατρικίοις, εἶξαί τε συνεβούλευε τῷ καιρῷ καὶ πρὸς μὲν τοὺς ἔξωθεν πολεμίους τά γε δίκαια ἀντιτάττειν, πρὸς δὲ τὰς πολιτικὰς διατριβὰς τὰ μέτρια καὶ εὐγνώμονα. [7] ἐπειδὴ δὲ τοῖς πλείοσι τῶν ἐν τῷ συνεδρίῳ τὰ κράτιστα ἐδόκει λέγειν, προελθὼν εἰς τὴν ἐκκλησίαν καὶ λόγον εὐπρεπῆ διεξελθὼν τελευτῶν τῆς δημηγορίας [p. 29] ὤμοσεν, ἐὰν ὁ δῆμος συνάρηται μετὰ προθυμίας τοῦ πολέμου καὶ καταστῇ τὰ πράγματα τῆς πόλεως, συγχωρήσειν τοῖς δημάρχοις προθεῖναι τῷ πλήθει τὴν περὶ τοῦ νόμου διάγνωσιν, ὃν εἰσέφερον ὑπὲρ τῆς ἰσονομίας, καὶ σπουδάσειν, ὅπως ἐπὶ τῆς ἑαυτοῦ ἀρχῆς ἐπὶ τέλος ἀχθῇ τὰ δόξαντα τῷ δήμῳ. ἦν δὲ ἄρα οὐθὲν αὐτῷ πεπρωμένον ἐπιτελέσαι τῶν ὁμολογηθέντων πλησίον οὔσης τῆς τοῦ θανάτου μοίρας. ;ΚΕΦΑΛΑΙΟΝ ΙΣΤ΄ [1] λυθείσης δὲ τῆς ἐκκλησίας περὶ δείλην ὀψίαν συνέρρεον ἐπὶ τοὺς ἀποδειχθέντας ἕκαστοι τόπους, ἀπογραφόμενοί τε πρὸς τοὺς ἡγεμόνας τὰ ὀνόματα καὶ τὸν στρατιωτικὸν ὀμνύντες ὅρκον. ἐκείνην μὲν οὖν τὴν ἡμέραν καὶ τὴν ἐπιοῦσαν νύκτα ὅλην ἀμφὶ ταῦτα ἦσαν, τῇ δ᾽ ἑξῆς ἡμέρᾳ λοχαγοί τε προσενέμοντο ὑπὸ τῶν ὑπάτων καὶ ἐπὶ τὰς ἱερὰς ἐτάττοντο σημείας συνεπιρρέοντος καὶ τοῦ κατ᾽ ἀγροὺς διατρίβοντος ὄχλου. [2] γενομένων δὲ διὰ τάχους πάντων εὐτρεπῶν μερισάμενοι τὰς δυνάμεις οἱ ὕπατοι κλήρῳ διείλοντο τὰς ἀρχάς. Κλαυδίῳ μὲν οὖν ὁ κλῆρος ἀπέδωκε τὰ πρὸ τῶν τειχῶν διὰ φυλακῆς ἔχειν, μή τις ἔξωθεν ἐπέλθῃ στρατιὰ τοῖς ἔνδον ἐπίκουρος· ὑποψία γὰρ ἅπαντας κατεῖχε μεγάλης σφόδρα κινήσεως, καὶ τὸ ἀντίπαλον ἅπαν ὡς ὁμοῦ συνεπιθησόμενον σφίσιν ἐφοβοῦντο· Οὐαλερίῳ δὲ τὰ φρούρια πολιορκεῖν ὁ δαίμων ἐφῆκεν. [3] ἐτάχθησαν δὲ καὶ ἐπὶ τοῖς ἄλλοις ἐρύμασιν ἡγεμόνες ὅσα τῆς πόλεως ἐντὸς [p. 30] ἦν καθέξοντες, καὶ κατὰ τὰς ἐπὶ τὸ Καπιτώλιον ἀγούσας ὁδοὺς ἕτεροι κωλύσεως ἕνεκεν τῶν ἀποστησομένων πρὸς τοὺς πολεμίους δούλων τε καὶ ἀπόρων, οὓς παντὸς μάλιστα ἐφοβοῦντο. ἐπικουρικὸν δὲ αὐτοῖς οὐδὲν ἔφθασε παρὰ τῶν συμμάχων ἀφικόμενον, ὅτι μὴ παρὰ Τυσκλάνων μόνον ἐν μιᾷ νυκτὶ ἀκουσάντων τε καὶ παρασκευασαμένων, οὓς ἦγε Λεύκιος Μαμίλιος, ἀνὴρ δραστήριος, ἔχων τὴν μεγίστην ἐν τῇ πόλει τότε ἀρχήν· καὶ συνεκινδύνευον οὗτοι τῷ Οὐαλερίῳ μόνοι καὶ συνεξεῖλον τὰ φρούρια πᾶσαν εὔνοιαν καὶ προθυμίαν ἀποδειξάμενοι. [4] ἐγένετο δ᾽ ἡ προσβολὴ τοῖς φρουρίοις πανταχόθεν· οἱ μὲν γὰρ ἀπὸ τῶν πλησίον οἰκιῶν ἀσφάλτου καὶ πίσσης πεπυρωμένης ἀγγεῖα σφενδόναις ἐναρμόττοντες ἐπέβαλλον ὑπὲρ τὸν λόφον· οἱ δὲ συμφοροῦντες αὐτῶν φακέλλους φρυγάνων καὶ παρὰ τοῖς ἀποτόμοις τῆς πέτρας βωμοὺς ἐγείροντες ὑψηλοὺς ὑφῆπτον ἀνέμῳ παραδιδόντες τὰς φλόγας ἐπιφόρῳ. ὅσοι δ᾽ ἦσαν ἀνδρειότατοι, πυκνώσαντες τοὺς λόχους ἐχώρουν ἄνω κατὰ [5] τὰς χειροποιήτους ὁδούς. ἦν δ᾽ αὐτοῖς οὔτε τοῦ πλήθους, ᾧ παρὰ πολὺ τῶν ἀντιπάλων προεῖχον, ὄφελος οὐθὲν διὰ στενῆς ἀνιοῦσιν ὁδοῦ καὶ πληθούσης προβόλων ἄνωθεν ἐπικαταραττομένων, ἔνθα συνεξισωθήσεσθαι ἔμελλε τῷ πολλῷ τὸ ὀλίγον· οὔτε τῆς παρὰ τὰ δεινὰ ὑπομονῆς, ἣν πολλοῖς % καταστήσαντες πολέμοις [p. 31] εἶχον, οὐδεμία ὄνησις πρὸς ὀρθίους βιαζομένοις σκοπάς. οὐ γὰρ συστάδην μαχομένους ἔδει τὸ εὔτολμον καὶ καρτερικὸν ἀποδείξασθαι, ἀλλ᾽ ἑκηβόλοις χρῆσθαι μάχαις. [6] ἦσαν δὲ τῶν μὲν κάτωθεν ἐπὶ τὰ μετέωρα βαλλομένων βραδεῖαί τε καὶ ἀσθενεῖς, εἰ καὶ τύχοιεν, ὥσπερ εἰκός, αἱ πληγαί· τῶν δ᾽ ἀφ᾽ ὕψους κάτω ῥιπτουμένων ὀξεῖαι καὶ καρτεραὶ συνεργούντων τοῖς βλήμασι καὶ τῶν ἰδίων βαρῶν. οὐ μὴν ἔκαμνόν γε οἱ προσβάλλοντες τοῖς ἐρύμασιν, ἀλλὰ διεκαρτέρουν ἀναγκοφαγοῦντες τὰ δεινὰ οὔτε ἡμέρας οὔτε νυκτὸς ἀναπαυόμενοι τῶν πόνων. τέλος δ᾽ οὖν ὑπολιπόντων τοὺς πολιορκουμένους τῶν βελῶν καὶ τῶν σωμάτων ἐξαδυνατούντων τρίτῃ τὰ φρούρια ἐξεπολιόρκησαν ἡμέρᾳ. [7] ἐν ταύτῃ τῇ μάχῃ πολλοὺς Ῥωμαῖοι καὶ ἀγαθοὺς ἄνδρας ἀπέβαλον, κράτιστον δέ, ὥσπερ πρὸς ἁπάντων ὡμολόγητο, τὸν ὕπατον· ὃς οὐκ ὀλίγα τραύματα λαβὼν οὐδ᾽ ὣς ἀφίστατο τῶν δεινῶν, ἕως ἐπικαταραγεὶς αὐτῷ πέτρος ὑπερμεγέθης ἐπιβαίνοντι τοῦ περιτειχίσματος ἅμα τήν τε νίκην αὐτὸν ἀφείλετο καὶ τὴν ψυχήν. ἁλισκομένων δὲ τῶν φρουρίων ὁ μὲν Ἑρδώνιος — ἦν γὰρ καὶ ῥώμῃ σώματος διάφορος καὶ κατὰ χεῖρα γενναῖος — ἄπιστόν τι χρῆμα περὶ αὑτὸν ποιήσας νεκρῶν ὑπὸ πλήθους βελῶν ἀποθνήσκει, τῶν δὲ σὺν αὐτῷ τὰ φρούρια καταλαβομένων ὀλίγοι μέν τινες ζῶντες ἑάλωσαν, οἱ δὲ πλείους σφάττοντες [p. 32] ἑαυτοὺς ἢ κατὰ τῶν κρημνῶν ὠθοῦντες διεφθάρησαν. ;ΚΕΦΑΛΑΙΟΝ ΙΖ΄ [1] τοῦτο τὸ τέλος λαβόντος τοῦ λῃστρικοῦ πολέμου τὴν πολιτικὴν πάλιν ἀνερρίπιζον οἱ δήμαρχοι στάσιν ἀξιοῦντες ἀπολαβεῖν παρὰ τοῦ περιόντος ὑπάτου τὰς ὑποσχέσεις, ἃς ἐποιήσατο πρὸς αὐτοὺς ὁ τεθνηκὼς ἐν τῇ μάχῃ Οὐαλέριος ὑπὲρ τῆς εἰσφορᾶς τοῦ νόμου. ὁ δὲ Κλαύδιος μέχρι μέν τινος παρεῖλκε τὸν χρόνον τοτὲ μὲν καθαρμοὺς τῆς πόλεως ἐπιτελῶν, τοτὲ δὲ θυσίας τοῖς θεοῖς χαριστηρίους ἀποδιδούς, τοτὲ δ᾽ ἀγῶσι καὶ θέαις ἀναλαμβάνων τὸ πλῆθος εἰς εὐπαθείας. [2] ὡς δ᾽ αἱ σκήψεις αὐτῷ πᾶσαι κατανάλωντο, τελευτῶν ἔφη δεῖν εἰς τὸν τοῦ τεθνηκότος ὑπάτου τόπον ἕτερον ἀποδειχθῆναι. τὰ μὲν γὰρ ὑφ᾽ ἑαυτοῦ μόνου πραχθέντα οὔτε νόμιμα οὔτε βέβαια ἔσεσθαι, τὰ δ᾽ ὑπ᾽ ἀμφοῖν ἔννομά τε καὶ κύρια. ταύτῃ διακρουσάμενος αὐτοὺς τῇ προφάσει προεῖπεν ἀρχαιρεσίων ἡμέραν, ἐν ᾗ τὸν συνάρχοντα ἔμελλεν ἀποδείξειν. ἐν δὲ τῷ μεταξὺ χρόνῳ δι᾽ ἀπορρήτων βουλευμάτων οἱ προεστηκότες τοῦ συνεδρίου συνέθεντο κατὰ σφᾶς αὐτούς, ὅτῳ παραδώσουσι τὴν ἀρχήν. [3] καὶ ἐπειδὴ ὁ τῶν ἀρχαιρεσίων ἐνέστη χρόνος, καὶ ὁ κῆρυξ τὴν πρώτην τάξιν ἐκάλεσεν, εἰσελθόντες εἰς τὸν ἀποδειχθέντα τόπον οἵ τ᾽ ὀκτωκαίδεκα λόχοι τῶν ἱππέων καὶ οἱ τῶν πεζῶν ὀγδοήκοντα τῶν τὸ μέγιστον τίμημα ἐχόντων Λεύκιον Κοίντιον Κικιννᾶτον ἀποδεικνύουσιν ὕπατον, οὗ τὸν υἱὸν Καίσωνα Κοίντιον εἰς ἀγῶνα θανάτου καταστήσαντες οἱ δήμαρχοι τὴν πόλιν ἠνάγκασαν [p. 33] ἐκλιπεῖν· καὶ οὐδεμιᾶς ἔτι κληθείσης ἐπὶ τὴν ψηφοφορίαν τάξεως — τρισὶ γὰρ ἦσαν λόχοις πλείους οἱ διενέγκαντες τὴν ψῆφον λόχοι τῶν ὑπολειπομένων — ὁ μὲν δῆμος ἀπῄει συμφορὰν βαρεῖαν ἡγούμενος, ὅτι μισῶν αὐτοὺς ἀνὴρ ἐξουσίας ὑπατικῆς ἔσται κύριος, ἡ βουλὴ δὲ ἔπεμπε τοὺς παραληψομένους τὸν ὕπατον καὶ ἄξοντας ἐπὶ τὴν ἀρχήν. [4] ἔτυχε δὲ τηνικαῦτα ὁ Κοίντιος ἄρουράν τινα ὑπεργαζόμενος εἰς σποράν, αὐτὸς ἀκολουθῶν τοῖς σχίζουσι τὴν νειὸν βοιδίοις ἀχίτων, περιζωμάτιον ἔχων καὶ ἐπὶ τῇ κεφαλῇ πῖλον. ἰδὼν δὲ πλῆθος ἀνθρώπων εἰς τὸ χωρίον εἰσιόντων τό τε ἄροτρον ἐπέσχε καὶ πολὺν ἠπόρει χρόνον, οἵτινές τε εἶεν καὶ τίνος δεόμενοι πρὸς αὐτὸν ἥκοιεν· ἔπειτα προσδραμόντος τινὸς καὶ κελεύσαντος κοσμιώτερον ἑαυτὸν ποιῆσαι παρελθὼν εἰς τὴν καλύβη καὶ [5] ἀμφιεσάμενος προῆλθεν. οἱ δ᾽ ἐπὶ τὴν παράληψιν αὐτοῦ παρόντες ἠσπάσαντό τε ἅπαντες οὐκ ἐκ τοῦ ὀνόματος, ἀλλ᾽ ὕπατον καὶ τὴν περιπόρφυρον ἐσθῆτα περιέθεσαν τούς τε πελέκεις καὶ τἆλλα παράσημα τῆς ἀρχῆς παραστήσαντες ἀκολουθεῖν εἰς τὴν πόλιν ἠξίουν. κἀκεῖνος μικρὸν ἐπισχὼν καὶ δακρύσας τοσοῦτον εἶπεν· ἄσπορον ἄρα μοι τὸ χωρίον ἔσται τοῦτον τὸν ἐνιαυτόν, καὶ κινδυνεύσομεν οὐχ ἕξειν, πόθεν διατραφῶμεν. ἔπειτ᾽ ἀσπασάμενος τὴν γυναῖκα καὶ τῶν ἔνδον ἐπιμελεῖσθαι παραγγείλας ᾤχετο εἰς τὴν πόλιν. [6] ταῦτα δὲ οὐχ ἑτέρου τινὸς χάριν εἰπεῖν προήχθην, ἀλλ᾽ ἵνα φανερὸν γένηται πᾶσιν, οἷοι τότε ἦσαν οἱ τῆς [p. 34] Ῥωμαίων πόλεως προεστηκότες, ὡς αὐτουργοὶ καὶ σώφρονες καὶ πενίαν δικαίαν οὐ βαρυνόμενοι καὶ βασιλικὰς οὐ διώκοντες ἐξουσίας, ἀλλὰ καὶ διδομένας ἀναινόμενοι· φανήσονται γὰρ οὐδὲ κατὰ μικρὸν ἐοικότες ἐκείνοις οἱ νῦν, ἀλλὰ τἀναντία πάντα ἐπιτηδεύοντες, πλὴν πάνυ ὀλίγων, δι᾽ οὓς ἕστηκεν ἔτι τὸ τῆς πόλεως ἀξίωμα καὶ τὸ σώζειν τὴν πρὸς ἐκείνους τοὺς ἄνδρας ὁμοιότητα. ἀλλὰ περὶ μὲν τούτων ἅλις. ;ΚΕΦΑΛΑΙΟΝ ΙΗ΄ [1] ὁ δὲ Κοίντιος παραλαβὼν τὴν ὑπατείαν πρῶτον μὲν ἔπαυσε τοὺς δημάρχους τῶν καινῶν πολιτευμάτων καὶ τῆς ἐπὶ τῷ νόμῳ σπουδῆς προειπών, ὡς εἰ μὴ παύσονται ταράττοντες τὴν πόλιν ἀπάξει Ῥωμαίους ἅπαντας ἐκ τῆς πόλεως στρατείαν κατὰ [2] Οὐολούσκων παραγγείλας. ἐπεὶ δὲ κωλύσειν αὐτὸν ἔλεγον οἱ δήμαρχοι στρατοῦ ποιεῖσθαι καταγραφήν, συναγαγὼν τὸ πλῆθος εἰς ἐκκλησίαν εἶπεν, ὅτι πάντες ὀμωμόκασι τὸν στρατιωτικὸν ὅρκον, ἀκολουθήσειν τοῖς ὑπάτοις ἐφ᾽ οὓς ἂν καλῶνται πολέμους, καὶ μήτε ἀπολείψειν τὰ σημεῖα μήτε ἄλλο πράξειν μηθὲν ἐναντίον τῷ νόμῳ· παραλαβὼν δὲ τὴν ὑπατικὴν ἐξουσίαν αὐτὸς ἔχειν ἔφη κρατουμένους ἅπαντας τοῖς ὅρκοις. [3] εἰπὼν δὲ ταῦτα καὶ διομοσάμενος χρήσεσθαι τῷ νόμῳ κατὰ τῶν ἀπειθούντων ἐκέλευσεν ἐκ τῶν ἱερῶν τὰ σημεῖα καταφέρειν· καὶ ἵνα, ἔφη, πᾶσαν ἀπογνῶτε δημαγωγίαν ἐπὶ τῆς ἐμῆς ὑπατείας, οὐ πρότερον ἀναστήσω [p. 35] τὸν στρατὸν ἐκ τῆς πολεμίας, πρὶν ἢ πᾶς ὁ τῆς ἀρχῆς μοι διέλθῃ χρόνος. ὡς οὖν ἐν ὑπαίθρῳ χειμάσοντες παρασκευάσασθε τὰ εἰς ἐκεῖνον τὸν καιρὸν ἐπιτήδεια. [4] τούτοις καταπληξάμενος αὐτοὺς τοῖς λόγοις ἐπειδὴ κοσμιωτέρους εἶδε γεγονότας καὶ δεομένους ἀφεθῆναι τῆς στρατείας, ἐπὶ τούτοις ἔφη χαριεῖσθαι τὰς ἀναπαύλας τῶν πολέμων, ἐφ᾽ ᾧ τε μηθὲν ἔτι παρακινεῖν αὐτούς, ἀλλ᾽ ἐᾶν αὐτὸν ὡς βούλεται τὴν ἀρχὴν τελεῖσθαι, καὶ ἐπὶ τῷ τὰ δίκαια διδόναι τε καὶ λαμβάνειν παρ᾽ ἀλλήλων. ;ΚΕΦΑΛΑΙΟΝ ΙΘ΄ [1] καταστάντος δὲ τοῦ θορύβου δικαστήριά τε ἀπεδίδου τοῖς δεομένοις ἐκ πολλῶν παρειλκυσμένα χρόνων, καὶ τὰ πλεῖστα τῶν ἐγκλημάτων αὐτὸς ἴσως καὶ δικαίως διέκρινε δι᾽ ὅλης ἡμέρας ἐπὶ τοῦ βήματος καθεζόμενος, εὐπρόσοδόν τε καὶ πρᾷον καὶ φιλάνθρωπον τοῖς ἐπὶ τὴν δικαιοδοσίαν ἀφικνουμένοις ἑαυτὸν παρεῖχε καὶ παρεσκεύασεν ἀριστοκρατικὴν οὕτως φανῆναι τὴν πολιτείαν, ὥστε μήτε δημάρχων δεηθῆναι τοὺς διὰ πενίαν ἢ δυσγένειαν ἢ ἄλλην τινὰ ταπεινότητα ὑπὸ τῶν κρειττόνων κατισχυομένους, μήτε καινῆς νομοθεσίας πόθον ἔχειν ἔτι τοὺς ἐν ἰσηγορίᾳ πολιτεύεσθαι βουλομένους, ἀλλ᾽ ἀγαπᾶν τε καὶ χαίρειν ἅπαντας ἐπὶ τῇ τότε κατασχούσῃ τὴν πόλιν εὐνομίᾳ. [2] ταῦτά τε δὴ τὰ ἔργα τοῦ ἀνδρὸς ἐπῃνεῖτο ὑπὸ τοῦ δήμου, καὶ ἐπεὶ τὸν ὡρισμένον ἐτέλεσε τῆς ἀρχῆς χρόνον τὸ μὴ δέξασθαι τὴν ὑπατείαν διδομένην τὸ δεύτερον μηδὲ [p. 36] [3] ἀγαπῆσαι τηλικαύτην λαμβάνοντα τιμήν. κατεῖχε γὰρ αὐτὸν ἐπὶ τῆς ὑπατικῆς ἐξουσίας ἡ βουλὴ πολλὰς προσφέρουσα δεήσεις, ἐπεὶ τὸ τρίτον οἱ δήμαρχοι διεπράξαντο μὴ ἀποθέσθαι τὴν ἀρχήν, ὡς ἐναντιωσόμενον αὐτοῖς καὶ παύσοντα τῶν καινῶν πολιτευμάτων, τὰ μὲν αἰδοῖ, τὰ δὲ φόβῳ, τὸν δὲ δῆμον ὁρῶσα οὐκ ἀναινόμενον ὑπ᾽ ἀνδρὸς ἀγαθοῦ ἄρχεσθαι. ὁ δ᾽ οὔτε τῶν δημάρχων ἐπαινεῖν ἔφη τὸ ἀπαραχώρητον τῆς ἐξουσίας οὔτε αὐτὸς εἰς ὁμοίαν ἐκείνοις ἥξειν διαβολήν. [4] συναγαγὼν δὲ τὸν δῆμον εἰς ἐκκλησίαν καὶ πολλὴν κατηγορίαν τῶν οὐκ ἀποτιθεμένων τὰς ἀρχὰς διαθέμενος ὅρκους τε διομοσάμενος ἰσχυροὺς περὶ τοῦ μὴ λήψεσθαι πάλιν τὴν ὑπατείαν, πρὶν ἀποθέσθαι τὴν προτέραν ἀρχήν, προεῖπεν ἀρχαιρεσίων ἡμέραν· ἐν ᾗ καταστήσας ὑπάτους ἀπῄει πάλιν εἰς τὸ μικρὸν ἐκεῖνο καλύβιον καὶ τὸν αὐτουργὸν ἔζη βίον ὡς πρότερον. ;ΚΕΦΑΛΑΙΟΝ Κ΄ [1] Κοίντου δὲ Φαβίου Οὐιβολανοῦ παρειληφότος τὴν ὑπατείαν τὸ τρίτον καὶ Λευκίου Κορνηλίου καὶ τελούντων πατρίους ἀγῶνας Αἰκανῶν ἄνδρες ἐπίλεκτοι πλῆθος ἀμφὶ τοὺς ἑξακισχιλίους ὁπλισμῷ τ᾽ εὐζώνῳ συνεσταλμένοι καὶ ἐν νυκτὶ ποιησάμενοι τὴν ἔξοδον σκότους ἔτι ὄντος ἐπὶ πόλιν ἀφικνοῦνται Τυσκλάνων, ἥ ἐστι μὲν τοῦ Λατίνων ἔθνους, ἀφέστηκε δὲ τῆς Ῥώμης οὐκ ἔλαττον σταδίων ἑκατόν. [2] εὑρόντες δὲ ὡς ἐν εἰρήνῃ πύλας τε ἀκλείστους καὶ τεῖχος ἀφύλακτον αἱροῦσι τὴν πόλιν ἐξ ἐφόδου μνησικακοῦντες τοῖς Τυσκλάνοις, ὅτι τῇ Ῥωμαίων πόλει τά τε ἄλλα μετὰ προθυμίας συμπράττοντες διετέλουν, καὶ [p. 37] ἐν τῇ πολιορκίᾳ τοῦ Καπιτωλίου μόνοι συνήραντο τοῦ [3] πολέμου. ἄνδρας μὲν οὐ πολλούς τινας ἐν τῇ καταλήψει διέφθειραν, ἀλλ᾽ ἔφθασαν ἤδη αὐτοὺς ὑπὸ τὴν ἅλωσιν τῆς πόλεως ὠσάμενοι διὰ τῶν πυλῶν οἱ ἔνδον, χωρὶς ἢ ὅσοι ὑπὸ νόσων ἢ γήρως φυγεῖν ἀδύνατοι ἦσαν, γύναια δὲ καὶ παιδία καὶ θεράποντας αὐτῶν ἠνδραποδίσαντο καὶ τὰ χρήματα διήρπασαν. [4] ὡς δ᾽ ἀπηγγέλθη τὸ δεινὸν εἰς τὴν Ῥώμην ἐκ τῶν διαφυγόντων ἐκ τῆς ἁλώσεως, οἱ μὲν ὕπατοι βοηθεῖν ᾤοντο δεῖν τοῖς φυγάσι κατὰ τάχος καὶ τὴν πόλιν αὐτοῖς ἀποδιδόναι, ἀντέπραττον δὲ οἱ δήμαρχοι στρατιὰν οὐκ ἐῶντες καταγράφειν, ἕως ἂν ἡ περὶ τοὺς νόμους διενεχθῇ ψῆφος. ἀγανακτούσης δὲ τῆς βουλῆς καὶ διατριβὴν λαμβανούσης τῆς στρατείας ἕτεροι παρῆσαν ἀπὸ τοῦ Λατίνων ἔθνους ἀποσταλέντες, οἳ τὴν Ἀντιατῶν πόλιν ἤγγελλον ἐκ τοῦ φανεροῦ ἀφεστηκέναι, μιᾷ χρησαμένων γνώμῃ Οὐολούσκων τε τῶν ἀρχαίων οἰκητόρων τῆς πόλεως καὶ Ῥωμαίων τῶν ἀφικομένων ὡς αὐτοὺς ἐποίκων καὶ μερισαμένων τὴν γῆν. Ἑρνίκων τε ἄγγελοι κατὰ τοὺς αὐτοὺς παρῆσαν χρόνους δηλοῦντες, ὅτι Οὐολούσκων τε καὶ Αἰκανῶν δύναμις πολλὴ ἐξελήλυθε καί ἐστιν ἐν τῇ αὐτῶν ἤδη γῇ. [5] τούτων ἅμα προσαγγελλομένων οὐδεμίαν ἀναστροφὴν ἔτι ποιεῖσθαι τοῖς ἐκ τοῦ συνεδρίου ἐδόκει, ἀλλὰ πανστρατιᾷ βοηθεῖν καὶ τοὺς ὑπάτους ἀμφοτέρους ἐξιέναι· [p. 38] ἐὰν δέ τινες ἀπολειφθῶσι τῆς στρατείας Ῥωμαίων ἢ [6] τῶν συμμάχων, ὡς πολεμίοις αὐτοῖς χρῆσθαι. εἰξάντων δὲ καὶ τῶν δημάρχων καταγράψαντες τοὺς ἐν ἡλικίᾳ πάντας οἱ ὕπατοι καὶ τὰς παρὰ τῶν συμμάχων δυνάμεις μεταπεμψάμενοι κατὰ σπουδὴν ἐξῄεσαν ὑπολιπόμενοι φυλακὴν τῇ πόλει τρίτην μοῖραν τῆς ἐπιχωρίου στρατιᾶς. Φάβιος μὲν οὖν ἐπὶ τοὺς ἐν τῷ Τυσκλάνων ὄντας Αἰκανοὺς τὴν στρατιὰν ἦγε διὰ [7] τάχους. τῶν δ᾽ οἱ μὲν πλείους ἀπεληλύθεσαν ἤδη διηρπακότες τὴν πόλιν, ὀλίγοι δέ τινες ὑπέμενον φυλάττοντες τὴν ἄκραν· ἔστι δὲ σφόδρα ἐχυρὰ καὶ οὐ πολλῆς δεομένη φυλακῆς. τινὲς μὲν οὖν φασι τοὺς φρουροὺς τῆς ἄκρας ἰδόντας ἐξιοῦσαν ἐκ τῆς Ῥώμης τὴν στρατιάν — εὐσύνοπτα γάρ ἐστιν ἐκ μετεώρου τὰ μεταξὺ χωρία πάντα — ἑκόντας ἐξελθεῖν, ἕτεροι δὲ ἐκπολιορκηθέντας ὑπὸ τοῦ Φαβίου καθ᾽ ὁμολογίαν παραδοῦναι τὸ φρούριον, τοῖς σώμασιν αὐτοῖς ἄδειαν αἰτησαμένους καὶ ζυγὸν ὑποστάντας. {{DEFAULTSORT:Ρωμαικη Αρχαιολογια 10 11}} 2khdynqj1j0d5i3xi7shql6zegg1z9w Ρωμαϊκή Αρχαιολογία/ι/01 0 23595 148510 100310 2022-08-09T14:01:38Z Αντιγόνη 235 wikitext text/x-wiki {{Κεφαλίδα | τίτλος = Κεφάλαια 01–10 | συγγραφέας = Διονύσιος ο Αλικαρνασσεύς | μεταφραστής= | ενότητα = [[Ρωμαϊκή Αρχαιολογία/ι|Ῥωμαϊκὴ Ἀρχαιολογία: Λόγος ι΄]] | προηγούμενο= | επόμενο = [[Ρωμαϊκή Αρχαιολογία/ι/11|Κεφάλαια 11–20]] | σημειώσεις = Dionysii Halicarnasei Antiquitatum Romanarum quae supersunt, Vol I-IV. Dionysius of Halicarnassus. Karl Jacoby. In Aedibus B.G. Teubneri. Leipzig. 1885. }} ;ΚΕΦΑΛΑΙΟΝ Α΄ [1] Μετὰ δὲ τούτους ὀλυμπιὰς μὲν ἦν ὀγδοηκοστή, ἣν ἐνίκα στάδιον Τορύμβας Θεσσαλὸς ἄρχοντος Ἀθήνησι Φρασικλέους· ὕπατοι δὲ ἀπεδείχθησαν ἐν Ῥώμῃ Πόπλιος Οὐολούμνιος καὶ Σερούιος Σολπίκιος Καμερῖνος. οὗτοι στρατιὰν μὲν οὐδεμίαν ἐξήγαγον οὔτε ἐπὶ τιμωρίας ἀναπράξει τῶν ἀδικούντων σφᾶς τε αὐτοὺς καὶ τοὺς συμμάχους οὔθ᾽ ὡς διὰ φυλακῆς τὰ οἰκεῖα ἕξοντες· τῶν δ᾽ ἐντὸς τείχους κακῶν πρόνοιαν ἐποιοῦντο, μή τι δεινὸν ὁ δῆμος ἐπὶ τῇ βουλῇ συστὰς ἐξεργάσηται. [2] ἐταράττετο γὰρ αὖθις ὑπὸ τῶν δημάρχων ἀναδιδασκόμενος, ὅτι πολιτειῶν κρατίστη τοῖς ἐλευθέροις ἐστὶν [p. 2] ἡ ἰσηγορία, καὶ κατὰ νόμους ἠξίου διοικεῖσθαι τά τε ἰδιωτικὰ καὶ τὰ δημόσια. οὔπω γὰρ τότε ἦν οὔτ᾽ ἰσονομία παρὰ Ῥωμαίοις οὔτ᾽ ἰσηγορία, οὐδ᾽ ἐν γραφαῖς ἅπαντα τὰ δίκαια τεταγμένα· ἀλλὰ τὸ μὲν ἀρχαῖον οἱ βασιλεῖς αὐτῶν ἔταττον τοῖς δεομένοις τὰς δίκας, καὶ [3] τὸ δικαιωθὲν ὑπ᾽ ἐκείνων τοῦτο νόμος ἦν. ὡς δ᾽ ἐπαύσαντο μοναρχούμενοι, τοῖς κατ᾽ ἐνιαυτὸν ὑπατεύουσιν ἀνέκειτο τά τε ἄλλα τῶν βασιλέων ἔργα καὶ ἡ τοῦ δικαίου διάγνωσις, καὶ τοῖς ἀμφισβητοῦσι πρὸς ἀλλήλους ὑπὲρ ὁτουδήτινος ἐκεῖνοι τὰ δίκαια οἱ διαιροῦντες ἦσαν. [4] τούτων δὲ τὰ μὲν πολλὰ τοῖς τρόποις τῶν ἀρχόντων ἀριστίνδην ἀποδεικνυμένων ἐπὶ τὰς ἀρχὰς ἀκόλουθα ἦν· κομιδῇ δ᾽ ὀλίγα τινὰ ἐν ἱεραῖς ἦν βύβλοις ἀποκείμενα, ἃ νόμων εἶχε δύναμιν, ὧν οἱ πατρίκιοι τὴν γνῶσιν εἶχον μόνοι διὰ τὰς ἐν ἄστει διατριβάς, οἱ δὲ πολλοὶ ἐμπορευόμενοί τε καὶ γεωργοῦντες διὰ πολλῶν ἡμερῶν εἰς ἄστυ καταβαίνοντες ἐπὶ τὰς ἀγορὰς ἄπειροι ἔτι ἦσαν. [5] τὸ δὲ πολίτευμα τοῦτο πρῶτος μὲν ἐπείρασεν εἰσαγαγεῖν Γάιος Τερέντιος δημαρχῶν ἐν τῷ παρελθόντι ἔτει, ἀτελὲς δὲ ἠναγκάσθη καταλιπεῖν τοῦ τε πλήθους ὄντος ἐπὶ στρατοπέδων καὶ τῶν ὑπάτων ἐπίτηδες ἐν τῇ πολεμίᾳ γῇ τὰς δυνάμεις κατασχόντων, ἕως ὁ τῆς ἀρχῆς αὐτοῖς παρέλθῃ χρόνος. [p. 3] ;ΚΕΦΑΛΑΙΟΝ Β΄ [1] τότε δ᾽ αὐτὸ παραλαβόντες οἱ περὶ Αὖλον Οὐεργίνιον δήμαρχοι τελειῶσαι ἐβούλοντο· ἵνα δὲ μὴ τοῦτο γένοιτο μηδὲ κατὰ νόμους ἀναγκασθεῖεν πολιτεύεσθαι, πάντα ἐπιμηχανώμενοι διετέλουν οἵ τε ὕπατοι καὶ ἡ βουλὴ καὶ τῶν ἄλλων πολιτῶν οἱ πλεῖστον ἐν τῇ πόλει δυνάμενοι· βουλαί τε πολλαὶ καὶ ἐκκλησίαι συνεχεῖς ἐγίνοντο πεῖραί τε παντοῖαι ταῖς ἀρχαῖς κατ᾽ ἀλλήλων, ἐξ ὧν οὐκ ἄδηλον ἅπασιν ἦν, ὅτι μεγάλη τις καὶ ἀνήκεστος ἐξ ἐκείνης τῆς φιλονεικίας ἀναστήσεται τῇ πόλει συμφορά. [2] συνήπτετο δὲ τοῖς ἀνθρωπίνοις λογισμοῖς καὶ τὰ θεῖα δείματα προσγενόμενα, ὧν ἔνια οὔτ᾽ ἐν δημοσίαις εὑρίσκετο γραφαῖς οὔτε κατ᾽ ἄλλην φυλαττόμενα μνήμην οὐδεμίαν. [3] ὅσα μὲν γὰρ ἐν οὐρανῷ σέλα φερόμενα καὶ πυρὸς ἀνάψεις ἐφ᾽ ἑνὸς μένουσαι τόπου γῆς τε μυκήματα καὶ τρόμοι συνεχεῖς ἐγίνοντο, μορφαί τ᾽ εἰδώλων ἄλλοτ᾽ ἀλλοῖαι δἰ ἀέρος φερόμεναι καὶ φωναὶ ταράττουσαι διάνοιαν ἀνθρώπων, καὶ πάντα ὅσα τούτοις ὅμοια συνέπιπτεν, εὑρίσκετο καὶ πάλαι ποτὲ γεγονότα ἧττον τε καὶ μᾶλλον· οὗ δὲ ἄπειροί τε καὶ ἀνήκοοι ἔτι ἦσαν καὶ ἐφ᾽ ᾧ μάλιστα ἐταράχθησαν, τοιόνδ᾽ ἦν· νιφετὸς ἐξ οὐρανοῦ κατέσκηψεν εἰς γῆν πολὺς οὐ χιόνα καταφέρων, ἀλλὰ σαρκῶν θραύσματα ἐλάττω τε καὶ μείζω. [4] τούτων τὰ μὲν πολλὰ μετάρσια προσπετόμεναι πτηνῶν [p. 4] ὅσαι εἰσὶν ἀγέλαι τοῖς στόμασιν ἥρπαζον, τὰ δ᾽ ἐπὶ τὴν γῆν ἐνεχθέντα ἐν αὐτῇ τε τῇ πόλει καὶ κατὰ τοὺς ἀγροὺς μέχρι πολλοῦ χρόνου κείμενα ἦν οὔτε χρόαν μεταβάλλοντα, οἵαν ἴσχουσι παλαιούμεναι σάρκες, οὔτε σηπεδόνι διαλυόμενα, ὦζέ τε ἀπ᾽ αὐτῶν οὐδὲν πονηρόν. [5] τοῦτο τὸ τέρας οἱ μὲν ἐπιχώριοι μάντεις οὐχ οἷοί τ᾽ ἦσαν συμβαλεῖν· ἐν δὲ τοῖς Σιβυλλείοις εὑρέθη χρησμοῖς, ὅτι πολεμίων ἀλλοεθνῶν παρελθόντων εἰς τὸ τεῖχος ἀγὼν ὑπὲρ ἀνδραποδισμοῦ καταλήψεται τὴν πόλιν, ἄρξει δὲ τοῦ πρὸς τοὺς ἀλλοεθνεῖς πολέμου στάσις ἐμφύλιος, ἣν χρῆν ἀρχομένην ἐξελαύνοντας ἐκ τῆς πόλεως καὶ θεοὺς παραιτουμένους θυσίαις τε καὶ εὐχαῖς ἀποτρέψαι τὰ δεινά· καὶ [6] κρείττους ἔσεσθαι τῶν ἐχθρῶν. ὡς δ᾽ ἐξηνέχθη ταῦτ᾽ εἰς τὸ πλῆθος, ἱερὰ μὲν πρῶτον ἔθυσαν, οἷς ἡ τούτων ἐπιμέλεια ἀνέκειτο, θεοῖς ἐξακεστηρίοις τε καὶ ἀποτροπαίοις, ἔπειτα συναχθέντες εἰς τὸ βουλευτήριον οἱ σύνεδροι παρόντων καὶ τῶν δημάρχων ὑπὲρ ἀσφαλείας τε καὶ σωτηρίας τῆς πόλεως ἐσκόπουν. ;ΚΕΦΑΛΑΙΟΝ Γ΄ [1] τὸ μὲν οὖν καταλύσασθαι τὰ πρὸς ἀλλήλους ἐγκλήματα καὶ μιᾷ χρήσασθαι γνώμῃ περὶ τῶν κοινῶν, ὡς ὑπετίθεντο οἱ χρησμοί, πάντες ὡμολόγουν· ὅπως δ᾽ ἂν τοῦτο γένοιτο καὶ ἀπὸ τίνων ἀρξαμένων εἴκειν τοῖς ἑτέροις τὸ διάφορον παύσαιτο στασιάζον, οὐ [p. 5] [2] μικρὰν αὐτοῖς παρεῖχεν ἀπορίαν. οἱ μὲν γὰρ ὕπατοι καὶ οἱ τῆς βουλῆς προεστῶτες τοὺς εἰσφέροντας καινὰ πολιτεύματα δημάρχους καὶ καταλύειν ἀξιοῦντας τὸν πάτριον τῆς πολιτείας κόσμον αἰτίους ἀπέφαινον τῆς ταραχῆς. οἱ δὲ δήμαρχοι σφᾶς μὲν αὐτοὺς οὐδὲν ἔλεγον ἀνάξιον δρᾶν οὔτε ἄδικον οὔτε ἀσύμφορον εὐνομίαν εἰσάγειν βουλομένους καὶ ἰσηγορίαν· τοὺς δὲ ὑπάτους καὶ τοὺς πατρικίους αἰτίους ἔσεσθαι τῆς στάσεως ἔλεγον ἀνομίαν αὔξοντας καὶ πλεονεξίαν καὶ [3] ζηλοῦντας τὰ τῶν τυράννων ἔθη. ταῦτα καὶ πολλὰ τούτοις ὅμοια παρ᾽ ἑκατέρων ἐπὶ πολλὰς ἡμέρας ἐλέγετο, καὶ προὔβαινε διὰ κενῆς ὁ χρόνος· ἐν ᾧ τῶν κατὰ τὴν πόλιν οὔτε δημοσίων οὔτε ἰδίων οὐδὲν ἐτελεῖτο. ὡς δ᾽ οὐδὲν ἐγίνετο τῶν προὔργου, λόγων μὲν ἐκείνων καὶ κατηγοριῶν, ἃς ἐποιοῦντο κατὰ τῆς βουλῆς, οἱ δήμαρχοι ἀπέστησαν· συναγαγόντες δὲ τὸ πλῆθος εἰς τὴν ἐκκλησίαν ὑπέσχοντο τῷ δήμῳ νόμον εἰσοίσειν ὑπὲρ ὧν ἠξίουν. [4] ἐπαινέσαντος δὲ τοῦ πλήθους τὸν λόγον οὐδὲν ἔτι ἀναβαλόμενοι τὸν παρασκευασθέντα νόμον ἀνέγνωσαν· κεφάλαια δὲ αὐτοῦ τάδε ἦν· ἄνδρας αἱρεθῆναι δέκα ὑπὸ τοῦ δήμου συναχθείσης ἀγορᾶς ἐννόμου τοὺς πρεσβυτάτους τε καὶ φρονιμωτάτους, οἷς ἐστι πλείστη πρόνοια τιμῆς τε καὶ δόξης ἀγαθῆς· τούτους δὲ συγγράψαντας τοὺς ὑπὲρ ἁπάντων νόμους τῶν τε κοινῶν καὶ τῶν ἰδίων [p. 6] εἰς τὸν δῆμον ἐξενεγκεῖν· τοὺς δὲ συγγραφησομένους ὑπ᾽ αὐτῶν νόμους κεῖσθαι ἐν ἀγορᾷ ταῖς καθ᾽ ἕκαστον ἐνιαυτὸν ἀποδειχθησομέναις ἀρχαῖς καὶ τοῖς ἰδιώταις ὅρους τῶν πρὸς ἀλλήλους δικαίων. [5] τοῦτον προθέντες τὸν νόμον ἐξουσίαν ἔδοσαν τοῖς βουλομένοις αὐτοῦ κατηγορεῖν, ἀποδείξαντες τὴν τρίτην ἀγοράν. ἦσαν δὲ πολλοὶ καὶ οὐχ οἱ φαυλότατοι τῶν ἐκ τοῦ συνεδρίου, πρεσβύτεροι καὶ νέοι, κατήγοροι τοῦ νόμου, λόγους διεξιόντες ἐκ πολλῆς ἐπιμελείας καὶ παρασκευῆς· καὶ [6] τοῦτ᾽ ἐφ᾽ ἡμέρας ἐγίνετο συχνάς. ἔπειτα οἱ δήμαρχοι δυσχεραίνοντες ἐπὶ τῇ διατριβῇ τοῦ χρόνου λόγον μὲν οὐδένα ἔτι τοῖς κατηγόροις τοῦ νόμου προέθεσαν, ἡμέραν δὲ ἀποδείξαντες, ἐν ᾗ κυρώσειν αὐτὸν ἔμελλον, παρεῖναι τοὺς δημότας εἰς αὐτὴν παρεκάλουν ἀθρόους, ὡς οὐκέτι ταῖς μακραῖς δημηγορίαις ἐνοχληθησομένους, ἀλλ᾽ ἐποίσοντας ὑπὲρ αὐτοῦ τὴν ψῆφον κατὰ φυλάς. οἱ μὲν δὴ ταῦτα ὑποσχόμενοι διέλυσαν τὴν ἐκκλησίαν. ;ΚΕΦΑΛΑΙΟΝ Δ΄ [1] μετὰ δὲ ταῦτα οἵ τε ὕπατοι καὶ τῶν πατρικίων οἱ πλεῖστον δυνάμενοι τραχύτερον ἤδη αὐτῶν προσιόντες καθήπτοντο λέγοντες, ὡς οὐκ ἐπιτρέψουσιν αὐτοῖς νόμους εἰσηγεῖσθαι καὶ τούτους ἀπροβουλεύτους. συνθήκας γὰρ εἶναι κοινὰς πόλεων τοὺς νόμους, οὐχὶ μέρους τῶν ἐν ταῖς πόλεσιν οἰκούντων. τοῦ τε πονηροτάτου ὀλέθρου καὶ ἀνηκέστου καὶ οὐδ᾽ εὐσχήμονος ἀρχὴν ἀπέφαινον εἶναι πόλεσί τε καὶ οἴκοις, ὅταν τὸ [2] κάκιστον τῷ κρατίστῳ νομοθετῇ. ποίαν δὲ ὑμεῖς, [p. 7] ἔφασαν, ὦ δήμαρχοι, νόμων εἰσφορᾶς ἢ ἀναιρέσεως ἐξουσίαν ἔχετε; οὐκ ἐπὶ ῥητοῖς μὲν δικαίοις ταύτην τὴν ἀρχὴν παρὰ τῆς βουλῆς ἐλάβετε, τοῖς δ᾽ ἀδικουμένοις ἢ κατισχυομένοις τῶν πενήτων βοηθεῖν ᾐτήσασθε τοὺς δημάρχους, ἄλλο δὲ μηδὲν πολυπραγμονεῖν; εἰ δ᾽ οὖν καὶ πρότερον ἦν τις ὑμῖν δύναμις, ἣν οὐκ ἐκ τοῦ δικαίου βιασάμενοι ἡμᾶς ἐλάβετε, ὑποκατακλινομένης ἑκάστῳ πλεονεκτήματι τῆς βουλῆς, οὐχὶ καὶ ταύτην νῦν ἀπολωλέκατε τῇ μεταβολῇ τῶν ἀρχαιρεσιῶν; [3] οὔτε γὰρ βουλῆς δόγμα ὑμᾶς οὐκέτι ἀποδείκνυσιν ἐπὶ τὴν ἀρχήν, οὔτε αἱ φρᾶτραι τὴν ψῆφον ὑπὲρ ὑμῶν ἐπιφέρουσιν, οὔτε ἱερὰ προθύεται τοῖς θεοῖς πρὸ τῶν ἀρχαιρεσιῶν, ἃ κατὰ νόμους ἐχρῆν ἐπιτελεῖσθαι, οὔτε ἄλλο τῶν πρὸς τοὺς θεοὺς εὐσεβῶν ἢ πρὸς ἀνθρώπους ὁσίων οὐθὲν ἐπὶ τῆς ἀρχῆς τῆς ὑμετέρας γίνεται. τίνος οὖν ὑμῖν ἔτι μέτεστι τῶν ἱερῶν καὶ σεβασμοῦ δεομένων, ὧν ἕν τι καὶ ὁ νόμος ἦν, ἐξαρνησαμένοις ἅπαντα τὰ νόμιμα; [4] ταῦτά τε δὴ τοῖς δημάρχοις ἔλεγον οἱ πρεσβύτεροι καὶ οἱ νέοι αὐτῶν καθ᾽ ἑταιρίας διεξιόντες ἀνὰ τὴν πόλιν καὶ τοὺς μὲν ἐπιεικεστέρους τῶν δημοτῶν ὁμιλίαις ἀνελάμβανον κεχαρισμέναις, τοὺς δ᾽ ἀπειθεῖς καὶ ταραχώδεις ἀπειλαῖς κατεπλήττοντο κινδύνων, εἰ μὴ συμφρονήσειαν· ἤδη δέ τινας τῶν πάνυ ἀπόρων καὶ ἀπερριμμένων, οἷς οὐθενὸς τῶν κοινῶν παρὰ τὰ ἴδια κέρδη φροντὶς ἦν, παίοντες ὥσπερ ἀνδράποδα ἀνεῖργον ἐκ τῆς ἀγορᾶς. [p. 8] ;ΚΕΦΑΛΑΙΟΝ Ε΄ [1] ὁ δὲ πλείστους τε περὶ αὑτὸν ἔχων ἑταίρους καὶ μέγιστον τῶν τότε νέων δυνάμενος Καίσων Κοίντιος ἦν, υἱὸς Λευκίου Κοιντίου τοῦ καλουμένου Κικιννάτου, ᾧ γένος τ᾽ ἦν ἐπιφανὲς καὶ βίος οὐθενὸς δεύτερος, ἀνὴρ ὀφθῆναί τε κάλλιστος νέων καὶ τὰ πολέμια πάντων λαμπρότατος φύσει τε περὶ λόγους κεχρημένος ἀγαθῇ· ὃς ἐν τῷ τότε χρόνῳ πολὺς ἔρρει κατὰ τῶν δημοτικῶν οὔτε λόγων φειδόμενος, ὧν βαρὺ τοῖς ἐλευθέροις ἀκούειν, οὔτ᾽ ἔργων ἀκολούθων τοῖς λόγοις ἀπεχόμενος. οἱ μὲν οὖν πατρίκιοι τίμιον αὐτὸν ἐπὶ τούτοις εἶχον καὶ μένειν παρὰ τὰ δεινὰ ἠξίουν αὐτοὶ παρασχεῖν τὸ ἀσφαλὲς ὑπισχνούμενοι· οἱ δ᾽ ἐκ τοῦ δήμου πάντων δὴ μάλιστα αὐτὸν ἀνθρώπων ἐμίσουν. [2] τοῦτον τὸν ἄνδρα ἔγνωσαν οἱ δήμαρχοι πρῶτον ἐκποδὼν ποιήσασθαι, ὡς καταπληξόμενοι τοὺς λοιποὺς τῶν νέων καὶ προσαναγκάσοντες σωφρονεῖν. γνόντες δὲ ταῦτα καὶ παρασκευασάμενοι λόγους τε καὶ μάρτυρας πολλοὺς εἰσάγουσιν αὐτὸν ὑπὸ δίκην ἀδικήματος δημοσίου, θανάτου τιμησάμενοι τὴν δίκην. παραγγείλαντες δ᾽ αὐτῷ παρεῖναι πρὸς τὸν δῆμον, ἐπειδὴ καθῆκεν ὁ χρόνος, ὃν ἔταξαν τῇ δίκῃ, συναγαγόντες ἐκκλησίαν μακροὺς ἐποιήσαντο κατ᾽ αὐτοῦ λόγους, διεξιόντες ὅσα βίᾳ διαπεπραγμένος ἐτύγχανεν εἰς τοὺς δημότας, ὧν τοὺς πεπονθότας αὐτοὺς παρῆγον μάρτυρας. [3] ὡς δὲ παρέδωκαν τὸν λόγον, αὐτὸ μὲν τὸ μειράκιον οὐχ ὑπήκουε καλούμενον ἐπὶ τὴν ἀπολογίαν, ἀλλ᾽ ἠξίου τοῖς ἰδιώταις αὐτοῖς ὑπὲρ ὧν ᾐτιῶντο παθεῖν [p. 9] κατὰ τὸν νόμον ὑπέχειν δίκας, ἐπὶ τῶν ὑπάτων τῆς κρίσεως γινομένης· ὁ δὲ πατὴρ αὐτοῦ χαλεπῶς φέροντας τὴν αὐθάδειαν τοῦ μειρακίου τοὺς δημοτικοὺς ὁρῶν ἀπελογεῖτο τὰ μὲν πολλὰ ψευδῆ τε καὶ ἐξ ἐπιβουλῆς συγκείμενα κατὰ τοῦ παιδὸς ἀποδεικνύς· [4] ὅσα δ᾽ οὐκ ἐνῆν ἀρνήσασθαι μικρὰ καὶ φαῦλα καὶ οὐκ ἄξια δημοσίας ὀργῆς εἶναι λέγων καὶ οὐδὲ ταῦτα ἐξ ἐπιβουλῆς ἢ δι᾽ ὕβριν, ἀλλ᾽ ὑπὸ φιλοτιμίας μειρακιώδους γεγονότα ἐπιδεικνύμενος, δι᾽ ἣν πολλὰ μὲν αὐτῷ συμβῆναι δρᾶσαι τῶν ἀβουλήτων ἐν ἁψιμαχίαις, πολλὰ δ᾽ ἴσως καὶ παθεῖν, οὔτε ἡλικίας ἐν τῷ κρατίστῳ [5] ὄντι οὔτε φρονήσεως ἐν τῷ καθαρωτάτῳ. ἠξίου τε τοὺς δημοτικοὺς μὴ μόνον ὀργὴν μὴ ἔχειν ἐφ᾽ οἷς ἥμαρτεν εἰς ὀλίγους, ἀλλὰ καὶ χάριν εἰδέναι περὶ ὧν ἅπαντας εὖ ποιῶν ἐν τοῖς πολέμοις διετέλεσε, τοῖς μὲν ἰδιώταις ἐλευθερίαν κτώμενος, τῇ δὲ πατρίδι ἡγεμονίαν, ἑαυτῷ δὲ εἴ ποτε ἁμάρτοι τι φιλανθρωπίαν παρὰ τῶν πολλῶν καὶ βοήθειαν. καὶ διεξῄει τάς τε στρατείας πάσας καὶ τοὺς ἀγῶνας ἅπαντας, ἐξ ὧν ἀριστεῖα καὶ στεφάνους παρὰ τῶν στρατηγῶν ἔλαβε, πολιτῶν τε ὁπόσων ἐν ταῖς μάχαις ὑπερήσπισε καὶ [6] τείχεσι πολεμίων ὁσάκις πρῶτος ἐπέβη. τελευτῶν δ᾽ εἰς οἴκτους κατέβαινε καὶ δεήσεις, ἀντὶ τῆς ἑαυτοῦ πρὸς ἅπαντας ἐπιεικείας βίου τε, ὃς ἐμαρτυρεῖτο αὐτῷ πάσης καθαρὸς διαβολῆς, μίαν ἀπαιτῶν παρὰ τοῦ δήμου χάριν, φυλάξαι τὸν υἱὸν αὐτῷ. [p. 10] ;ΚΕΦΑΛΑΙΟΝ ΣΤ΄ [1] ὁ μὲν οὖν δῆμος ἥδετο πάνυ τοῖς λόγοις καὶ χαρίζεσθαι τὸ μειράκιον τῷ πατρὶ πρόθυμος ἦν. ὁ δὲ Οὐεργίνιος ὁρῶν, ὅτι μὴ δόντος ἐκείνου δίκην ἀφόρητον ἔσται τὸ θράσος τῶν αὐθαδῶν μειρακίων, ἀνίσταται καί φησιν· [2] σοὶ μέν, ὦ Κοίντιε, ἥ τε ἄλλη μαρτυρεῖται πᾶσα ἀρετὴ καὶ ἡ πρὸς τοὺς δημοτικοὺς εὔνοια, ἀνθ᾽ ὧν τὸ τιμᾶσθαί σοι πάρεστιν. ἡ δὲ τοῦ μειρακίου βαρύτης καὶ ἡ πρὸς ἅπαντας ἡμᾶς ὑπερηφανία παραίτησιν ἢ συγγνώμην οὐδεμίαν ἐπιδέχεται· ὅστις ὑπὸ τοῖς σοῖς ἤθεσι τραφεὶς οὕτως οὖσι δημοτικοῖς καὶ μετρίοις, ὡς ἅπαντες ἴσμεν, τῶν μὲν σῶν ὑπερεῖδεν ἐπιτηδευμάτων, τυραννικὴν δὲ αὐθάδειαν καὶ βαρβάρων ἀνθρώπων ὕβριν ἠγάπησε, καὶ πονηρῶν ἔργων ζῆλον εἰς τὴν πόλιν ἡμῶν εἰσαγήοχεν. [3] εἰ μὲν οὖν ἐλάνθανέ σε τοιοῦτος ὤν, νῦν ὅτ᾽ ἔγνωκας ἀγανακτεῖν ὑπὲρ ἡμῶν δίκαιος ἂν εἴης· εἰ δὲ συνῄδεις τε καὶ συνέπραττες οἷς προεπηλάκιζε τὴν τῶν πενήτων πολιτῶν τύχην, πονηρὸς ἄρα καὶ αὐτὸς ἦσθα, καὶ ἡ τῆς καλοκἀγαθίας δόξα οὐκ ἐκ τοῦ δικαίου σοι περιγέγονεν. ἀλλὰ γὰρ ὅτι ἠγνόεις αὐτὸν οὐκ ὄντα τῆς σῆς ἀρετῆς ἄξιον, ἐγώ σοι τοῦτ᾽ ἔχω μαρτυρεῖν. ἀπολύων δέ σε τοῦ τότε συναδικεῖν ἡμᾶς μέμφομαι τοῦ [4] νῦν ἡμῖν μὴ συναγανακτεῖν. ἵνα δὲ μᾶλλον μάθῃς, ἡλίκον ἄρα τῇ πόλει κακὸν ἐπιτρέφων ἐλάνθανες, ὡς ὠμὸν καὶ τυραννικὸν καὶ οὐδὲ φόνου πολιτικοῦ καθαρόν, ἄκουσον αὐτοῦ φιλότιμον ἔργον καὶ ἀντιπαρεξέτασον [p. 11] αὐτῷ τὰς ἐν τοῖς πολέμοις ἀριστείας· καὶ ὑμῶν ὅσοι συνεπαθεῖτε ἀρτίως οἰκτιζομένῳ τῷ ἀνδρὶ σκοπεῖτε, εἰ ἄρα καλῶς ὑμῖν ἔχει τοιούτου φείσασθαι πολίτου. ;ΚΕΦΑΛΑΙΟΝ Ζ΄ [1] ταῦτ᾽ εἰπὼν ἀνίστησιν ἐκ τῶν συναρχόντων Μάρκον Οὐολούσκιον καὶ λέγειν ἐκέλευσεν, ἃ σύνοιδε τῷ μειρακίῳ. σιωπῆς δὲ γενομένης καὶ πολλῆς ἐξ ἁπάντων προσδοκίας μικρὸν ἐπισχὼν ὁ Οὐολούσκιος εἶπεν· [2] ἐγὼ μάλιστα ἐβουλόμην ἄν, ὦ πολῖται, δίκην ἰδίαν, ἣν ὁ νόμος δίδωσί μοι, παρὰ τούτου λαβεῖν δεινὰ καὶ πέρα δεινῶν πεπονθώς· κωλυθεὶς δὲ τούτου τυχεῖν διὰ πενίαν καὶ ἀσθένειαν καὶ τὸ τῶν πολλῶν εἷς εἶναι, νῦν γ᾽ ἡνίκα ἔξεστί μοι τὸ τοῦ μάρτυρος σχῆμα, ἐπειδὴ οὐ τὸ τοῦ κατηγόρου, λήψομαι. ἃ δὲ [3] πέπονθα, ὡς ὠμὰ καὶ ἀνήκεστα, ἀκούσατέ μου. ἀδελφὸς ἦν μοι Λεύκιος, ὃν ἐγὼ πάντων ἀνθρώπων μᾶλλον ἠγάπησα. οὗτός μοι συνεδείπνει παρὰ φίλῳ, καὶ μετὰ ταῦτ᾽ ἀναστάντες τῆς ἐχομένης νυκτὸς ᾠχόμεθα. διεληλυθόσι δ᾽ ἡμῖν τὴν ἀγορὰν περιτυγχάνει Καίσων οὑτοσὶ κωμάζων σὺν ἑτέροις ἀγερώχοις μειρακίοις. καὶ οὗτοι τὸ μὲν πρῶτον ἔσκωπτόν τε καὶ ὕβριζον εἰς ἡμᾶς, οἷα μεθύοντες ἂν νέοι καὶ αὐθάδεις ὡς ἂν εἰς ταπεινοὺς καὶ πένητας ὑβρίσαιεν, ὡς δ᾽ ἠγανακτοῦμεν πρὸς αὐτούς, ἐλεύθερον ῥῆμα εἰς τοῦτον εἶπε. δεινὸν [p. 12] δ᾽ ἡγησάμενος οὑτοσὶ Καίσων ἀκοῦσαί τι, ὧν οὐκ ἐβούλετο, προσδραμὼν αὐτῷ παίων καὶ λακτίζων καὶ πᾶσαν ἄλλην ὠμότητα καὶ ὕβριν ἐνδεικνύμενος ἀποκτείνει. [4] ἐμοῦ δὲ κεκραγότος καὶ ἀμυνομένου τοσαῦτα ὅσα ἐδυνάμην, ἐκεῖνον ἤδη νεκρὸν κείμενον ἀφεὶς ἐμὲ πάλιν ἔπαιε καὶ οὐ πρότερον ἐπαύσατο, πρὶν ἀκίνητόν τε καὶ ἄφωνον εἶδεν ἐρριμμένον, δόξας εἶναι νεκρόν. μετὰ δὲ ταῦτα οὗτος μὲν ἀπιὼν ᾤχετο χαίρων ὥσπερ ἐπὶ καλῷ ἔργῳ· ἡμᾶς δὲ οἱ παραγενόμενοι μετὰ ταῦτα αἵματι πεφυρμένους αἴρουσι καὶ εἰς τὴν οἰκίαν ἀπεκόμισαν, τὸν μὲν ἀδελφόν μου Λεύκιον νεκρόν, ὥσπερ ἔφην, ἐμὲ δὲ ἡμιθανῆ καὶ ἐλπίδας ἔχοντα τοῦ ζῆν ὀλίγας. [5] ταῦτα δ᾽ ἐγένετο Ποπλίου Σερουιλίου καὶ Λευκίου Αἰβουτίου τὴν ὑπατείαν ἐχόντων, ὅτε ἡ μεγάλη νόσος κατέλαβε τὴν πόλιν, ἧς ἀπελαύσαμεν καὶ ἡμεῖς ἀμφότεροι. τότε μὲν οὖν δίκην οὐχ οἷόν τ᾽ ἦν μοι παρ᾽ αὐτοῦ λαβεῖν τεθνηκότων ἀμφοτέρων τῶν ὑπάτων· Λευκίου δὲ Λοκρητίου καὶ Τίτου Οὐετουρίου παραλαβόντων τὴν ἀρχὴν βουλόμενος αὐτὸν ἀγαγεῖν ὑπὸ δίκην ἐκωλύθην διὰ τὸν πόλεμον, ἐκλελοιπότων ἀμφοτέρων τῶν ὑπάτων τὴν πόλιν. [6] ὡς δὲ ἀνέστρεψαν ἀπὸ τῆς στρατείας, πολλάκις αὐτὸν ἐπὶ τὴν ἀρχὴν καλῶν, ὁσάκις προσέλθοιμι — καὶ ταῦτα δὴ πολλοὶ τῶν πολιτῶν ἴσασι — πληγὰς ἐλάμβανον ὑπ᾽ αὐτοῦ. ταῦτ᾽ ἐστὶν ἃ πέπονθα, ὦ δημόται, μετὰ πάσης ἀληθείας εἰρημένα πρὸς ὑμᾶς. [p. 13] ;ΚΕΦΑΛΑΙΟΝ Η΄ [1] ταῦτ᾽ εἰπόντος αὐτοῦ κραυγή τε ἐκ τῶν παρόντων ἐγένετο καὶ ὁρμὴ πολλῶν ἐπὶ τὴν ἐκ χειρὸς δίκην. ἀλλ᾽ οἵ τε ὕπατοι ἐμποδὼν ἐγένοντο καὶ τῶν δημάρχων οἱ πλείους πονηρὸν ἔθος οὐκ ἀξιοῦντες εἰς τὴν πόλιν εἰσάγειν. ἦν δὲ καὶ τοῦ δήμου τὸ καθαρώτατον οὐ βουλόμενον ἀποστερεῖν λόγου τοὺς ὑπὲρ τῶν μεγίστων ἀγωνιζομένους. [2] τότε μὲν οὖν ἐπέσχε τὴν τῶν θρασυτέρων ὁρμὴν ἡ τοῦ δικαίου πρόνοια, καὶ ἀναβολὴν ἔλαβεν ἡ δίκη, οὐ μικρᾶς ἐμπεσούσης φιλοτιμίας καὶ ζητήσεως ὑπὲρ τοῦ σώματος, εἴτ᾽ ἐν δεσμοῖς αὐτὸ δεῖ φυλάττεσθαι τέως, εἴτ᾽ ἐγγυητὰς δοῦναι τῆς ἀφίξεως, ὥσπερ καὶ ὁ πατὴρ ἠξίου· καὶ ἡ βουλὴ συνελθοῦσα ἐψηφίσατο χρήμασι διεγγυηθὲν ἐλεύθερον εἶναι τὸ σῶμα μέχρι δίκης. [3] τῇ δ᾽ ἑξῆς ἡμέρᾳ συναγαγόντες οἱ δήμαρχοι τὸ πλῆθος, ἐκλιπόντος τοῦ μειρακίου τὴν δίκην, ἐκύρωσαν τὴν κατ᾽ αὐτοῦ ψῆφον καὶ τοὺς ἐγγυητὰς δέκα ὄντας ἐπράξαντο τὰ περὶ τοῦ σώματος τῆς ἀποκαταστάσεως ὁμολογηθέντα χρήματα. [4] Καίσων μὲν οὖν τοιαύτῃ περιπεσὼν ἐπιβουλῇ, κατασκευασαμένων ἅπαντα τῶν δημάρχων καὶ Οὐολουσκίου ψευδῆ μαρτυρήσαντος, ὡς ἐγένετο φανερὸν σὺν χρόνῳ, φεύγων εἰς Τυρρηνίαν ᾤχετο· ὁ δὲ πατὴρ αὐτοῦ τὰ πλεῖστα τῆς οὐσίας ἀπεμπολήσας καὶ τὰ ὁμολογηθέντα ὑπὸ τῶν ἐγγυητῶν χρήματα ἀποδοὺς ἑαυτῷ χωρίον ἓν μικρὸν ὑπολειπόμενος πέραν τοῦ Τεβέριος ποταμοῦ, [p. 14] ἐν ᾧ ταπεινή τις ἦν καλύβη, γεωργῶν αὐτόθι μετὰ δούλων ὀλίγων ἐπίπονον καὶ ταλαίπωρον ἔζη βίον ὑπὸ λύπης τε καὶ πενίας, οὔτε πόλιν ὁρῶν οὔτε φίλους ἀσπαζόμενος οὔθ᾽ ἑορτάζων οὔτ᾽ ἄλλης εὐφροσύνης οὐδεμιᾶς ἑαυτῷ μεταδιδούς. τοῖς μέντοι δημάρχοις πολὺ τὸ παράλογον ἐγένετο τῆς ἐλπίδος. οὐ γὰρ ὅπως ἐπαύσατο ἡ τῶν νέων φιλοτιμία σωφρονισθεῖσα τῇ Καίσωνος συμφορᾷ, πολὺ δὲ χαλεπωτέρα καὶ πλείων ἐγένετο ἔργοις τε καὶ λόγοις καταγωνιζομένη τὸν νόμον· ὥστ᾽ οὐθὲν ἔτι αὐτοῖς ἐξεγένετο διαπράξασθαι δαπανηθέντος εἰς ταῦτα τοῦ χρόνου τῆς ἀρχῆς. ὁ μέντοι δῆμος εἰς τὸν ἐπιόντα πάλιν ἐνιαυτὸν ἄρχοντας ἀπέδειξεν αὐτούς. ;ΚΕΦΑΛΑΙΟΝ Θ΄ [1] Ποπλίου δὲ Οὐαλερίου Ποπλικόλα καὶ Γαΐου Κλαυδίου Σαβίνου τὴν ὑπατικὴν ἐξουσίαν παραλαβόντων κίνδυνος ὅσος οὔπω τὴν Ῥώμην κατέσχεν ἐξ ἀλλοεθνοῦς πολέμου, ὃν παρήγαγεν ἐντὸς τείχους ἡ πολιτικὴ στάσις, ὡς οἵ τε Σιβύλλειοι χρησμοὶ προὔλεγον καὶ τὰ ἐκ τοῦ δαιμονίου φανέντα προεθέσπισε τῷ παρελθόντι ἐνιαυτῷ. διηγήσομαι δὲ τήν τε αἰτίαν, ἀφ᾽ ἧς ὁ πόλεμος εἰσῆλθε, καὶ τὰ πραχθέντα τοῖς ὑπάτοις κατὰ τὸν τότε ἀγῶνα. [2] οἱ παρειληφότες τὸ δεύτερον τὴν δημαρχίαν ἐπὶ τῇ ἐλπίδι τοῦ κυρώσειν τὸν νόμον, ὁρῶντες τῶν τε ὑπάτων τὸν ἕτερον, Γάιον Κλαύδιον, ἔμφυτον τὸ πρὸς τοὺς δημοτικοὺς ἔχοντα μῖσος διὰ προγόνων καὶ παρεσκευασμένον ἁπάσῃ μηχανῇ κωλύειν τὰ γινόμενα, τῶν τε νέων τοὺς πλεῖστον δυναμένους εἰς ἀπόνοιαν φανερὰν προεληλυθότας, οὓς οὐκ ἐνῆν τῷ βιαίῳ καταγωνίσασθαι, μάλιστα δὲ τοῦ [p. 15] δήμου τὸ πλεῖον ὑποκατακλινόμενον ταῖς θεραπείαις τῶν πατρικίων καὶ προθυμίαν οὐκέτι περὶ τοῦ νόμου τὴν αὐτὴν παρεχόμενον, ἰταμωτέραν ὁδὸν ἔγνωσαν ἐπὶ τὰ πράγματα πορεύεσθαι, δι᾽ ἧς καταπλήξονται μὲν τὸν δῆμον, ἀναβαλοῦσι δὲ τὸν ὕπατον. [3] πρῶτον μὲν κατεσκεύασαν φήμας λέγεσθαι κατὰ τὴν πόλιν παντοδαπάς· ἔπειτ᾽ ἐξ ἑωθινοῦ καθεζόμενοι δι᾽ ὅλης ἡμέρας συνήδρευον ἐν τῷ φανερῷ, μεταδιδόντες οὐθενὶ τῶν ἔξωθεν οὔτε βουλεύματος οὔτε λόγου. ἐπεὶ δὲ καιρὸς ἐπιτήδειος ἔδοξεν αὐτοῖς εἶναι πράττειν τὰ βεβουλευμένα, πλασάμενοι γράμματα καὶ ταῦτα παρασκευάσαντες ἀναδοθῆναι σφίσιν ὑπ᾽ ἀνδρὸς ἀγνῶτος καθημένοις ἐν ἀγορᾷ, ὡς διῆλθον αὐτά, παίοντες τὰ μέτωπα καὶ [4] κατηφεῖς τὰς ὄψεις ποιήσαντες ἀνίστανται. πολλοῦ δὲ συνδραμόντος ὄχλου καὶ μέγα τι κακὸν ἐν τοῖς γράμμασιν ἐνεῖναι γεγραμμένον μαντευομένου σιωπὴν προκηρύξαντες εἶπον· ἐν ἐσχάτοις ἐστὶν ὑμῖν κινδύνοις, ὦ πολῖται, τὸ δημοτικόν· καὶ εἰ μὴ θεῶν τις εὔνοια προείδετο τῶν ἄδικα πάσχειν μελλόντων, εἰς δεινὰς ἂν ἅπαντες ἤλθομεν συμφοράς. αἰτούμεθα δὲ ὑμᾶς βραχὺν ἐπισχεῖν χρόνον, ἕως τῇ βουλῇ δηλώσωμεν τὰ προσαγγελθέντα καὶ μετὰ κοινῆς γνώμης πράξωμεν τὰ [5] δέοντα. ταῦτ᾽ εἰπόντες ᾤχοντο πρὸς τοὺς ὑπάτους. ἐν ὅσῳ δὲ ἡ βουλὴ συνήγετο χρόνῳ, πολλοὶ καὶ παντοδαποὶ λόγοι κατὰ τὴν ἀγορὰν ἐγίνοντο, τῶν μὲν ἐκ [p. 16] παρασκευῆς ἃ παρηγγέλλετο αὐτοῖς ὑπὸ τῶν δημάρχων κατὰ συστροφὰς λαλούντων, τῶν δέ, ἃ μάλιστα ἐδεδοίκεσαν μὴ γένηται, ταῦτα ὡς ἀπηγγελμένα τοῖς δημάρχοις λεγόντων. [6] ἔφη δ᾽ ὁ μέν τις Αἰκανοὺς καὶ Οὐολούσκους ὑποδεξαμένους Καίσωνα Κοίντιον τὸν ὑπὸ τοῦ δήμου καταδικασθέντα ᾑρῆσθαι στρατηγὸν αὐτοκράτορα τῶν ἐθνῶν καὶ πολλὰς δυνάμεις ἀγείραντα μέλλειν ἐπὶ τὴν Ῥώμην ἐλαύνειν· ὁ δέ τις ἀπὸ κοινῆς γνώμης τῶν πατρικίων τὸν ἄνδρα κατάγεσθαι ξενικαῖς δυνάμεσιν, ἵνα ἡ φυλακὴ καταλυθείῃ νῦν τε καὶ εἰς τὸν λοιπὸν χρόνον τῶν δημοτικῶν· ὁ δέ τις οὐχ ἅπαντας εἶναι τοὺς πατρικίους ἔφη τοὺς ταῦτα βεβουλευμένους, [7] ἀλλὰ μόνους τοὺς νέους. ἐτόλμων δέ τινες λέγειν, ὅτι καὶ ἐντὸς τῆς πόλεως ὁ ἀνὴρ εἴη κρυπτόμενος καὶ μέλλοι καταλαμβάνεσθαι τῶν τόπων τοὺς ἐπικαιροτάτους. ὅλης δὲ κραδαινομένης ἐπὶ τῇ προσδοκίᾳ τῶν δεινῶν τῆς πόλεως, καὶ πάντων ἀλλήλους ἐχόντων δι᾽ ὑποψίας καὶ φυλακῆς, οἱ μὲν ὕπατοι τὴν βουλὴν ἐκάλουν, οἱ δὲ δήμαρχοι παρελθόντες ἐδείκνυσαν τὰ προσαγγελλόμενα. ἦν δὲ ὁ τοὺς λόγους ὑπὲρ αὐτῶν ποιούμενος Αὖλος Οὐεργίνιος καὶ ἔλεξε τοιάδε· ;ΚΕΦΑΛΑΙΟΝ Ι΄ [1] ὅσον μὲν χρόνον οὐθὲν ἀκριβὲς ἡμῖν ἐφαίνετο τῶν προσαγγελλομένων δεινῶν, ἀλλὰ φῆμαι μετέωροι, καὶ τὸ βεβαιῶσον αὐτὰς οὐθὲν ἦν, ὠκνοῦμεν, ὦ βουλή, φέρειν τοὺς περὶ αὐτῶν λόγους εἰς μέσον, ταραχάς τε ὑποπτεύοντες ἔσεσθαι μεγάλας, [p. 17] οἷα εἰκὸς ἐπὶ δεινοῖς ἀκούσμασι, καὶ δι᾽ εὐλαβείας ἔχοντες, μὴ ταχύτερα δόξωμεν ὑμῖν βεβουλεῦσθαι μᾶλλον ἢ φρονιμώτερα. [2] οὐ μὴν ὀλιγωρίᾳ γ᾽ αὐτὰ παραδόντες ἀφήκαμεν, ἀλλ᾽ ὅση δύναμις ἡμῖν ἦν ἐπιμελῆ ζήτησιν ἐποιούμεθα τῆς ἀληθείας. ἐπεὶ δὲ ἡ τοῦ δαιμονίου πρόνοια, ὑφ᾽ ἧς ἀεὶ σωζόμεθα κοινῇ, καλῶς ποιοῦσα τὰ κεκρυμμένα βουλεύματα καὶ τὰς ἀνοσίους ἐπιχειρήσεις τῶν θεοῖς ἐχθρῶν εἰς φῶς ἄγει, καὶ γράμματα πάρεστιν ἡμῖν, ἃ δεδέγμεθα νεωστὶ παρὰ ξένων εὔνοιαν ἡμῖν ἐνδεικνυμένων, οὓς ὕστερον ἀκούσεσθε, καὶ συντρέχει τε καὶ συνᾴδει τοῖς ἔξωθεν ἐπιστελλομένοις τὰ ἐνθένδε μηνυόμενα, καὶ τὰ πράγματα οὐκέτι μέλλησιν οὐδ᾽ ἀναβολὴν ἐν χερσὶν ὄντα ἐπιδέχεται, πρὶν εἰς τὸν δῆμον ἐξενεγκεῖν, ὑμῖν πρώτοις ὥσπερ ἐστὶ δίκαιον ἀπαγγεῖλαι διέγνωμεν αὐτά. [3] ἴστε δὴ συνωμοσίαν ἐπὶ τῷ δήμῳ γεγενημένην ὑπ᾽ ἀνδρῶν οὐκ ἀφανῶν, ἐν οἷς ἐνεῖναι μέν τι λέγεται μέρος οὐ πολὺ καὶ τῶν εἰς τόδε συλλεγομένων τὸ συνέδριον πρεσβυτέρων, τὸ δὲ πλεῖστον ἐκ τῶν ἔξω τῆς βουλῆς ἱππέων, οὓς οὔπω καιρὸς οἵτινές εἰσιν ὑμῖν λέγειν. [4] μέλλουσι δ᾽ οὖν, ὡς πυνθανόμεθα, σκοταίαν φυλάξαντες νύκτα κοιμωμένοις ἡμῖν ἐπιχειρεῖν, ἡνίκα οὔτε προιδεῖν τι τῶν γινομένων οὔτε φυλάξασθαι καθ᾽ ἓν γενόμενοι δυνάμεθα· ἐπιπεσόντες δὲ ταῖς οἰκίαις τούς τε δημάρχους ἡμᾶς κατασφάττειν καὶ τῶν δημοτῶν ἄλλους τοὺς ἐναντιωθέντας ποτὲ αὐτοῖς περὶ [p. 18] ἐλευθερίας ἢ τὸ λοιπὸν ἐναντιωσομένους. ὅταν δὲ ἡμᾶς ἐκποδὼν ποιήσωνται, τότ᾽ ἤδη κατὰ πολλὴν ἀσφάλειαν ἡγοῦνται διαπράξασθαι παρ᾽ ὑμῶν τὰ λοιπὰ ἀναιρεθῆναι διὰ κοινοῦ ψηφίσματος τὰς γενομένας ὑμῖν πρὸς τὸν δῆμον ὁμολογίας. [5] ὁρῶντες δέ, ὅτι ξενικῆς αὐτοῖς χειρὸς εἰς τὰ πράγματα δεῖ κρύφα παρασκευασθείσης καὶ οὐδὲ ταύτης μετρίας, ἄνδρα προσειλήφασιν εἰς ταῦτα τῶν ὑμετέρων φυγάδων Καίσωνα Κοίντιον ἡγεμόνα, ὃν ἐπὶ φόνοις πολιτῶν καὶ διαστάσει τῆς πόλεως ἐξελεγχθέντα διεπράξαντό τινες τῶν ἐνθάδε μὴ δοῦναι δίκην, ἀλλ᾽ ἀθῷον ἀπελθεῖν ἐκ τῆς πόλεως, κάθοδόν τε πράξειν ὑπέσχηνται καὶ ἀρχὰς προτείνονται καὶ τιμὰς καὶ ἄλλους μισθοὺς τῆς ὑπουργίας. [6] κἀκεῖνος ὑπέσχηται στρατιὰν αὐτοῖς Αἰκανῶν καὶ Οὐολούσκων ἄξειν ἐπίκουρον, ὅσης ἂν δεηθῶσιν· ἥξει τε οὐκ εἰς μακρὰν αὐτὸς μὲν ἐπαγόμενος τοὺς εὐτολμοτάτους κρύφα κατ᾽ ὀλίγους εἰσάγων καὶ σποράδας, ἡ δ᾽ ἄλλη δύναμις, ὅταν οἱ τοῦ δήμου προεστηκότες ἡμεῖς διαφθαρῶμεν, ἐπὶ τὸ ἄλλο πλῆθος τῶν πενήτων χωρήσει, ἐάν τινες ἄρα περιέχωνται τῆς ἐλευθερίας. [7] ταῦτ᾽ ἐστίν, ἃ βεβούλευνται ὑπὸ σκότους καὶ μέλλουσι δρᾶν, ὦ βουλή, δεινὰ καὶ ἀνόσια ἔργα, οὔτε θεῖον φοβηθέντες χόλον οὔτε ἀνθρωπίνην ἐντραπέντες νέμεσιν. {{DEFAULTSORT:Ρωμαικη Αρχαιολογια 10 01}} 2losuqe5fpq9v77qtejcpc7c66pirk0 Ρωμαϊκή Αρχαιολογία/ια/61 0 23596 148506 100311 2022-08-09T14:00:13Z Αντιγόνη 235 wikitext text/x-wiki {{Κεφαλίδα | τίτλος = Κεφάλαια 61–63 | συγγραφέας = Διονύσιος ο Αλικαρνασσεύς | μεταφραστής= | ενότητα = [[Ρωμαϊκή Αρχαιολογία/ια|Ῥωμαϊκὴ Ἀρχαιολογία: Λόγος ια΄]] | προηγούμενο= [[Ρωμαϊκή Αρχαιολογία/ια/51|Κεφάλαια 51–60]] | επόμενο = | σημειώσεις = Dionysii Halicarnasei Antiquitatum Romanarum quae supersunt, Vol I-IV. Dionysius of Halicarnassus. Karl Jacoby. In Aedibus B.G. Teubneri. Leipzig. 1885. }} ;ΚΕΦΑΛΑΙΟΝ ΞΑ΄ [1] ταύτην ἀποδειξαμένου τὴν γνώμην Γενυκίου πολὺς ἐξ ἁπάντων ἔπαινος ἐγίνετο, καὶ οἱ μετ᾽ ἐκεῖνον ἀνιστάμενοι μικροῦ δεῖν πάντες ταῦτα συνεχώρουν κράτιστα εἶναι. γράφεται δὴ τὸ προβούλευμα ὑπὸ τῶν ὑπάτων, καὶ λαβόντες αὐτὸ μετὰ πολλῆς χαρᾶς οἱ δήμαρχοι προῆλθον εἰς τὴν ἀγοράν. ἔπειτα καλέσαντες τὸ πλῆθος εἰς τὴν ἐκκλησίαν, πολλοὺς διέθεντο τῆς βουλῆς ἐπαίνους, καὶ παραγγέλλειν τὴν ἀρχὴν ἐκέλευον τοῖς ἐθέλουσι τῶν δημοτικῶν ἅμα τοῖς πατρικίοις. [2] οὕτω δ᾽ ἄρα κοῦφόν τι πρᾶγμά ἐστιν ἐπιθυμία δίχα λόγου γινομένη καὶ ταχὺ μεταπῖπτον ἐπὶ θάτερα μέρη, μάλιστα δ᾽ ἡ τῶν ὄχλων, ὥσθ᾽ οἱ περὶ παντὸς ποιούμενοι τέως τῆς ἀρχῆς μεταλαβεῖν καί, εἰ μὴ δοθείη τοῦτ᾽ αὐτοῖς ὑπὸ τῶν πατρικίων, ἢ καταλείψοντες τὴν [p. 210] πόλιν ὡς πρότερον, ἢ διὰ τῶν ὅπλων αὐτὸ ληψόμενοι, ἐπειδὴ τὸ συγχώρημα ἔλαβον, ἀπέστησαν εὐθὺς τῆς ἐπιθυμίας καὶ τὰς σπουδὰς ἐπὶ θάτερον μετέβαλον. [3] πολλῶν γέ τοι δημοτικῶν παραγγελλόντων τὴν χιλιαρχίαν καὶ κατεσπουδασμένας ποιουμένων τὰς δεήσεις, οὐδένα τῆς τιμῆς ταύτης ἄξιον εἶναι ὑπέλαβον, ἀλλὰ γενόμενοι τῆς ψήφου κύριοι τοὺς ἐκ τῶν πατρικίων μετιόντας αὐτὴν ἄνδρας ἐπιφανεῖς χιλιάρχους ἀποδεικνύουσιν, Αὖλον Σεμπρώνιον Ἀτρατῖνον καὶ Λεύκιον Ἀτίλιον Λοῦσκον καὶ Τίτον Κλύλιον Σικελόν. ;ΚΕΦΑΛΑΙΟΝ ΞΒ΄ [1] οὗτοι παραλαμβάνουσι πρῶτοι τὴν ἀνθύπατον ἀρχὴν κατὰ τὸν τρίτον ἐνιαυτὸν τῆς ὀγδοηκοστῆς καὶ τετάρτης ὀλυμπιάδος ἄρχοντος Ἀθήνησι Διφίλου. μετασχόντες δ᾽ αὐτῆς ἑβδομήκοντα καὶ τρεῖς μόνον ἡμέρας ἀποτίθενται κατὰ τὸν ἀρχαῖον ἐθισμὸν ἑκούσιοι, θεοπέμπτων τινῶν σημείων κωλυτηρίων αὐτοῖς τοῦ [2] πράττειν τὰ κοινὰ γενομένων. τούτων δὲ τὴν ἐξουσίαν ἀπειπαμένων ἡ βουλὴ συνελθοῦσα μεσοβασιλεῖς ἀποδείκνυσι. καὶ ἐκεῖνοι προειπόντες ἀρχαιρέσια καὶ τῷ δήμῳ τὴν διάγνωσιν ἀποδιδόντες, εἴτε βούλεται χιλιάρχους εἴτε ὑπάτους ἀποδεῖξαι, κρίναντος αὐτοῦ μένειν ἐπὶ τοῖς ἐξ ἀρχῆς ἐθισμοῖς, ἀπέδοσαν τοῖς βουλομένοις τῶν πατρικίων μετιέναι τὴν ὕπατον ἀρχήν· καὶ γίνονται πάλιν ἐκ τῶν πατρικίων ὕπατοι Λεύκιος Παπίριος Μογιλλᾶνος καὶ Λεύκιος Σεμπρώνιος Ἀτρατῖνος, ἑνὸς [p. 211] [3] τῶν ἀποθεμένων τὴν χιλιαρχίαν ἀδελφός. αὗται δύο κατὰ τὸν αὐτὸν ἐνιαυτὸν ἀρχαὶ Ῥωμαίων αἱ τὸ μέγιστον ἔχουσαι κράτος ἐγένοντο· πλὴν οὐκ ἐν ἁπάσαις ταῖς Ῥωμαικαῖς χρονογραφίαις ἀμφότεραι φέρονται, ἀλλ᾽ ἐν αἷς μὲν οἱ χιλίαρχοι μόνον, ἐν αἷς δ᾽ οἱ ὕπατοι, ἐν οὐ πολλαῖς δ᾽ ἀμφότεροι, αἷς ἡμεῖς οὐκ ἄνευ λογισμοῦ συγκατατιθέμεθα, πιστεύοντες δὲ ταῖς ἐκ τῶν ἱερῶν τε καὶ ἀποθέτων βίβλων μαρτυρίαις. [4] ἄλλο μὲν οὖν οὐδὲν ἐπὶ τῆς τούτων ἀρχῆς οὔτε πολεμικὸν οὔτε πολιτικὸν ἔργον ἱστορίας ἄξιον ἐπράχθη, συνθῆκαι δὲ πρὸς τὴν Ἀρδεατῶν πόλιν ἐγένοντο περὶ φιλίας τε καὶ συμμαχίας· ἐπρεσβεύσαντο γὰρ ἀποτιθέμενοι τὰ περὶ τῆς χώρας ἐγκλήματα παρακαλοῦντες φίλοι Ῥωμαίων γενέσθαι καὶ σύμμαχοι. ταύτας τὰς συνθήκας τὸ τῶν ὑπάτων ἀρχεῖον ἐπεκύρωσε. ;ΚΕΦΑΛΑΙΟΝ ΞΓ΄ [1] τῷ δ᾽ ἑξῆς ἐνιαυτῷ πάλιν ὑπάτους ψηφισαμένου τοῦ δήμου κατασταθῆναι παραλαμβάνουσι τὴν ὕπατον ἀρχὴν τῇ διχομήνιδι τοῦ Δεκεμβρίου μηνὸς Μάρκος Γεγάνιος Μακερῖνος τὸ δεύτερον καὶ Τίτος Κοίντιος Καπιτωλῖνος τὸ πέμπτον. [2] οὗτοι διδάξαντες τὴν βουλήν, ὅτι πολλὰ μὲν καὶ ἄλλα πράγματα διὰ τὰς συνεχεῖς τῶν ὑπάτων στρατείας ἠμελημένα παρεῖται, πάντων δ᾽ ἀναγκαιότατον τὸ περὶ τὰς τιμήσεις τῶν βίων νόμιμον, ἐξ ὧν ὅ τ᾽ ἀριθμὸς τῶν ἐχόντων τὴν στρατεύσιμον ἡλικίαν ἐγινώσκετο καὶ τῶν χρημάτων τὸ πλῆθος, ἀφ᾽ ὧν ἔδει τὰς εἰς τὸν πόλεμον εἰσφορὰς ἕκαστον τελεῖν, οὐδεμιᾶς τιμήσεως ἐντὸς ἑπτακαίδεκα [p. 212] ἐτῶν γενομένης ἀπὸ τῆς Λευκίου Κορνηλίου καὶ Κοίντου Φαβίου ὑπατείας· ὥστε καταλιπεῖν οἱ πονηρότατοί τε καὶ ἀσελγέστατοι Ῥωμαίων, ἀλλὰ τόπον μεταλαμβάνειν, ἐν ᾧ περίεστι ζῆν αὐτοῖς, ὡς προῄρηνται. {{DEFAULTSORT:Ρωμαικη Αρχαιολογια 11 61}} 0mfmy3j96kbjn3bvkfl3z2n2nlsaqzi Ρωμαϊκή Αρχαιολογία/ια/51 0 23597 148488 100312 2022-08-09T13:28:49Z Αντιγόνη 235 wikitext text/x-wiki {{Κεφαλίδα | τίτλος = Κεφάλαια 51–60 | συγγραφέας = Διονύσιος ο Αλικαρνασσεύς | μεταφραστής= | ενότητα = [[Ρωμαϊκή Αρχαιολογία/ια|Ῥωμαϊκὴ Ἀρχαιολογία: Λόγος ια΄]] | προηγούμενο= [[Ρωμαϊκή Αρχαιολογία/ια/41|Κεφάλαια 41–50]] | επόμενο = [[Ρωμαϊκή Αρχαιολογία/ια/61|Κεφάλαια 61–63]] | σημειώσεις = Dionysii Halicarnasei Antiquitatum Romanarum quae supersunt, Vol I-IV. Dionysius of Halicarnassus. Karl Jacoby. In Aedibus B.G. Teubneri. Leipzig. 1885. }} ;ΚΕΦΑΛΑΙΟΝ ΝΑ΄ [1] οἱ δὲ τὸν ἑξῆς ὑπατεύσαντες ἐνιαυτὸν Λάρος Ἑρμίνιος καὶ Τίτος Οὐεργίνιος· καὶ οἱ παρὰ τούτων τὴν ἀρχὴν παραλαβόντες, Μάρκος Γεγάνιος ... ;ΚΕΦΑΛΑΙΟΝ ΝΒ΄ [1] μηδὲν δ᾽ αὐτῶν ἀποκρινομένων, ἀλλ᾽ ἀγανακτούντων παρελθὼν αὖθις Σκάπτιος ἐπὶ τὸ βῆμα· ἔχετ᾽, ἔφη, παρακεχωρημένον, ἄνδρες πολῖται, παρ᾽ αὐτῶν τῶν διαφερομένων, ὅτι τῆς ἡμετέρας χώρας ἑαυτοῖς μηδὲν προσηκούσης ἀντιποιοῦνται· πρὸς ταῦτα ὁρῶντες τὰ δίκαια καὶ τὰ εὔορκα ψηφίσασθε. [2] ταῦτα τοῦ Σκαπτίου λέγοντος αἰδὼς εἰσῄει τοὺς ὑπάτους ἐνθυμουμένους, ὡς οὔτε δίκαιον οὔτ᾽ εὐπρεπὲς ἡ δίκη λήψεται τέλος, ἄν τινα ἀμφισβητουμένην ὑφ᾽ ἑτέρων χώραν δικαστὴς αἱρεθεὶς ὁ Ῥωμαίων δῆμος μηδέποτ᾽ αὐτῆς ἀντιποιησάμενος ἑαυτῷ προσδικάσῃ τοὺς ἀμφισβητοῦντας ἀφελόμενος· καὶ πολλοὶ σφόδρα ἐλέχθησαν εἰς ἀποτροπὴν τοῦ πράγματος ὑπὸ τῶν ὑπάτων καὶ τῶν ἡγουμένων τῆς βουλῆς λόγοι διακενῆς. [3] οἱ γὰρ ἀνειληφότες [p. 198] τὰς ψήφους πολλὴν μωρίαν εἶναι λέγοντες ἑτέρους περιορᾶν τὰ σφέτερα κατέχοντας, καὶ οὐκ εὐσεβὲς ἐξοίσειν τέλος ὑπολαμβάνοντες, ἐὰν Ἀρικηνοὺς ἢ Ἀρδεάτας κυρίους ἀποδείξωσι τῆς ἀμφισβητησίμου γῆς ὀμωμοκότες ὧν ἂν εὕρωσιν αὐτὴν οὖσαν τούτων ἐπικρινεῖν· τοῖς τε δικαζομένοις ὀργὴν ἔχοντες, ὅτι τοὺς ἀποστερουμένους αὐτῆς δικαστὰς ἠξίωσαν λαβεῖν, ἵνα μηδ᾽ ὕστερον ἔτι σφίσιν ἐγγένηται τὴν ἑαυτῶν ἀνακομίσασθαι κτῆσιν, ἣν αὐτοὶ μεθ᾽ ὅρκου δικάσαντες ἑτέρων ἐπέγνωσαν εἶναι. [4] ταῦτα δὴ λογιζόμενοι καὶ ἀγανακτοῦντες τρίτον ἐκέλευσαν τεθῆναι καδίσκον ὑπὲρ τῆς πόλεως Ῥωμαίων καθ᾽ ἑκάστην φυλήν, εἰς ὃν ἀποθήσονται τὰς ψήφους· καὶ γίνεται πάσαις ταῖς ψήφοις ὁ Ῥωμαίων δῆμος τῆς ἀμφιλόγου χώρας κύριος. ταῦτα μὲν ἐπὶ τούτων τῶν ὑπάτων ἐπράχθη. ;ΚΕΦΑΛΑΙΟΝ ΝΓ΄ [1] Μάρκου δὲ Γενυκίου καὶ Γαΐου Κοιντίου τὴν ἀρχὴν παρειληφότων αἱ πολιτικαὶ πάλιν ἀνίσταντο διαφοραὶ τῶν δημοτικῶν ἀξιούντων ἅπασι Ῥωμαίοις ἐξεῖναι τὴν ὕπατον ἀρχὴν λαμβάνειν — τέως γὰρ οἱ πατρίκιοι μόνοι μετῄεσαν αὐτὴν ἐν ταῖς λοχίτισιν ἐκκλησίαις ἀποδεικνύμενοι — νόμον τε συγγράψαντες ὑπὲρ τῶν ὑπατικῶν ἀρχαιρεσιῶν εἰσέφερον οἱ τότε δημαρχοῦντες ἐκτὸς ἑνὸς Γαΐου Φουρνίου πάντες οἱ λοιποὶ συμφρονήσαντες, ἐν ᾧ τὸν δῆμον ἐποιοῦντο [p. 199] κύριον τῆς διαγνώσεως καθ᾽ ἕνα ἕκαστον ἐνιαυτόν, εἴτε πατρικίους βούλοιτο μετιέναι τὴν ὑπατείαν εἴτε δημοτικούς. [2] ἐφ᾽ οἷς ἠγανάκτουν οἱ τοῦ βουλευτικοῦ μετέχοντες συνεδρίου καταλυομένην τὴν ἑαυτῶν δυναστείαν ὁρῶντες καὶ πάντα ὑπομένειν ᾤοντο δεῖν πρότερον ἢ τὸν νόμον κύριον ἐᾶσαι γενέσθαι· ὀργαί τε καὶ κατηγορίαι καὶ ἀντιπράξεις ἐγίνοντο συνεχεῖς ἐν ἰδίοις τε συλλόγοις καὶ κατὰ τὰς κοινὰς συνόδους, ἁπάντων τῶν πατρικίων πρὸς ἅπαντας ἠλλοτριωμένων τοὺς δημοτικούς. [3] καὶ λόγοι πολλοὶ μὲν ἐν τῷ συνεδρίῳ, πολλοὶ δὲ κατὰ τὰς ἐκκλησίας ὑπὸ τῶν προϊσταμένων τῆς ἀριστοκρατίας ἐλέχθησαν, ἐπιεικέστεροι μὲν ὑπὸ τῶν οἰομένων ἀγνοίᾳ τοῦ συμφέροντος ἁμαρτάνειν τοὺς δημοτικούς, τραχύτεροι δ᾽ ὑπὸ τῶν νομιζόντων ἐξ ἐπιβουλῆς καὶ φθόνου τοῦ πρὸς αὐτοὺς τὸ πρᾶγμα συγκεῖσθαι. ;ΚΕΦΑΛΑΙΟΝ ΝΔ΄ [1] ἑλκομένου δὲ τοῦ χρόνου διακενῆς ἧκον εἰς τὴν πόλιν ἀπὸ τῶν συμμάχων ἄγγελοι λέγοντες, ὅτι πολλῇ στρατιᾷ μέλλουσιν ἐλαύνειν ἐπ᾽ αὐτοὺς Αἰκανοί τε καὶ Οὐολοῦσκοι, δεόμενοι βοήθειαν ἀποστεῖλαι σφίσι διὰ ταχέων ὡς ἐν τρίβῳ τοῦ πολέμου κειμένοις. [2] ἐλέγοντο δὲ καὶ Τυρρηνῶν οἱ καλούμενοι Οὐιεντανοὶ παρασκευάζεσθαι πρὸς ἀπόστασιν, Ἀρδεᾶται τ᾽ αὐτῶν οὐκέτι ἦσαν ὑπήκοοι τῆς ἀμφιλόγου χώρας ὀργὴν ἔχοντες, ἣν ὁ Ῥωμαίων δῆμος αἱρεθεὶς δικαστὴς αὑτῷ προσεδίκασεν ἐν τῷ παρελθόντι ἐνιαυτῷ. [3] ταῦτα ἡ βουλὴ μαθοῦσα ψηφίζεται στρατιὰν καταγράφειν [p. 200] καὶ τοὺς ὑπάτους ἀμφοτέρους ἐξάγειν δυνάμεις. ἀντέπραττον δὲ τοῖς γνωσθεῖσιν ὑπ᾽ αὐτῶν οἱ τὸν νόμον εἰσφέροντες ἔχουσι δ᾽ ἐξουσίαν ἐναντιοῦσθαι δήμαρχοι τοῖς ὑπάτοις ἀφαιρούμενοί τε τοὺς ἀγομένους ὑπ᾽ αὐτῶν ἐπὶ τὸν στρατιωτικὸν ὅρκον, καὶ τιμωρίαν οὐδεμίαν ἐῶντες λαμβάνειν παρὰ τῶν ἀπειθούντων. [4] πολλὰ δὲ τῆς βουλῆς ἀξιούσης ἐν μὲν τῷ παρόντι χρόνῳ τὴν φιλονεικίαν καταβαλεῖν, ὅταν δὲ τέλος οἱ πόλεμοι λάβωσι, τότε προτιθέναι τὸν περὶ τῶν ἀρχαιρεσιῶν νόμον, οἵδε τοσούτου ἐδέησαν εἶξαι τοῖς καιροῖς, ὥστε καὶ περὶ τῶν ἄλλων ἐναντιώσεσθαι τοῖς δόγμασι τῆς βουλῆς ἔλεγον, καὶ οὐδὲν ἐάσειν δόγμα περὶ οὐδενὸς κυρωθῆναι πράγματος, ἐὰν μὴ τὸν ὑπ᾽ [5] αὐτῶν εἰσφερόμενον προβουλεύσῃ νόμον. καὶ οὐ μόνον ἐν τῷ συνεδρίῳ πρὸς τοὺς ὑπάτους ταῦτ᾽ ἀπειλῆσαι προήχθησαν, ἀλλὰ καὶ ἐπὶ τῆς ἐκκλησίας, ὅρκους, οἵπερ εἰσὶ μέγιστοι παρ᾽ αὐτοῖς, κατὰ τῆς ἑαυτῶν πίστεως διομοσάμενοι, ἵνα μηδέ τι τῶν ἐγνωσμένων αὐτοῖς πεισθεῖσιν ἐξῇ καταλύειν. ;ΚΕΦΑΛΑΙΟΝ ΝΕ΄ [1] πρὸς δὴ τὰς ἀπειλὰς ταύτας ἐσκόπουν, ὅ τι χρὴ ποιεῖν, οἱ πρεσβύτατοί τε καὶ κορυφαιότατοι τῶν προεστηκότων τῆς ἀριστοκρατίας, συναχθέντες [p. 201] εἰς τὸν ἰδιωτικὸν σύλλογον ὑπὸ τῶν ὑπάτων αὐτοὶ καθ᾽ [2] ἑαυτούς. Γάϊος μὲν οὖν Κλαύδιος ἥκιστα δημοτικὸς ὢν καὶ ταύτην διαδεδεγμένος ἐκ προγόνων τὴν αἵρεσιν τῆς πολιτείας αὐθαδεστέραν γνώμην εἰσέφερε, μήτε ὑπατείας μήτ᾽ ἄλλης ἀρχῆς τῷ δήμῳ παραχωρεῖν μηδεμιᾶς· τοὺς δὲ τἀναντία πράττειν ἐπιχειροῦντας ὅπλοις κωλύειν, ἐὰν μὴ πείθωνται τοῖς λόγοις, φειδὼ μηδεμίαν ποιουμένους μήτ᾽ ἰδιώτου μήτ᾽ ἄρχοντος. ἅπαντας γὰρ τοὺς ἐπιχειροῦντας τὰ πάτρια κινεῖν ἔθη καὶ τὸν κόσμον τοῦ πολιτεύματος τὸν ἀρχαῖον διαφθείρειν ἀλλοτρίους καὶ πολεμίους εἶναι τῆς πόλεως. [3] Τίτος δὲ Κοίντιος οὐκ εἴα τῇ βίᾳ κατείργειν τὸ ἀντίπαλον, οὐδὲ δι᾽ ὅπλων καὶ δι᾽ αἵματος ἐμφυλίου χωρεῖν πρὸς τὸ δημοτικόν, ἄλλως τε καὶ δημάρχων σφίσιν ἐναντιωσομένων, οὓς ἱεροὺς εἶναι καὶ παναγεῖς ἐψηφίσαντο οἱ πατέρες ἡμῶν θεοὺς καὶ δαίμονας ἐγγυητὰς ποιησάμενοι τῶν ὁμολογιῶν, καὶ τοὺς μεγίστους ὅρκους κατ᾽ ἐξωλείας αὐτῶν τε καὶ τῶν ἐγγόνων, ἐάν τι παραβαίνωσι τῶν συγκειμένων, κατομοσάμενοι. ;ΚΕΦΑΛΑΙΟΝ ΝΣΤ΄ [1] ταύτῃ προσθεμένων τῇ γνώμῃ καὶ τῶν ἄλλων τῶν παρακληθέντων εἰς τὸ συνέδριον παραλαβὼν τὸν λόγον ὁ Κλαύδιος· οὐκ ἀγνοῶ μέν, ἔφησεν, ἡλίκων κρηπὶς καταβληθήσεται συμφορῶν ἅπασιν ἡμῖν, ἐὰν ἐπιτρέψωμεν τῷ δήμῳ περὶ τοῦ νόμου ψῆφον λαβεῖν· οὐκ ἔχων δ᾽ ὅ τι χρὴ ποιεῖν οὐδὲ δυνάμενος [p. 202] τοσούτοις οὖσιν μόνος ἀντιλέγειν, εἴκω τοῖς βουλήμασι τοῖς ὑμετέροις. [2] δίκαιον γὰρ ἀποφαίνεσθαι μὲν ἕκαστον ἃ δοκεῖ τῷ κοινῷ συνοίσειν, πείθεσθαι δὲ τοῖς ὑπὸ τῶν πλειόνων κριθεῖσιν. ἐκεῖνο μέντοι παραινεῖν ὑμῖν ὡς ἐν χαλεποῖς καὶ ἀβουλήτοις πράγμασιν ἔχω, τῆς μὲν ὑπατείας μήτε νῦν μήθ᾽ ὕστερον παραχωρεῖν μηδενὶ πλὴν τῶν πατρικίων, οἷς μόνοις ὅσιόν τε καὶ [3] θεμιτόν ἐστι τυγχάνειν· ὅταν δ᾽ εἰς ἀνάγκην κατακλεισθῆτε ὥσπερ νῦν μεταδιδόναι καὶ τοῖς ἄλλοις πολίταις τῆς μεγίστης ἐξουσίας τε καὶ ἀρχῆς, χιλιάρχους τε ἀντὶ τῶν ὑπάτων ἀποδείκνυτε, ἀριθμὸν αὐτῶν ὁρίσαντες ὅσον δή τινα — ἐμοὶ μὲν γὰρ ὀκτὼ ἢ ἓξ ἀποχρῆς δοκεῖ — ἔν τε τούτοις τοῖς ἀνδράσι μὴ ἐλάττονες ἀριθμὸν ἔστωσαν οἱ πατρίκιοι τῶν δημοτικῶν. ταῦτα γὰρ ποιοῦντες οὔτε τὴν τῶν ὑπάτων ἀρχὴν εἰς ταπεινοὺς καὶ ἀναξίους καταβαλεῖτε οὔτε δυναστείας ἀδίκους ἑαυτοῖς κατασκευάζεσθαι δόξετε μηδεμιᾶς ἀρχῆς μεταδιδόντες τοῖς δημοτικοῖς. [4] ἐπαινεσάντων δ᾽ ἁπάντων τὴν γνώμην καὶ οὐδενὸς τἀναντία λέγοντος· ἀκούσατ᾽, ἔφη, ἃ καὶ τοῖς ὑπάτοις ὑμῖν ἔχω παραινεῖν. ἡμέραν προειπόντες, ἐν ᾗ τὸ προβούλευμα ἐπικυρώσετε καὶ τὰ κριθέντα ὑπὸ τῆς βουλῆς, λόγον ἀπόδοτε τοῖς ἀπολογουμένοις ὑπὲρ τοῦ νόμου καὶ τοῖς κατηγοροῦσι· ῥηθέντων δὲ τῶν λόγων, ὅταν καθήκῃ τὰς [p. 203] γνώμας ἐρωτᾶν, μήτ᾽ ἀπ᾽ ἐμοῦ ἄρξησθε μήτ᾽ ἀπὸ κοιντίου τουδὶ μήτ᾽ ἀπ᾽ ἄλλου τῶν πρεσβυτέρων μηδενός, ἀλλ᾽ ἀπὸ τοῦ φιλοδημοτάτου τῶν βουλευτῶν Λευκίου Οὐαλερίου, καὶ μετὰ τοῦτον ἀξιοῦτε Ὁράτιον εἴ τι βούλεται λέγειν. ὅταν δὲ τὰς παρ᾽ ἐκείνων γνώμας ἐξετάσητε, τότε τοὺς πρεσβυτέρους ἡμᾶς κελεύετε λέγειν. [5] ἐγὼ μὲν οὖν τὴν ἐναντιουμένην γνώμην τοῖς δημάρχοις ἀποδείξομαι πάσῃ τῇ παρρησίᾳ χρώμενος — τουτὶ γὰρ τῷ κοινῷ συμφέρει — τὸ δὲ περὶ τῶν χιλιάρχων πολίτευμα, εἰ βουλομένοις ἐστίν, εἰσηγείσθω Τίτος Γενύκιος οὗτος· πρεπωδεστάτη γὰρ ἡ γνώμη καὶ ὑποψίαν ἥκιστα παρέξουσα γένοιτ᾽ ἄν, ἐὰν οὗτος αὐτὴν ὁ [6] σὸς ἀδελφός, ὦ Μάρκε Γενύκιε, λέγῃ. ἐδόκει καὶ ταῦτα ὀρθῶς ὑποτίθεσθαι, καὶ οἱ μὲν ἀπῄεσαν ἐκ τοῦ συλλόγου, τοῖς δὲ δημάρχοις δέος ἐνέπιπτε πρὸς τὴν ἀπόρρητον τῶν ἀνδρῶν συνουσίαν ὡς ἐπὶ κακῷ τινι τοῦ δήμου μεγάλῳ γενομένην, ἐπειδὴ κατ᾽ οἰκίαν τε συνήδρευσαν, ἀλλ᾽ οὐκ ἐν τῷ φανερῷ, καὶ οὐδένα τῶν προεστηκότων τοῦ δήμου κοινωνὸν τῶν βουλευμάτων παρέλαβον, καὶ μετὰ τοῦτο συνέδριον αὐτοὶ πάλιν ἐκ τῶν φιλοδημοτάτων συναγαγόντες ἀλεξήματα καὶ φυλακὰς ἀντεμηχανῶντο πρὸς τὰς ἐπιβουλάς, ἃς ἐκ τῶν πατρικίων ἔσεσθαι σφίσιν ὑπώπτευον. ;ΚΕΦΑΛΑΙΟΝ ΝΖ΄ [1] ὡς δὲ καθῆκεν ὁ χρόνος, ἐν ᾧ τὸ προβούλευμα ἔδει γενέσθαι, συγκαλέσαντες οἱ ὕπατοι τὴν βουλὴν καὶ πολλὰς ὑπὲρ ὁμονοίας καὶ εὐκοσμίας ποιησάμενοι [p. 204] παρακλήσεις πρώτοις ἀπέδωκαν λέγειν τοῖς εἰσηγησαμένοις δημάρχοις τὸν νόμον. [2] καὶ παρελθὼν εἷς ἐξ αὐτῶν Γάϊος Κανολήιος περὶ μὲν τοῦ δίκαιον ἢ συμφέροντα εἶναι τὸν νόμον οὔτ᾽ ἐδίδασκεν οὔτ᾽ ἐμέμνητο· θαυμάζειν δ᾽ ἔφη τῶν ὑπάτων, ὅτι βεβουλευμένοι τε καὶ κεκρικότες ἤδη κατὰ σφᾶς αὐτοὺς ἃ δεῖ πράττειν, ὥσπερ ἀδοκίμαστον πρᾶγμα καὶ βουλῆς δεόμενον εἰς τὸ συνέδριον ἐπεχείρησαν εἰσφέρειν, καὶ λόγον ἀπέδωκαν ὑπὲρ αὐτοῦ τοῖς προαιρουμένοις, εἰρωνείαν εἰσάγοντες οὔτε ταῖς ἑαυτῶν ἡλικίαις ἁρμόττουσαν, οὔτε τῷ μεγέθει τῆς ἀρχῆς προσήκουσαν. [3] πονηρῶν τ᾽ ἀρχὰς ἔφη πολιτευμάτων αὐτοὺς εἰσάγειν ἀπόρρητα βουλευτήρια συνάγοντας ἐν ἰδίαις οἰκίαις, καὶ οὐδ᾽ ἅπαντας τοὺς βουλευτὰς εἰς ταῦτα παρακαλοῦντας, ἀλλὰ τοὺς σφίσιν αὐτοῖς ἐπιτηδειοτάτους. τῶν μὲν οὖν ἄλλων συνέδρων τῶν ἀπελαθέντων τῆς κατοικιδίου βουλῆς ἧττον ἔφη θαυμάζειν, Μάρκου δὲ Ὁρατίου καὶ Λευκίου Οὐαλερίου τῶν καταλυσάντων τὴν ὀλιγαρχίαν, ὑπατικῶν ἀνδρῶν καὶ οὐδενὸς ἧττον ἐπιτηδείων τὰ κοινὰ βουλεύειν, τὴν ἀπαξίωσιν τῆς εἰς τὸ συνέδριον παρακλήσεως ἐκπεπλῆχθαι, καὶ οὐ δύνασθαι συμβάλλειν ἐπὶ τίνι λόγῳ δικαίῳ, εἰκάζειν δὲ μίαν αἰτίαν, ὅτι πονηρὰς καὶ ἀσυμφόρους γνώμας εἰσηγεῖσθαι μέλλοντες κατὰ τῶν δημοτικῶν οὐκ ἐβούλοντο παρακαλεῖν εἰς ταῦτα τὰ συνέδρια τοὺς φιλοδημοτάτους, ἀγανακτήσοντας δηλονότι καὶ οὐ περιοψομένους [p. 205] οὐδὲν ἄδικον πολίτευμα κατὰ τοῦ δήμου γινόμενον. ;ΚΕΦΑΛΑΙΟΝ ΝΗ΄ [1] τοιαῦτα Γαΐου Κανοληίου μετὰ πολλοῦ σχετλιασμοῦ λέγοντος καὶ τῶν μὴ παραληφθέντων εἰς τὸ συνέδριον βουλευτῶν πρὸς ὀργὴν δεξαμένων τὸ πρᾶγμα παρελθὼν ἅτερος τῶν ὑπάτων Γενύκιος ἀπολογεῖσθαι καὶ πραΰνειν τὰς ὀργὰς αὐτῶν ἐπειρᾶτο διδάσκων, ὅτι τοὺς μὲν φίλους παραλάβοιεν, οὐχ ἵνα τι κατὰ τοῦ δήμου διαπράξαιντο, ἀλλ᾽ ἵνα μετὰ τῶν ἀναγκαιοτάτων βουλεύσαιντο, τί πράττοντες οὐδ᾽ ὁποτέραν δόξουσιν ἐλαττοῦν τῶν αἱρέσεων, πότερον ταχεῖαν ἀποδιδόντες τῇ βουλῇ περὶ τοῦ νόμου διάγνωσιν ἢ [2] χρονιωτέραν. Ὁράτιον δὲ καὶ Οὐαλέριον οὐκ ἄλλης τινὸς χάριν αἰτίας μὴ παραλαβεῖν εἰς τὸ συνέδριον, ἀλλ᾽ ἵνα μή τις ὑποψία περὶ αὐτῶν παρ᾽ ἀξίαν ᾖ τοῖς δημοτικοῖς, ὡς μεταβεβλημένων τὴν προαίρεσιν τῆς πολιτείας, ἐὰν ἄρα ἐπὶ τῆς ἑτέρας γένωνται γνώμης, τῆς ἀξιούσης ἀναβαλέσθαι τὴν ὑπὲρ τοῦ νόμου διάγνωσιν εἰς ἕτερον καιρὸν ἐπιτηδειότερον. ἐπειδὴ δ᾽ ἅπασι τοῖς παραληφθεῖσιν ἡ συντομωτέρα διάγνωσις ἀμείνων ἔδοξεν εἶναι τῆς βραδυτέρας, πράττειν ὡς ἐκείνοις ἐφάνη. [3] ταῦτ᾽ εἰπὼν καὶ θεοὺς ἐπομοσάμενος ἦ μὴν τἀληθῆ λέγειν καὶ τοὺς παρακληθέντας ἐκ τῶν βουλευτῶν, ἔφη, πᾶσαν ἀπολύσεσθαι διαβολὴν οὐ λόγοις, [4] ἀλλ᾽ ἔργοις. ὅταν γὰρ οἱ βουλόμενοι κατηγορεῖν καὶ ἀπολογεῖσθαι περὶ τοῦ νόμου διεξέλθωσι τὰ δίκαια, [p. 206] πρώτους ἐπὶ τὴν ἐρώτησιν τῆς γνώμης καταλέγειν οὐχὶ τοὺς πρεσβυτάτους καὶ τιμιωτάτους τῶν βουλευτῶν, οἷς ἐκ τῶν πατρίων ἐθισμῶν καὶ τοῦτ᾽ ἀποδεδόσθαι τὸ γέρας, οὐδὲ τοὺς δι᾽ ὑποψίας ὄντας παρὰ τοῖς δημοτικοῖς, ὡς οὐδὲν ὑπὲρ αὐτῶν χρηστὸν οὔτε λέγοντας οὔτε φρονοῦντας, ἀλλ᾽ ἐκ τῶν νεωτέρων τοὺς δοκοῦντας εἶναι φιλοδημοτάτους. ;ΚΕΦΑΛΑΙΟΝ ΝΘ΄ [1] ὑποσχόμενος δὲ ταῦτα καὶ δοὺς ἐξουσίαν τοῖς βουλομένοις λέγειν, ἐπειδὴ οὔτε κατηγορήσων οὔτ᾽ ἀπολογησόμενος οὐδεὶς ὑπὲρ τοῦ νόμου παρῄει, παρελθὼν αὖθις ἐρωτᾷ πρῶτον Οὐαλέριον, τί τῷ κοινῷ συμφέρει, καὶ τί προβουλεῦσαι τοῖς συνέδροις παραινεῖ. [2] ὁ δ᾽ ἀναστὰς καὶ πολλοὺς διεξελθὼν ὑπὲρ αὑτοῦ τε καὶ τῶν προγόνων λόγους ὡς ἐπὶ τῷ συμφέροντι τῆς πόλεως τοῦ δημοτικοῦ μέρους προϊσταμένων, καὶ καταριθμησάμενος ἅπαντας ἐξ ἀρχῆς τοὺς κατασχόντας τὴν πόλιν κινδύνους ἐκ τῶν τἀναντία πολιτευομένων, τοῖς τ᾽ ἀπεχθῶς ἐσχηκόσι πρὸς τὸ δημοτικὸν ἅπασιν ἀλυσιτελὲς γενόμενον ἀποδείξας τὸ μισόδημον, ἐπαίνους τε πολλοὺς περὶ τοῦ δήμου ποιησάμενος, ὡς αἰτιωτάτου τῇ πόλει γεγονότος οὐ μόνον τῆς ἐλευθερίας, ἀλλὰ καὶ τῆς ἡγεμονίας, ἐπεὶ ταῦτα καὶ παραπλήσια τούτοις διεξῆλθε, τελευτῶν ἔφη μὴ δύνασθαι πόλιν ἐλευθέραν εἶναι, ἐξ ἧς ἄν τις τὴν ἰσότητ᾽ ἀνέλῃ· [3] ἔφη τε δοκεῖν ἑαυτῷ τὸν μὲν νόμον [p. 207] δίκαιον εἶναι τὸν ἀξιοῦντα πᾶσι μετεῖναι Ῥωμαίοις τῆς ὑπατικῆς ἀρχῆς, τοῖς γε δὴ βίον ἀνεπίληπτον ἐσχηκόσι καὶ πράξεις ἀποδεδειγμένοις τῆς τιμῆς ταύτης ἀξίας, τὸν δὲ καιρὸν οὐκ ἐπιτήδειον εἰς τὴν ὑπὲρ αὐτοῦ διάγνωσιν ἐν πολεμικαῖς ὑπαρχούσης ταραχαῖς τῆς πόλεως· [4] συνεβούλευέ τε τοῖς μὲν δημάρχοις ἐᾶν τὴν καταγραφὴν γενέσθαι τῶν στρατιωτῶν καὶ τὴν ἔξοδον μὴ κωλύειν τῶν καταγραφέντων, τοῖς δ᾽ ὑπάτοις, ὅταν τὸ κράτιστον τέλος ἐπιθῶσι τῷ πολέμῳ, πρῶτον ἁπάντων τὸ περὶ τοῦ νόμου προβούλευμα εἰς τὸν δῆμον ἐξενεγκεῖν. ταῦτα δὲ γραφῆναί τ᾽ ἤδη καὶ διομολογηθῆναι πρὸς ἀμφοτέρων. [5] ταύτην ἀποδειξαμένου τὴν γνώμην Οὐαλερίου καὶ μετὰ τοῦτον Ὁρατίου — δευτέρῳ γὰρ τούτῳ λόγον ἀπέδωκαν οἱ ὕπατοι — ταὐτὸ πάθος ἅπασι τοῖς παροῦσι συνέβη. οἱ μὲν γὰρ ἀνελεῖν τὸν νόμον βουλόμενοι τὴν ἀναβολὴν τῆς περὶ αὐτοῦ διαγνώσεως ἀγαπητῶς ἀκούσαντες, τὸ μετὰ τὸν πόλεμον ἐπάναγκες εἶναι σφίσι προβουλεῦσαι περὶ αὐτοῦ χαλεπῶς ἀπεδέξαντο· οἱ δὲ κύριον ὑπὸ τοῦ συνεδρίου κριθῆναι προαιρούμενοι τὸ μὲν ὡμολογημένον δίκαιον εἶναι τὸν νόμον ἀσμένως ἤκουον, τὸ δ᾽ εἰς ἑτέρους ἐκπίπτειν χρόνους τὸ προβούλευμα πρὸς ὀργὴν ἐλάμβανον. ;ΚΕΦΑΛΑΙΟΝ Ξ΄ [1] θορύβου δέ, ὅπερ εἰκός, ἐπὶ τῇ γνώμῃ γενομένου διὰ τὸ μὴ πᾶσι τοῖς μέρεσιν αὐτῆς εὐαρεστεῖν [p. 208] ἀμφοτέρους παρελθὼν ὁ ὕπατος τρίτον ἠρώτα Γάϊον Κλαύδιον, ὃς ἐδόκει τῶν προεστηκότων τῆς ἑτέρας τάξεως τῆς ἐναντιουμένης τοῖς δημοτικοῖς αὐθαδέστατος εἶναι καὶ δυνατώτατος. [2] οὗτος ἐκ παρασκευῆς διεξῆλθε λόγον κατὰ τῶν δημοτικῶν, πάνθ᾽ ὅσα ἔδοξε πώποτε ἐναντία τοῖς καλοῖς καὶ πατρίοις ἐθισμοῖς ὑπομιμνήσκων, οὗ κεφάλαιον ἦν, εἰς ὃ κατέσκηπτεν ἡ γνώμη, μηδεμίαν ἀποδιδόναι τῇ βουλῇ διάγνωσιν ὑπὲρ τοῦ νόμου τοὺς ὑπάτους, μήτ᾽ ἐν τῷ παρόντι χρόνῳ μήθ᾽ ὕστερον, ὡς ἐπὶ καταλύσει τῆς ἀριστοκρατίας εἰσφερομένου καὶ συγχεῖν μέλλοντος ἅπαντα τὸν κόσμον τῆς πολιτείας. [3] γενομένου δὲ πρὸς τὴν γνώμην ἔτι πλείονος θορύβου τέταρτος ἀνίσταται κληθεὶς Τίτος Γενύκιος, ἀδελφὸς θατέρου τῶν ὑπάτων· ὃς ὀλίγα διαλεχθεὶς ὑπὲρ τῶν κατεχόντων καιρῶν τὴν πόλιν, ὅτι δυεῖν ἀνάγκη τῶν χαλεπωτάτων θάτερον αὐτῇ συμπεσεῖν, ἢ διὰ τὰς πολιτικὰς ἔριδας καὶ φιλοτιμίας ἰσχυρὰ τὰ τῶν ἐχθρῶν ποιῆσαι πράγματα, ἢ τοὺς ἔξωθεν ἐπιφερομένους ἀποτρέψασθαι βουλομένῃ κακῶς τὸν οἰκεῖον καὶ πολιτικὸν διαλύσασθαι πόλεμον· [4] ἔφησε, δυεῖν ὄντων κακῶν, ὧν ἀνάγκη θάτερον ἄκοντας ὑπομεῖναι, τοῦτ᾽ αὐτῷ δοκεῖν εἶναι λυσιτελέστερον, τὸ συγχωρῆσαι τῷ δήμῳ τὴν βουλὴν παρασπάσαί τι τοῦ κόσμου τῆς πατρίου πολιτείας μᾶλλον ἢ τοῖς ἀλλοφύλοις [p. 209] τε καὶ πολεμίοις καταγέλαστον ποιῆσαι τὴν πόλιν. [5] ταῦτ᾽ εἰπὼν τὴν δοκιμασθεῖσαν ὑπὸ τῶν παραγενηθέντων ἐν τῷ κατ᾽ οἰκίαν συνεδρίῳ γνώμην εἰσέφερεν, ἣν εἰσηγήσατο Κλαύδιος, ὥσπερ ἔφην, ἀντὶ τῶν ὑπάτων χιλιάρχους ἀποδειχθῆναι, τρεῖς μὲν ἐκ τῶν πατρικίων, τρεῖς δ᾽ ἐκ τῶν δημοτικῶν, ἐξουσίαν ἔχοντας ὑπατικήν· ὅταν δὲ τελῶσιν οὗτοι τὴν ἀρχὴν καὶ καθήκῃ νέας ἀρχὰς ἀποδείκνυσθαι, τὴν βουλὴν καὶ τὸν δῆμον αὖθις συνελθόντας διαγνῶναι, πότερον ὑπάτους ἢ χιλιάρχους βούλονται παραλαβεῖν τὴν ἀρχήν. ὅ τι δ᾽ ἂν ἅπασι δόξῃ ψῆφον ἐπενέγκασι, τοῦτ᾽ εἶναι κύριον. ἐπιτελεῖσθαι δὲ τὸ προβούλευμα καθ᾽ ἕκαστον ἐνιαυτόν. {{DEFAULTSORT:Ρωμαικη Αρχαιολογια 11 51}} lmgys6vnbswmjl39hhe4bprddbrho8u Ρωμαϊκή Αρχαιολογία/ια/41 0 23598 148501 100313 2022-08-09T13:54:36Z Αντιγόνη 235 wikitext text/x-wiki {{Κεφαλίδα | τίτλος = Κεφάλαια 41–50 | συγγραφέας = Διονύσιος ο Αλικαρνασσεύς | μεταφραστής= | ενότητα = [[Ρωμαϊκή Αρχαιολογία/ια|Ῥωμαϊκὴ Ἀρχαιολογία: Λόγος ια΄]] | προηγούμενο= [[Ρωμαϊκή Αρχαιολογία/ια/31|Κεφάλαια 31–40]] | επόμενο = [[Ρωμαϊκή Αρχαιολογία/ια/51|Κεφάλαια 51–60]] | σημειώσεις = Dionysii Halicarnasei Antiquitatum Romanarum quae supersunt, Vol I-IV. Dionysius of Halicarnassus. Karl Jacoby. In Aedibus B.G. Teubneri. Leipzig. 1885. }} ;ΚΕΦΑΛΑΙΟΝ ΜΑ΄ [1] οὔτε σωφρόνων οὔτε γενναίων ἐστὶν ἀνθρώπων τὰ μὲν ἀλλότρια κτᾶσθαι δι᾽ ἀνδραγαθίαν, τὰ δ᾽ οἰκεῖα περιορᾶν ἀπολλύμενα διὰ μαλακίαν οὐδὲ πρὸς μὲν Αἰκανοὺς καὶ Οὐολούσκους καὶ Σαβίνους καὶ τοὺς ἄλλους περιοίκους ἅπαντας πολεμεῖν μακροὺς καὶ ἀδιαλείπτους πολέμους ὑπὲρ ἀρχῆς καὶ δυναστείας, πρὸς δὲ τοὺς παρὰ νόμον ἄρχοντας ὑμῶν μὴ θέλειν ἄρασθαι τὰ ὅπλα ὑπὲρ ἀσφαλείας τε καὶ ἐλευθερίας. [p. 182] [2] οὐκ ἀναλήψεσθε τὸ φρόνημα τῆς πατρίδος; οὐ παραστήσεται λογισμὸς ὑμῖν τῆς ἀρετῆς τῶν γονέων ἄξιος, οἳ διὰ μιᾶς γυναικὸς ὕβριν ὑφ᾽ ἑνὸς τῶν Ταρκυνίου παίδων ὑβρισθείσης καὶ διὰ τὴν συμφορὰν ταύτην ἑαυτὴν διαχρησαμένης, οὕτως ἠγανάκτησαν ἐπὶ τῷ πάθει καὶ παρωξύνθησαν καὶ κοινὴν ἀπάντων ἡγήσαντο τὴν ὕβριν, ὥστ᾽ οὐ μόνον Ταρκύνιον ἐξέβαλον ἐκ τῆς πόλεως, ἀλλὰ καὶ τὸ βασιλικὸν πολίτευμα κατέλυσαν, καὶ τὸ λοιπὸν ἀπεῖπον μηδένα Ῥωμαίων ἄρχειν διὰ βίου τὴν ἀνυπεύθυνον ἀρχήν, αὐτοί τε τοὺς μεγίστους ὀμόσαντες ὅρκους, καὶ κατὰ τῶν ἐγγόνων ἀράς, [3] ἐάν τι παρὰ ταῦτα ποιῶσι, καταρασάμενοι; ἔπειτ᾽ ἐκεῖνοι μὲν ἑνὸς οὐκ ἤνεγκαν ἀκολάστου μειρακίου τυραννικὴν ὕβριν εἰς ἓν σῶμα ἐλεύθερον γενομένην, ὑμεῖς δὲ πολυκέφαλον τυραννίδα πάσῃ παρανομίᾳ τε καὶ ἀσελγείᾳ χρωμένην καὶ ἔτι μᾶλλον χρησομένην, [4] ἐὰν νῦν ἀνάσχησθε, ὑπομενεῖτε; οὐκ ἐμοὶ μόνῳ θυγάτηρ ἐγένετο διαφέρουσα τὴν ὄψιν ἑτέρων, ἣν ἀπὸ τοῦ φανεροῦ βιάζεσθαι καὶ προπηλακίζειν Ἄππιος ἐπεβάλετο, ἀλλὰ καὶ ὑμῶν εἰσι πολλαὶ τοῖς μὲν θυγατέρες, τοῖς δὲ γαμεταί, τοῖς δὲ νεανίαι παῖδες εὐπρεπεῖς, οὓς τί κωλύσει πρὸς ἄλλου τινὸς τῶν δέκα τυράννων ἢ πρὸς αὐτοῦ τοῦ Ἀππίου ταὐτὰ παθεῖν; εἰ μή τις ἄρα θεῶν ἐστιν ἐγγυητής, ὡς, ἐὰν τὰς ἐμὰς ταύτας συμφορὰς ἀτιμωρήτους ἐάσητε, οὐκ ἐφ᾽ ὑμῶν πολλοὺς τὰ ὅμοια δεινὰ ἥξει, ἀλλὰ μέχρι τῆς ἐμῆς [p. 183] θυγατρὸς ὁ τυραννικὸς ἔρως προελθὼν στήσεται, καὶ περὶ τὰ λοιπὰ σώματα παίδων τε καὶ παρθένων σωφρονήσει. πολλῆς μέντοι μωρίας καὶ σκαιότητος, σαφῶς ἴστε, τὰ νοούμενα ταῦθ᾽ ὡς οὐκ ἔσται λέγειν. [5] ἀόριστοι γὰρ αἱ τῶν τυράννων ἐπιθυμίαι κατὰ τὸ εἰκός, οἷα δὴ μήτε νόμον ἔχουσαι κωλυτὴν μήτε φόβον. ἐμοί τε δὴ πράττοντες τιμωρίαν δικαίαν καὶ ὑμῖν αὐτοῖς ἀσφάλειαν, ἵνα μὴ ταὐτὰ πάθητε, παρασκευαζόμενοι διαρρήξατε ἤδη ποτὲ τοὺς χαλινούς, ὦ σχέτλιοι· [6] ἀναβλέψατε ὀρθοῖς ὄμμασι πρὸς τὴν ἐλευθερίαν. ἐπὶ τίνι γὰρ ἑτέρᾳ προφάσει μᾶλλον ἀγανακτήσετε ἢ ταύτῃ, ὅτε τὰς τῶν πολιτῶν θυγατέρας ὡς δούλας ἀπάγουσιν οἱ τύραννοι καὶ μετὰ μαστίγων νυμφαγωγοῦσιν; ἐν ποίῳ δὲ τὸ ἐλεύθερον φρόνημα ἀναλήψεσθε καιρῷ τὸν νῦν παρέντες, ἐν ᾧ τὰ ὅπλα περὶ τοῖς σώμασιν ἔχετε; ;ΚΕΦΑΛΑΙΟΝ ΜΒ΄ [1] ἔτι δ᾽ αὐτοῦ λέγοντος ἀνεβόησαν οἱ πολλοὶ τιμωρήσειν ὑπισχνούμενοι καὶ τοὺς ἡγεμόνας τῶν λόχων ἐξ ὀνόματος ἐκάλουν ἀξιοῦντες ἔργου ἔχεσθαι, καὶ ἐκ τοῦ φανεροῦ πολλοὶ παριόντες ἐθάρρουν λέγειν, εἴ τι δεινὸν ἦσαν πεπονθότες. [2] μαθόντες δὲ τὰ γενόμενα οἱ πέντε ἄνδρες, οὓς ἔφην ἡγεῖσθαι τῶν ταγμάτων, δείσαντες, μή τις ἐπ᾽ αὐτοὺς τῶν ὄχλων ὁρμὴ γένηται, συνέδραμον εἰς τὸ στρατήγιον πάντες καὶ μετὰ τῶν φίλων ἐσκόπουν, ὅπως παύσουσι τὴν ταραχήν, τὰ οἰκεῖα ὅπλα περιστησάμενοι. [3] ὡς δ᾽ ἐπύθοντο [p. 184] ἀπεληλυθότας ἐπὶ τὰς σκηνὰς λήξαντά τε καὶ παυσάμενον τὸν θόρυβον, ἀγνοοῦντες, ὅτι τῶν ἑκατοντάρχων τοῖς πλείοσι δεδογμένον ἦν δι᾽ ἀπορρήτων συνωμοσιῶν ἀπόστασιν πράττειν καὶ συνελευθεροῦν τὴν πατρίδα, ἔκριναν, ἐπειδὰν ἡμέρα τάχιστα γένηται, τὸν μὲν ἐκταράττοντα τοὺς ὄχλους Οὐεργίνιον συλλαβόντας ἔχειν ἐν φυλακῇ, τὰς δὲ δυνάμεις ἀναστήσαντας ἐκ τοῦ χάρακος ἄγειν ἐπὶ τοὺς πολεμίους, καὶ τὴν κρατίστην αὐτῶν τῆς χώρας ἐγκαθημένους δῃοῦν, περὶ τῶν ἐν τῇ πόλει πραττομένων μηδὲν τοὺς σφετέρους ἔτι ἐῶντας πολυπραγμονεῖν, τὰ μὲν διὰ τὰς ὠφελείας, τὰ δὲ διὰ τοὺς ἐσομένους ὑπὲρ αὐτῶν ἑκάστοτε ἀγῶνας. [4] ἐγίνετο δ᾽ αὐτοῖς οὐδὲν τῶν ἐκ διαλογισμοῦ· οὐδὲ γὰρ τὸν Οὐεργίνιον εἴασαν οἱ λοχαγοὶ καλούμενον εἰς τὸ στρατήγιον ἀπελθεῖν, ὑποπτεύοντες, μή τι πάθοι δεινόν, ἀλλὰ καὶ τὸν διαληφθέντα λόγον, ὡς ἐπὶ τοὺς πολεμίους ἀγαγεῖν τοὺς λόχους ἐβούλοντο, κατωνείδιζον λέγοντες· ὡς καλῶς ἡμῶν ἐστρατηγήκατε καὶ πρότερον, ἵνα καὶ νῦν λαβόντες ἐλπίδας ἀκολουθῶμεν ὑμῖν, οἵτινες ὅσην οὔπω πρότερον ἕτεροι Ῥωμαίων [p. 185] ἡγεμόνες ἔκ τ᾽ αὐτῆς ἄγοντες τῆς πόλεως στρατιὰν καὶ ἀπὸ τῶν συμμάχων ἀγείραντες, οὔτε τινὰ νίκην ἢ βλάβην ἐποιήσατε κατὰ τῶν ἐχθρῶν, ἀλλὰ δι᾽ ἀνανδρίαν τε καὶ ἀπειρίαν ἀπεδείξασθε, κακῶς στρατοπεδευσάμενοι, καὶ τὴν ἑαυτῶν χώραν ὡς ὑπὸ τῶν πολεμίων καταδῃωθεῖσαν πτωχοὺς καὶ ἀπόρους ἡμᾶς ἐποιήσατε ἁπάντων, ὅσοι κρατοῦντες τοῖς ὅπλοις τῶν ἐναντίων ἐνικῶμεν ταῖς μάχαις, ὅτε ὑμῶν κρείττους ἦσαν στρατηγοί· τρόπαιά τε καθ᾽ ἡμῶν ἀνιστᾶσι καὶ σκηνὰς καὶ ἀνδράποδα καὶ ὅπλα καὶ χρήματα διηρπακότες ἔχουσι τὰ ἡμέτερα. ;ΚΕΦΑΛΑΙΟΝ ΜΓ΄ [1] ὁ δὲ Οὐεργίνιος ὑπό τ᾽ ὀργῆς καὶ ἐκ τοῦ μηδὲν ἔτι δεδοικέναι τοὺς ἡγεμόνας αὐθαδέστερον αὐτῶν καθήπτετο λυμεῶνας τε καὶ ὀλέθρους τῆς πατρίδος ἀποκαλῶν καὶ παραινῶν τοῖς λοχαγοῖς ἅπασιν ἀραμένους τὰ σημεῖα οἴκαδε ἀπάγειν τὴν στρατιάν. [2] ὀρρωδούντων δ᾽ ἔτι τῶν πολλῶν τὰ ἱερὰ σημεῖα κινεῖν, ἔπειτα τοὺς ἡγεμόνας καὶ τοὺς στρατηγοὺς καταλιπεῖν οὔτε ὅσιον οὔτ᾽ ἀσφαλὲς εἶναι πᾶσι νομιζόντων· ὅ τε γὰρ ὅρκος ὁ στρατιωτικός, ὃν ἁπάντων μάλιστα ἐμπεδοῦσι Ῥωμαῖοι, τοῖς στρατηγοῖς ἀκολουθεῖν κελεύει τοὺς στρατευομένους, ὅποι ποτ᾽ ἂν ἄγωσιν, ὅ τε νόμος [p. 186] ἀποκτείνειν ἔδωκε τοῖς ἡγεμόσιν ἐξουσίαν τοὺς ἀπειθοῦντας· [3] ἢ τὰ σημεῖα καταλιπόντας ἀκρίτως· ταῦτα δὴ δι᾽ εὐλαβείας αὐτοὺς ἔχοντας ὁρῶν Οὐεργίνιος ἐδίδασκεν, ὅτι λέλυκεν αὐτῶν τὸν ὅρκον ὁ νόμος, ἐπειδὴ νόμῳ μὲν ἀποδειχθέντα δεῖ τὸν στρατηγὸν ἄρχειν τῶν δυνάμεων, ἡ δὲ τῶν δέκα ἀνδρῶν ἐξουσία παράνομος ἦν ὑπερβαλοῦσα τὸν ἐνιαύσιον χρόνον, εἰς ὃν ἀπεδείχθη. τὸ δὲ τοῖς μὴ κατὰ νόμον ἄρχουσι ποιεῖν τὸ κελευόμενον οὐκ εὐπείθειαν εἶναι καὶ εὐσέβειαν, ἀλλ᾽ [4] ἄνοιαν καὶ μανίαν. ταῦτ᾽ ἀκούσαντες ὀρθῶς λέγεσθαι ἡγούμενοι καὶ παρακελευόμενοί τε ἀλλήλοις καί τι καὶ θάρσος ἐκ τοῦ δαιμονίου λαβόντες αἴρονται τὰ σημεῖα καὶ προῆγον ἐκ τοῦ χάρακος. ἔμελλον δ᾽, ὅπερ εἰκὸς ἐν ποικίλοις τ᾽ ἤθεσι καὶ οὐχ ἅπασι τὰ κράτιστα διανοουμένοις, ἔσεσθαί τινες οἱ μένοντες ἅμα τοῖς ὀλιγάρχαις καὶ στρατιῶται καὶ λοχαγοί, πλὴν οὐ τοσοῦτοι τὸ [5] πλῆθος, ἀλλ᾽ ἐλάττους παρὰ πολὺ τῶν ἑτέρων. οἱ δ᾽ ἐξελθόντες ἐκ τοῦ στρατοπέδου δι᾽ ὅλης ἡμέρας ἐπιπορευθέντες ἑσπέρας καταλαβούσης παρῆσαν εἰς τὴν πόλιν οὐδενὸς ἐξαγγείλαντος αὐτῶν τὴν ἔφοδον, καὶ συνετάραξαν τοὺς ἔνδον οὐ μετρίως πολέμιον οἰομένους στρατὸν εἰσεληλυθέναι· κραυγή τε καὶ δρόμος ἄτακτος ἀνὰ τὴν πόλιν ἦν. οὐ μὴν ἐπὶ πολύν γε διέμεινεν ἡ ταραχὴ χρόνον, ὥστε κακόν τι γενέσθαι δι᾽ αὐτήν. διεξιόντες γὰρ τοὺς στενωποὺς ἐβόων, ὅτι φίλοι τ᾽ εἰσὶ καὶ ἐπ᾽ ἀγαθῷ τῆς πόλεως εἰσεληλύθασι, καὶ τὰ ἔργα ὅμοια παρείχοντο τοῖς λόγοις ἀδικοῦντες οὐδένα. [p. 187] [6] ἀφικόμενοι δ᾽ εἰς τὸν καλούμενον Ἀουεντῖνον — ἔστι δὲ τῶν ἐμπεριεχομένων ἐν τῇ Ῥώμῃ λόφων οὗτος ἐπιτηδειότατος ἐνστρατοπεδεύεσθαι — περί τε τὸ τῆς Ἀρτέμιδος ἱερὸν τίθενται τὰ ὅπλα, τῇ δ᾽ ἑξῆς ἡμέρᾳ κρατυνάμενοι τὸν χάρακα καὶ χιλιάρχους δέκα τῶν κοινῶν ἀποδείξαντες κυρίους, ὧν ἡγεμὼν ἦν Μάρκος Ὄππιος, ἔμενον ἐφ᾽ ἡσυχίας. ;ΚΕΦΑΛΑΙΟΝ ΜΔ΄ [1] ἧκον δ᾽ αὐτοῖς ἐπίκουροι μετ᾽ οὐ πολὺ καὶ ἀπὸ τῆς ἐν Φιδήνῃ στρατιᾶς οἱ κράτιστοι τῶν τριῶν ταγμάτων λοχαγοὶ πολλὴν δύναμιν ἐπαγόμενοι, ἀλλοτρίως μὲν ἔτι πάλαι διακείμενοι πρὸς τοὺς ἐκεῖ στρατηγούς, ἐξ οὗ Σίκκιον τὸν πρεσβευτὴν ἀπέκτειναν, ὥσπερ ἔφην, δεδιότες δ᾽ ἄρξαι τῆς ἀποστάσεως πρότεροι, ὡς οἰκείων ὄντων τῇ δεκαδαρχίᾳ τῶν ἐν Ἀλγιδῷ πέντε ταγμάτων, τότε δ᾽, ἐπειδὴ τὴν ἐκείνων ἀπόστασιν ἐπέγνωσαν, ἀγαπητῶς τὸ συμβὰν ἀπὸ τῆς τύχης δεξάμενοι. [2] ἡγεμόνες δὲ καὶ τούτων τῶν ταγμάτων ἦσαν δέκα χιλίαρχοι καθ᾽ ὁδὸν ἀποδειχθέντες, ὧν ἐπιφανέστατος Σέξτος Μάλιος ἦν. ἐπεὶ δὲ συνέμιξαν ἀλλήλοις, θέμενοι τὰ ὅπλα τοῖς εἴκοσι χιλιάρχοις ἐπέτρεψαν ἅπαντα ὑπὲρ τοῦ κοινοῦ λέγειν τε καὶ πράττειν. ἐκ δὲ τῶν εἴκοσι τοὺς ἐπιφανεστάτους ἀπέδειξαν δύο προβούλους, Μάρκον Ὄππιον καὶ Σέξτον Μάλιον· οὗτοι βουλευτήριον ἐξ ἁπάντων καταστησάμενοι τῶν λοχαγῶν, [3] μετ᾽ ἐκείνων ἅπαντα διετέλουν πραγματευόμενοι. ἀδήλου δ᾽ ἔτι τοῖς πολλοῖς τῆς διανοίας αὐτῶν οὔσης Ἄππιος μέν, οἷα δὴ συγγινώσκων ἑαυτῷ τῆς παρούσης [p. 188] ταραχῆς αἰτίῳ γεγονότι καὶ τῶν προσδοκωμένων δι᾽ αὐτὴν ἔσεσθαι κακῶν, οὐκέτι τῶν κοινῶν οὐδὲν ἠξίου πράττειν, ἀλλὰ κατ᾽ οἶκον ἔμενεν· ὁ δὲ σὺν αὐτῷ τεταγμένος ἐπὶ τῆς πόλεως Σπόριος Ὄππιος, διαταραχθεὶς κατ᾽ ἀρχὰς καὶ αὐτός, ὡς αὐτίκα μάλα τῶν ἐχθρῶν σφίσιν ἐπιθησομένων καὶ ἐπὶ τούτῳ ἡκόντων, ἐπειδὴ κατέμαθεν οὐδὲν νεωτερίσαντας αὐτούς, ὑφέμενος τοῦ δέους ἐκάλει τὴν βουλὴν εἰς τὸ συνέδριον ἐκ τῶν οἰκιῶν κατ᾽ ἄνδρα μεταπεμπόμενος. [4] ἔτι δ᾽ αὐτῶν συλλεγομένων ἧκον οἱ ἐκ τῆς ἐν Φιδήνῃ στρατιᾶς ἡγεμόνες ἀγανακτοῦντες ἐπὶ τῷ καταλελεῖφθαι τοὺς χάρακας ὑπὸ τῶν στρατιωτῶν ἀμφοτέρους, καὶ τὴν βουλὴν πείθοντες ἀξίαν τοῦ πράγματος ὀργὴν κατ᾽ αὐτῶν λαβεῖν. ἐπεὶ δ᾽ ἀγορεύειν γνώμην ἕκαστον ἔδει, Λεύκιος μὲν Κορνήλιος ἔφη δεῖν ἀπεῖναι τοὺς ταχθέντα εἰς τὸν Ἀουεντῖνον αὐθημερὸν ἐπὶ τοὺς ἑαυτῶν χάρακας, καὶ τὰ κελευόμενα ὑπὸ τῶν στρατηγῶν ἐπιτελεῖν μηδενὸς ὄντας τῶν γεγονότων ὑποδίκους, πλὴν τῶν αἰτίων τῆς ἀποστάσεως μόνων· [5] τούτοις δὲ προσθεῖναι δίκας τοὺς στρατηγούς. ἐὰν δὲ μὴ ποιῶσι ταῦτα, βουλεύειν περὶ αὐτῶν τὸ συνέδριον ὡς ἐκλελοιπότων τὴν τάξιν, ἐφ᾽ ἣν ἐτάχθησαν ὑπὸ τῶν ἡγεμόνων, καὶ περὶ τὸν στρατιωτικὸν ἠσεβηκότων ὅρκον. Λεύκιος δὲ Οὐαλέριος %2 %2 %2 %2 %2 %2 [p. 189] ἀλλ᾽ ὑπὲρ τῶν Ῥωμαϊκῶν νόμων, οὓς ἐν ταῖς δώδεκα δέλτοις ἀναγεγραμμένους εὕρομεν, οὔτε μηδένα ποιήσασθαι λόγον ἥρμοττεν, οὕτω σεμνῶν ὄντων καὶ τοσαύτην ἐχόντων διαφορὰν παρὰ τὰς Ἑλληνικὰς νομοθεσίας, οὔτε περαιτέρω τοῦ δέοντος προβαίνειν ἐκμηκύναντας τὴν περὶ αὐτῶν ἱστορίαν. ;ΚΕΦΑΛΑΙΟΝ ΜΕ΄ [1] οἱ δὲ μετὰ τὴν κατάλυσιν τῆς δεκαδαρχίας τὴν ὕπατον ἀρχὴν πρῶτοι παρὰ τοῦ δήμου λαβόντες ἐπὶ τῆς λοχίτιδος ἐκκλησίας, ὥσπερ ἔφην, Λεύκιος Οὐαλέριος Ποτῖτος καὶ Μάρκος Ὁράτιος Βαρβᾶτος, αὐτοί τε δημοτικοὶ τὰς φύσεις ὄντες καὶ παρὰ τῶν προγόνων ταύτην διαδεδεγμένοι τὴν πολιτείαν, τὰς ὑποσχέσεις φυλάττοντες, ἃς ἐποιήσαντο πρὸς τοὺς δημοτικούς, ὅτ᾽ ἀποθέσθαι τὰ ὅπλα συνέπειθον αὐτούς, ὡς πάντα τὰ συμφέροντα τῷ δήμῳ πολιτευσόμενοι, νόμους ἐκύρωσαν ἐν ἐκκλησίαις λοχίτισι, δυσχεραινόντων μὲν τῶν πατρικίων, αἰδουμένων δ᾽ ἀντιλέγειν, ἄλλους τέ τινας, οὓς οὐ δέομαι γράφειν, καὶ τὸν κελεύοντα τοὺς ὑπὸ τοῦ δήμου τεθέντας ἐν ταῖς φυλετικαῖς ἐκκλησίαις νόμους ἅπασι κεῖσθαι Ῥωμαίοις ἐξ ἴσου, τὴν αὐτὴν ἔχοντας δύναμιν τοῖς ἐν ταῖς λοχίτισιν ἐκκλησίαις τεθησομένοις. τιμωρίαι δὲ προσέκειντο τοῖς καταλύουσιν ἢ παραβαίνουσι τὸν νόμον, [2] ἐὰν ἁλῶσι, θάνατος καὶ δήμευσις τῆς οὐσίας. οὗτος ὁ νόμος ἐξέβαλε τὰς ἀμφισβητήσεις τῶν πατρικίων, ἃς ἐποιοῦντο πρὸς τοὺς δημοτικοὺς πρότερον, οὐκ ἀξιοῦντες [p. 190] τοῖς ὑπ᾽ ἐκείνων τεθεῖσι νόμοις πειθαρχεῖν, οὐδ᾽ ὅλως τὰ ἐν ταῖς φυλετικαῖς ἐκκλησίαις ἐπικυρούμενα κοινὰ τῆς πόλεως ἁπάσης δόγματα νομίζοντες, ἀλλ᾽ αὐτὸ μόνοις ἐκείνοις ἴδιον· ὅ τι δ᾽ ἂν ἡ λοχῖτις ἐκκλησία γνῷ, τοῦθ᾽ ἡγούμενοι σφίσι τ᾽ αὐτοῖς καὶ τοῖς ἄλλοις πολίταις τετάχθαι. [3] εἴρηται δὲ καὶ πρότερον, ὅτι ἐν μὲν ταῖς φυλετικαῖς ἐκκλησίαις οἱ δημοτικοὶ καὶ πένητες ἐκράτουν τῶν πατρικίων, ἐν δὲ ταῖς λοχίτισιν ἐκκλησίαις οἱ πατρίκιοι παρὰ πολὺ τῶν ἄλλων ἐλάττους ὄντες περιῆσαν τῶν δημοτικῶν. ;ΚΕΦΑΛΑΙΟΝ ΜΣΤ΄ [1] τούτου κυρωθέντος ὑπὸ τῶν ὑπάτων τοῦ νόμου σὺν ἄλλοις τισὶν ὥσπερ ἔφην δημοτικοῖς εὐθὺς οἱ δήμαρχοι καιρὸν ἐπιτήδειον ἥκειν νομίζοντες, ἐν ᾧ τιμωρήσονται τοὺς περὶ τὸν Ἄππιον, εἰσαγγελίας ᾤοντο δεῖν ποιήσασθαι κατ᾽ αὐτῶν, οὐχ ἅμα πάντας ὑπάγοντες ὑπὸ τὴν δίκην, ἵνα μηδὲν ἀλλήλους ὠφελῶσιν, ἀλλὰ καθ᾽ ἕνα· ῥᾷον γὰρ οὕτως ὑπελάμβανον εὐμεταχειρίστους ἔσεσθαι. [2] σκοπούμενοι δ᾽ ἀπὸ τίνος ἂν ἄρξαιντο ἐπιτηδειοτάτου, τὸν Ἄππιον πρῶτον ἔγνωσαν εὐθύνειν τῶν τ᾽ ἄλλων ἀδικημάτων ἕνεκα μισούμενον ὑπὸ τοῦ δήμου, καὶ τῶν νεωστὶ περὶ τὴν παρθένον γενομένων παρανομιῶν. ἑλόντες μὲν γὰρ τοῦτον εὐπετῶς ἐδόκουν καὶ τῶν ἄλλων κρατήσειν, εἰ δ᾽ ἀπὸ τῶν ταπεινοτέρων ἄρξαιντο, μαλακωτέρας ὑπελάμβανον τὰς ὀργὰς τῶν πολιτῶν πρὸς τοὺς ἐπιφανεστάτους καὶ τελευταίους κρινομένους ἔσεσθαι, [p. 191] συντονωτέρας οὔσας ἐπὶ τοῖς προτέροις ἀγῶσιν, ὃ [3] πολλάκις ἤδη συνέβη. ταῦτα βουλευσάμενοι συνέσχον τοὺς ἄνδρας, Ἀππίου δὲ Οὐεργίνιον ἔταξαν ἄνευ κλήρου κατηγορεῖν. εἰσαγγέλλεται δὴ μετὰ τοῦτο εἰς τὸν δῆμον Ἄππιος ὑπὸ τοῦ Οὐεργινίου κατηγορηθεὶς ἐπὶ τῆς ἐκκλησίας καὶ αἰτεῖται χρόνον εἰς ἀπολογίαν. ἀπαχθεὶς δ᾽ εἰς τὸ δεσμωτήριον, ἵνα φυλάττηται μέχρι δίκης — οὐ γὰρ ἐδόθη διεγγύησις αὐτῷ — πρὶν ἐπιστῆναι τὴν ἀποδειχθεῖσαν ἡμέραν τῆς κρίσεως ἐν τοῖς δεσμοῖς ἀποθνήσκει, ὡς μὲν ἡ τῶν πολλῶν ὑπόληψις ἦν ἐξ ἐπιταγῆς τῶν δημάρχων, ὡς δ᾽ οἱ τὴν αἰτίαν ἀπολύσασθαι βουλόμενοι διεφήμιζον, αὐτὸς ἑαυτὸν ἀναρτησάμενος βρόχῳ. [4] μετ᾽ ἐκεῖνον Σπόριος Ὄππιος εἰσαχθεὶς εἰς τὸν δῆμον ὑφ᾽ ἑτέρου τῶν δημάρχων Ποπλίου Νομιτωρίου καὶ τυχὼν ἀπολογίας ἁπάσαις ἁλίσκεται ταῖς ψήφοις καὶ παραδοθεὶς εἰς τὸ δεσμωτήριον αὐθημερὸν ἀποθνήσκει. οἱ δὲ λοιποὶ τῶν δέκα πρὶν εἰσαγγελθῆναι φυγαῖς αὑτοὺς ἐζημίωσαν. τὰς δ᾽ οὐσίας τῶν ἀνῃρημένων καὶ τῶν πο ... οἱ ταμίαι τῆς πόλεως ἀνέλαβον εἰς τὸ δημόσιον. [5] εἰσαγγέλλεται δὲ καὶ Μάρκος Κλαύδιος ὁ τὴν παρθένον ἐπιβαλόμενος ὡς δούλην ἀπάγειν ὑπὸ τοῦ μνηστῆρος αὐτῆς Ἰκιλίου· καὶ τὴν αἰτίαν εἰς τὸν ἐπιτάξαντα παρανομεῖν Ἄππιον ἀναφέρων θανάτου μὲν ἀπολύεται, φυγῇ δ᾽ ἀιδίῳ ζημιοῦται, τῶν δ᾽ ἄλλων τῶν ὑπηρετησάντων τι παράνομον τοῖς ὀλιγάρχαις οὐδεὶς ἔσχεν ἀγῶνα δημόσιον, [p. 192] ἀλλὰ πᾶσιν ἄδεια ἐδόθη. ὁ δὲ τοῦτο τὸ πολίτευμα εἰσηγησάμενος ἦν Μάρκος Δοέλλιος ὁ δήμαρχος ἀχθομένων ἤδη τῶν πολιτῶν καὶ τῶν πολεμίων γενέσθαι προσδοκώντων. ;ΚΕΦΑΛΑΙΟΝ ΜΖ΄ [1] ἐπεὶ δ᾽ αἱ κατὰ πόλιν ἐπαύσαντο ταραχαί, συναγαγόντες τὴν βουλὴν οἱ ὕπατοι δόγμα κυροῦσιν ἐξάγειν τὸν στρατὸν ἐπὶ τοὺς πολεμίους διὰ ταχέων. ἐπικυρώσαντος δὲ τοῦ δήμου τὰ ψηφισθέντα ὑπὸ τῆς βουλῆς Οὐαλέριος μὲν ἅτερος τῶν ὑπάτων τὴν ἡμίσειαν ἔχων τοῦ στρατοῦ μοῖραν ἐξῆγεν ἐπί τ᾽ Αἰκανοὺς καὶ Οὐολούσκους· συνῆλθε γὰρ ἀμφότερα τὰ ἔθνη. [2] ἐπιστάμενος δὲ τοὺς Αἰκανοὺς ἐκ τῶν προτέρων κατορθωμάτων αὔχημα προσειληφότας καὶ εἰς πολλὴν καταφρόνησιν τῆς Ῥωμαίων δυνάμεως προελθόντας, ἔτι μᾶλλον ἐβούλετο ἐπᾶραι καὶ θρασυτέρους ποιῆσαι δόξαν οὐκ ἀληθῆ παρασχών, ὡς ὀρρωδῶν εἰς χεῖρας ἰέναι πρὸς αὐτοὺς καὶ πάντα δεδιότως ἐποίει. [3] χωρίον τε γὰρ εἰς στρατοπεδείαν ὑψηλὸν καὶ δυσπρόσιτον ἐξελέξατο τάφρον τε βαθεῖαν περιεβάλετο καὶ χάρακας ἤγειρεν ὑψηλούς. προκαλουμένων δὲ τῶν πολεμίων αὐτὸν εἰς μάχην πολλάκις καὶ κακιζόντων [p. 193] τὴν ἀνανδρίαν ἠνείχετο μένων ἐφ᾽ ἡσυχίας. ἐπεὶ δ᾽ ἔγνω τὴν κρατίστην τῶν πολεμίων δύναμιν ἐπὶ προνομὴν τῆς Ἑρνίκων τε καὶ Λατίνων γῆς ἐξεληλυθυῖαν, ἐν δὲ τῷ χάρακι φυλακὴν οὔτε πολλὴν καταλειπομένην οὔτ᾽ ἀγαθήν, τοῦτον εἶναι νομίσας τὸν καιρὸν ἐπιτήδειον ἐξῆγε κεκοσμημένην τὴν στρατιὰν καὶ παρέστησεν ὡς εἰς μάχην. [4] οὐδενός τ᾽ ἀντεπιόντος ἐκείνην μὲν τὴν ἡμέραν ἐπεῖχε, τῇ δ᾽ ἑξῆς ἐπὶ τὴν ἀποσκευὴν αὐτῶν ἦγεν οὐ σφόδρα ὀχυρὰν οὖσαν. μαθόντες δὲ πολιορκούμενον τὸν χάρακα οἱ προεξεληλυθότες ἐπὶ τὰς προνομὰς ταχέως ἧκον, πλὴν οὐχ ἅμα καὶ ἐν κόσμῳ, σποράδες δὲ καὶ κατ᾽ ὀλίγους ὡς ἕκαστοι εἶχον ἐπιφαινόμενοι· οἵ τ᾽ ἐκ τοῦ χάρακος ἐπεὶ τοὺς σφετέρους προσιόντας ἐθεάσαντο, θρασύτεροι γεγονότες ἐξῆλθον ἀθρόοι. [5] καὶ γίνεται μέγας ἀγὼν καὶ φόνος ἐξ ἀμφοτέρων πολύς, ἐν ᾧ νικήσαντες οἱ Ῥωμαῖοι τούς τε συστάδην μαχομένους ἐτρέψαντο καὶ τοὺς φεύγοντας ἐπιδιώκοντες, οὓς μὲν ἀπέκτειναν, οὓς δ᾽ αἰχμαλώτους ἔλαβον, τοῦ δὲ χάρακος αὐτῶν κρατήσαντες χρήματα πολλὰ καὶ λείαν ἄφθονον περιεβάλοντο. Οὐαλέριος μὲν δὴ ταῦτα διαπραξάμενος ἀδεῶς ἤδη τὴν γῆν τῶν πολεμίων ἐπιὼν ἐδῄου. ;ΚΕΦΑΛΑΙΟΝ ΜΗ΄ [1] Μάρκος δ᾽ Ὁράτιος ἐπὶ τὸν κατὰ Σαβίνων πόλεμον ἐπειδὴ τὰ κατὰ τὸν συνάρχοντα ἔγνω προαγαγὼν καὶ αὐτὸς ἐκ τοῦ χάρακος τὰς δυνάμεις [p. 194] ἀντεπῆγε θᾶττον ὅλῃ δυνάμει πρὸς οὐκ ἐλάττους ἀριθμὸν τοὺς Σαβίνους καὶ τὰ πολέμια ἐμπειροτάτους· ἐνεδείξαντο γὰρ φρόνημά τε καὶ τόλμαν ἐκ τῶν προτέρων κατορθωμάτων πολλὴν πρὸς τοὺς ἀντιμαχομένους, καὶ κοινῶς πάντες καὶ ἰδίως ὁ τούτων προηγούμενος· ἦν γὰρ οὐ μόνον στρατηγὸς ἀγαθός, ἀλλὰ καὶ [2] πολεμιστὴς κατὰ χεῖρα γενναῖος· καὶ τῶν ἱππέων μεγάλην προθυμίαν παρασχομένων νίκην ἀναιρεῖται λαμπροτάτην, πολλοὺς μὲν ἀποκτείνας τῶν πολεμίων, πολλῷ δ᾽ ἔτι πλειόνων αἰχμαλώτων τετυχηκὼς τοῦ τε χάρακος αὐτῶν ἐρήμου κρατήσας, ἐν ᾧ τήν τ᾽ ἀποσκευὴν τῶν πολεμίων πολλὴν εὗρε καὶ τὴν λείαν ἅπασαν, ἣν ἐκ τῆς Ῥωμαίων γῆς ἐληίσαντο, αἰχμαλώτους τε πάνυ πολλοὺς τῶν σφετέρων ἀνεσώσατο. οὐ γὰρ ἔφθασαν ἀνασκευασάμενοι τὰς ὠφελείας οἱ Σαβῖνοι διὰ καταφρόνησιν. [3] τὰ μὲν οὖν τῶν πολεμίων χρήματα τοῖς στρατιώταις ὠφέλειαν ἐφῆκε ποιεῖσθαι προεξελόμενος ἐκ τῶν λαφύρων, ὅσα τοῖς θεοῖς καθιερώσειν ἔμελλε· τὴν δὲ λείαν τοῖς ἀφαιρεθεῖσιν ἀπέδωκε. ;ΚΕΦΑΛΑΙΟΝ ΜΘ΄ [1] ταῦτα διαπραξάμενος ἀπῆγεν εἰς Ῥώμην τὰς δυνάμεις, καὶ κατὰ τὸν αὐτὸν χρόνον Οὐαλέριος ἧκεν, ἦν τ᾽ ἀμφοτέροις μέγα φρονοῦσιν ἐπὶ ταῖς νίκαις ἐλπὶς ἐπιφανεῖς κατάξειν θριάμβους. [p. 195] [2] οὐ μὴν ἐχώρησέ γε αὐτοῖς κατ᾽ ἐλπίδα τὸ ἔργον. συναχθεῖσα γὰρ κατ᾽ αὐτῶν ἡ βουλὴ κατεστρατοπεδευκότων ἔξω τῆς πόλεως εἰς τὸ καλούμενον Ἄρειον πεδίον, καὶ τὰ πραχθέντα ὑπ᾽ ἀμφοτέρων μαθοῦσα τὴν ἐπινίκιον οὐκ ἐπέτρεψε ποιήσασθαι θυσίαν πολλῶν μὲν καὶ ἄλλων ἐναντιωθέντων αὐτοῖς ἐκ τοῦ φανεροῦ, μάλιστα δὲ Κλαυδίου Γαΐου· [3] θεῖος δ᾽ ἦν οὗτος, ὥσπερ ἔφην, Ἀππίῳ τῷ καταστησαμένῳ τὴν ὀλιγαρχίαν καὶ νεωστὶ ὑπὸ τῶν δημάρχων ἀναιρεθέντι· τούς τε κυρωθέντας ὑπ᾽ αὐτῶν νόμους προβαλλομένου, δἰ ὧν ἠλάττωσαν τὸ τῆς βουλῆς κράτος, καὶ τἆλλα πολιτεύματα, ὅσα οὗτοι πολιτευόμενοι διετέλεσαν· τελευταίαν δὲ τὴν τῶν δέκα ἀνδρῶν, οὓς προὔδωκαν τοῖς δημάρχοις, τῶν μὲν ἀπώλειαν, τῶν δὲ δήμευσιν, ὡς παρὰ τοὺς ὅρκους καὶ τὰς συνθήκας, [4] διεξιόντος. τὰ γὰρ ἐπὶ τῶν ἱερῶν συνομολογηθέντα τοῖς πατρικίοις πρὸς τοὺς δημοτικοὺς ἐπ᾽ ἀδείᾳ τε πάντων γενέσθαι καὶ ἀμνηστίᾳ τῶν προτέρων· τόν τ᾽ Ἀππίου θάνατον οὐκ αὐτοχειρίᾳ γενέσθαι λέγοντος, ἀλλ᾽ ἐπιβούλως ὑπὸ τῶν δημάρχων πρὸ δίκης, ἵνα μήτε λόγου τύχῃ κρινόμενος μήτ᾽ ἐλέου, ὡς, εἰ κατέστη γοῦν εἰς κρίσιν ἁνὴρ, ἀπέφυγεν ἂν γένους ἀξίωμα παρεχόμενος καὶ πολλὰ τὸ κοινὸν εὖ πεποιηκὼς ὅρκους τε καὶ πίστεις ἐπιβοώμενος, αἷς ἅνθρωποι πιστεύοντες [p. 196] εἰς διαλλαγὰς συνέρχονται, τέκνα τε καὶ συγγένειαν καὶ αὐτὸ τὸ ταπεινὸν σχῆμα καὶ ἄλλα πολλὰ φέρων εἰς οἶκτον ἐφελκόμενα τὸ πλῆθος. ταῦτα δὴ πάντα κατηγορήματα τῶν ὑπάτων κατ᾽ αὐτῶν ἐκχέαντος [5] Κλαυδίου Γαΐου, καὶ πάντων τῶν παρόντων, ἔδοξεν ἀγαπᾶν αὐτοὺς εἰ μὴ δώσουσι δίκας· θριάμβων δὲ καταγωγῆς ἤ τινων τοιούτων συγχωρήσεων οὐδὲ κατὰ μικρὸν ἀξίους εἶναι τυγχάνειν. ;ΚΕΦΑΛΑΙΟΝ Ν΄ [1] ἀποψηφισαμένης δὲ τῆς βουλῆς τὸν θρίαμβον ἀγανακτοῦντες οἱ περὶ τὸν Οὐαλέριον καὶ δεινὴν ὕβριν ὑπολαμβάνοντες ὑβρίζεσθαι συνεκάλεσαν εἰς ἐκκλησίαν τὸ πλῆθος· καὶ πολλὰ τῆς βουλῆς κατηγορήσαντες, συναγορευσάντων αὐτοῖς τῶν δημάρχων καὶ νόμον εἰσηγησαμένων, παρὰ τοῦ δήμου λαμβάνουσι τὴν καταγωγὴν τοῦ θριάμβου, πρῶτοι Ῥωμαίων ἁπάντων τοῦτο εἰσηγησάμενοι τὸ ἔθος. [2] ἐκ δὲ τούτου πάλιν εἰς ἐγκλήματα καὶ διαφορὰς οἱ δημοτικοὶ καθίσταντο πρὸς τοὺς πατρικίους· παρώξυνον δ᾽ αὐτοὺς οἱ δήμαρχοι καθ᾽ ἡμέραν ἐκκλησιάζοντες καὶ πολλὰ κατὰ τῆς βουλῆς λέγοντες. ἦν δ᾽ ἡ μάλιστα ἐρεθίζουσα τοὺς πολλοὺς ὑπόληψις, ἣν ἐκεῖνοι παρεσκεύασαν ἰσχυρὰν γενέσθαι, φήμαις τ᾽ ἀδεσπότοις καὶ εἰκασμοῖς [p. 197] αὐξηθεῖσα οὐκ ὀλίγοις, ὡς καταλυσόντων τῶν πατρικίων τοὺς νόμους, οὓς ἐκύρωσαν οἱ περὶ Οὐαλέριον ὕπατοι· δόξα τ᾽ ἰσχυρὰ καὶ οὐ πολὺ ἀπέχουσα τοῦ πίστις εἶναι τοὺς πολλοὺς κατεῖχε. καὶ τὰ μὲν ἐπὶ τούτων πραχθέντα τῶν ὑπάτων ταῦτ᾽ ἦν. {{DEFAULTSORT:Ρωμαικη Αρχαιολογια 11 41}} k7nh6e3745spd9hiryg0iiyaymtnus8 Ρωμαϊκή Αρχαιολογία/ια/31 0 23599 148502 100314 2022-08-09T13:54:58Z Αντιγόνη 235 wikitext text/x-wiki {{Κεφαλίδα | τίτλος = Κεφάλαια 31–40 | συγγραφέας = Διονύσιος ο Αλικαρνασσεύς | μεταφραστής= | ενότητα = [[Ρωμαϊκή Αρχαιολογία/ια|Ῥωμαϊκὴ Ἀρχαιολογία: Λόγος ια΄]] | προηγούμενο= [[Ρωμαϊκή Αρχαιολογία/ια/21|Κεφάλαια 21–30]] | επόμενο = [[Ρωμαϊκή Αρχαιολογία/ια/41|Κεφάλαια 41–50]] | σημειώσεις = Dionysii Halicarnasei Antiquitatum Romanarum quae supersunt, Vol I-IV. Dionysius of Halicarnassus. Karl Jacoby. In Aedibus B.G. Teubneri. Leipzig. 1885. }} ;ΚΕΦΑΛΑΙΟΝ ΛΑ΄ [1] τοιαῦτα τοῦ Νομιτωρίου λέξαντος καὶ τοῦ περιεστηκότος ὄχλου μεγάλῃ βοῇ διασημήναντος, ὡς δίκαια ἀξιοῖ, μικρὸν ἐπισχὼν χρόνον Ἄππιος· ἐγὼ τὸν μὲν νόμον, εἶπεν, οὐκ ἀγνοῶ τὸν ὑπὲρ τῆς διεγγυήσεως τῶν εἰς δουλείαν ἀγομένων κείμενον, ὃς οὐκ ἐᾷ παρὰ τοῖς ἀφαιρουμένοις εἶναι τὸ σῶμα μέχρι δίκης, οὐδὲ καταλύσαιμι ἂν ὃν αὐτὸς ἔγραψα ἑκών· ἐκεῖνο μέντοι δίκαιον ἡγοῦμαι, δυεῖν ὄντων τῶν ἀντιποιουμένων, κυρίου καὶ πατρός, εἰ μὲν ἀμφότεροι παρῆσαν, τὸν πατέρα κρατεῖν τοῦ σώματος μέχρι δίκης. [2] ἐπεὶ δ᾽ ἐκεῖνος ἄπεστι, τὸν κύριον ἀπαγαγεῖν ἐγγυητὰς ἀξιοχρέους δόντα καταστήσειν ἐπὶ τὴν ἀρχήν, ὅταν ὁ πατὴρ αὐτῆς παραγένηται. περὶ δὲ τῶν ἐγγυητῶν [p. 166] καὶ τοῦ τιμήματος καὶ τοῦ μηδὲν ὑμᾶς ἐλαττωθῆναι περὶ τὴν δίκην, πολλὴν ποιήσομαι πρόνοιαν, ὦ Νομιτώριε. [3] νῦν δὲ παράδος τὴν κόρην. τοῦτο τὸ τέλος ἐξενέγκαντος Ἀππίου πολὺς μὲν ὀδυρμὸς ὑπὸ τῆς παρθένου καὶ τῶν περὶ αὐτὴν γυναικῶν ἐγίνετο καὶ κοπετός, πολλὴ δὲ κραυγὴ καὶ ἀγανάκτησις ἐκ τοῦ περιεστηκότος ὄχλου τὸ βῆμα. ὁ δὲ μέλλων ἄγεσθαι τὴν κόρην Ἰκίλιος ἐμφύεταί τε αὐτῆς καί φησιν· οὐκ ἐμοῦ γε ζῶντος, Ἄππιε, ταύτην ἀπάξεταί τις. [4] ἀλλ᾽ εἴ σοι δέδοκται τοὺς νόμους καταλύειν, τὰ δὲ δίκαια συγχεῖν καὶ τὴν ἐλευθερίαν ἡμῶν ἀφαιρεῖσθαι, μηκέτι τὴν ὀνειδιζομένην ὑμῖν ἀρνοῦ τυραννίδα, ἀλλὰ τὸν ἐμὸν ἀποκόψας τράχηλον ταύτην τε ἀπαγαγεῖν, ὅπου σοι δοκεῖ, καὶ τὰς ἄλλας παρθένους καὶ γυναῖκας, ἵνα δὴ μάθωσιν ἤδη ποτὲ Ῥωμαῖοι δοῦλοι γεγονότες ἀντ᾽ ἐλευθέρων, καὶ μηδὲν ἔτι μεῖζον φρονῶσι τῆς τύχης. [5] τί οὖν ἔτι μέλλεις, ἀλλ᾽ οὐ τοὐμὸν ἐκχεῖς αἷμα πρὸ τοῦ βήματος ἐν τοῖς ἁπάντων ὀφθαλμοῖς; ἴσθι μέντοι σαφῶς, ὅτι ἤτοι μεγάλων κακῶν ἄρξει Ῥωμαίοις ὁ θάνατος οὑμὸς ἢ μεγάλων ἀγαθῶν. ;ΚΕΦΑΛΑΙΟΝ ΛΒ΄ [1] ἔτι δ᾽ αὐτοῦ βουλομένου λέγειν οἱ μὲν ῥαβδοῦχοι κελευσθέντες ὑπὸ τῆς ἐξουσίας ἀνεῖργον αὐτοὺς ἀπὸ τοῦ βήματος καὶ πειθαρχεῖν τοῖς κεκριμένοις [p. 167] ἐκέλευον· ὁ δὲ Κλαύδιος ἐπιλαβόμενος τῆς παιδὸς ἀπάγειν ἐβούλετο τοῦ θείου καὶ τοῦ μνηστῆρος ἀντεχομένην. ἰδόντες δὲ πένθος ἐλεεινὸν οἱ περὶ τὸ βῆμα πάντες ἀνέκραγον ἅμα καὶ παρ᾽ οὐδὲν ἡγησάμενοι τὴν τοῦ κρατοῦντος ἐξουσίαν ὠθοῦνται τοῖς βιαζομένοις ὁμόσε, ὥστε δείσαντα τὴν ἐπιφορὰν αὐτῶν τὸν Κλαύδιον τήν τε κόρην ἀφεῖναι καὶ ὑπὸ [2] τοὺς πόδας τοῦ στρατηγοῦ καταφυγεῖν. ὁ δ᾽ Ἄππιος καταρχὰς μὲν εἰς πολλὴν ταραχὴν κατέστη ἠγριωμένους ἅπαντας ὁρῶν καὶ πολὺν ἠπόρει χρόνον, ὅ τι χρὴ ποιεῖν, ἔπειτα τὸν Κλαύδιον καλέσας ἐπὶ τὸ βῆμα καὶ μικρὰ διαλεχθεὶς πρὸς αὐτὸν ὡς ἐδόκει,τοῖς τε περιεστῶσι διασημήνας ἡσυχίαν παρασχεῖν λέγει τοιάδε· [3] ἐγὼ τὸ μὲν ἀκριβές, ὦ δημόται, περὶ τῆς διεγγυήσεως τοῦ σώματος, ἐπειδὴ τραχυνομένους ὑμᾶς πρὸς τὴν ἀπόφασιν ὁρῶ, παρίημι· χαρίζεσθαι δ᾽ ὑμῖν βουλόμενος πέπεικα τὸν ἐμαυτοῦ πελάτην ἐᾶσαι μὲν τοῖς συγγενέσι τῆς παρθένου δοῦναι τὴν διεγγύησιν, ἕως ὁ [4] πατὴρ αὐτῆς παραγένηται. ἀπάγεσθε οὖν, ὦ Νομιτώριε, τὴν κόρην, καὶ τὴν ἐγγύην ὁμολογεῖτε περὶ αὐτῆς εἰς τὴν αὔριον ἡμέραν. ἀπόχρη γὰρ ὁ χρόνος ὑμῖν οὗτος ἀπαγγεῖλαί τε Οὐεργινίῳ τήμερον καὶ τριῶν ἢ τεττάρων ὡρῶν αὔριον ἐκ τοῦ χάρακος δεῦρο ἀγαγεῖν. πλείονα δ᾽ αὐτῶν χρόνον αἰτουμένων οὐδὲν ἔτι ἀποκρινάμενος ἀνέστη καὶ τὸν δίφρον ἐκέλευσεν ἆραι. ;ΚΕΦΑΛΑΙΟΝ ΛΓ΄ [1] ὡς δ᾽ ἀπῆλθεν ἐκ τῆς ἀγορᾶς ἀδημονῶν καὶ μαινόμενος ὑπὸ τοῦ πάθους, ἔγνω μηκέτι μεθέσθαι [p. 168] τῆς παρθένου τοῖς συγγενέσιν, ἀλλ᾽ ὅταν ἐπὶ τὴν ἐγγύην προαχθῇ, μετὰ βίας αὐτὴν ἀπάγειν, ἑαυτῷ τε πλείονα φυλακὴν περιστησάμενος, ὡς μηδὲν ὑπὸ τῶν ὄχλων βιασθείη, καὶ τὰ πέριξ τοῦ βήματος ἑταίρων τε καὶ πελατῶν ὄχλῳ προκαταλαβών. [2] ἵνα δὲ σὺν εὐσχήμονι δίκης τοῦτο πράττῃ προφάσει, μὴ παραγενηθέντος ἐπὶ τὴν ἐγγύην τοῦ πατρός, ἐπιστολὰς δοὺς τοῖς πιστοτάτοις ἱππεῦσιν ἔπεμψεν ἐπὶ τὸν χάρακα καὶ πρὸς Ἀντώνιον τὸν ἡγεμόνα τοῦ τάγματος, ὑφ᾽ οὗ ἦν Οὐεργίνιος, ἀξιῶν αὐτὸν κατέχειν τὸν ἄνδρα ἐν ἐπιμελεῖ φυλακῇ, μὴ λάθῃ πυθόμενος τὰ περὶ τὴν θυγατέρα καὶ διαδρὰς ἐκ τοῦ χάρακος. [3] ἔφθησαν δ᾽ αὐτὸν οἱ τῇ κόρῃ προσήκοντες, Νομιτωρίου τε υἱὸς καὶ ἀδελφὸς Ἰκιλίου, προαποσταλέντες ὑπὸ τῶν ἄλλων ἀρχομένης ἔτι τῆς καταστάσεως, νεανίαι λήματος πλήρεις ἀπὸ ῥυτῆρος καὶ μετὰ μάστιγος ἐλαθεῖσι τοῖς ἵπποις πρότερον διανύσαντες τὴν ὁδὸν καὶ τῷ Οὐεργινίῳ [4] τὰ πεπραγμένα διασαφηνίσαντες. ὁ δὲ τὴν μὲν ἀληθῆ πρὸς Ἀντώνιον αἰτίαν ἀποκρυψάμενος, ἀναγκαίου δέ τινος συγγενοῦς σκηψάμενος πεπύσθαι θάνατον, οὗ τὴν ἐκκομιδήν τε καὶ ταφὴν αὐτὸν ἔδει ποιήσασθαι κατὰ τὸν νόμον, ἀφίεται καὶ περὶ λύχνων ἁφὰς ἤλαυνε μετὰ τῶν μειρακίων κατ᾽ ἄλλας ὁδοὺς διωγμὸν ἔκ τε τοῦ στρατοπέδου καὶ ἀπὸ τῆς πόλεως δεδοικώς· ὅπερ καὶ συνέβη. [5] ὅ τε γὰρ Ἀντώνιος τὰς ἐπιστολὰς δεξάμενος περὶ πρώτην μάλιστα φυλακήν, [p. 169] ἴλην ἀπέστειλεν ἱππέων ἐπ᾽ αὐτόν, ἔκ τε τῆς πόλεως ἕτεροι πεμφθέντες ἱππεῖς δι᾽ ὅλης νυκτὸς ἐφρούρουν τὴν ἀπὸ στρατοπέδου φέρουσαν ὁδόν. ὡς δὲ ἀπήγγειλεν Ἀππίῳ τις τὸν Οὐεργίνιον ἐληλυθότα παρὰ τὴν ὑπόληψιν, ἔξω τῶν φρενῶν γενόμενος παρῆν μετὰ πολλοῦ στίφους ἐπὶ τὸ βῆμα καὶ προσάγειν ἐκέλευσε τοὺς τῆς κόρης συγγενεῖς. [6] προσελθόντων δ᾽ αὐτῶν ὁ μὲν Κλαύδιος τοὺς αὐτοὺς πάλιν διεξελθὼν λόγους ἠξίου τὸν Ἄππιον γενέσθαι δικαστὴν τοῦ πράγματος μηδεμίαν ἀναβολὴν ποιησάμενον, τόν τε μηνυτὴν παρεῖναι λέγων καὶ τοὺς μάρτυρας καὶ τὴν θεράπαιναν αὐτὴν παραδούς· ἐφ᾽ οἷς ἅπασι πολὺς ὁ προσποιητὸς σχετλιασμὸς ἦν, εἰ μὴ τεύξεται τῶν ἴσων τοῖς ἄλλοις, ὡς πρότερον, ὅτι πελάτης ἦν αὐτοῦ· καὶ παράκλησις, ἵνα μὴ τοῖς ἐλεεινότερα λέγουσιν, ἀλλὰ τοῖς δικαιότερα ἀξιοῦσι βοηθεῖν. ;ΚΕΦΑΛΑΙΟΝ ΛΔ΄ [1] ὁ δὲ τῆς κόρης πατὴρ καὶ οἱ λοιποὶ συγγενεῖς ἀπελογοῦντο περὶ τῆς ὑποβολῆς πολλὰ καὶ δίκαια καὶ ἀληθῆ λέγοντες, ὡς οὔτ᾽ αἰτίαν οὐδεμίαν εἶχεν ὑποβολῆς εὔλογον ἡ Νομιτωρίου μὲν ἀδελφή, Οὐεργινίου δὲ γυνή, παρθένος γαμηθεῖσα νέῳ ἀνδρὶ καὶ οὐ μετὰ πολλοὺς τοῦ γάμου τεκοῦσα χρόνους· οὔτ᾽ εἰ τὰ μάλιστα ἐβούλετο γένος ἀλλότριον εἰς τὸν ἴδιον οἶκον εἰσαγαγεῖν, δούλης ἀλλοτρίας ἂν ἐλάμβανε παιδίον μᾶλλον ἢ οὐ γυναικὸς ἐλευθέρας κατὰ γένος ἢ φιλίαν αὐτῇ προσηκούσης, παρ᾽ ἧς πιστῶς τε ἅμα [p. 170] [2] καὶ βεβαίως ἕξει τὸ ληφθέν. ἐξουσίαν τε ἔχουσαν ὁποῖον ἐβούλετο λαβεῖν, ἄρρεν ἂν ἑλέσθαι παιδίον μᾶλλον ἢ θῆλυ. τεκοῦσαν μὲν γὰρ ἀνάγκην τῶν τέκνων δεομένην στέργειν καὶ τρέφειν, ὅ τι ἂν ἡ φύσις ἐξενέγκῃ, ὑποβαλλομένην δὲ τὸ κρεῖττον ἀντὶ [3] τοῦ χείρονος εἰκὸς εἶναι λαβεῖν. πρός τε τὸν μηνυτὴν καὶ τοὺς μάρτυρας, οὓς ὁ Κλαύδιος ἔφη πολλοὺς καὶ ἀξιοχρέους παρέξεσθαι, τὸν ἐκ τῶν εἰκότων παρείχοντο λόγον, ὡς οὐκ ἄν ποτε ἡ Νομιτωρία πρᾶγμα σιγῆς δεόμενον καὶ δι᾽ ἑνὸς ὑπηρετηθῆναι προσώπου δυνάμενον, φανερῶς ἔπραττε καὶ μετὰ μαρτύρων ἐλευθέρων, ἵν᾽ ἐκτραφεῖσαν τὴν κόρην ὑπὸ τῶν κυρίων τῆς μητρὸς ἀφαιρεθείη. [4] τόν τε χρόνον οὐ μικρὸν ἔλεγον εἶναι τεκμήριον τοῦ μηδὲν ὑγιὲς λέγειν τὸν κατήγορον· οὔτε γὰρ ἂν τὸν μηνυτὴν οὔτε τοὺς μάρτυρας κατασχεῖν ἐν πεντεκαίδεκα ἔτεσιν ἀπόρρητον τὴν ὑποβολήν, ἀλλ᾽ ἔτι πρότερον εἰπεῖν. [5] διαβάλλοντες δὲ τὰς τῶν κατηγόρων πίστεις οὔτ᾽ ἀληθεῖς οὔτε πιθανὰς ἀντιπαρεξετάζειν ταύταις ἠξίουν τὰς ἑαυτῶν, πολλὰς καὶ οὐκ ἀσήμους γυναῖκας ὀνομάζοντες, ἃς ἔφασαν εἰδέναι Νομιτωρίαν ἐγκύμονα γενομένην ἐκ τοῦ περὶ τὴν γαστέρα ὄγκου. χωρὶς δὲ τούτων τὰς ἐπὶ τοῦ τόκου καὶ τῆς λοχείας παραγενομένας διὰ [p. 171] τὸ συγγενὲς καὶ τικτόμενον τὸ παιδίον ἰδούσας ἐπεδείκνυντο καὶ ἀνακρίνειν ἠξίουν. [6] ὃ δὲ πάντων τεκμήριον ἦν περιφανέστατον ἔκ τε τῶν ἀνδρῶν πολλῶν καὶ γυναικῶν μαρτυρούμενον οὐ μόνον ἐλευθέρων, ἀλλὰ καὶ δούλων, τοῦτ᾽ ἔλεγον τελευτῶντες, ὅτι τῷ γάλακτι τῆς μητρὸς ἐτράφη τὸ παιδίον· ἀμήχανον δ᾽ εἶναι γάλακτος πληρωθῆναι μαστοὺς γυναικὶ μὴ τεκούσῃ. ;ΚΕΦΑΛΑΙΟΝ ΛΕ΄ [1] ταῦτα καὶ πολλὰ τούτοις ὅμοια παρεχομένων αὐτῶν ἰσχυρὰ καὶ οὐδένα λόγον ἐναντίον δέξασθαι δυνάμενα καὶ πολὺν ἐν ταῖς συμφοραῖς τῆς κόρης ἔλεον καταχεομένων, οἱ μὲν ἄλλοι πάντες, ὅσοι συνήκουον τῶν λόγων, τῆς τε μορφῆς οἶκτον ἐλάμβανον, [2] ὁπότ᾽ εἰς τὴν παρθένον ἴδοιεν· καὶ γὰρ ἐν ἐσθῆτι οὖσα πιναρᾷ καὶ κατηφὲς ὁρῶσα καὶ τὸ καλὸν τῶν ὀμμάτων ἐκτήκουσα τὰς ἁπάντων ἥρπαζεν ὄψεις, οὕτως ὑπεράνθρωπός τις ὥρα περὶ αὐτὴν καὶ χάρις ἦν· καὶ τὸ τῆς τύχης ἀνεκλαίοντο παράλογον, εἰς οἵας ὕβρεις καὶ προπηλακισμοὺς ἐλεύσοιτο ἐξ οἵων ἀγαθῶν. [3] εἰσῄει τ᾽ αὐτοὺς λογισμός, ὅτι τοῦ περὶ τῆς ἐλευθερίας νόμου καταλυθέντος οὐδὲν ἔσται τὸ κωλῦον καὶ τὰς αὐτῶν γυναῖκας καὶ θυγατέρας τὰ αὐτὰ ἐκείνῃ παθεῖν. ταῦτά τε δὴ καὶ πολλὰ τούτοις ὅμοια ἐπιλογιζόμενοι καὶ πρὸς ἀλλήλους διαλαλοῦντες ἔκλαιον. [4] ὁ δὲ Ἄππιος, οἷα δὴ [p. 172] φύσιν τε οὐ φρενήρης ἀνὴρ καὶ ὑπὸ μεγέθους ἐξουσίας διεφθαρμένος, οἰδῶν τε τὴν ψυχὴν καὶ ζέων τὰ σπλάγχνα διὰ τὸν ἔρωτα τῆς παιδός, οὔτε τοῖς λόγοις τῶν ἀπολογουμένων προσεῖχεν οὔτε τοῖς δάκρυσιν αὐτῆς ἐπεκλᾶτο, τήν τε συμπάθειαν τῶν παρόντων δι᾽ ὀργῆς ἐλάμβανεν, ὡς αὐτὸς δὴ πλείονος ὢν ἄξιος ἐλέου καὶ δεινότερα ὑπὸ τῆς δεδουλωμένης αὐτὸν εὐμορφίας πεπονθώς. [5] διὰ δὴ ταῦτα πάντα οἰστρῶν λόγον τε ὑπέμεινεν εἰπεῖν ἀναίσχυντον, ἐξ οὗ καταφανὴς ἐγένετο τοῖς ὑπονοοῦσιν, ὅτι τὸ συκοφάντημα κατὰ τῆς κόρης αὐτὸς ἔγραψε καὶ ἔργον ἐτόλμησε τυραννικὸν πρᾶξαι καὶ ὠμόν. ;ΚΕΦΑΛΑΙΟΝ ΛΣΤ΄ [1] ἔτι γὰρ αὐτῶν λεγόντων ἡσυχίαν γενέσθαι κελεύσας, ἐπειδὴ σιωπή τ᾽ ἐγένετο, καὶ πᾶς ὁ κατὰ τὴν ἀγορὰν ὄχλος τὴν ὁρμὴν ἐλάμβανεν ἐπιθυμίᾳ γνώσεως τῶν ὑπ᾽ αὐτοῦ λεχθησομένων προαχθείς, πολλάκις ἐπιστρέψας τὸ πρόσωπον τῇδε καὶ τῇδε καὶ τὰ στίφη τῶν ἑταίρων, οἷς διειλήφει τὴν ἀγοράν, τοῖς [2] ὄμμασι διαριθμησάμενος τοιάδ᾽ εἶπεν· ἐγὼ δὲ περὶ τοῦδε τοῦ πράγματος, ὦ Οὐεργίνιε, καὶ ὑμεῖς οἱ σὺν τούτῳ παρόντες, οὐ νῦν πρῶτον ἀκήκοα, ἀλλὰ παλαίτερον ἔτι πρὶν ἢ τήνδε τὴν ἀρχὴν παραλαβεῖν. ὃν τρόπον δ᾽ ἔγνων, ἀκούσατε. ὁ πατὴρ ὁ Μάρκου Κλαυδίου [p. 173] τουδὶ τελευτῶν τὸν βίον ἠξίωσέ με τὸν υἱὸν αὐτοῦ παῖδα καταλειπόμενον ἐπιτροπεῦσαι· πελάται δ᾽ εἰσὶ τῆς οἰκίας ἡμῶν ἐκ προγόνων. [3] ἐν δὲ τῷ χρόνῳ τῆς ἐπιτροπείας μήνυσις ἐγένετό μοι περὶ τῆς παιδός, ὡς ὑποβάλοιτο αὐτὴν Νομιτωρία λαβοῦσα παρὰ τῆς Κλαυδίου δούλης, καὶ τὸ πρᾶγμα ἐξετάσας ἔμαθον οὕτως ἔχον. ἐφάπτεσθαι μὲν οὖν ἐμαυτοῦ προσῆκέ μοι, βέλτιον δὲ ἡγησάμην τούτῳ τὴν ἐξουσίαν καταλιπεῖν, ὁπότε γένοιτο ἀνήρ, εἴτε βουληθείη τὴν παιδίσκην ἀπάγειν, εἴτε διαλύσασθαι πρὸς τοὺς τρέφοντας αὐτὴν χρηματισθεὶς ἢ χαρισάμενος. [4] ἐν δὲ τοῖς μεταξὺ χρόνοις ἐγὼ μὲν εἰς τὰς πολιτικὰς πράξεις ἐγκυλισθεὶς οὐδὲν ἔτι τῶν Κλαυδίου πραγμάτων εἶχον ἐν φροντίδι. τούτῳ δ᾽, ὡς ἔοικε, τὸν ἴδιον ἐξετάζοντι βίον καὶ περὶ τῆς παιδίσκης ἡ μήνυσις ἀπεδόθη καθάπερ ἐμοὶ πρότερον, καὶ οὐδὲν ἄδικον ἀξιοῖ τὴν ἐκ τῆς ἑαυτοῦ θεραπαίνης γεγονυῖαν ἀπάγειν βουλόμενος. [5] εἰ μὲν οὖν ἀλλήλους ἔπεισαν αὐτοί, καλῶς ἂν εἶχεν· ἐπεὶ δ᾽ εἰς ἀμφισβήτησιν ἦλθε τὸ πρᾶγμα, μαρτυρῶ τ᾽ αὐτῷ ταῦτα καὶ κρίνω εἶναι τοῦτον τῆς παιδίσκης κύριον. ;ΚΕΦΑΛΑΙΟΝ ΛΖ΄ [1] ὡς δὲ ταῦτ᾽ ἤκουσαν, ὅσοι μὲν ἦσαν ἀκέραιοί τε καὶ τῶν τὰ δίκαια λεγόντων παράκλητοι τὰς χεῖρας ἄραντες εἰς τὸν οὐρανὸν ἀνέκραγον ὀδυρμῷ [p. 174] καὶ ἀγανακτήσει μεμιγμένην κραυγήν, οἱ δὲ τῆς ὀλιγαρχίας κόλακες τὴν ἐπικελεύουσάν τε καὶ θάρσος ἐμποιῆσαι δυναμένην τοῖς κρατοῦσι φωνήν. ἠρεθισμένης δὲ τῆς ἀγορᾶς καὶ παντοδαπῶν γεμούσης λόγων τε καὶ παθῶν σιωπὴν γενέσθαι κελεύσας Ἄππιος ἔλεξεν· [2] εἰ μὴ παύσεσθε διαστασιάζοντες τὴν πόλιν καὶ ἀντιστρατηγοῦντες ἡμῖν οἱ ταραχώδεις, μηδαμῇ χρήσιμοι μήτ᾽ ἐν εἰρήνῃ μήτε κατὰ πολέμους, ὑπὸ τῆς ἀνάγκης σωφρονισθέντες εἴξετε. μὴ τούτους οἴεσθε τοὺς ἐπὶ τοῦ Καπετωλίου καὶ τῆς ἄκρας φρουροὺς ἐπὶ τοὺς ἔξωθεν πολεμίους ἡμῖν παρεσκευάσθαι μόνον, ὑμᾶς δὲ τοὺς ἔνδον ὑποκαθημένους καὶ πάντα σήποντας τὰ τῆς πόλεως πράγματα ἐάσειν. [3] γνώμην δὴ λαβόντες κρείττονα ἧς ἔχετε νῦν ἄπιτε, οἷς μή τι πρᾶγμα, καὶ πράσσετε τὰ ἑαυτῶν, εἰ σωφρονεῖτε· σὺ δ᾽ ἄγου τὴν παιδίσκην ἔχων, Κλαύδιε, μηδένα δεδοικὼς δι᾽ ἀγορᾶς· [4] οἱ γὰρ Ἀππίου σε προπέμψουσι δώδεκα πελέκεις. ὡς δὲ ταῦτ᾽ εἶπεν, οἱ μὲν ἄλλοι στένοντες καὶ τὰ μέτωπα παίοντες καὶ τὰ δάκρυα κατέχειν οὐ δυνάμενοι παρεχώρουν ἐκ τῆς ἀγορᾶς, ὁ δὲ Κλαύδιος ἀπῆγε τὴν παῖδα τῷ πατρὶ περιπεπλεγμένην καὶ καταφιλοῦσαν καὶ ταῖς ἡδίσταις φωναῖς ἀνακαλοῦσαν. ἐν τοιούτοις δὴ κακοῖς Οὐεργίνιος ὢν ἔργον εἰς νοῦν βάλλεται πατρὶ μὲν ταλαίπωρον καὶ πικρόν, ἐλευθέρῳ δ᾽ ἀνδρὶ [5] καὶ μεγαλόφρονι πρέπον. αἰτησάμενος γὰρ ἐξουσίαν ἀσπάσασθαι τὴν θυγατέρα τοὺς τελευταίους ἀσπασμοὺς ἐπ᾽ ἐξουσίας καὶ διαλεχθῆναι μόνῃ μόνος, ὁπόσα βούλεται, [p. 175] πρὶν ἐκ τῆς ἀγορᾶς αὐτὴν ἀπαχθῆναι, συγχωρήσαντος τοῦ στρατηγοῦ καὶ τῶν ἐχθρῶν μικρὸν ἀναχωρησάντων ὑπολαβὼν εἰς τὴν ἐκλυομένην τε καὶ καταρρέουσαν καὶ κατέχουσαν τέως μὲν ἀνεκαλεῖτό τε καὶ κατεφίλει καὶ τὰς λιβάδας ἐξέματτε τῶν δακρύων, ἔπειτα κατὰ μικρὸν ὑπάγων, ὡς ἦν ἐγγὺς ἐργαστηρίου μαγειρικοῦ, μάχαιραν ἐξαρπάσας ἀπὸ τῆς τραπέζης παίει τὴν θυγατέρα διὰ τῶν σπλάγχνων τοσοῦτον εἰπών· [6] ἐλευθέραν σε καὶ εὐσχήμονα, τέκνον, ἀποστέλλω τοῖς κατὰ γῆς προγόνοις· ζῶσα γὰρ ταῦτα οὐκ ἐξῆν ἔχειν ἀμφότερα διὰ τὸν τύραννον. κραυγῆς δὲ γενομένης ᾑμαγμένην ἔχων τὴν σφαγίδα καὶ αὐτὸς ἀνάμεστος αἵματος γενόμενος, ᾧ προσέφυρεν αὐτὸν ἡ σφαγὴ τῆς κόρης, ἔθει διὰ τῆς πόλεως ἐμμανὴς ἐπὶ [7] τὴν ἐλευθερίαν τοὺς πολίτας καλῶν. διεκπαισάμενος δὲ τὰς πύλας ἀνέβη τὸν ἵππον, ὃς ἦν παρεσκευασμένος αὐτῷ, καὶ συνέτεινεν ἐπὶ τὸ στρατόπεδον, Ἰκιλίου τε καὶ Νομιτωρίου τῶν ἀγαγόντων αὐτὸν ἐκ τοῦ χάρακος νεανίσκων καὶ τότε συμπροπεμπόντων. ἠκολούθει δ᾽ αὐτοῖς καὶ ἄλλος ὄχλος δημοτῶν οὐκ ὀλίγος, ὥστε τοὺς σύμπαντας ἀμφὶ τετρακοσίους γενέσθαι. [p. 176] ;ΚΕΦΑΛΑΙΟΝ ΛΗ΄ [1] ὁ δὲ Ἄππιος, ὡς τὸ περὶ τὴν κόρην ἐπέγνω πάθος, ἀναπηδᾷ τε ἀπὸ τοῦ δίφρου καὶ διώκειν τὸν Οὐεργίνιον ἐβούλετο πολλὰ καὶ λέγων καὶ πράττων ἄκοσμα. περιστάντων δ᾽ αὐτὸν τῶν φίλων καὶ μηδὲν ἐξαμαρτάνειν ἀξιούντων ἀπῄει πρὸς ἅπαντας ἀγανακτῶν. [2] ἤδη δ᾽ αὐτῷ κατ᾽ οἰκίαν ὄντι προσαγγέλλουσι τῶν ἑταίρων τινές, ὅτι περὶ τὸ πτῶμα τῆς κόρης Ἰκίλιός τε ὁ κηδεστὴς καὶ Νομιτώριος ὁ θεῖος σὺν τοῖς ἄλλοις ἑταίροις τε καὶ συγγενέσιν ἑστῶτες ῥητὰ καὶ ἄρρητα κατ᾽ αὐτοῦ λέγουσι καὶ καλοῦσι τὸν δῆμον ἐπὶ τὴν ἐλευθερίαν. [3] ὁ δ᾽ ὑπ᾽ ὀργῆς ὡς εἶχε πέμπει τῶν ῥαβδούχων τινὰς κελεύσας ἀπάγειν εἰς τὸ δεσμωτήριον τοὺς κεκραγότας καὶ τὸ πτῶμα μεταφέρειν ἐκ τῆς ἀγορᾶς· ἀφρονέστατον πρᾶγμα ποιῶν καὶ τοῖς τότε καιροῖς ἥκιστα ἁρμόττον. δέον γὰρ ἀποθεραπεύειν τὸν ὄχλον ὀργῆς εἰληφότα δικαίαν πρόφασιν, εἴξαντα μὲν ἐν τῷ παραχρῆμα χρόνῳ, ὕστερον δὲ τὰ μὲν ἀπολογούμενον, τὰ δὲ παραιτούμενον, τὰ δ᾽ ἑτέραις τισὶν εὐεργεσίαις ἀναλαβόντα, ἐπὶ τὸ βιαιότερον ἐνεχθεὶς εἰς ἀπόνοιαν αὐτοὺς ἠνάγκασε τραπέσθαι. [4] οὐ γὰρ ἀνέσχοντο τῶν ἐπιβαλλομένων ἕλκειν τὴν νεκρὰν ἢ τοὺς ἄνδρας εἰς τὸ δεσμωτήριον ἀπάγειν, ἀλλ᾽ ἐμβοήσαντες ἑαυτοῖς σὺν ὠθισμῷ τε καὶ πληγαῖς τῶν βιαζομένων ἐξέβαλον αὐτοὺς ἐκ τῆς ἀγορᾶς. ὥστ᾽ ἠναγκάσθη ἀκούσας [p. 177] ταῦθ᾽ ὁ Ἄππιος ἅμα συχνοῖς ἑταίροις καὶ πελάταις εἰς τὴν ἀγορὰν πορεύεσθαι παίειν κελεύων καὶ ἀνείργειν ἐκποδὼν τοὺς ἐν τοῖς στενωποῖς. πυθόμενοι δὲ τὴν διάνοιαν αὐτοῦ τῆς ἐξόδου Οὐαλέριός τε καὶ [5] Ὁράτιος, οὓς ἔφην ἡγεμονικωτάτους εἶναι τῶν ἀντιποιουμένων τῆς ἐλευθερίας, πολλὴν καὶ ἀγαθὴν νεότητα περὶ αὑτοὺς ἄγοντες ἵστανται πρὸ τοῦ νεκροῦ καὶ ἐπειδὴ πλησίον αὐτῶν οἱ περὶ τὸν Ἄππιον ἐγίνοντο, πρῶτον μὲν εἰς λόγους ἐπαχθεῖς καὶ προπηλακιστὰς κατὰ τῆς ἐξουσίας αὐτῶν ἐχώρουν, ἔπειτα καὶ τὰ ἔργα ὅμοια τοῖς λόγοις παρείχοντο παίοντές τε καὶ ἀνατρέποντες τοὺς ὁμόσε χωροῦντας. ;ΚΕΦΑΛΑΙΟΝ ΛΘ΄ [1] ὁ δ᾽ Ἄππιος ἀδημονῶν ἐπὶ τῷ παρ᾽ ἐλπίδα τῆς κολάσεως καὶ οὐκ ἔχων, ὅ τι χρήσεται τοῖς ἀνδράσι τὴν ὀλεθριωτάτην ἔγνω βαδίζειν ὁδόν. ὡς γὰρ ἔτι τοῦ πλήθους αὐτῷ διαμένοντος οἰκείου ἀναβὰς ἐπὶ τοῦ Ἡφαίστου τὸ ἱερὸν ἐκάλει τὸν δῆμον εἰς ἐκκλησίαν καὶ κατηγορεῖν ἐπειρᾶτο τῶν ἀνδρῶν παρανομίαν τε καὶ ὕβριν, ἐξουσίᾳ δημαρχικῇ καὶ ἐλπίδι κούφῃ ἐπαιρόμενος, ὅτι συναγανακτήσας ὁ δῆμος αὐτῷ [2] παρήσει ῥῖψαι τοὺς ἄνδρας κατὰ τῆς πέτρας. οἱ δὲ περὶ τὸν Οὐαλέριον ἕτερον τόπον τῆς ἀγορᾶς καταλαβόμενοι καὶ τὸ πτῶμα τῆς παρθένου θέντες, ὅθεν ὑπὸ πάντων ὀφθήσεσθαι ἔμελλεν, ἑτέραν συνῆγον ἐκκλησίαν καὶ πολλὴν ἐποιοῦντο τοῦ τ᾽ Ἀππίου καὶ τῶν ἄλλων ὀλιγαρχῶν κατηγορίαν. [3] ἔμελλέ τε, ὅπερ εἰκὸς [p. 178] ἦν, οὓς μὲν τὸ ἀξίωμα τῶν ἀνδρῶν, οὓς δ᾽ ὁ τῆς κόρης ἔλεος δεινὰ καὶ πέρα δεινῶν διὰ τὸ ἀτυχὲς κάλλος παθούσης, οὓς δ᾽ αὐτὸς ὁ τῆς ἀρχαίας καταστάσεως πόθος εἰς ταύτην τὴν ἐκκλησίαν παρακαλῶν πλείους τῶν ἑτέρων συνάξειν, ὥστ᾽ ὀλίγους τινὰς ὑπολειφθῆναι περὶ τὸν Ἄππιον, αὐτοὺς δὴ τοὺς ὀλιγαρχικούς, ἐν οἷς ἦσάν τινες οὐκέτι τῆς ὀλιγαρχικῆς αὐτῶν ἀκροώμενοι, διὰ πολλὰς προφάσεις, ἀλλ᾽, εἰ γένοιτο ἰσχυρὰ τὰ τῶν ἐναντίων, ἄσμενοι χωρήσειν ἐπ᾽ [4] ἐκείνους. ἐρημούμενον δὴ θεωρῶν ἑαυτὸν ὁ Ἄππιος ἠναγκάσθη μεταγνῶναι καὶ ἀπελθεῖν ἐκ τῆς ἀγορᾶς, ὃ καὶ μάλιστ᾽ ὤνησεν αὐτόν. ἐπιβαλλόμενος γὰρ ὑπὸ τοῦ δημοτικοῦ πλήθους καλὰς ἔτισεν ἂν αὐτῷ τὰς δίκας. [5] μετὰ τοῦτ᾽ ἐξουσίας ὅσης ἐβούλοντο τυχόντες οἱ περὶ τὸν Οὐαλέριον ἐνεφοροῦντο τῶν κατ᾽ ὀλιγαρχίας λόγων καὶ τοὺς ἔτι ἐνδοιάζοντας ἐξεδημαγώγουν. ἔτι δὲ μᾶλλον ἐξηλλοτρίωσαν τὸν πολιτικὸν ὄχλον οἱ τῆς κόρης συγγενεῖς κλίνην τε κομίσαντες εἰς τὴν ἀγορὰν καὶ τὸν ἄλλον κόσμον τὸν ἐπιτάφιον οἷον ἐδύναντο πολυτελέστατον παρασκευάσαντες, καὶ τὴν ἐκφορὰν τοῦ σώματος διὰ τῶν ἐπιφανεστάτων τῆς πόλεως ποιησάμενοι στενωπῶν, ὅθεν ὑπὸ πλείστων ὀφθήσεσθαι ἔμελλον. [6] ἐξεπήδων γὰρ ἐκ τῶν οἰκιῶν γυναῖκές τε καὶ παρθένοι τὸ πάθος ἀποδυρόμεναι, αἱ μὲν ἄνθη καὶ στεφάνους βάλλουσαι κατὰ τῆς κλίνης, αἱ δὲ τελαμῶνας ἢ μίτρας, αἱ δὲ ἀθύρματα κόμης [p. 179] παρθενικά, καί που τινὲς καὶ πλοκάμων ἀποκειράμεναι βοστρύχους. [7] ἄνδρες τε συχνοὶ λαμβάνοντες ἐκ τῶν πλησίον ἐργαστηρίων τὰ μὲν ὠνῇ, τὰ δὲ χάριτι συνεπεκόσμουν τοῖς προσφόροις δωρήμασι τὴν ἐκκομιδήν, ὥστε περιβόητον ἀνὰ τὴν πόλιν γενέσθαι τὸ κῆδος, καὶ προθυμίαν ἅπαντας καταλαβεῖν τῆς τῶν ὀλιγαρχικῶν καταλύσεως. ἀλλ᾽ οἱ φρονοῦντες τὰ τῆς ὀλιγαρχίας ὅπλα ἔχοντες μέγα παρεῖχον αὐτοῖς δέος, οἵ τε περὶ τὸν Οὐαλέριον οὐκ ἠξίουν αἵματι πολιτικῷ τὸ νεῖκος διαιρεῖν. ;ΚΕΦΑΛΑΙΟΝ Μ΄ [1] τὰ μὲν δὴ κατὰ πόλιν ἐν τοιαύταις ἦν ταραχαῖς. Οὐεργίνιος δ᾽, ὃν ἔφην αὐτόχειρα γενέσθαι τῆς ἑαυτοῦ θυγατρός, ἀπὸ ῥυτῆρος ἐλαύνων τὸν ἵππον ἀφικνεῖται περὶ λύχνων ἁφὰς ἐπὶ τὸν πρὸς Ἀλγιδῷ χάρακα, τοιοῦτος οἷος ἐκ τῆς πόλεως ἐξέδραμεν, αἵματι πεφυρμένος ἅπας καὶ τὴν μαγειρικὴν σφαγίδα διὰ [2] χειρὸς ἔχων. ἰδόντες δ᾽ αὐτὸν οἱ πρὸ τοῦ στρατοπέδου τὰς φυλακὰς φυλάττοντες ἐν ἀπόρῳ τ᾽ ἦσαν ὅ τι πέπονθεν εἰκάσαι, καὶ παρηκολούθουν ὡς ἀκουσόμενοι μέγα πρᾶγμα καὶ δεινόν. ὁ δὲ τέως μὲν ἐπορεύετο κλαίων καὶ διασημαίνων τοῖς ὁμόσε χωροῦσιν ἀκολουθεῖν· ἐξέτρεχον δ᾽ ἐκ τῶν σκηνῶν ἃς διεπορεύετο μεταξὺ δειπνοῦντες ἅπαντες ἀθρόοι φανοὺς ἔχοντες καὶ λαμπάδας, ἀγωνίας πλήρεις καὶ θορύβου περιεχόμενοι [p. 180] [3] περὶ αὐτὸν ἠκολούθουν. ἐπεὶ δ᾽ εἰς τὸν ἀναπεπταμένον τοῦ στρατοπέδου τόπον ἦλθεν, ἐπὶ μετεώρου τινὸς στάς, ὥσθ᾽ ὑπὸ πάντων ὁρᾶσθαι, διηγεῖτο τὰς καταλαβούσας αὐτὸν συμφοράς, μάρτυρας τῶν λόγων παρεχόμενος τοὺς σὺν αὐτῷ παρόντας ἐκ τῆς πόλεως. ὡς δὲ κατέμαθεν ὀλοφυρομένους τε πολλοὺς καὶ δακρύοντας, εἰς ἱκεσίας καὶ δεήσεις αὐτῶν ἐτράπετο, μὴ περιιδεῖν μήτ᾽ αὐτὸν ἀτιμώρητον γενόμενον μήτε τὴν πατρίδα προπηλακιζομένην. λέγοντι δ᾽ αὐτῷ ταῦτα πολὺ τὸ βουλόμενον ἐξ ἁπάντων ἀκούειν καὶ ἐπικελευόμενον λέγειν ἐγίνετο. [4] τοιγάρτοι καὶ θρασύτερον ἤδη καθήπτετο τῆς ὀλιγαρχίας διεξιών, ὡς πολλῶν μὲν ἀφείλοντο τὰς οὐσίας οἱ δέκα, πολλῶν δὲ πληγαῖς ᾐκίσαντο τὰ σώματα, παμπόλλους δὲ φυγεῖν ἠνάγκασαν ἐκ τῆς πατρίδος οὐδὲν ἀδικήσαντας, γυναικῶν τε ὕβρεις καὶ παρθένων ἐπιγάμων ἁρπαγὰς καὶ παίδων ἐλευθέρων προπηλακισμοὺς καὶ τὰς ἄλλας αὐτῶν παρανομίας τε καὶ ὠμότητας ἐκλογιζόμενος· [5] καὶ ταῦτ᾽, ἔφη, προπηλακίζουσιν ἡμᾶς οἱ μήτε νόμῳ τὴν ἐξουσίαν ἔχοντες μήτε ψηφίσματι βουλῆς ἢ δήμου συγχωρήματι λαβόντες, — ὁ γὰρ ἐνιαύσιος αὐτοῖς τῆς ἀρχῆς χρόνος, ὃν ἐχρῆν αὐτοὺς ἄρξαντας ἑτέροις παραδοῦναι τὰ κοινά, παρελήλυθεν, — ἀλλ᾽ ἐκ τοῦ βιαιοτάτου τῶν τρόπων, πολλὴν δειλίαν καὶ μαλακίαν καταγνόντες ἡμῶν ὥσπερ γυναικῶν. [6] εἰσελθέτω δὴ λογισμὸς ἕκαστον ὑμῶν ὧν τ᾽ αὐτὸς πέπονθε καὶ ὧν οἶδεν ἑτέρους παθόντας· καὶ εἴ τις ὑμῶν δελεαζόμενος ὑπ᾽ αὐτῶν ἡδοναῖς τισιν ἢ χάρισιν οὐ πεφόβηται τὴν ὀλιγαρχίαν οὐδὲ δέδοικε, [p. 181] μὴ καὶ ἐπ᾽ αὐτὸν ἔλθοι ποτὲ σὺν χρόνῳ τὰ δεινά, μαθὼν ὅτι τυράννοις οὐδέν ἐστι πιστόν, οὐδ᾽ ἀπ᾽ εὐνοίας αἱ τῶν κρατούντων δίδονταί τισι χάριτες, καὶ [7] πάντα τὰ ὅμοια τούτοις, μεταγνώτω· καὶ μιᾷ διανοίᾳ χρησάμενοι πάντες ἐλευθεροῦτε ἀπὸ τῶν τυράννων τὴν πατρίδα, ἐν ᾗ θεῶν τε ὑμῖν ἱερὰ ἵδρυται καὶ θῆκαι προγόνων εἰσίν, οὓς ὑμεῖς τιμᾶτε μετὰ θεούς, καὶ γηραιοὶ πατέρες τροφεῖα πολλὰ καὶ ἄξια τῶν πόνων ἀπαιτοῦντες, γυναῖκές τε κατὰ νόμους ἐγγυηθεῖσαι καὶ· θυγατέρες ἐπίγαμοι φροντίδος οὐ μικρᾶς δεόμεναι τοῖς ἔχουσι καὶ γοναὶ παίδων ἀρρένων, οἷς ὀφείλεται τὰ [8] δίκαια φύσεως προγόνων. οἰκίας γὰρ δὴ καὶ κλήρους καὶ χρήματα σὺν πολλοῖς κτηθέντα πόνοις ὑπὸ πατέρων καὶ ὑμῶν αὐτῶν σιωπῶ· ὧν οὐδὲν ὑμῖν ἔξεστι βεβαίως ἔχειν, ἕως ἂν ὑπὸ τῶν δέκα τυραννῆσθε. {{DEFAULTSORT:Ρωμαικη Αρχαιολογια 11 31}} g0zihf36w32hamwaofbnflvzsv9pjs9 Ρωμαϊκή Αρχαιολογία/ια/21 0 23600 148505 100315 2022-08-09T13:56:00Z Αντιγόνη 235 wikitext text/x-wiki {{Κεφαλίδα | τίτλος = Κεφάλαια 21–30 | συγγραφέας = Διονύσιος ο Αλικαρνασσεύς | μεταφραστής= | ενότητα = [[Ρωμαϊκή Αρχαιολογία/ια|Ῥωμαϊκὴ Ἀρχαιολογία: Λόγος ια΄]] | προηγούμενο= [[Ρωμαϊκή Αρχαιολογία/ια/11|Κεφάλαια 11–20]] | επόμενο = [[Ρωμαϊκή Αρχαιολογία/ια/31|Κεφάλαια 31–40]] | σημειώσεις = Dionysii Halicarnasei Antiquitatum Romanarum quae supersunt, Vol I-IV. Dionysius of Halicarnassus. Karl Jacoby. In Aedibus B.G. Teubneri. Leipzig. 1885. }} ;ΚΕΦΑΛΑΙΟΝ ΚΑ΄ [1] ταύτην ἀποδειξαμένου τὴν γνώμην Οὐαλερίου κεχαρισμένην τοῖς πλείοσιν, ὡς ἐκ τῆς φωνῆς αὐτῶν εἰκάσαι ῥᾴδιον ἦν, καὶ τῶν μετ᾽ ἐκεῖνον ἀνισταμένων [p. 146] — ἦν δ᾽ αὐτῶν τὸ νέον τῆς βουλῆς μέρος τὸ λειπόμενον — ταῦτα ἡγουμένων κράτιστα εἶναι πλὴν ὀλίγων, ἐπειδὴ πάντες ἀπεδείξαντο τὰς ἑαυτῶν γνώμας, καὶ τέλος ἔδει τὰ βουλεύματα λαβεῖν, Οὐαλέριος μὲν ἠξίου διαδικασίαν τοὺς δέκα προθεῖναι ταῖς γνώμαις, αὖθις ἐξ ἀρχῆς πάντας τοὺς βουλευτὰς καλοῦντας, καὶ πολλοῖς τῶν συνέδρων ἀναθέσθαι βουλομένοις τὰς προτέρας ἀποφάσεις ταῦτα λέγων πιθανὸς ἦν· [2] Κορνήλιος δ᾽ ὁ συμβουλεύων τοῖς δέκα τὴν ἡγεμονίαν ἐπιτρέψαι τοῦ πολέμου κατὰ τὸ καρτερὸν ἀπεμάχετο κεκρίσθαι τὸ πρᾶγμα ἤδη λέγων καὶ τέλος ἔχειν νόμιμον ἁπάντων ἐψηφικότων, ἠξίου τε διαριθμεῖν τὰς γνώμας καὶ μηδὲν ἔτι καινουργεῖν. [3] τούτων δὲ λεγομένων ὑφ᾽ ἑκατέρου μετὰ πολλῆς φιλοτιμίας τε καὶ κραυγῆς, καὶ τοῦ συνεδρίου διαστάντος πρὸς ἑκάτερον, τῶν μὲν ἐπανορθώσασθαι τὴν ἀκοσμίαν τοῦ πολιτεύματος βουλομένων τῷ Οὐαλερίῳ συλλαμβανόντων, τῶν δὲ τὰ χείρω προαιρουμένων καὶ ὅσοις κίνδυνός τις ὑπωπτεύετο ἐκ τῆς μεταβολῆς ἔσεσθαι τῷ Κορνηλίῳ συναγορευόντων· λαβόντες ἀφορμὴν οἱ δέκα τοῦ πράττειν ὅ τι δόξειεν αὐτοῖς τὴν τοῦ συνεδρίου ταραχήν, τῇ Κορνηλίου προστίθενται γνώμῃ. καὶ παρελθὼν εἷς ἐξ αὐτῶν, Ἄππιος, ἔφη· [4] περὶ τοῦ πρὸς Αἰκανοὺς καὶ Σαβίνους πολέμου συνεκαλέσαμεν ὑμᾶς, ὦ βουλή, διαγνωσομένους, καὶ λόγον ἀπεδώκαμεν ἅπασι τοῖς βουλομένοις ἀπὸ τῶν πρώτων ἄχρι τῶν νεωτάτων ἐν [p. 147] τῷ προσήκοντι καλοῦντες ἕκαστον τόπῳ. τριῶν δ᾽ ἀποδειξαμένων γνώμας διαφόρους, Κλαυδίου τε καὶ Κορνηλίου καὶ Οὐαλερίου τελευταίου, διέγνωτε περὶ αὐτῶν ὑμεῖς οἱ λοιποί, καὶ παριὼν ἕκαστος ἀπεφήνατο πάντων ἀκουόντων, ᾗ προσετίθετο γνώμῃ. [5] ἁπάντων δὴ γεγονότων κατὰ νόμον, ἐπειδὴ τοῖς πλείοσιν ὑμῶν Κορνήλιος ἐδόκει τὰ κράτιστα ὑποθέσθαι, τοῦτον ἀπεφηνάμεθα νικᾶν καὶ τὴν ἀποδειχθεῖσαν ὑπὸ τούτου γνώμην γράψαντες ἐκφέρομεν. Οὐαλέριος δὲ καὶ οἱ μετ᾽ αὐτοῦ ἑστῶτες ὅταν αὐτοὶ τύχωσιν ἐξουσίας ὑπατικῆς, δίκας τ᾽ ἤδη τέλος ἐχούσας ἀναδίκους ποιείτωσαν, ἐὰν αὐτοῖς φίλον ᾖ, καὶ βουλεύματα διεγνωσμένα ὑπὸ πάντων ὑμῶν ἄκυρα καθιστάτωσαν. [6] ταῦτ᾽ εἰπὼν καὶ τὸν γραμματέα κελεύσας ἀναγνῶναι τὸ προβούλευμα, ἐν ᾧ τὴν καταγραφὴν τοῦ στρατοῦ καὶ τὴν ἡγεμονίαν τοῦ πολέμου τοὺς δέκα παραλαβεῖν ἐτέτακτο, διέλυσε τὸν σύλλογον. ;ΚΕΦΑΛΑΙΟΝ ΚΒ΄ [1] μετὰ τοῦθ᾽ οἱ μὲν τῆς ὀλιγαρχικῆς ἑταιρίας σοβαροὶ καὶ θρασεῖς περιῄεσαν ὡς δὴ κρείττους τῶν ἑτέρων γεγονότες καὶ διαπεπραγμένοι μηκέτι καταλυθῆναι σφῶν τὴν δυναστείαν, ἐπειδὰν ἅπαξ ὅπλων καὶ [2] στρατιᾶς γένωνται κύριοι· οἱ δὲ τὰ βέλτιστα τῷ κοινῷ φρονοῦντες ἀνιαρῶς διακείμενοι καὶ περιφόβως ὡς οὐδενὸς τῶν κοινῶν ἔτι γενησόμενοι κύριοι καὶ διέστησαν εἰς μέρη πολλά, τῶν μὲν ἀγεννεστέρων τὰς [p. 148] φύσεις ἅπαντα συγχωρεῖν τοῖς κρατοῦσιν ἀναγκαζομένων καὶ κατανέμειν ἑαυτοὺς εἰς τὰς ὀλιγαρχικὰς ἑταιρίας, τῶν δ᾽ ἧττον ψοφοδεῶν ἀφισταμένων τῆς ὑπὲρ τῶν κοινῶν φροντίδος καὶ τὸν ἀπράγμονα βίον μεθαρμοττομένων· ὅσοις δὲ πολὺ τὸ γενναῖον ἐν τοῖς τρόποις ἦν, ἰδίας ἑταιρίας κατασκευαζομένων καὶ συμφρονούντων ἐπὶ φυλακῇ τε ἀλλήλων καὶ μεταστάσει τῆς πολιτείας. [3] τούτων δὲ τῶν ἑταιριῶν ἡγεμόνες ἦσαν οἱ πρῶτοι τολμήσαντες ἐν τῷ συνεδρίῳ περὶ καταλύσεως τῆς δεκαδαρχίας εἰπεῖν, Λεύκιος Οὐαλέριος καὶ Μάρκος Ὁράτιος, φραξάμενοί τε τὰς οἰκίας ὅπλοις καὶ φυλακὴν θεραπόντων καὶ πελατῶν καρτερὰν περὶ ἑαυτοὺς ἔχοντες, ὡς μήτ᾽ ἐκ τοῦ βιαίου παθεῖν μηθὲν μήτ᾽ ἐκ τοῦ δολίου. [4] ὅσοις δ᾽ οὔτε θεραπεύειν τὴν τῶν κρατούντων ἐξουσίαν βουλομένοις ἦν οὔτε μηδενὸς ἐπιστρέφεσθαι τῶν κοινῶν οὐδ᾽ ἐν ἀπράκτῳ ζῆν ἡσυχίᾳ καλὸν ἐδόκει, πολεμεῖν τ᾽ ἀνὰ κράτος οὐ ῥᾴδιον, ἐπεὶ καθαιρεθῆναι δυναστείαν τηλικαύτην ἀνόητον ἐφαίνετο εἶναι, κατέλιπον τὴν πόλιν. ἡγεμὼν δὲ τούτων ἀνὴρ ἦν ἐπιφανὴς Γάιος Κλαύδιος, ὁ τοῦ κορυφαιοτάτου [p. 149] τῆς δεκαδαρχίας Ἀππίου θεῖος, ἐμπεδῶν τὰς ὑποσχέσεις, ἃς ἐπὶ τῆς βουλῆς ἐποιήσατο πρὸς τὸν ἀδελφιδοῦν, ὅτ᾽ αὐτὸν ἀποθέσθαι τὴν ἀρχὴν ἀξιῶν οὐκ ἔπεισεν. ἠκολούθει δ᾽ αὐτῷ πολὺς μὲν ἑταίρων ὄχλος, [5] πολὺς δὲ πελατῶν. τούτου δ᾽ ἀρξαμένου καὶ τὸ ἄλλο πολιτικὸν πλῆθος οὐκέτι λάθρα καὶ κατ᾽ ὀλίγους, ἀλλ᾽ ἐκ τοῦ φανεροῦ καὶ ἀθρόον ἐξέλιπε τὴν πατρίδα, τέκνα καὶ γυναῖκας ἐπαγόμενον. οἱ δὲ περὶ τὸν Ἄππιον ἀγανακτοῦντες τοῖς γινομένοις ἐπεβάλοντο μὲν κωλύειν πύλας τ᾽ ἀποκλείσαντες καὶ ἀνθρώπους τινὰς συναρπάσαντες, ἔπειτα — δέος γὰρ εἰσῆλθεν αὐτοῖς, μὴ πρὸς ἀλκὴν οἱ κωλυόμενοι τράπωνται, καὶ λογισμὸς ὀρθὸς ὡς κρεῖττον εἴη σφίσιν ἐκποδῶν εἶναι τοὺς ἐχθροὺς ἢ μένοντας ἐνοχλεῖν — ἀνοίξαντες τὰς πύλας ἀφῆκαν τοὺς θέλοντας ἀπιέναι, οἰκίας δ᾽ αὐτῶν καὶ κλήρους καὶ ὅσα ἄλλα ὑπελείπετο ἀδύνατα ὄντα ἐν φυγαῖς φέρεσθαι λειποστρατίαν ἐπενεγκόντες ἐδήμευσαν τῷ λόγῳ, τὸ δ᾽ ἀληθὲς τοῖς ἑαυτῶν ἑταίροις ὡσανεὶ παρὰ [6] τοῦ δήμου πριαμένοις ἐχαρίσαντο. ταῦτα δὴ τὰ ἐγκλήματα προστεθέντα τοῖς προτέροις πολλῷ δυσμενεστέρους ἐποίησε πρὸς τὴν δεκαδαρχίαν τοὺς πατρικίους καὶ τοὺς δημοτικούς. εἰ μὲν οὖν μηδὲν ἐπεξήμαρτον ἔτι πρὸς τοῖς εἰρημένοις, δοκοῦσιν ἄν μοι πολὺν ἐπὶ τῆς αὐτῆς ἐξουσίας διαμεῖναι χρόνον· ἡ γὰρ φυλάττουσα τὴν δυναστείαν αὐτῶν στάσις ἔτι διέμενεν ἐν τῇ πόλει, [p. 150] διὰ πολλὰς αἰτίας καὶ ἐκ πολλῶν αὐξηθεῖσα χρόνων, [7] δἰ ἣν ἔχαιρον ἑκάτεροι τοῖς ἀλλήλων κακοῖς· οἱ μὲν δημοτικοὶ τὸ φρόνημα τῶν πατρικίων τεταπεινωμένον ὁρῶντες καὶ τὴν βουλὴν οὐδενὸς ἔτι τῶν κοινῶν οὖσαν κυρίαν, οἱ δὲ πατρίκιοι τὴν ἐλευθερίαν ἀπολωλεκότα τὸν δῆμον καὶ μηδὲ τὴν ἐλαχίστην ἔχοντα ἰσχύν, ἐξ οὗ τὴν δημαρχικὴν ἐξουσίαν αὐτῶν οἱ δέκα ἀφείλαντο· αὐθαδείᾳ δὲ πολλῇ πρὸς ἄμφω τὰ μέρη χρώμενοι καὶ οὔτ᾽ ἐπὶ στρατοπέδου μετριάζοντες οὔτ᾽ ἐν τῇ πόλει σωφρονοῦντες ὁμονοῆσαι πάντας ἠνάγκασαν καὶ καταλῦσαι τὴν ἀρχὴν αὐτῶν, ὅπλων γενηθέντας κυρίους διὰ τὸν πόλεμον. [8] τὰ δ᾽ ἁμαρτήματα αὐτῶν τὰ τελευταῖα καὶ δι᾽ ἃ κατελύθησαν ὑπὸ τοῦ δήμου — τοῦτον γὰρ δὴ μάλιστα προπηλακίζοντες ἐξηγρίωσαν — τοιάδε ἦν. ;ΚΕΦΑΛΑΙΟΝ ΚΓ΄ [1] ὅτε τὸ περὶ τοῦ πολέμου ψήφισμα ἐκύρωσαν, καταγράψαντες ἐν τάχει τὰς δυνάμεις καὶ τριχῇ νείμαντες δύο μὲν τάγματα κατέλιπον ἐν τῇ πόλει φυλακῆς τῶν ἐντὸς τείχους ἕνεκεν· ἡγεῖτο δὲ τῶν δύο τούτων ταγμάτων Ἄππιος Κλαύδιος ὁ προεστηκὼς τῆς ὀλιγαρχίας καὶ σὺν αὐτῷ Σπόριος Ὄππιος. τρία δὲ ἔχοντες ἐξῆγον ἐπὶ Σαβίνους Κόιντος Φάβιος καὶ [2] Κόιντος Ποιτέλιος καὶ Μάνιος Ῥαβολήιος. πέντε δὲ τὰ λοιπὰ τάγματα παραλαβόντες Μάρκος τε Κορνήλιος καὶ Λεύκιος Μηνύκιος καὶ Μάρκος Σέργιος καὶ Τίτος Ἀντώνιος καὶ τελευταῖος Καίσων Δουέλλιος ἐπὶ τὸν πρὸς Αἰκανοὺς πόλεμον ἀφίκοντο· συνεστρατεύετο δ᾽ [p. 151] αὐτοῖς Λατίνων τε καὶ ἄλλων συμμάχων ἐπικουρικὸν οὐκ ἔλαττον τοῦ πολιτικοῦ πλήθους. ἀλλ᾽ οὐδὲν αὐτοῖς ἐχώρει κατὰ νοῦν τοσαύτην μὲν οἰκείαν δύναμιν ἐπαγομένοις, τοσαύτην δὲ συμμαχίαν. [3] οἱ γὰρ πολέμιοι καταφρονήσαντες αὐτῶν, ὅτι νεοσύλλεκτοι ἦσαν οἱ στρατευόμενοι, πλησίον ἀντεστρατοπεδεύσαντο καὶ τάς τ᾽ ἀγορὰς ἀγομένας ἀφῃροῦντο λοχῶντες τὰς ὁδοὺς καὶ ἐπὶ προνομὰς ἐξιοῦσιν ἐπετίθεντο, καὶ εἴ ποτε ἱππεῖς εἰς χεῖρας ἔλθοιεν ἱππεῦσι καὶ πεζοὶ πεζοῖς πρὸς φάλαγγα μαχόμενοι πανταχῇ πλέον ἔχοντες ἀπῄεσαν, ἐθελοκακούντων οὐκ ὀλίγων ἐν ταῖς συμπλοκαῖς καὶ οὔτε τοῖς ἡγεμόσι πειθομένων οὔτε ὁμόσε χωρεῖν τοῖς πολεμίοις βουλομένων. [4] οἱ μὲν οὖν ἐπὶ Σαβίνους στρατεύσαντες ἐν τοῖς ἐλάττοσι κακοῖς σωφρονισθέντες ἑκόντες ἔγνωσαν ἐκλιπεῖν τὸν χάρακα· καὶ περὶ μέσας νύκτας ἀναστήσαντες τὸν στρατὸν ἀπῆγον ἐκ τῆς πολεμίας εἰς τὴν ἑαυτῶν φυγῇ παραπλησίαν ποιούμενοι τὴν ἀνάζευξιν, ἕως ἐπὶ πόλιν Κρουστομέρειαν, ἥ ἐστιν οὐ πρόσω τῆς Ῥώμης, ἀφίκοντο. οἱ δ᾽ ἐν Ἀλγιδῷ τῆς Αἰκανῶν χώρας θέμενοι τὴν παρεμβολὴν πολλὰς καὶ αὐτοὶ λαμβάνοντες ὑπὸ τῶν πολεμίων πληγὰς καὶ παρὰ τὰ δεινὰ μένειν ἀξιοῦντες ὡς ἐπανορθωσόμενοι τὰς ἐλαττώσεις οἴκτιστα πράγματα ἔπαθον. [5] ὠσάμενοι γὰρ ἐπ᾽ αὐτοὺς οἱ πολέμιοι καὶ τοὺς ὑποστάντας τοῦ χάρακος καταβαλόντες ἐπέβησαν τῶν ἐρυμάτων· καὶ καταλαβόμενοι τὸ στρατόπεδον ὀλίγους μέν τινας ἀμυνομένους [p. 152] ἀπέκτειναν, τοὺς δὲ πλείους ἐν τῷ διωγμῷ διέφθειραν. οἱ δὲ διασωθέντες ἐκ τῆς φυγῆς τραυματίαι τε οἱ πλείους καὶ τὰ ὅπλα μικροῦ δεῖν πάντες ἀπολωλεκότες εἰς πόλιν Τύσκλον ἀφικνοῦντο· σκηνὰς δ᾽ αὐτῶν καὶ ὑποζύγια καὶ χρήματα καὶ θεράποντας καὶ τὴν ἄλλην τοῦ πολέμου παρασκευὴν οἱ πολέμιοι διήρπασαν. [6] ὡς δ᾽ ἀπηγγέλη ταῦτα τοῖς κατὰ τὴν πόλιν, ὅσοιπερ ἦσαν ἐχθροὶ τῆς ὀλιγαρχίας καὶ οἱ τέως ἀποκρυπτόμενοι τὸ μῖσος, φανεροὺς ἐποίουν αὑτοὺς τότε χαίροντες ἐπὶ ταῖς κακοπραγίαις τῶν στρατηγῶν· καὶ ἦν ἤδη καρτερὰ χεὶρ περὶ τὸν Ὁράτιόν τε καὶ τὸν Οὐαλέριον, οὓς ἔφην ἡγεμόνας εἶναι τῶν ἀριστοκρατικῶν ἑταιρειῶν. ;ΚΕΦΑΛΑΙΟΝ ΚΔ΄ [1] οἱ δὲ περὶ τὸν Ἄππιον τοῖς μὲν ἐπὶ στρατοπέδου συνάρχουσιν ὅπλα τε καὶ χρήματα καὶ σῖτον καὶ τἆλλα ὧν ἐδέοντο ἐπεχορήγουν τά τε δημόσια καὶ ἰδιωτικὰ ἐκ πολλῆς ὑπεροψίας λαμβάνοντες, καὶ ἀντὶ τῶν ἀπολωλότων ἀνδρῶν στρατολογήσαντες ἐξ ἁπάσης φυλῆς τοὺς ὅπλα φέρειν δυναμένους ἀπέστειλαν, ὥστ᾽ ἐκπληρωθῆναι τοὺς λόχους· τῶν τε κατὰ τὴν πόλιν ἐπιμελῆ φυλακὴν ἐποιοῦντο φρουραῖς τοὺς ἐπικαιροτάτους καταλαμβανόμενοι τόπους, μή τι λάθωσι παρακινήσαντες οἱ μετὰ τοῦ Οὐαλερίου συνεστῶτες. [2] ἐπέσκηπτόν τε δι᾽ ἀπορρήτων τοῖς ἐπὶ τῶν στρατοπέδων συνάρχουσι τοὺς ἐναντιουμένους σφίσι διαφθείρειν, [p. 153] τοὺς μὲν ἐπιφανεῖς ἀδήλως, ὧν δ᾽ ἐλάττων ὁ λόγος ἦν καὶ ἀπὸ τοῦ φανεροῦ, προφάσεις ἀεί τινας ἐπιφέροντας, ἵνα δικαίως δόξωσιν ἀποθανεῖν. καὶ ἐγίνετο ταῦτα· οἱ μὲν γὰρ ἐπὶ προνομὰς ἀποστελλόμενοι ὑπ᾽ αὐτῶν, οἱ δ᾽ ἀγορὰν παραπέμψαι κομιζομένην, οἱ δ᾽ ἄλλας τινὰς ἐπιτελέσασθαι πολεμικὰς χρείας, ἔξω γενόμενοι τοῦ χάρακος οὐδαμοῦ ἔτι ὤφθησαν. [3] οἱ δὲ ταπεινότατοι φυγῆς ἄρχειν κατηγορηθέντες ἢ τὰ ἀπόρρητα πρὸς τοὺς πολεμίους ἐκφέρειν ἢ τάξιν μὴ φυλάττειν, ἐν τῷ φανερῷ καταπλήξεως ἕνεκα τῶν ἄλλων ἀπώλλυντο. ἐγίνετο δὲ διχόθεν τῶν στρατιωτῶν ὄλεθρος, τῶν μὲν οἰκείων τῆς ὀλιγαρχίας ἐν ταῖς πρὸς τοὺς πολεμίους συμπλοκαῖς διαφθειρομένων, τῶν δὲ τὴν ἀριστοκρατικὴν ποθούντων κατάστασιν ὑπὸ τῶν στρατηγῶν ἀπολλυμένων. ;ΚΕΦΑΛΑΙΟΝ ΚΕ΄ [1] πολλὰ δὲ τοιαῦτα καὶ κατὰ τὴν πόλιν ὑπὸ τῶν περὶ τὸν Ἄππιον ἐγίνετο. τῶν μὲν οὖν ἄλλων καίτοι συχνῶν ἀναιρουμένων ἐλάττων τοῖς πλήθεσι λόγος ἦν, ἑνὸς δ᾽ ἀνδρὸς ἐπιφανεστάτου τῶν δημοτικῶν καὶ πλείστας ἀρετὰς ἐν τοῖς κατὰ πόλεμον ἔργοις ἀποδειξαμένου θάνατος ὠμὸς καὶ ἀνόσιος ἐπιτελεσθεὶς ἐν θατέρῳ τῶν στρατοπέδων, ἔνθα οἱ τρεῖς ἡγεμόνες ἦσαν, ἅπαντας ἑτοίμους ἐποίησε πρὸς τὴν ἀπόστασιν τοὺς ἐκεῖ. [2] ἦν δ᾽ ὁ φονευθεὶς Σίκκιος, ὁ τὰς ἑκατὸν εἴκοσι μάχας ἀγωνισάμενος καὶ ἐξ ἁπασῶν ἀριστεῖα λαβών, ὃν ἔφην ἀπολελυμένον ἤδη στρατείας διὰ τὸν χρόνον ἑκούσιον τοῦ πρὸς Αἰκανοὺς συνάρασθαι πολέμου, [p. 154] σπεῖραν ἀνδρῶν ὀκτακοσίων ἐκπεπληρωκότων ἤδη τὰς κατὰ νόμον στρατείας εὐνοίᾳ τῇ πρὸς αὐτὸν ἐπαγόμενον· μεθ᾽ ὧν ἀποσταλεὶς ὑπὸ θατέρου τῶν ὑπάτων ἐπὶ τὸ στρατόπεδον τῶν πολεμίων εἰς πρόδηλον ὄλεθρον, ὡς πᾶσιν ἐδόκει, τοῦ τε χάρακος ἐκράτησε καὶ τῆς ὁλοσχεροῦς νίκης αἴτιος ἐγένετο τοῖς ὑπάτοις. [3] τοῦτον δὴ τὸν ἄνδρα πολλοὺς ἐν τῇ πόλει διεξιόντα λόγους κατὰ τῶν ἐπὶ στρατοπέδου στρατηγῶν, ὡς ἀνάνδρων τε καὶ ἀπείρων πολέμου, ἐκποδῶν ποιῆσαι σπεύδοντες οἱ περὶ τὸν Ἄππιον εἰς ὁμιλίας προὐκαλοῦντο φιλανθρώπους καὶ συνδιαπορεῖν σφίσιν ἠξίουν ὑπὲρ τῶν ἐπὶ στρατοπέδου, καὶ πῶς ἂν ἐπανορθωθείη τὰ τῶν στρατηγῶν ἁμαρτήματα λέγειν παρεκάλουν, καὶ τελευτῶντες ἔπεισαν ἐξελθεῖν ἐπὶ τὸν ἐν Κρουστομερείᾳ χάρακα αὐτὸν ἐξουσίαν ἔχοντα πρεσβευτικήν. ἔστι δὲ πάντων ἱερώτατόν τε καὶ τιμιώτατον ὁ πρεσβευτὴς παρὰ Ῥωμαίοις ἐξουσίαν μὲν ἄρχοντος ἔχων καὶ δύναμιν, ἀσυλίαν δὲ καὶ σεβασμὸν ἱερέως. [4] ὡς δ᾽ ἀφίκετο, φιλοφρονουμένων αὐτὸν ἐκεῖ τῶν ἡγεμόνων καὶ δεομένων συστρατηγεῖν μένοντα, καί τινας καὶ δωρεὰς τὰς μὲν διδόντων ἤδη, τὰς δ᾽ ὑπισχνουμένων, ἐξαπατηθεὶς ὑπ᾽ ἀνθρώπων πονηρῶν καὶ τῇ γοητείᾳ τῶν λόγων οὐ συνειδὼς ὡς ἐξ ἐπιβουλῆς ἐγίνετο, στρατιωτικὸς ἀνὴρ καὶ τὸν τρόπον [p. 155] ἁπλοῦς τά τ᾽ ἄλλα ἐπείθετο αὐτοῖς, ὅσα συμφέρειν ὑπελάμβανε, καὶ πρῶτον ἁπάντων παρῄνει μετάγειν τὴν παρεμβολὴν εἰς τὴν πολεμίαν ἐκ τῆς σφετέρας· τάς τε βλάβας διεξιὼν τὰς τότε γινομένας καὶ τὰς ὠφελείας ἐπιλογιζόμενος, ὅσας ἔμελλον ἕξειν μεταστρατοπεδευσάμενοι. ;ΚΕΦΑΛΑΙΟΝ ΚΣΤ΄ [1] οἱ δ᾽ ἀσμένως δέχεσθαι τὰς παραινέσεις σκηψάμενοι· τί οὖν, ἔφασαν, οὐκ αὐτὸς ἡγεμὼν γίνῃ τῆς ἀναζεύξεως τόπον ἐπιτήδειον προκατασκεψάμενος; ἐμπειρίαν δ᾽ ἱκανὴν ἔχεις τῶν τόπων διὰ τὰς πολλὰς στρατείας, λόχον δέ σοι δώσομεν ἐπιλέκτων νέων εὐζώνῳ ἐσταλμένων ὁπλίσει· σοὶ δὲ ἵππος τε διὰ τὴν ἡλικίαν παρέστω, καὶ ὁπλισμὸς ὁ τοῖς τηλικούτοις πρέπων. [2] ὑποδεξαμένου δὲ τοῦ Σικκίου καὶ ψιλοὺς αἰτήσαντος ἑκατὸν ἐπιλέκτους οὐδένα χρόνον ἐπισχόντες ἐκπέμπουσιν αὐτὸν ἔτι νυκτὸς οὔσης καὶ σὺν αὐτῷ τοὺς ἑκατὸν ἄνδρας ἐκ τῶν ἰδίων ἑταίρων τοὺς ἰταμωτάτους ἐπιλεξάμενοι, οἷς ἐπέσκηψαν ἀποκτεῖναι τὸν ἄνδρα μεγάλους μισθοὺς τῆς ἀνδροφονίας ὑποσχόμενοι. ἐπεὶ δὲ πολὺ προελθόντες ἀπὸ τοῦ χάρακος εἰς χωρίον ἦλθον ὀχθηρὸν καὶ στενόπορον καὶ χαλεπὸν ἵππῳ διεξελθεῖν, ὅτι μὴ βάδην ἀνιόντι, διὰ τὴν τραχύτητα τῶν ὄχθων, σύνθημα δόντες ἀλλήλοις στίφος ἐποίουν ὡς ἅμα χωρήσοντες ἐπ᾽ αὐτὸν ἀθρόοι. θεράπων δέ τις ὑπασπιστὴς τοῦ Σικκίου τὰ πολεμικὰ ἀγαθὸς εἰκάσας [p. 156] τὴν διάνοιαν αὐτῶν μηνυτὴς γίνεται τῷ δεσπότῃ. [3] κἀκεῖνος ὡς ἔγνω κατακλειόμενον αὑτὸν εἰς δυσχωρίας, ἔνθα οὐκ ἦν δυνατὸν ἀνὰ κράτος ἐλάσαι τὸν ἵππον, καθάλλεταί τε καὶ στὰς ἐπὶ τὸν ὄχθον, ἵνα μὴ κυκλωθείη πρὸς αὐτῶν, τὸν ὑπασπιστὴν μόνον ἔχων τοὺς ἐπιόντας ὑπέμεινεν. ὁρμησάντων δὲ ἅμα πάντων πολλῶν ὄντων ἐπ᾽ αὐτὸν ἀποκτείνει μὲν περὶ πεντεκαίδεκα, τραυματίζει δὲ καὶ διπλασίους. ἐδόκει δ᾽ ἂν καὶ τοὺς ἄλλους ἅπαντας διαφθεῖραι μαχόμενος, εἰ συνῄεσαν ὁμόσε. [4] οἱ δ᾽ ἄρα συμφρονήσαντες, ὡς ἄμαχον εἴη χρῆμα, καὶ οὐκ ἂν ἕλοιεν αὐτὸν συστάδην, τῆς μὲν ἐκ χειρὸς ἀπείχοντο μάχης, προσωτέρω δ᾽ ἀποστάντες ἔβαλλον οἱ μὲν σαυνίοις, οἱ δὲ χερμάσιν, οἱ δὲ ξύλοις· τινὲς δ᾽ αὐτῶν προσελθόντες ἐκ τῶν πλαγίων τῷ ὄχθῳ καὶ γενόμενοι κατὰ κεφαλῆς κατεκύλιον ὑπερμεγέθεις ἄνωθεν πέτρας, ἕως ὑπὸ πλήθους τῶν ἐξ ἐναντίας βαλλομένων καὶ βάρους τῶν ἄνωθεν ἐπικαταραττομένων διέφθειραν αὐτόν. Σίκκιος μὲν δὴ τοιαύτης καταστροφῆς ἔτυχεν. ;ΚΕΦΑΛΑΙΟΝ ΚΖ΄ [1] οἱ δὲ διαπραξάμενοι τὸν φόνον ἧκον ἐπὶ τὸ στρατόπεδον ἄγοντες τοὺς τραυματίας καὶ διέσπειραν λόγον, ὡς ἐπιφανεὶς αὐτοῖς πολεμίων λόχος τόν τε Σίκκιον ἀποκτείνειε καὶ τοὺς ἄλλους ἄνδρας, οἷς πρώτοις ἐνέτυχεν, αὐτοί τε πολλὰ τραύματα λαβόντες [p. 157] μόλις αὐτοὺς ἀποφύγοιεν. καὶ ἐδόκουν ἅπασι πιστὰ λέγειν. οὐ μὴν ἔλαθέ γ᾽ αὐτῶν τὸ ἔργον, ἀλλὰ καίπερ ἐν ἐρημίᾳ τοῦ φόνου γεγονότος καὶ μηδένα μηνυτὴν ἔχοντος ὑπὸ τοῦ χρεὼν αὐτοῦ καὶ τῆς ἅπαντα ἐπισκοπούσης τὰ θνητὰ πράγματα δίκης ἐξηλέγχθησαν τεκμηρίοις ἀναμφισβητήτοις. [2] οἱ γὰρ ἐν τῷ στρατοπέδῳ ταφῆς τε δημοσίας ἄξιον ἡγούμενοι τὸν ἄνδρα καὶ τιμαῖς παρὰ τοὺς ἄλλους διαφόρου, διὰ πολλὰ μὲν καὶ ἄλλα, μάλιστα δ᾽ ὅτι πρεσβύτης ὢν καὶ ὑπὸ τῆς ἡλικίας πολεμικῶν ἀγώνων ἀπολυόμενος εἰς κίνδυνον ἑκούσιον ἔδωκεν αὑτὸν ὑπὲρ τοῦ κοινῇ συμφέροντος, ψηφίζονται συνελθόντες εἰς ἓν ἀπὸ τῶν τριῶν ταγμάτων ἐξελθεῖν ἐπὶ τὴν ἀναίρεσιν τοῦ σώματος, ἵνα μετὰ πολλῆς ἀσφαλείας τε καὶ τιμῆς ἐπὶ τὴν παρεμβολὴν παρακομισθείη. συγχωρησάντων δὲ τῶν ἡγεμόνων δι᾽ εὐλάβειαν, μή τινα παράσχοιεν αὐτοῖς ὑποψίαν περὶ τὸ πρᾶγμα ἐπιβουλῆς καλῷ καὶ προσήκοντι ἔργῳ ἐνιστάμενοι, [3] λαβόντες τὰ ὅπλα ἐξῄεσαν. ἐλθόντες δ᾽ ἐπὶ τὸν τόπον ὡς εἶδόν οὔτε δρυμοὺς οὔτε φάραγγας οὔτ᾽ ἄλλο χωρίον, ἔνθα ὑποκαθίζειν ἐστὶ λόχους ἔθος, ἀλλὰ ψιλὸν καὶ περιφανῆ καὶ στενόπορον ὄχθον, δι᾽ ὑποψίας ἔλαβον εὐθέως τὸ πραχθέν· ἔπειτα τοῖς νεκροῖς προσελθόντες ὡς ἐθεάσαντο τόν τε Σίκκιον αὐτὸν ἀσκύλευτον ἐρριμμένον καὶ τοὺς ἄλλους ἅπαντας, ἐν [p. 158] θαύματι ἦσαν, εἰ πολέμιοι κρατήσαντες ἐχθρῶν μήτε [4] ὅπλα περιείλαντο μήτ᾽ ἐσθῆτα περιέδυσαν. διερευνώμενοί τε τὰ πέριξ ἅπαντα ὡς οὔτε στίβον ἵππων οὔτ᾽ ἴχνος ἀνθρώπων οὐδὲν εὕρισκον ἔξω τῶν διὰ τῆς ὁδοῦ, πρᾶγμα ἀμήχανον ὑπελάμβανον εἶναι πολεμίους ἐπιφανῆναι τοῖς σφετέροις ἀφανεῖς, ὥσπερ πτηνούς τινας ἢ διοπετεῖς. ὑπὲρ ἅπαντα δὲ ταῦτα καὶ τὰ ἄλλα μέγιστον αὐτοῖς ἐφάνη τεκμήριον τοῦ μὴ πρὸς ἐχθρῶν, ἀλλ᾽ ὑπὸ φίλων τὸν ἄνδρα ἀπολωλέναι, [5] τὸ μηδένα τῶν πολεμίων εὑρεθῆναι νεκρόν. οὐ γὰρ ἀκονιτί γ᾽ ἂν ἐδόκουν ἀποθανεῖν Σίκκιον, ἄνδρα καὶ ῥώμην καὶ ψυχὴν ἀνυπόστατον, οὐδὲ τὸν ὑπασπιστήν, οὐδὲ τοὺς ἄλλους τοὺς σὺν αὐτῷ πεσόντας ἄλλως τε καὶ ἐκ χειρὸς γενομένης τῆς μάχης. ἐτεκμήραντο δὲ τοῦτο ἐκ τῶν τραυμάτων. αὐτός τε γὰρ ὁ Σίκκιος πολλὰς εἶχε πληγὰς τὰς μὲν ὑπὸ χερμάδων, τὰς δ᾽ ὑπὸ σαυνίων, τὰς δ᾽ ὑπὸ μαχαιρῶν, καὶ ὁ ὑπασπιστής· οἱ δ᾽ ὑπ᾽ ἐκείνων ἀνῃρημένοι πάντες μαχαιρῶν ἢ χερμάδων ἢ σαυνίων, βέλους δὲ οὐδεμίαν. [6] ἀγανάκτησις δὴ μετὰ τοῦτ᾽ ἐγίνετο πάντων καὶ βοὴ καὶ πολὺς ὀδυρμός· ὡς δὲ κατωλοφύραντο τὴν συμφορὰν ἀράμενοι καὶ κομίσαντες τὸν νεκρὸν ἐπὶ τὸν χάρακα, πολλὰ τῶν στρατηγῶν κατεβόων, καὶ μάλιστα μὲν ἠξίουν κατὰ τὸν στρατιωτικὸν ἀποκτεῖναι νόμον τοὺς ἀνδροφόνους· εἰ δὲ μή, δικαστήριον αὐτοῖς ἀποδοῦναι [p. 159] παραχρῆμα. καὶ πολλοὶ ἦσαν οἱ κατηγορεῖν μέλλοντες αὐτῶν. [7] ὡς δ᾽ οὐδὲν αὐτῶν εἰσήκουον ἐκεῖνοι, ἀλλὰ τούς τ᾽ ἄνδρας ἀπεκρύψαντο καὶ τὰς δίκας ἀνεβάλοντο φήσαντες ἐν Ῥώμῃ λόγον ἀποδώσειν τοῖς βουλομένοις αὐτῶν κατηγορεῖν, μαθόντες ὅτι τῶν στρατηγῶν τὸ ἐπιβούλευμα ἦν, τὸν μὲν Σίκκιον ἔθαπτον, ἐκκομιδήν τε ποιησάμενοι λαμπροτάτην καὶ πυρὰν νήσαντες ὑπερμεγέθη καὶ τῶν ἄλλων ἀπαρχόμενοι κατὰ δύναμιν, ὧν νόμος ἐπ᾽ ἀνδράσιν ἀγαθοῖς εἰς τὴν τελευταίαν τιμὴν φέρεσθαι· πρὸς δὲ τὴν δεκαδαρχίαν ἠλλοτριοῦντο πάντες καὶ γνώμην εἶχον ὡς ἀποστησόμενοι. τὸ μὲν δὴ περὶ Κρουστομέρειαν καὶ Φιδήνην στράτευμα διὰ τὸν Σικκίου τοῦ πρεσβευτοῦ θάνατον ἐχθρὸν τοῖς προεστηκόσι τῶν πραγμάτων ἦν. ;ΚΕΦΑΛΑΙΟΝ ΚΗ΄ [1] τὸ δ᾽ ἐν Ἀλγιδῷ τῆς Αἰκανῶν χώρας καθιδρυμένον καὶ τὸ ἐν τῇ πόλει πλῆθος ἅπαν διὰ ταύτας ἐξεπολεμώθη τὰς αἰτίας πρὸς αὐτούς. ἀνὴρ ἐκ τῶν δημοτικῶν, Λεύκιος Οὐεργίνιος, οὐδενὸς χείρων τὰ πολεμικά, λόχου τινὸς ἡγεμονίαν ἔχων ἐν τοῖς πέντε τάγμασιν ἐτάχθη τοῖς ἐπ᾽ Αἰκανοὺς στρατευσαμένοις. [2] τούτῳ θυγάτηρ ἔτυχεν οὖσα καλλίστη τῶν ἐν Ῥώμῃ παρθένων τὸ πατρῷον ὄνομα φέρουσα, ἣν ἐνεγγυήσατο Λεύκιος εἷς ἐκ τῶν δεδημαρχηκότων υἱὸς Ἰκιλίου τοῦ πρώτου τε καταστησαμένου τὴν δημαρχιἔστι [p. 160] [3] κὴν ἐξουσίαν καὶ πρώτου λαβόντος. ταύτην τὴν κόρην ἐπίγαμον οὖσαν ἤδη θεασάμενος Ἄππιος Κλαύδιος ὁ τῆς δεκαδαρχίας ἡγεμὼν ἀναγινώσκουσαν ἐν γραμμα- τιστοῦ—ἦν δὲ τὰ διδασκαλεῖα τότε τῶν παίδων περὶ τὴν ἀγοράν—εὐθύς τε ὑπὸ τοῦ κάλλους τῆς παιδὸς ἑάλω καὶ ἔτι μᾶλλον ἔξω τῶν φρενῶν ἐγένετο πολλά- κις ἀναγκαζόμενος παριέναι τὸ διδασκαλεῖον ἤδη κρα- [4] τούμενος ὑπὸ τοῦ πάθους. ὡς δ᾽ οὐκ ἠδύνατο πρὸς γάμον αὐτὴν λαβεῖν ἐκείνην τε ὁρῶν ἐγγεγυημένην ἑτέρῳ καὶ αὐτὸς ἔχων γυναῖκα γαμετήν, καὶ ἅμα οὐδ᾽ ἀξιῶν ἐκ δημοτικοῦ γένους ἁρμόσασθαι γάμον, δι᾽ ὑπεροψίαν τῆς τύχης καὶ παρὰ τὸν νόμον, ὃν αὐτὸς ἐν ταῖς δώδεκα δέλτοις ἀνέγραψε, τὸ μὲν πρῶτον ἐπειράθη διαφθεῖραι χρήμασι τὴν κόρην, καὶ προσ- έπεμπέ τινας ἀεὶ πρὸς τὰς τροφοὺς αὐτῆς γυναῖκας— ἦν γὰρ ὀρφανὴ μητρὸς ἡ παῖς—διδούς τε πολλὰ καὶ ἔτι πλείονα τῶν διδομένων ὑπισχνούμενος. παρ- ηγγέλλετο δὲ τοῖς πειρωμένοις τὰς τροφοὺς μὴ λέγειν, τίς ὁ τῆς κόρης ἐστὶν ἐρῶν, ἀλλ᾽ ὅτι τῶν δυναμένων τις εὖ ποιεῖν οὓς βουληθείη καὶ κακῶς. [5] ὡς δ᾽ οὐκ ἔπειθον αὐτάς, ἀλλὰ καὶ φυλακῆς ἑώρα τὴν κόρην κρείττονος ἢ πρότερον ἀξιουμένην, φλεγόμενος ὑπὸ τοῦ πάθους τὴν ἰταμωτέραν ἔγνω βαδίζειν ὁδόν. μετα- πεμψάμενος δή τινα τῶν ἑαυτοῦ πελατῶν, Μάρκον Κλαύδιον, ἄνδρα τολμηρὸν καὶ πρὸς πᾶσαν ὑπηρεσίαν ἕτοιμον, τό τε πάθος αὐτῷ διηγεῖται καὶ διδάξας, ὅσα ποιεῖν αὐτὸν ἐβούλετο καὶ λέγειν, ἀποστέλλει συχνοὺς [p. 161] [6] τῶν ἀναιδεστάτων ἐπαγόμενον. ὁ δὲ παραγενόμενος ἐπὶ τὸ διδασκαλεῖον ἐπιλαμβάνεται τῆς παρθένου καὶ φανερῶς ἄγειν ἐβούλετο δι᾽ ἀγορᾶς. κραυγῆς δὲ γε- νομένης καὶ πολλοῦ συνδραμόντος ὄχλου κωλυόμενος ὅποι προῃρεῖτο τὴν κόρην ἄγειν ἐπὶ τὴν ἀρχὴν παρα- γίνεται. ἐκάθητο δ᾽ ἐπὶ τοῦ βήματος τηνικαῦτα μόνος Ἄππιος χρηματίζων τε καὶ δικάζων τοῖς δεομένοις. βουλομένου δ᾽ αὐτοῦ λέγειν κραυγή τε καὶ ἀγανάκτησις ἦν ἐκ τοῦ περιεστῶτος ὄχλου, πάντων ἀξιούντων περι- μένειν, ἕως ἔλθωσιν οἱ συγγενεῖς τῆς κόρης· καὶ ὁ [7] Ἄππιος οὕτως ἐκέλευσε ποιεῖν. ὡς δ᾽ ὀλίγος ὁ μεταξὺ χρόνος ἐγεγόνει, καὶ παρῆν ὁ πρὸς μητρὸς θεῖος τῆς παρθένου Πόπλιος Νομιτώριος φίλους τε πολλοὺς ἐπαγόμενος καὶ συγγενεῖς, ἀνὴρ ἐκ τῶν δημοτικῶν ἐμφανής, καὶ μετ᾽ οὐ πολὺ Λεύκιος, ὁ παρὰ τοῦ πα- τρὸς ἐνεγγυημένος τὴν κόρην, χεῖρα περὶ αὑτὸν ἔχων νέων δημοτικῶν καρτεράν. ὡς δὲ τῷ βήματι προσ- ῆλθεν, ἀσθμαίνων ἔτι καὶ μετέωρος τὸ πνεῦμα λέγειν ἠξίου, τίς ἐστιν ὁ τολμήσας ἅψασθαι παιδὸς ἀστῆς καὶ τί βουλόμενος. ;ΚΕΦΑΛΑΙΟΝ ΚΘ΄ [1] σιωπῆς δὲ γενομένης Μάρκος Κλαύδιος ὁ τῆς παιδὸς ἐπιλαβόμενος τοιοῦτον διεξῆλθε λόγον· οὐδὲν οὔτε προπετὲς οὔτε βίαιον πέπρακταί μοι περὶ τὴν κόρην, Ἄππιε Κλαύδιε· κύριος δ᾽ αὐτῆς ὢν κατὰ τοὺς νόμους ἄγω. ὃν δὲ τρόπον ἐστὶν ἐμή, μάθε. [p. 162] [2] μοι θεράπαινα πατρικὴ πολλοὺς πάνυ δουλεύουσα χρόνους. ταύτην κύουσαν ἡ Οὐεργινίου γυνὴ συνήθη καὶ εἰσοδίαν οὖσαν ἔπεισεν ἐὰν τέκῃ, δοῦναι τὸ παιδίον αὐτῇ. κἀκείνη φυλάττουσα τὰς ὑποσχέσεις γενομένης αὐτῇ ταύτης τῆς θυγατρὸς πρὸς μὲν ἡμᾶς ἐσκήψατο νεκρὸν τεκεῖν, τῇ δὲ Νομιτωρίᾳ δίδωσι τὸ παιδίον· ἡ δὲ λαβοῦσα ὑποβάλλεται καὶ τρέφει παίδων οὔτ᾽ ἀρρένων οὔτε θηλειῶν οὖσα μήτηρ. [3] πρότερον οὖν ἐλάνθανέ με ταῦτα, νῦν δὲ διὰ μηνύσεως ἐπιγνοὺς καὶ μάρτυρας ἔχων πολλοὺς καὶ ἀγαθοὺς καὶ τὴν θεράπαιναν ἐξητακὼς ἐπὶ τὸν κοινὸν ἁπάντων καταφεύγω νόμον, ὃς οὐ τῶν ὑποβαλλομένων, ἀλλὰ τῶν μητέρων εἶναι τὰ ἔκγονα δικαιοῖ, ἐλευθέρων μὲν οὐσῶν ἐλεύθερα, δούλων δὲ δοῦλα, τοὺς αὐτοὺς ἔχοντα κυρίους, [4] οὓς ἂν καὶ αἱ μητέρες αὐτῶν ἔχωσι. κατὰ τοῦτον τὸν νόμον ἀξιῶ τὴν θυγατέρα τῆς ἐμῆς θεραπαίνης ἄγειν καὶ δίκας ὑπέχειν βουλόμενος, ἐὰν ἀντιποιῆταί τις ἐγγυητὰς καθιστὰς ἀξιοχρέους ἄξειν αὐτὴν ἐπὶ τὴν δίκην· εἰ δὲ ταχεῖαν βούλεταί τις γενέσθαι τὴν διάγνωσιν, ἕτοιμος ἐπὶ σοῦ λέγειν τὴν δίκην αὐτίκα μάλα, καὶ μὴ διεγγυᾶν τὸ σῶμα μηδ᾽ ἀναβολὰς τῷ πράγματι προσάγειν· ὁποτέραν δ᾽ ἂν οὗτοι βουληθῶσι τῶν αἱρέσεων, ἑλέσθωσαν. [p. 163] ;ΚΕΦΑΛΑΙΟΝ Λ΄ [1] τοιαῦτ᾽ εἰπόντος Κλαυδίου καὶ πολλὴν προσθέντος δέησιν ὑπὲρ τοῦ μηδὲν ἐλαττωθῆναι τῶν ἀντιδίκων, ὅτι πελάτης ἦν καὶ ταπεινός, παραλαβὼν τὸν λόγον ὁ τῆς κόρης θεῖος ὀλίγα καὶ αὐτὰ τὰ πρὸς τὸν ἄρχοντα εἰρῆσθαι προσήκοντα εἶπε· πατέρα μὲν οὖν εἶναι τῆς κόρης λέγων Οὐεργίνιον ἐκ τῶν δημοτικῶν, ὃν ἀποδημεῖν στρατευόμενον ὑπὲρ τῆς πόλεως· μητέρα δὲ γενέσθαι Νομιτωρίαν τὴν ἀδελφὴν τὴν ἑαυτοῦ, σώφρονα καὶ ἀγαθὴν γυναῖκα, ἣν οὐ πολλοῖς πρότερον ἐνιαυτοῖς ἀποθανεῖν· τραφεῖσαν δὲ τὴν παρθένον, ὡς ἐλευθέρᾳ καὶ ἀστῇ προσῆκεν, ἁρμοσθῆναι κατὰ νόμον Ἰκιλίῳ, καὶ τέλος ἂν ἐσχηκέναι τὸν γάμον, [2] εἰ μὴ θᾶττον ὁ πρὸς Αἰκανοὺς ἀνέστη πόλεμος. ἐν δὲ τοῖς μεταξὺ χρόνοις οὐκ ἐλαττόνων ἢ πεντεκαίδεκα διεληλυθότων ἐτῶν οὐδὲν τοιοῦτον ἐπιχειρήσαντα πρὸς αὐτοὺς εἰπεῖν Κλαύδιον, ἐπειδὴ δὲ γάμων ἡ παῖς ἔσχεν ὥραν καὶ διαφέρειν δοκεῖ τὴν ὄψιν, ἐρῶντα ἥκειν ἀναίσχυντον συκοφάντημα πλάσαντα, οὐκ ἀπὸ τῆς ἑαυτοῦ γνώμης, ἀλλὰ κατεσκευασμένον ὑπ᾽ ἀνδρὸς ἁπάσαις οἰομένου δεῖν ταῖς ἐπιθυμίαις ἐκ παντὸς τρόπου χαρίζεσθαι. [3] τὴν μὲν οὖν δίκην αὐτὸν ἔφη τὸν πατέρα περὶ τῆς θυγατρὸς ἀπολογήσεσθαι παραγενόμενον ἀπὸ τῆς στρατιᾶς· τὴν δὲ τοῦ σώματος ἀντιποίησιν, ἣν ἔδει γενέσθαι κατὰ τοὺς νόμους, αὐτὸς ποιεῖσθαι θεῖος ὢν τῆς κόρης καὶ τὰ δίκαια ὑπέχειν, οὐδὲν ἀξιῶν οὔτε ξένον οὔτε ὃ μὴ καὶ τοῖς ἄλλοις [p. 164] ἀποδίδοται Ῥωμαίοις δίκαιον, εἰ καὶ μὴ πᾶσιν ἀνθρώποις, σώματος εἰς δουλείαν ἐξ ἐλευθερίας ἀγομένου μὴ τὸν ἀφαιρούμενον τὴν ἐλευθερίαν, ἀλλὰ τὸν φυλάττοντα κύριον εἶναι μέχρι δίκης. [4] ἔφη τε διὰ πολλὰς αἰτίας προσήκειν τῷ Ἀππίῳ φυλάττειν τοῦτο τὸ δίκαιον· πρῶτον μὲν ὅτι τὸν νόμον τοῦτον ἅμα τοῖς ἄλλοις ἐν ταῖς δώδεκα δέλτοις ἀνέγραψεν· ἔπειθ᾽ ὅτι τῆς δεκαδαρχίας ἡγεμών· πρὸς δὲ τούτοις ὅτι μετὰ τῆς ὑπατικῆς ἐξουσίας καὶ τὴν δημαρχίαν προσειλήφει, ἧς εἶναι κράτιστον ἔργον τοῖς ἀσθενέσι καὶ ἐρήμοις τῶν πολιτῶν βοηθεῖν. [5] ἠξίου τε τὴν καταπεφευγυῖαν ἐπ᾽ αὐτὸν ἐλεῆσαι παρθένον, μητρὸς μὲν ὀρφανὴν οὖσαν ἔτι πάλαι, πατρὸς δ᾽ ἔρημον ἐν τῷ τότε χρόνῳ, κινδυνεύουσαν οὐ χρημάτων ἀποστερηθῆναι προγονικῶν, ἀλλὰ καὶ ἀνδρὸς καὶ πατρίδος καὶ ὃ πάντων μέγιστον εἶναι δοκεῖ τῶν ἀνθρωπίνων ἀγαθῶν, τῆς τοῦ σώματος ἐλευθερίας. ἀνακλαυσάμενος δὲ τὴν ὕβριν, εἰς ἣν ἔμελλεν ἡ παῖς παραδοθήσεσθαι, καὶ πολὺν ἐκ τῶν παρόντων κινήσας ἔλεον περὶ τοῦ χρόνου τῆς δίκης ἔφη τελευτῶν· [6] ἐπειδὴ ταχεῖαν αὐτῆς βούλεται γενέσθαι τὴν κρίσιν Κλαύδιος, ὁ μηδὲν ἠδικῆσθαι φάμενος ἐν τοῖς πεντεκαίδεκα ἔτεσιν, ἕτερος μὲν ἄν τις ὑπὲρ τηλικούτων ἀγωνιζόμενος δεινὰ πάσχειν ἔλεξε καὶ ἠγανάκτει κατὰ τὸ εἰκός, ὅταν εἰρήνη γένηται καὶ πάντες ἔλθωσιν οἱ νῦν ὄντες ἐπὶ στρατοπέδου, τότε [p. 165] τὴν δίκην ἀξιῶν ἀπολογεῖσθαι, ὅτε καὶ μαρτύρων εὐπορία καὶ φίλων καὶ δικαστῶν ἀμφοτέροις ἔσται τοῖς δικαζομένοις, πολιτικὰ καὶ μέτρια πράγματα προφέρων καὶ τῇ Ῥωμαίων συνήθη πολιτείᾳ· [7] ἡμεῖς δ᾽, ἔφη, λόγων οὐδὲν δεόμεθα οὔτ᾽ εἰρήνης οὔτ᾽ ὄχλου φίλων καὶ δικαστῶν οὔτ᾽ εἰς τοὺς δικασίμους χρόνους τὸ πρᾶγμα ἀναβαλλόμεθα, ἀλλὰ καὶ ἐν πολέμῳ καὶ ἐν σπάνει φίλων καὶ οὐκ ἐν ἴσοις δικασταῖς καὶ παραχρῆμα ὑπομένομεν ἀπολογεῖσθαι, τοσοῦτον αἰτησάμενοι παρὰ σοῦ χρόνον, Ἄππιε, ὅσος ἱκανὸς ἔσται τῷ πατρὶ τῆς κόρης ἀπὸ στρατοπέδου παραγενηθέντι τὰς ἰδίας ἀποδύρασθαι τύχας, καὶ δι᾽ ἑαυτοῦ τὴν δίκην ἀπολογήσασθαι. {{DEFAULTSORT:Ρωμαικη Αρχαιολογια 11 21}} hxmmkw0e9xmvmr7azoldc6x05x6dg5h Ρωμαϊκή Αρχαιολογία/ια/11 0 23601 148485 100316 2022-08-09T13:27:10Z Αντιγόνη 235 wikitext text/x-wiki {{Κεφαλίδα | τίτλος = Κεφάλαια 11–20 | συγγραφέας = Διονύσιος ο Αλικαρνασσεύς | μεταφραστής= | ενότητα = [[Ρωμαϊκή Αρχαιολογία/ια|Ῥωμαϊκὴ Ἀρχαιολογία: Λόγος ια΄]] | προηγούμενο= [[Ρωμαϊκή Αρχαιολογία/ια/01|Κεφάλαια 01–10]] | επόμενο = [[Ρωμαϊκή Αρχαιολογία/ια/21|Κεφάλαια 21–30]] | σημειώσεις = Dionysii Halicarnasei Antiquitatum Romanarum quae supersunt, Vol I-IV. Dionysius of Halicarnassus. Karl Jacoby. In Aedibus B.G. Teubneri. Leipzig. 1885. }} ;ΚΕΦΑΛΑΙΟΝ ΙΑ΄ [1] [p. 130] πῶς οὖν ἐπανορθώσετε ταῦτα καὶ παύσεσθε δἰ αἰτίας παρὰ τοῖς πολίταις ὄντες; τοῦτο γὰρ ἔσθ᾽ ὑπόλοιπον εἰπεῖν. εἰ προβούλευμα τοῦ συνεδρίου ποιήσαντες ἀποδοίητε τῷ δήμῳ διαγνῶναι, πότερον αὐτῷ δοκεῖ πάλιν ὑπάτους τ᾽ ἀποδεικνύναι καὶ δημάρχους καὶ τὰς ἄλλας ἀρχὰς τὰς πατρίους, ἢ μένειν ἐπὶ τῆς αὐτῆς πολιτείας. [2] ἐάν τε γὰρ ἀγαπῶσι Ῥωμαῖοι πάντες ὀλιγαρχούμενοι καὶ μένειν ὑμᾶς ἐπὶ τῆς αὐτῆς ἐξουσίας ψηφίσωνται, κατὰ νόμον ἕξετε καὶ οὐ βίᾳ τὴν ἀρχήν· ἐάν τε ὑπάτους πάλιν αἱρεῖσθαι βουληθῶσι καὶ τὰς ἄλλας ἀρχὰς ὡς πρότερον, ἀποθήσεσθε νόμῳ τὴν ἐξουσίαν καὶ οὐ δόξετε ἀκόντων ἄρχειν τῶν ἴσων· τοῦτο μὲν γὰρ τυραννικόν, τὸ δὲ παρ᾽ ἑκόντων τὰς ἀρχὰς λαμβάνειν ἀριστοκρατικόν. [3] τοῦ δὲ πολιτεύματος τούτου πρῶτον οἴομαι δεῖν ἄρξαι σὲ καὶ παῦσαι τὴν ὑπὸ σοῦ κατασταθεῖσαν ὀλιγαρχίαν, Ἄππιε, λυσιτελῆ γέ ποθ᾽ ἡμῖν γενομένην, νῦν δ᾽ ἐπαχθῆ. ἃ δ᾽ ἐκ τοῦ πεισθῆναί μοι καὶ ἀποθέσθαι τὴν ἐπίφθονον ἐξουσίαν ταύτην κερδανεῖς, ἄκουσον. [4] ἐὰν μὲν ὅλον ὑμῶν τὸ ἀρχεῖον ἐπὶ τῆς αὐτῆς γένηται προαιρέσεως, διὰ σὲ πάντες ὑπολήψονται τὸν ἄρξαντα καὶ τούτους γεγενῆσθαι χρηστούς· ἐὰν δ᾽ οὗτοι φιλοχωρῶσιν ἐπὶ τῇ παρανόμῳ δυναστείᾳ, σοὶ μὲν ἅπαντες εἴσονται τὴν χάριν, ὅτι μόνος ἐβουλήθης δίκαια ποιεῖν, τοὺς δὲ μὴ θέλοντας σὺν αἰσχύνῃ καὶ μεγάλῃ βλάβῃ παύσουσι τῆς ἀρχῆς. [5] ὁμολογίας δὲ καὶ πίστεις ἀπορρήτους εἴ [p. 131] τινας ἀλλήλοις δεδώκατε θεοὺς ἐγγυητὰς ποιησάμενοι — τάχα γάρ τι καὶ τοιοῦτον ὑμῖν πέπρακται — φυλαττομένας ἀνοσίους εἶναι νόμιζε ὡς κατὰ πολιτῶν καὶ πατρίδος, καταλυομένας δ᾽ εὐσεβεῖς. θεοὶ γὰρ ἐπὶ καλαῖς καὶ δικαίαις παραλαμβάνεσθαι φιλοῦσιν ὁμολογίαις, οὐκ ἐπ᾽ αἰσχραῖς καὶ ἀδίκοις. ;ΚΕΦΑΛΑΙΟΝ ΙΒ΄ [1] εἰ δὲ διὰ φόβον ἐχθρῶν ὀκνεῖς ἀποθέσθαι τὴν ἀρχήν, μή σοι κίνδυνοί τινες ἐξ αὐτῶν ἐπαχθῶσι, καὶ δίκας ἀναγκασθῇς ὑπέχειν τῶν πεπραγμένων, οὐκ ὀρθῶς δέδοικας. οὐ γὰρ οὕτω μικρόθυμος οὐδ᾽ ἀχάριστος ἔσται ὁ Ῥωμαίων δῆμος, ὥστε τῶν μὲν ἁμαρτημάτων σου μεμνῆσθαι, τῶν δ᾽ εὐεργεσιῶν ἐπιλελῆσθαι, ἀλλ᾽ ἀντιπαρεξετάζων τὰ νῦν ἀγαθὰ τοῖς πάλαι κακοῖς ἐκεῖνα μὲν ἡγήσεται συγγνώμης ἄξια, ταῦτα δ᾽ ἐπαίνων. [2] ὑπάρξει δέ σοι καὶ τῶν πρὸ τῆς ὀλιγαρχίας ἔργων πολλῶν καὶ καλῶν ὄντων ὑπομιμνήσκειν τὸν δῆμον, καὶ τὴν ὑπὲρ ἐκείνων χάριν εἰς βοήθειαν καὶ σωτηρίαν ἀπαιτεῖν, ἀπολογίαις τε χρῆσθαι πρὸς τὰ κατηγορήματα πολλαῖς· τοῦτο μέν, ὡς οὐκ αὐτὸς ἥμαρτες, ἀλλὰ τῶν ἄλλων τις ἀγνοοῦντός σου· τοῦτο δ᾽, ὡς οὐχ ἱκανὸς ἦσθα τὸν πράττοντα κωλύειν ἰσότιμον ὄντα· τοῦτο δ᾽, ὡς ἑτέρου τινὸς ἔργου χρησίμου χάριν ἠναγκάσθης ἀβούλητόν τι ὑπομεῖναι. [3] πολὺς γὰρ ἂν εἴη ὁ λόγος, εἰ πάσας ἐξαριθμεῖσθαι βουλοίμην τὰς ἀπολογίας. καὶ οἷς μηδὲν ἀπολόγημα ὑπάρχει μήτε δίκαιον μήτ᾽ ἐπιεικές, ὁμολογοῦντες καὶ παραιτούμενοι [p. 132] πραΰνουσι τὰς τῶν ἠδικημένων ὀργάς, οἱ μὲν εἰς ἄνοιαν ἡλικίας καταφεύγοντες, οἱ δ᾽ εἰς πονηρῶν ἀνθρώπων ὁμιλίας, οἱ δ᾽ εἰς μέγεθος ἀρχῆς, οἱ δ᾽ εἰς τὴν ἅπαντας πλανῶσαν τοὺς ἀνθρωπίνους λογισμοὺς τύχην. [4] ἐγώ σοι τῆς ἀρχῆς ἀποστάντι ὑπισχνοῦμαι πάντων ἀμνηστίαν ὑπάρξειν τῶν ἡμαρτημένων καὶ διαλλαγὰς πρὸς τὸν δῆμον ὡς ἐν κακοῖς εὐπρεπεῖς. ;ΚΕΦΑΛΑΙΟΝ ΙΓ΄ [1] ἀλλὰ δέδοικα, μὴ πρόφασις μὲν οὐκ ἀληθὴς ὁ κίνδυνος ᾖ τοῦ μὴ παραχωρεῖν τῆς ἀρχῆς — μυρίοις γοῦν ὑπῆρξε τυραννίδας ἀποθεμένοις μηδὲν δεινὸν ὑπὸ τῶν πολιτῶν παθεῖν — , αἱ δ᾽ ἀληθεῖς ὦσιν αἰτίαι φιλοτιμία κενὴ τὴν εἰκόνα τοῦ καλοῦ τῆς δόξης διώκουσα καὶ πόθος ἡδονῶν ὀλεθρίων, ἃς οἱ τυραννικοὶ φέρουσι βίοι. [2] εἰ δὲ βούλει μὴ τὰ εἴδωλα καὶ τὰς σκιὰς τῶν τιμῶν καὶ τῶν εὐημεριῶν διώκειν, ἀλλ᾽ αὐτὰς καρποῦσθαι τὰς ἀληθεῖς τιμάς, ἀπόδος τὴν ἀριστοκρατίαν τῇ πατρίδι καὶ τιμὰς λάμβανε παρὰ τῶν ἴσων καὶ ζήλου τύγχανε παρὰ τῶν ἐπιγιγνομένων καὶ κλέος ἀθάνατον ἀντὶ τοῦ θνητοῦ σώματος κατάλιπε τοῖς ἐγγόνοις. αὗται γάρ εἰσι βέβαιοι καὶ ἀληθεῖς τιμαὶ καὶ ἀναφαίρετοι χαριέστατοί [3] τε καὶ ἀμεταμέλητοι. τρέφε τὴν ψυχὴν ἐπὶ τοῖς ἀγαθοῖς τῆς πατρίδος ἡδόμενος, ὧν οὐκ ἐλαχίστη μοῖρα δόξεις γεγονέναι δυναστείαν βαρεῖαν αὐτῆς ἀφελόμενος. [p. 133] ποίησαι δὲ τούτων παραδείγματα τοὺς προγόνους ἐνθυμηθείς, ὅτι τῶν ἀνδρῶν ἐκείνων οὐδεὶς ἐπεθύμησεν ἐξουσίας δεσποτικῆς οὐδὲ ταῖς ἐπονειδίστοις τοῦ σώματος ἐδούλευσεν ἡδοναῖς. τοιγάρτοι καὶ ζῶσιν αὐτοῖς ὑπῆρχε τιμᾶσθαι καὶ τελευτήσασιν ὑπὸ τῶν ἐπιγινομένων ἐπαινεῖσθαι. [4] μαρτυρεῖται γάρ τοι παρὰ πάντων αὐτοῖς, ὅτι τῆς ἀριστοκρατίας, ἣν ἐκβαλοῦσα τοὺς βασιλεῖς ἡμῶν ἡ πόλις κατεστήσατο, βεβαιότατοι φύλακες ἐγένοντο. καὶ μηδὲν τῶν σεαυτοῦ λαμπροτάτων λόγων τε καὶ πράξεων ἐπιλανθάνου. καλαὶ γὰρ αἱ πρῶταί σου τῶν πολιτικῶν ἔργων ὑποθέσεις ἐγένοντο καὶ μεγάλας ἐπέθρεψαν ἡμῖν ἀρετῆς ἐλπίδας, αἷς ἀκολούθως καὶ τὰ λοιπὰ πράττειν σ᾽ ἅπαντες ἀξιοῦμεν. [5] ἀναχώρει δὴ πάλιν εἰς τὴν σεαυτοῦ φύσιν, Ἄππιε τέκνον, καὶ γίνου τῇ προαιρέσει τῶν πολιτευμάτων μὴ τυραννικός, ἀλλ᾽ ἀριστοκρατικὸς καὶ φεῦγε τοὺς πρὸς ἡδονὴν ὁμιλοῦντας, δι᾽ οὓς ἐξέβης τῶν χρηστῶν ἐπιτηδευμάτων καὶ παρεπλάγχθης τῆς ὀρθῆς ὁδοῦ. οὐ γὰρ ἔχει λόγον, ὑφ᾽ ὧν ἂν γένηταί τις ἐξ ἀγαθοῦ κακός, ὑπὸ τούτων πάλιν αὐτὸν ἐκ πονηροῦ γενέσθαι χρηστόν. ;ΚΕΦΑΛΑΙΟΝ ΙΔ΄ [1] ταῦτά σοι πολλάκις ἐβουλήθην ὑποθέσθαι μόνῳ μόνος εἰς λόγους παραγενόμενος καὶ τὰ μὲν ὡς ἀγνοοῦντα διδάξαι, τὰ δ᾽ ὡς ἁμαρτάνοντα νουθετῆσαι· [p. 134] καὶ παρεγενόμην εἰς τὴν οἰκίαν οὐχ ἅπαξ, ἀπήλασαν δέ με οἱ σοὶ παῖδες ἀπὸ τῶν οἰκείων οὐ σχολὴν ἄγειν σε λέγοντες, ἀλλ᾽ ἕτερά τινα πράττειν ἀναγκαιότερα, εἰ δή τί σοι τῆς πρὸς τὸ γένος εὐσεβείας ἀναγκαιότερον ἦν. [2] τάχα δ᾽ οὐχ ὑπὸ σοῦ κελευσθέντες οἱ παῖδες, ἀλλ᾽ ἐφ᾽ ἑαυτῶν γνόντες διέκλεισάν με τῆς εἰσόδου, καὶ βουλοίμην οὕτως τἀληθὲς ἔχειν. τὸ πρᾶγμα δή με ἠνάγκασε τοῦτο διαλεχθῆναι ἐν τῷ συνεδρίῳ πρὸς σὲ περὶ ὧν ἐβουλόμην, ἐπειδὴ μόνῳ πρὸς μόνον οὐκ ἐξεγένετο. καιρὸν δ᾽ ἔχει πάντη λέγεσθαι τὰ καλὰ καὶ συμφέροντα παρ᾽ ἀνθρώποις μᾶλλον, Ἄππιε, ἢ [3] μηδαμῇ. ἀποδεδωκὼς δή σοι τὰ τοῦ γένους ὀφειλήματα μαρτύρομαι θεούς, ὧν ἱερὰ καὶ βωμοὺς κοιναῖς θυσίαις γεραίρομεν οἱ τῆς Ἀππίου γενεᾶς διάδοχοι, καὶ προγόνων δαίμονας, οἷς μετὰ θεοὺς δευτέρας τιμὰς καὶ χάριτας ἀποδίδομεν κοινάς, ὑπὲρ ἅπαντας δὲ τούτους γῆν, ἣ κατέχει τὸν σὸν μὲν πατέρα, ἐμὸν δ᾽ ἀδελφόν, ὅτι σοι παρέσχημαι ψυχήν τε καὶ φωνὴν τὴν ἐμαυτοῦ τὰ κράτιστα βουλευομένην, καὶ ἐπανορθῶν τὰς ἀγνοίας σου κατὰ δύναμιν τὴν ἐμὴν ἀξιῶ σε μὴ τοῖς κακοῖς ἰᾶσθαι τὰ κακά, μηδὲ τῶν πλειόνων ὀρεγόμενον καὶ τὰ παρόντα ἀπολέσαι, μηδ᾽ ἵνα τῶν [p. 135] ἴσων τε καὶ κρειττόνων ἄρχῃς ὑπὸ τῶν ἡττόνων τε καὶ κακιόνων ἄρχεσθαι. [4] πολλὰ καὶ περὶ πολλῶν ἔτι σοι λέγειν βουλόμενος ὀκνῶ. εἰ μὲν γὰρ ἐπὶ τὰ κρείττω βουλεύματα ὀ θεὸς ἄγει σε, καὶ ταῦτα πλείω τῶν ἱκανῶν εἴρηκα, εἰ δ᾽ ἐπὶ τὰ χείρω, διακενῆς καὶ τὰ λοιπὰ ἐρῶ. ἔχετε, ὦ βουλή, καὶ ὑμεῖς οἱ προεστηκότες τῆς πόλεως, τὴν ἐμὴν γνώμην καὶ περὶ τοῦ πολέμου τῆς καταλύσεως καὶ περὶ τῶν ἐν τῇ πόλει θορύβων τῆς ἐπανορθώσεως. εἰ δέ τις ἕτερα τούτων κρείττω ἐρεῖ, τὰ βέλτιστα νικάτω. ;ΚΕΦΑΛΑΙΟΝ ΙΕ΄ [1] τοιαῦτ᾽ εἰπόντος Κλαυδίου καὶ πολλὴν ἐλπίδα τῷ συνεδρίῳ παρασχόντος, ὡς ἀποθησομένων τῶν δέκα τὴν ἀρχήν, Ἄππιος μὲν πρὸς ταῦτα οὐδὲν ἠξίωσεν εἰπεῖν· ἐκ δὲ τῶν ἄλλων ὀλιγαρχῶν προελθὼν Κορνήλιος Μάρκος· ἡμεῖς μέν, ἔφησεν, ὦ Κλαύδιε, περὶ τῶν ἰδίων συμφερόντων αὐτοὶ διαγνωσόμεθα τῆς σῆς οὐδὲν δεόμενοι βουλῆς. καὶ γὰρ ἡλικίας ἐν τῇ φρονιμωτάτῃ ἐσμέν, ὥστε μηδὲν τῶν διαφερόντων ἀγνοεῖν, καὶ φίλων οὐ σπανίζομεν, οἷς, ἐάν τι δέῃ, [2] συμβούλοις χρησόμεθα. παῦσαι δὴ πρᾶγμα ποιῶν ἄωρον, ἀνὴρ πρεσβύτερος οὐ δεομένοις συμβουλῆς γνώμας ἀποδεικνύμενος. τῷ Ἀππίῳ δ᾽ εἴ τι βούλει παραινεῖν ἢ λοιδορεῖσθαι — τοῦτο γὰρ ἀληθέστερον — ὅταν ἐξέλθῃς ἐκ τοῦ συνεδρίου, λοιδορήσῃ. νῦν δ᾽ ὑπὲρ τοῦ πρὸς Αἰκανοὺς καὶ Σαβίνους πολέμου, περὶ οὗ κέκλησαι γνώμην ἀποδειξόμενος, ὅ τι σοι φαίνεται [p. 136] λέγε καὶ παῦσαι τὰ ἔξω τοῦ πράγματος φλυαρῶν. [3] μετὰ τοῦτον ἀνίσταται πάλιν ὁ Κλαύδιος κατηφὴς καὶ μεστοὺς ἔχων τοὺς ὀφθαλμοὺς δακρύων καί φησιν· Ἄππιος μὲν οὐδ᾽ ἀποκρίσεως ἄξιον ἡγεῖταί με, ὦ βουλή, τὸν ἑαυτοῦ θεῖον ἐναντίον ὑμῶν· ἀλλ᾽ ὥσπερ τὴν οἰκίαν τὴν ἰδίαν ἀπέκλεισέ μοι, καὶ τουτὶ τὸ συνέδριον ἄβατον ὥσπερ ἐφ᾽ ἑαυτῷ ποιεῖ. εἰ δὲ χρὴ [4] τἀληθὲς λέγειν, καὶ ἐκ τῆς πόλεως ἐξελαύνομαι. οὐκέτι γὰρ ἂν αὐτὸν ὀρθοῖς ὄμμασι δυναίμην ὁρᾶν ἀνάξιον γεγονότα τῶν προγόνων καὶ τυραννικὴν ἐζηλωκότα παρανομίαν, ἀλλ᾽ ἀνασκευασάμενος ἅπαντα τὰ ἐμὰ καὶ τοὺς ἐμοὺς εἰς Σαβίνους ἄπειμι, πόλιν οἰκήσων Ῥήγιλλον, ἐξ ἧς τὸ γένος ἡμῶν ἐστι, καὶ μενῶ τὸν λοιπὸν ἐκεῖ χρόνον, ἕως ἂν οὗτοι κατέχωσι τὴν καλὴν ταύτην ἀρχήν. ἐπειδὰν δ᾽ οἷα μαντεύομαι περὶ τὴν δεκαδαρχίαν γένηται — γενήσεται δ᾽ οὐκ εἰς μακράν — [5] τότε παρέσομαι. καὶ τὰ μὲν ὑπὲρ ἐμοῦ τοσαῦτα· περὶ δὲ τοῦ πολέμου ταύτην ὑμῖν, ὦ βουλή, γνώμην ἀποδείκνυμαι, μηδὲν ψηφίζεσθαι περὶ μηδενὸς πράγματος, ἕως ἀποδειχθῶσι νέαι ἀρχαί. ταῦτ᾽ εἰπὼν καὶ πολὺν ἐκ τοῦ συνεδρίου κινήσας ἔπαινον ἐπὶ τῷ γενναίῳ καὶ φιλελευθέρῳ τῆς γνώμης ἐκάθισε. μετὰ δὲ τοῦτον ἀναστὰς Λεύκιος Κοίντιος ὁ καλούμενος Κικιννᾶτος [p. 137] καὶ Τίτος Κοίντιος Καπετωλῖνος καὶ Λεύκιος Λουκρήτιος καὶ πάντες ἑξῆς οἱ πρωτεύοντες δέκα τοῦ συνεδρίου τῇ Κλαυδίου γνώμῃ προσετίθεντο. ;ΚΕΦΑΛΑΙΟΝ ΙΣΤ΄ [1] ἐφ᾽ ᾧ διαταραχθέντες οἱ περὶ τὸν Ἄππιον ἐβουλεύσαντο μηκέτι καθ᾽ ἡλικίαν καὶ βουλῆς ἀξίωσιν συμβούλους καλεῖν, ἀλλὰ κατ᾽ οἰκειότητα καὶ τὴν πρὸς αὐτοὺς ἑταιρίαν. καὶ παρελθὼν Μάρκος Κορνήλιος ἀνίστησι Λεύκιον Κορνήλιον τὸν ἀδελφόν, ὃς Κοίντῳ Φαβίῳ Οὐιβουλανῷ συνυπάτευσε τὸ τρίτον ὑπατεύοντι, δραστήριον ἄνδρα καὶ πολιτικοὺς διεξελθεῖν λόγους οὐκ ἀδύνατον. [2] οὗτος ἀναστὰς ἔλεξε τοιάδε· θαυμαστὸν μὲν ἦν καὶ τοῦτ᾽, ὦ βουλή, εἰ ταύτην ἔχοντες ἄνθρωποι τὴν ἡλικίαν ἔχουσιν, οἱ πρὸ ἐμοῦ γνώμην ἀποφηνάμενοι καὶ πρωτεύειν ἀξιοῦντες τῶν συνέδρων, τὴν ἐκ τῶν πολιτικῶν προσκρουσμάτων ἀπέχθειαν ἀδιάλλακτον πρὸς τοὺς προεστηκότας τῆς πόλεως, οὓς ἐχρῆν% οἷόν τε δεῖ φυλάττειν, καὶ τοῖς νέοις παραινεῖν ἀπὸ τοῦ κρατίστου ποιεῖσθαι τοὺς ὑπὲρ τῶν καλῶν ἀγῶνας, καὶ μὴ πολεμίους, ἀλλὰ φίλους ἡγεῖσθαι τοὺς περὶ τῶν κοινῶν ἀγαθῶν ἀντιπάλους. [3] πολλῷ δ᾽ ἔτι τούτου θαυμασιώτερόν ἐστιν, εἰ τὰς ἰδίας ἀπεχθείας [p. 138] ἐπὶ τὰ κοινὰ τῆς πόλεως πράγματα μεταφέρουσι καὶ συναπολέσθαι τοῖς ἑαυτῶν ἐχθροῖς βούλονται μᾶλλον ἢ σωθῆναι μετὰ πάντων τῶν φίλων. ὑπερβολὴν γὰρ ἀνοίας τούτοις καὶ οὐ πόρρω θεοβλαβείας πεποιήκασιν οἱ πρόεδροι τῆς βουλῆς ἡμῶν. [4] οὗτοι γὰρ ἀγανακτοῦντες, ὅτι μετιόντας αὐτοὺς τὴν τῶν δέκα ἀρχήν, ἧς αὐτοὶ νῦν κατηγοροῦσιν, ἐνίκησαν ἐν ἀρχαιρεσίαις ἐπιτηδειότεροι φανέντες, ἀεὶ πολεμοῦσιν αὐτοῖς πόλεμον ἀδιάλλακτον, καὶ εἰς τοῦθ᾽ ἥκουσιν εὐηθείας, μᾶλλον δὲ μανίας, ὥσθ᾽, ἵνα τούτους διαβάλλωσι πρὸς ὑμᾶς, ὅλην ὑπομένουσιν ἀνατρέψαι τὴν πατρίδα· [5] οἵ γ᾽ ὁρῶντες μὲν ἀνάστατον τὴν χώραν ἡμῶν ὑπὸ τῶν πολεμίων γενομένην, ὁρῶντες δὲ ὅσον οὔπω καὶ ἐπὶ τὴν πόλιν αὐτοὺς ἐλεύσεσθαι — τὸ γὰρ διὰ μέσου χωρίον οὐ πολύ — ἀντὶ τοῦ παρακαλεῖν καὶ παρορμᾶν τοὺς νέους ἐπὶ τὸν ὑπὲρ τῆς πατρίδος ἀγῶνα, καὶ αὐτοὶ πάσῃ προθυμίᾳ καὶ σπουδῇ βοηθεῖν, ὅση γοῦν ἐν τοῖς τηλικούτοις ἐστὶν ἰσχύς, περὶ πολιτείας κόσμου νῦν ἀξιοῦσιν ὑμᾶς σκοπεῖν καὶ νέας ἀρχὰς ἀποδεικνύναι καὶ πάντα μᾶλλον ἢ τοὺς ἐχθροὺς κακῶς ποιεῖν· καὶ οὐδ᾽ αὐτὸ τοῦτο δύνανται συνιδεῖν, ὅτι γνώμας ἀσυμφόρους εἰσφέρουσι, μᾶλλον δ᾽ εὐχὰς ἀδυνάτους ἔχουσιν. [p. 139] ;ΚΕΦΑΛΑΙΟΝ ΙΖ΄ [1] σκοπεῖτε γὰρ οὑτωσί· προβούλευμα γενήσεται τῆς βουλῆς ὑπὲρ ἀρχαιρεσιῶν, ἔπειτ᾽ ἐξοίσουσιν οἱ δέκα τὰ βουλευθέντα εἰς τὸν δῆμον ὁρίσαντες ἀγορὰν τὴν ἀπὸ ταύτης τρίτην. πῶς γὰρ ἂν ἀληθῶς γένοιτό τι τῶν ὑπὸ τοῦ δήμου ψηφιζομένων κύριον, ἐὰν μὴ κατὰ νόμους γένηται; ἔπειθ᾽ ὅταν αἱ φυλαὶ διενέγκωσι τὴν ψῆφον, τότε αἱ νέαι % παραιτοῦνται τὴν πόλιν ἀρχαὶ [2] καὶ προθήσουσιν ὑμῖν ὑπὲρ πολέμου σκοπεῖν. ἐν δὲ τοῖς μεταξὺ τῶν ἀρχαιρεσιῶν χρόνοις τοσούτοις οὖσιν, ἐὰν ἐπὶ τὴν πόλιν ἡμῶν ἔλθωσιν οἱ πολέμιοι καὶ προσαγάγωσι τοῖς τείχεσι, τί ποιήσομεν, Κλαύδιε; ἐροῦμεν αὐτοῖς νὴ Δία· μείναθ᾽, ἕως ἂν ἀποδείξωμεν ἑτέρας ἀρχάς. Κλαύδιος γὰρ ἡμᾶς ἔπεισε περὶ μηδενὸς ἄλλου πράγματος μήτε προβουλεύειν μήτ᾽ εἰς τὸν δῆμον ἐκφέρειν μήτε δυνάμεις καταγράφειν, ἐὰν μὴ τὰ περὶ [3] τὰς ἀρχὰς καταστήσωμεν ὡς βουλόμεθα. ἄπιτ᾽ οὖν, καὶ ὅταν ἀκούσητε ὑπάτους καὶ τὰς ἄλλας ἀρχὰς ἀποδειχθείσας ὑπὸ τῆς πόλεως καὶ τὰ πρὸς τὸν ἀγῶνα πάντα γεγονότα ἡμῖν εὐτρεπῆ, τόθ᾽ ἥκετε περὶ διαλλαγῶν ποιησόμενοι τοὺς λόγους, ἐπειδὴ κακῶς ἤρξασθε ἡμᾶς ποιεῖν οὐδὲν προπεπονθότες ὑφ᾽ ἡμῶν· καὶ ὅσα ἡμᾶς ἐβλάψατε κατὰ τὰς ἐμβολὰς εἰς χρημάτων λόγον, [4] ἅπαντα ἐκ τοῦ δικαίου διαλύσατε. τὸν δὲ τῶν γεωργῶν ὄλεθρον οὐχ ὑπολογιούμεθα ὑμῖν, οὐδ᾽ εἴ τινα γύναια ἐλεύθερα ὕβρεως καὶ παροινίας ἐπειράθη στρατιωτικῆς [p. 140] οὐδ᾽ ἄλλο τῶν ἀνηκέστων οὐδέν. κἀκεῖνοι ταῦτα προκαλουμένων ἡμῶν μετριάσουσι καὶ συγχωρήσαντες τῇ πόλει νέας ἀρχὰς ἀποδεῖξαι καὶ τὰ πρὸς τὸν πόλεμον εὐτρεπῆ ποιήσασθαι, τότε ἥξουσιν ἱκετηρίας φέροντες ἀντὶ τῶν ὅπλων καὶ παραδιδόντες ἡμῖν ἑαυτούς. ;ΚΕΦΑΛΑΙΟΝ ΙΗ΄ [1] ὦ πολλῆς μὲν εὐηθείας τούτων, οἷς ἐπὶ νοῦν ἔρχεται τοιαῦτα ληρεῖν, πολλῆς δ᾽ ἀναλγησίας ἡμῶν, εἰ τοιαῦτα λεγόντων αὐτῶν οὐκ ἀγανακτοῦμεν, ἀλλ᾽ ὑπομένομεν ἀκούειν, ὥσπερ ὑπὲρ τῶν πολεμίων, ἀλλ᾽ οὐχ ὑπὲρ ἡμῶν αὐτῶν καὶ τῆς πατρίδος βουλευόμενοι. [2] οὐκ ἀνελοῦμεν ἐκ μέσου τοὺς φλυάρους; οὐ ταχεῖαν ψηφιούμεθα τῇ ὑπονοθευομένῃ χώρᾳ τὴν βοήθειαν; οὐ καθοπλιοῦμεν ἅπασαν τὴν ἀκμὴν τῆς πόλεως; οὐκ ἐπὶ τὰς ἐκείνων πόλεις αὐτοὶ στρατευσόμεθα; ἀλλ᾽ οἴκοι μένοντες καὶ τοῖς δέκα λοιδορούμενοι καὶ νέας ἀρχὰς καθιστάντες καὶ περὶ κόσμου πολιτικοῦ σκοποῦντες ὥσπερ ἐν εἰρήνῃ πάντ᾽ ἐάσομεν ὑπὸ τοῖς πολεμίοις τὰ ἐν τῇ χώρᾳ γενέσθαι, καὶ τελευτῶντες ὑπὲρ ἀνδραποδισμοῦ κινδυνεύσομεν καὶ κατασκαφῆς τῆς πόλεως, ὡς ἐάσαντες τὸν πόλεμον τοῖς τείχεσι προσελθεῖν; [3] οὐκ ἔστιν ὑγιαινόντων ἀνθρώπων τὰ τοιαῦτα βουλεύματα, ὦ πατέρες, οὐδὲ προνοίας πολιτικῆς τὰ κοινὰ συμφέροντα τῶν ἰδίων ἀπεχθειῶν ἡγουμένης ἀναγκαιότερα, ἀλλὰ φιλονεικίας ἀκαίρου καὶ δυσμενείας ἀβούλου καὶ φθόνου κακοδαίμονος, ὃς οὐκ ἐᾷ τοὺς [p. 141] ἔχοντας αὐτὸν σωφρονεῖν. ἀλλὰ τὰς μὲν τούτων φιλονεικίας ἐάσατε χαίρειν, ἃ δὲ ψηφισάμενοι τῇ πόλει σωτήρια καὶ ὑμῖν αὐτοῖς προσήκοντα ἔσεσθε βεβουλευμένοι καὶ τοῖς ἐχθροῖς φοβερά, ἐγὼ πειράσομαι λέγειν. [4] νῦν μὲν τὸν πρὸς Αἰκανοὺς καὶ Σαβίνους πόλεμον ἐπικυρώσατε καὶ τὰς δυνάμεις μετὰ πλείστης προθυμίας καὶ σπουδῆς καταγράφετε τὰς ἐπ᾽ ἀμφοτέρους ἐξελευσομένας. ὅταν δὲ τὰ τοῦ πολέμου τέλος ἡμῖν τὸ κράτιστον λάβῃ, καὶ ἀναστρέψωσιν εἰς τὴν πόλιν αἱ δυνάμεις εἰρήνης γενομένης, τότε καὶ περὶ τοῦ κόσμου τῆς πολιτείας σκοπεῖτε, καὶ λόγον ἀπαιτεῖτε τοὺς δέκα περὶ πάντων, ὧν ἐπὶ τῆς ἀρχῆς ἔπραξαν, καὶ νέας ἀρχὰς ψηφοφορεῖτε καὶ δικαστήρια καθίζετε καὶ τιμᾶτε τοὺς ἑκατέρου τούτων ἀξίους, ὅταν ἐφ᾽ ὑμῖν γένηται ταῦτ᾽ ἀμφότερα, μαθόντες ὅτι οὐ τοῖς πράγμασιν οἱ καιροὶ δουλεύουσιν, ἀλλὰ τοῖς καιροῖς τὰ πράγματα. [5] ταύτην ἀποδειξαμένου Κορνηλίου τὴν γνώμην οἱ μετ᾽ ἐκεῖνον ἀνιστάμενοι χωρὶς ὀλίγων τῆς αὐτῆς ἐγένοντο προαιρέσεως· οἱ μὲν ἀναγκαῖα καὶ τῷ παρόντι καιρῷ ταῦτα προσήκοντα ὑπολαμβάνοντες εἶναι, οἱ δ᾽ ὑποκατακλινόμενοι καὶ θεραπεύοντες τοὺς δέκα τῷ φόβῳ τῆς ἀρχῆς. ἦν γάρ τι καὶ κατεπτηχὸς τὴν ἐξουσίαν οὐκ ἐλάχιστον μέρος ἐκ τῶν συνέδρων. ;ΚΕΦΑΛΑΙΟΝ ΙΘ΄ [1] ὡς δ᾽ αἱ πλείους γνῶμαι διηγορεύθησαν, καὶ παρὰ πολὺ κρατεῖν ἐδόκουν οἱ τὸν πόλεμον ἐπικυροῦντες [p. 142] τῶν ἑτέρων, τότε Λεύκιον Οὐαλέριον ἐν τοῖς ἐσχάτοις ἐκάλουν, ὃν ἔφην εὐθὺς ἐν ἀρχαῖς βουλόμενόν τι λέγειν κεκωλῦσθαι πρὸς αὐτῶν. ὁ δὲ ἀναστὰς τοιούτους διεξῆλθε λόγους· [2] τὴν μὲν ἐπιβουλὴν τῶν δέκα ὁρᾶτε, ὦ πατέρες, οἳ κατ᾽ ἀρχάς τ᾽ οὐκ ἐπέτρεψάν μοι λέγειν ὅσα προῃρούμην πρὸς ὑμᾶς, καὶ νῦν ἐν τοῖς ὑστάτοις ἀποδεδώκασι λόγον ἐνθυμηθέντες, ὅπερ εἰκός, ὅτι τῇ τε Κλαυδίου γνώμῃ προσθέμενος οὐδὲν ὠφελήσω τὸ κοινὸν ὀλίγων αὐτῇ συνειρηκότων· ἑτέραν τε γνώμην παρὰ τὰς εἰρημένας αὐτοῖς ἀποφηνάμενος, κἂν τὰ κράτιστα ὑποθῶμαι, διακενῆς ἐρραψῳδηκὼς ἔσομαι. [3] εὐαρίθμητοι γάρ τινές εἰσιν οἱ μετ᾽ ἐμὲ ἀναστησόμενοι, οὓς ἐὰν ἅπαντας ὁμογνώμονας λάβω, τί γενήσεταί μοι πλέον οὐδὲ πολλοστὴν ἕξοντι μοῖραν τῶν Κορνηλίῳ συναγορευόντων; οὐ μὴν ἐγὼ ταῦθ᾽ ὑφορώμενος ὀκνήσω τὴν ἐμαυτοῦ γνώμην εἰπεῖν. ὅταν γὰρ ἀκούσητε πάντων, ἐφ᾽ ὑμῖν ἔσται τὰ κράτιστα ἑλέσθαι. [4] περὶ μὲν οὖν τῆς δεκαδαρχίας, ὃν τρόπον ἐπιμελεῖται τῶν κοινῶν, ὅσα Κλαύδιος ὁ βέλτιστος εἶπε, καὶ ἐμοὶ νομίσατε εἰρῆσθαι, καὶ ὅτι δεῖ νέας ἀρχὰς ἀποδειχθῆναι, πρὶν ἢ τὸ περὶ τοῦ πολέμου γενέσθαι ψήφισμα· καὶ γὰρ ταῦτα εἴρηται τῷ [5] ἀνδρὶ κατὰ τὸ βέλτιστον. ἐπεὶ δὲ Κορνήλιος εἰς τὸ ἀδύνατον ἀπάγειν ἐπειρᾶτο τὴν γνώμην πολλοὺς τοὺς μεταξὺ χρόνους ἀποφαίνων ταῖς πολιτικαῖς οἰκονομίαις γενησομένους ἐν χερσὶν ὄντος τοῦ πολέμου, καὶ χλευάζειν [p. 143] ἐπεχείρει πράγματα οὐκ ἐπιτήδεια χλευασμῶν, οἷς παρακρουσάμενος ὑμᾶς τοὺς πολλοὺς ᾤχετο φέρων, ἐγὼ καὶ περὶ τοῦ μὴ ἀδύνατον εἶναι τὴν Κλαυδίου γνώμην διαλέξομαι πρὸς ὑμᾶς· ὡς μὲν γὰρ ἀσύμφορος, οὐδὲ τῶν διασυράντων αὐτὴν οὐδεὶς ἐτόλμησεν εἰπεῖν· καὶ διδάξω, πῶς ἂν ἥ τε χώρα δι᾽ ἀσφαλείας γένοιτο, καὶ δίκην δοῖεν οἱ τολμήσαντες αὐτὴν κακῶς ποιεῖν, καὶ τὴν πάτριον ἀπολάβοιμεν ἀριστοκρατίαν, καὶ ταῦθ᾽ ἅμα γένοιτο συναγωνιζομένων ἁπάντων τῶν ἐν τῇ πόλει καὶ μηδενὸς τἀναντία πράττειν ἀξιοῦντος, σοφίαν οὐδεμίαν ἀποδεικνύμενος ὑμῖν, τὰ δὲ πραχθέντα ὑφ᾽ ὑμῶν αὐτῶν παραδείγματα φέρων. ἔνθα γὰρ ἡ πεῖρα διδάσκει τὸ συμφέρον, τί δεῖ στοχασμῶν ἐκεῖ; ;ΚΕΦΑΛΑΙΟΝ Κ΄ [1] μέμνησθε, ὅτι ἀπὸ τῶν αὐτῶν τούτων ἐθνῶν ὥσπερ νῦν δυνάμεις ἐνέβαλον, αἱ μὲν εἰς τὴν ἡμετέραν γῆν, αἱ δ᾽ εἰς τὴν τῶν συμμάχων ἡμῶν, κατὰ τὸν αὐτὸν ἀμφότεραι χρόνον Γαΐου Ναυτίου καὶ Λευκίου Μινυκίου τὴν ὑπατείαν ἐχόντων, ἔνατον ἢ δέκατον ἔτος οἶμαι τουτί. [2] τότε τοίνυν ἀποστειλάντων ὑμῶν νεότητα πολλὴν καὶ ἀγαθὴν ἐπ᾽ ἀμφότερα τὰ ἔθνη τῷ μὲν ἑτέρῳ τῶν ὑπάτων εἰς δυσχωρίας ἀναγκασθέντι κατακλεῖσαι τὸ στρατόπεδον πρᾶξαι μὲν οὐδὲν ἐξεγένετο, πολιορκεῖσθαι δ᾽ ἐν τῷ χάρακι καὶ κινδυνεύειν σπάνει τῶν ἐπιτηδείων ἁλῶναι· Ναυτίῳ δ᾽ ἀντικαθημένῳ Σαβίνων μάχας ἀναγκαῖον ἦν τίθεσθαι πρὸς [p. 144] τοὺς αὐτοὺς συνεχεῖς καὶ μηδ᾽ οἵῳ τ᾽ εἶναι τοῖς κάμνουσι τῶν σφετέρων βοηθεῖν. ἦν τ οὐκ ἄδηλον, ὅτι τῆς ἐν Αἰκανοῖς στρατιᾶς ἀναρπασθείσης οὐδ᾽ ἡ Σαβίνους πολεμοῦσα ἀνθέξει συνελθόντων εἰς τὸ αὐτὸ [3] τῶν πολεμίων ἀμφοτέρων. τοιούτων δὴ κινδύνων τὴν πόλιν περιστάντων καὶ οὐδὲ τῶν ἐντὸς τείχους ὁμονοούντων τίνα βοήθειαν εὕρασθε ὑμεῖς περὶ μέσας νύκτας εἰς τὸ βουλευτήριον συνελθόντες; ἥπερ ὤνησεν ὁμολογουμένως πάντα τὰ πράγματα καὶ φερομένην τὴν πόλιν εἰς ἀτυχὲς πτῶμα ὤρθωσεν, ἀρχὴν ἀπεδείξατε μίαν αὐτοκράτορα πολέμου καὶ εἰρήνης, ἁπάσας τὰς ἄλλας καταλύσαντες ἀρχάς, καὶ πρὶν ἡμέραν γενέσθαι δικτάτωρ ἀπεδέδεικτο Λεύκιος Κοίντιος ὁ βέλτιστος, [4] οὐδ᾽ ἐν τῇ πόλει τότ᾽ ὤν, ἀλλ᾽ ἐν ἀγρῷ. τὰ μετὰ ταῦτα ἴστε δήπου τοῦ ἀνδρὸς ἔργα, ὅτι καὶ δυνάμεις ἀξιοχρέους παρεσκευάσατο καὶ τὸ κινδυνεῦον στρατόπεδον ἐρρύσατο καὶ τοὺς πολεμίους ἐτιμωρήσατο καὶ τὸν στρατηγὸν αὐτῶν αἰχμάλωτον ἔλαβε· καὶ ταῦτα ἐν ἡμέραις τεσσαρεσκαίδεκα μόναις ἅπαντα διαπραξάμενος καὶ εἴ τι ἄλλο σαθρὸν ἦν τῆς πολιτείας ἐπανορθωσάμενος ἀπέθετο τὰς ῥάβδους· καὶ τὸ κωλῦον οὐδὲν ἐγένετο νέαν ἀρχὴν ἐν ἡμέρᾳ κυρωθῆναι μιᾷ βουλομένων [p. 145] ὑμῶν. τοῦτο δὴ τὸ παράδειγμα μιμησαμένους ἡμᾶς οἴομαι δεῖν, ἐπειδὴ οὐδὲν ἄλλο ποιεῖν δυνάμεθα, δικτάτορα ἑλέσθαι, πρὶν ἐντεῦθεν ἐξελθεῖν· ἐὰν γὰρ ὑπερβαλώμεθα τοῦτον τὸν καιρόν, οὐκέτι συνάξουσιν ἡμᾶς οἱ δέκα βουλευσομένους ὑπὲρ οὐδενός· [5] ἵνα δὲ καὶ κατὰ νόμους ἡ τοῦ δικτάτορος ἀνάρρησις γένηται, τὴν μεσοβασίλειον ἀρχὴν ἑλέσθαι, τὸν ἐπιτηδειότατον ἐκλέξαντας τῶν πολιτῶν· ὃ ποιεῖν σύνηθές ἐστιν ὑμῖν, ὅταν μήτε βασιλεῖς ἔχητε μήτε ὑπάτους μήτ᾽ ἄλλην νόμιμον ἀρχὴν μηδεμίαν, ὥσπερ νῦν οὐκ ἔχετε. τοῖς γὰρ ἀνδράσι τούτοις παρελήλυθεν ὁ τῆς ἀρχῆς χρόνος, [6] καὶ τὰς ῥάβδους αὐτῶν ὁ νόμος ἀφῄρηται. ταῦτ᾽ ἔστιν ἃ παραινῶ πράττειν, ὦ πατέρες, ὑμῖν, καὶ συμφέροντα καὶ δυνατά. ἣν δὲ Κορνήλιος εἰσηγεῖται γνώμην, κατάλυσις ὁμολογουμένη τῆς ἀριστοκρατίας ὑμῶν ἐστιν. ἐὰν γὰρ ἅπαξ ὅπλων οἱ δέκα γένωνται κύριοι τῇδε τῇ προφάσει τοῦ πολέμου, δέδοικα μὴ καθ᾽ ἡμῶν αὐτοῖς χρήσωνται. οἱ γὰρ οὐκ ἀξιοῦντες ἀποθέσθαι τὰς ῥάβδους, ἦ που γε τὰ ὅπλα ἀποθήσονται; λογιζόμενοι δὴ ταῦτα φυλάττεσθε τοὺς ἀνθρώπους, καὶ πᾶσαν ἀπάτην αὐτῶν προβλέπετε. κρείττων γὰρ ἡ πρόνοια τῆς μεταμελείας καὶ τὸ μὴ πιστεύειν τοῖς πονηροῖς σωφρονέστερον τοῦ προπιστεύσαντας κατηγορεῖν. {{DEFAULTSORT:Ρωμαικη Αρχαιολογια 11 11}} merf7nlfozdfa5gkp4caij1phn9wklk Ρωμαϊκή Αρχαιολογία/ια/01 0 23602 148504 100317 2022-08-09T13:55:42Z Αντιγόνη 235 wikitext text/x-wiki {{Κεφαλίδα | τίτλος = Κεφάλαια 01–10 | συγγραφέας = Διονύσιος ο Αλικαρνασσεύς | μεταφραστής= | ενότητα = [[Ρωμαϊκή Αρχαιολογία/ια|Ῥωμαϊκὴ Ἀρχαιολογία: Λόγος ια΄]] | προηγούμενο= | επόμενο = [[Ρωμαϊκή Αρχαιολογία/ια/11|Κεφάλαια 11–20]] | σημειώσεις = Dionysii Halicarnasei Antiquitatum Romanarum quae supersunt, Vol I-IV. Dionysius of Halicarnassus. Karl Jacoby. In Aedibus B.G. Teubneri. Leipzig. 1885. }} ;ΚΕΦΑΛΑΙΟΝ Α΄ [1] ἐπὶ δὲ τῆς ὀγδοηκοστῆς καὶ τρίτης ὀλυμπιάδος, ἣν ἐνίκα στάδιον Κρίσων Ἱμεραῖος, ἄρχοντος Ἀθήνησι Φιλίσκου καταλύουσι Ῥωμαῖοι τὴν τῶν δέκα ἀρχὴν ἔτη τρία τῶν κοινῶν ἐπιμεληθεῖσαν. ὃν δὲ τρόπον ἐπεχείρησαν ἐρριζωμένην ἤδη τὴν δυναστείαν ἐξελεῖν, καὶ τίνων ἀνδρῶν ἡγησαμένων τῆς ἐλευθερίας, καὶ διὰ ποίας αἰτίας καὶ προφάσεις, ἐξ ἀρχῆς ἀναλαβὼν πειράσομαι διελθεῖν ἀναγκαίας ὑπολαμβάνων εἶναι καὶ καλὰς τὰς τοιαύτας μαθήσεις ἅπασι μὲν ὡς εἰπεῖν ἀνθρώποις, μάλιστα δ᾽ ὅσοι περὶ τὴν φιλόσοφον θεωρίαν καὶ περὶ τὰς πολιτικὰς διατρίβουσι πράξεις. [2] τοῖς τε γὰρ πολλοῖς οὐκ ἀπαρκεῖ τοῦτο μόνον ἐκ τῆς ἱστορίας παραλαβεῖν, ὅτι τὸν Περσικὸν πόλεμον — ἵν᾽ ἐπὶ τούτου ποιήσωμαι τὸν λόγον — ἐνίκησαν Ἀθηναῖοί τε καὶ Λακεδαιμόνιοι δυσὶ ναυμαχίαις καὶ πεζομαχίᾳ [p. 112] μιᾷ καταγωνισάμενοι τὸν βάρβαρον τριακοσίας ἄγοντα μυριάδας αὐτοὶ σὺν τοῖς συμμάχοις οὐ πλείους ὄντες ἕνδεκα μυριάδων, ἀλλὰ καὶ τοὺς τόπους, ἐν οἷς αἱ πράξεις ἐγένοντο, βούλονται παρὰ τῆς ἱστορίας μαθεῖν, καὶ τὰς αἰτίας ἀκοῦσαι, δι᾽ ἃς τὰ θαυμαστὰ καὶ παράδοξα ἔργα ἐπετέλεσαν, καὶ τίνες ἦσαν οἱ τῶν στρατοπέδων ἡγεμόνες τῶν τε βαρβαρικῶν καὶ τῶν Ἑλληνικῶν ἱστορῆσαι, καὶ μηδενὸς ὡς εἰπεῖν ἀνήκοοι γενέσθαι τῶν συντελεσθέντων περὶ τοὺς ἀγῶνας. [3] ἥδεται γὰρ ἡ διάνοια παντὸς ἀνθρώπου χειραγωγουμένη διὰ τῶν λόγων ἐπὶ τὰ ἔργα καὶ μὴ μόνον ἀκούουσα τῶν λεγομένων, ἀλλὰ καὶ τὰ πραττόμενα ὁρῶσα. οὐδέ γ᾽ ὅταν πολιτικὰς ἀκούσωσι πράξεις, ἀρκοῦνται τὸ κεφάλαιον αὐτὸ καὶ τὸ πέρας τῶν πραγμάτων μαθόντες, ὅτι συνεχώρησαν Ἀθηναῖοι Λακεδαιμονίοις τείχη τε καθελεῖν τῆς πόλεως αὐτῶν καὶ ναῦς διατεμεῖν καὶ φρουρὰν εἰς τὴν ἀκρόπολιν εἰσαγαγεῖν καὶ ἀντὶ τῆς πατρίου δημοκρατίας ὀλιγαρχίαν τῶν κοινῶν ἀποδεῖξαι κυρίαν οὐδὲ πρὸς αὐτοὺς ἀγῶνα ἀράμενοι, ἀλλ᾽ εὐθὺς ἀξιοῦσι καὶ τίνες ἦσαν αἱ κατασχοῦσαι τὴν πόλιν ἀνάγκαι, δι᾽ ἃς ταῦτα τὰ δεινὰ καὶ σχέτλια ὑπέμεινε, καὶ τίνες οἱ πείσαντες αὐτοὺς λόγοι καὶ ὑπὸ τίνων ῥηθέντες ἀνδρῶν καὶ πάντα, ὅσα παρακολουθεῖ τοῖς πράγμασι, διδαχθῆναι. [4] τοῖς δὲ πολιτικοῖς ἀνδράσιν, ἐν οἷς ἔγωγε τίθεμαι καὶ τοὺς φιλοσόφους, ὅσοι μὴ λόγων, ἀλλ᾽ ἔργων καλῶν ἄσκησιν ἡγοῦνται τὴν φιλοσοφίαν, [p. 113] τὸ μὲν ἥδεσθαι τῇ παντελεῖ θεωρίᾳ τῶν παρακολουθούντων τοῖς πράγμασι κοινὸν ὥσπερ καὶ τοῖς ἄλλοις ἀνθρώποις ὑπάρχει· χωρὶς δὲ τῆς ἡδονῆς περιγίγνεται τὸ περὶ τοὺς ἀναγκαίους καιροὺς μεγάλα τὰς πόλεις ἐκ τῆς τοιαύτης ἐμπειρίας ὠφελεῖν, καὶ ἄγειν αὐτὰς ἑκούσας ἐπὶ τὰ συμφέροντα διὰ τοῦ λόγου. [5] ῥᾷστα γὰρ οἱ ἄνθρωποι τά τε ὠφελοῦντα καὶ βλάπτοντα καταμανθάνουσιν, ὅταν ἐπὶ παραδειγμάτων ταῦτα πολλῶν ὁρῶσι, καὶ τοῖς ἐπὶ ταῦτα παρακαλοῦσιν αὐτοὺς φρόνησιν μαρτυροῦσι καὶ πολλὴν σοφίαν. διὰ ταύτας δή μοι τὰς αἰτίας ἔδοξεν ἅπαντα ἀκριβῶς διελθεῖν τὰ γενόμενα περὶ τὴν κατάλυσιν τῆς ὀλιγαρχίας, [6] ὅσα δὴ καὶ λόγου τυχεῖν ἄξια ἡγοῦμαι. ποιήσομαι δὲ τὸν περὶ αὐτῶν λόγον οὐκ ἀπὸ τῶν τελευταίων ἀρξάμενος, ἅ δοκεῖ τοῖς πολλοῖς αἴτια γενέσθαι μόνα τῆς ἐλευθερίας, λέγω δὲ τῶν περὶ τὴν παρθένον ἁμαρτηθέντων Ἀππίῳ διὰ τὸν ἔρωτα· προσθήκη γὰρ αὕτη γε καὶ τελευταία τῆς ὁργῆς τῶν δημοτῶν αἰτία μυρίων ἄλλων προηγησαμένων, ἀλλ᾽ ἀφ᾽ ὧν ἤρξατο πρῶτον ἡ πόλις ὑπὸ τῆς δεκαδαρχίας ὑβρίζεσθαι. ταῦτα πρῶτον ἐρῶ καὶ διέξειμι πάσας ἐφεξῆς τὰς ἐν τῇ τότε καταστάσει γενηθείσας παρανομίας. ;ΚΕΦΑΛΑΙΟΝ Β΄ [1] πρώτη μὲν οὖν ἦν ἡ δόξασα γενέσθαι τοῦ κατὰ τῆς ὀλιγαρχίας μίσους πρόφασις, ὅτι συνύφηναν [p. 114] τὴν δευτέραν ἀρχὴν τῇ προτέρᾳ δήμου τε ὑπεριδόντες καὶ βουλῆς καταφρονήσαντες· ἔπειθ᾽ ὅτι τοὺς χαριεστάτους Ῥωμαίων, οἷς οὐ κατὰ γνώμην τὰ πραττόμενα ὑπ᾽ αὐτῶν ἦν, οὓς μὲν ἐξήλαυνον ἐκ τῆς πόλεως αἰτίας ἐπιφέροντες ψευδεῖς καὶ δεινάς, οὓς δὲ ἀπεκτίννυσαν, κατηγόρους τε αὐτοῖς ὑποπέμποντες ἐκ τῶν ἰδίων ἑταίρων καὶ τὰς δίκας ταύτας αὐτοὶ δικάζοντες· μάλιστα δ᾽ ὅτι τοῖς θρασυτάτοις τῶν νέων, οὓς εἶχον ἕκαστοι περὶ αὑτούς, ἐφῆκαν ἄγειν καὶ φέρειν τὰ τῶν ἐναντιουμένων τῇ πολιτείᾳ. [2] οἱ δ᾽ ὥσπερ ἁλούσης πολέμῳ κατὰ κράτος τῆς πατρίδος οὐ τὰ χρήματα μόνον ἀφῃροῦντο τοὺς νόμῳ κτησαμένους, ἀλλὰ καὶ εἰς τὰς γαμετὰς αὐτῶν τὰς εὐμόρφους παρενόμουν καὶ εἰς θυγατέρας ἐπιγάμους καθύβριζον καὶ πληγὰς τοῖς ἀγανακτοῦσιν ὥσπερ ἀνδραπόδοις ἐδίδοσαν· καὶ παρεσκεύασαν, ὅσοις ἀφόρητα εἶναι τὰ γινόμενα ἐδόκει, καταλιπόντας τὴν πατρίδα γυναιξὶν ὁμοῦ καὶ τέκνοις εἰς τὰς πλησίον ἐξοικίζεσθαι πόλεις, ὑποδεχομένων αὐτοὺς Λατίνων μὲν διὰ τὸ % ἀσθενές, Ἑρνίκων δὲ διὰ τὴν ἔναγχος γενομένην αὐτοῖς ὑπὸ Ῥωμαίων ἰσοπολιτείαν. ὥσθ᾽, ὅπερ εἰκὸς ἦν, τελευτῶντες αὐτοὶ κατελείφθησαν οἱ φιλοτύραννοι, καὶ οἷς μηδεμία τῶν κοινῶν φροντὶς ἦν. [3] οὔτε γὰρ οἵ γε πατρίκιοι διέμενον ἐν τῇ πόλει θωπεύειν μὲν οὐκ ἀξιοῦντες τοὺς ἡγεμόνας, [p. 115] ἐναντιοῦσθαι δὲ τοῖς πραττομένοις ἀδυνατοῦντες, οὔθ᾽ οἱ καταγραφέντες εἰς τὸ βουλευτικὸν συνέδριον, οὓς ἐπάναγκες ἔδει παρεῖναι ταῖς ἀρχαῖς, ἀλλὰ καὶ τούτων οἱ πλείους ἀνασκευασάμενοι πανοικεσίᾳ καὶ τὰς οἰκίας ἐρήμους ἀφέντες ἐν τοῖς ἀγροῖς διέτριβον. [4] τοῖς δὲ ὀλιγαρχικοῖς καθ᾽ ἡδονὴν αἱ τῶν ἐπιφανεστάτων ἀνδρῶν ἐγίνοντο φυγαὶ πολλῶν μὲν καὶ ἄλλων ἕνεκα, μάλιστα δὲ ὅτι τοῖς ἀκολάστοις τῶν νέων πολὺ τὸ αὔθαδες προσεγίνετο μηδ᾽ ὄψει δυναμένοις ἰδεῖν, οὓς ἔμελλον ἀσελγές τι πράττοντες αἰσχύνεσθαι. ;ΚΕΦΑΛΑΙΟΝ Γ΄ [1] ἐρημουμένης δὲ τοῦ κρείττονος ἔθνους τῆς πόλεως καὶ τὸ ἐλεύθερον ἅπαν ἀπολωλεκυίας ἀφορμὴν κρατίστην ὑπολαβόντες ἐκεῖνοι οἱ πολέμῳ κρατηθέντες ὑπ᾽ αὐτῆς τάς τε ὕβρεις ἃς ὑβρίσθησαν ἀποτίσασθαι καὶ τὰ ἀπολωλότα ἀναλαβεῖν, ὡς νοσούσης διὰ τὴν ὀλιγαρχίαν τῆς πόλεως καὶ οὔτε συστῆναι οὔθ᾽ ὁμονοῆσαι οὔτ᾽ ἀντιλαβέσθαι τῶν κοινῶν ἔτι δυνησομένης, παρασκευασάμενοι τὰ πρὸς τὸν πόλεμον ἐλαύνουσιν ἐπ᾽ αὐτὴν στρατεύμασι μεγάλοις. [2] καὶ κατὰ τὸν αὐτὸν χρόνον Σαβῖνοι ἐμβαλόντες εἰς τὴν ὁμοτέρμονα καὶ πολλῆς γενόμενοι λείας ἐγκρατεῖς φόνον τε πολὺν ἐργασάμενοι τοῦ γεωργικοῦ πλήθους ἐν Ἠρήτῳ κατεστρατοπέδευσαν· διέστηκε δ᾽ ἀπὸ τῆς Ῥώμης ἡ πόλις αὕτη τετταράκοντα καὶ ἑκατὸν σταδίους πλησίον οὖσα [p. 116] [3] Τιβέρεως ποταμοῦ. Αἰκανοὶ δ᾽ εἰς τὴν Τυσκλάνων γῆν ἐμβαλόντες ὅμορον οὖσαν σφίσι καὶ πολλὰ δῃώσαντες αὐτῆς ἐν Ἀλγιδῷ πόλει τίθενται τὸν χάρακα. ὡς δ᾽ ἤκουσαν οἱ δέκα τὴν τῶν πολεμίων ἔφοδον, τεταραγμένοι συνεκάλουν τὰς ἑταιρείας, καὶ μετὰ τούτων ὅ τι χρὴ πράττειν ἐσκόπουν. [4] τὸ μὲν οὖν ὑπερόριον ἀποστέλλειν στρατιὰν καὶ μὴ περιμένειν, ἕως ἐπ᾽ αὐτὴν ἔλθωσι τὴν πόλιν αἱ τῶν πολεμίων δυνάμεις, ἅπασιν ἐδόκει· παρεῖχε δ᾽ αὐτοῖς πολλὴν ἀπορίαν, πρῶτον μὲν εἰ πάντας Ῥωμαίους ἐπὶ τὰ ὅπλα κλητέον καὶ τοὺς ἀπεχθομένους τῇ πολιτείᾳ· ἔπειθ᾽ ὁποίαν τινὰ δεήσει τὴν καταγραφὴν τῶν στρατιωτῶν ποιήσασθαι, πότερον αὐθάδη καὶ μισοπόνηρον οἵας ἔθος ἦν ποιεῖσθαι τοῖς τε βασιλεῦσι καὶ τοῖς ὑπάτοις, ἢ φιλάνθρωπον καὶ μέτριον. [5] ἐδόκει τ᾽ αὐτοῖς οὐδ᾽ ἐκεῖνο μικρᾶς εἶναι ζητήσεως ἄξιον, τί τὸ κυρῶσον ἔσται τὴν περὶ τοῦ πολέμου γνώμην καὶ τὴν στρατολογίαν ψηφιούμενον, πότερα τὸ συνέδριον τῆς βουλῆς ἢ τὸ δημοτικὸν πλῆθος ἢ τούτων μὲν οὐδέτερον, ἐπεὶ δι᾽ ὑποψίας ἦν αὐτοῖς ἑκάτερον, αὐτοὶ δὲ σφίσιν αὐτοῖς οἱ δέκα. τέλος δ᾽ οὖν πολλὰ βουλευσάμενοι τὴν βουλὴν ἔγνωσαν συγκαλεῖν καὶ ποιεῖν, ὅπως τόν τε πόλεμον αὐτοῖς ἐκείνη ψηφιεῖται καὶ τὴν τοῦ στρατοῦ [6] καταγραφὴν ἐπιτρέψει ποιήσασθαι. εἰ γὰρ ὑπὸ τοῦ [p. 117] συνεδρίου κυρωθείη τούτων ἑκάτερον, πρῶτον μὲν εὐπειθεῖς ἔσεσθαι πάντας ὑπελάμβανον ἄλλως τε καὶ τῆς δημαρχικῆς ἐξουσίας καταλελυμένης, ᾗ μόνῃ κατὰ νόμους ἐξῆν ἐναντιοῦσθαι τοῖς ὑπὸ τῶν δυνατῶν ἐπιταττομένοις· ἔπειτ᾽ αὐτοὶ εἴ τι δόξειν ὑπηρετοῦντες τῇ βουλῇ καὶ τὰ κυρωθέντα ὑπ᾽ ἐκείνης πράττοντες κατὰ νόμους ἀνειληφέναι τὴν ἐξουσίαν τοῦ πολέμου. ;ΚΕΦΑΛΑΙΟΝ Δ΄ [1] ταῦτα βουλευσάμενοι καὶ παρασκευάσαντες ἐκ τῶν ἰδίων ἑταίρων καὶ συγγενῶν τοὺς ἀγορεύσοντας ἐν τῷ συνεδρίῳ τὰς συμφερούσας αὐτοῖς γνώμας καὶ τοῖς μὴ ταὐτὰ προαιρουμένοις ἐναντιωσομένους προῆλθον εἰς τὴν ἀγορὰν καὶ παραστησάμενοι τὸν κήρυκα τοὺς βουλεύοντας ἐξ ὀνόματος καλεῖν ἐκέλευον. [2] ὑπήκουε δ᾽ αὐτοῖς τῶν μετρίων οὐδείς. πολλάκις δὲ τοῦ κήρυκος βοῶντος καὶ παριόντος οὐδενὸς εἰ μὴ τῶν κολακευόντων τὴν ὀλιγαρχίαν, ἐν οἷς ἦν τὸ κάκιστον τῆς ὀλιγαρχίας μέρος, οἱ μὲν τότ᾽ ὄντες κατὰ τὴν ἀγορὰν ἐθαύμαζον, εἰ περὶ μηδενὸς πώποτε συγκαλέσαντες τὴν βουλήν, τότε πρῶτον ἔγνωσαν, ὅτι καὶ συνέδριον ἦν τι παρὰ Ῥωμαίοις ἀγαθῶν ἀνδρῶν, οὓς ἔδει περὶ τῶν κοινῶν σκοπεῖν. [3] οἱ δέκα δὲ ταῦθ᾽ ὁρῶντες ἐπεχείρησαν μὲν ἐκ τῶν οἰκιῶν τοὺς βουλευτὰς ἄγειν· πυθόμενοι δὲ τὰς πλείους ἐρήμους ἀφειμένας εἰς τὴν ὑστεραίαν ἀνεβάλοντο. ἐν δὲ τῷ μεταξὺ [p. 118] χρόνῳ πέμποντες ἐπὶ τοὺς ἀγροὺς ἐκεῖθεν αὐτοὺς ἐκάλουν. πληρωθέντος δὲ τοῦ συνεδρίου προελθὼν Ἄππιος, ὁ τῆς δεκαδαρχίας ἡγεμών, ἀπήγγειλεν ὅτι διχόθεν ἀπό τε Αἰκανῶν καὶ Σαβίνων ἐπάγεται τῇ Ῥώμῃ πόλεμος· καὶ διεξῆλθε λόγον ἐκ πολλῆς συγκείμενον ἐπιμελείας, οὗ τέλος ἦν ψηφίσασθαι στρατοῦ καταγραφὴν καὶ διὰ τάχους ποιῆσαι τὴν ἔξοδον, ὡς οὐ διδόντος ἀναστροφὴν τοῦ καιροῦ. [4] ταῦτα δὲ αὐτοῦ λέγοντος ἀνίσταται Λεύκιος Οὐαλέριος ἐπωνυμίαν Ποτῖτος, ἀνὴρ μέγα φρονῶν ἐπὶ τοῖς προγόνοις· πατὴρ μὲν γὰρ αὐτῷ Οὐαλέριος ἦν ὁ τὸν Σαβῖνον Ἑρδώνιον ἐκπολιορκήσας κατέχοντα τὸ Καπετώλιον, καὶ τὸ μὲν φρούριον ἀνακτησάμενος, αὐτὸς δ᾽ ἐκ τῆς μάχης ἀποθανών· πάππος δὲ πρὸς πατρὸς Ποπλικόλας ὁ τοὺς βασιλεῖς ἐκβαλὼν καὶ τὴν ἀριστοκρατίαν καταστησάμενος. [5] παριόντα δ᾽ αὐτὸν ἔτι καταμαθὼν Ἄππιος καὶ καθ᾽ ἑαυτοῦ τι λέξειν ἐλπίσας· οὐχ οὗτος ὁ τόπος, εἶπεν, ὦ Οὐαλέριε, σός, οὐδὲ προσήκει σοι νῦν λέγειν, ἀλλ᾽ ὅταν οἵδε οἱ πρεσβύτεροι καὶ τιμιώτεροί σου γνώμην ἀγορεύσωσι, τότε καὶ σὺ κληθεὶς ἐρεῖς ὅ τι σοι δοκεῖ· νῦν δὲ σιώπα καὶ κάθησο. ἀλλ᾽ οὐχ ὑπὲρ τούτων, ἔφησεν ὁ Οὐαλέριος, ἀνέστηκα ἐρῶν, ἀλλ᾽ ὑπὲρ ἄλλων μειζόνων τε καὶ ἀναγκαιοτέρων, ὑπὲρ ὧν οἴομαι δεῖν πρῶτον ἀκοῦσαι τὴν βουλήν. [6] εἴσονται δ᾽ [p. 119] ἐξ ὧν ἂν ἀκούσωσιν οὗτοι, πότερα ταῦτ᾽ ἐστὶν ἀναγκαιότερα τοῖς κοινοῖς, ὑπὲρ ὧν ὑμεῖς αὐτοὺς συγκεκλήκατε, ἢ τὰ ὑπ᾽ ἐμοῦ λεχθησόμενα. ἀλλὰ μή μ᾽ ἀποστέρει λόγου βουλευτὴν ὄντα καὶ Οὐαλέριον καὶ περὶ σωτηρίας τῆς πόλεως λέγειν βουλόμενον. ἐὰν δὲ φυλάττῃς τὴν συνήθη πρὸς ἅπαντας αὐθάδειαν, δημάρχους μὲν ποίους ἐπικαλέσομαι; καταλέλυται γὰρ ἡ τῶν κατισχυομένων πολιτῶν βοήθεια ὑφ᾽ ὑμῶν. [7] καίτοι τίνος ἔλαττον τοῦτο κακόν, ὅτε Οὐαλέριος ὢν Ποτῖτος ὡς εἷς τῶν ἐλαχίστων οὐκ ἔχω τὸ ἴσον, ἀλλὰ δημαρχικῆς ἐξουσίας δέομαι; οὐ μὴν ἀλλ᾽ ἐπεὶ τῆς ἀρχῆς ἐκείνης ἀπεστερήμεθα, ὑμᾶς τοὺς ἅμα τούτῳ παρειληφότας καὶ τὴν ἐκείνης ἐξουσίαν τῆς ἀρχῆς καὶ δυναστεύοντας τῆς πόλεως ἅπαντας καλῶ καὶ οὐκ ἀγνοῶν μέν, ὅτι διὰ κενῆς τοῦτο ποιῶ, φανερὰν δὲ βουλόμενος πᾶσι γενέσθαι τὴν συνωμοσίαν ὑμῶν, ὅτι συγκεχύκατε τὰ τῆς πόλεως καὶ μίαν ἅπαντες γνώμην ἔχετε· μᾶλλον δὲ σὲ μόνον ἐπικαλοῦμαι, Κόιντε Φάβιε Οὐιβολανέ, τὸν ἐπὶ ταῖς τρισὶν ὑπατείαις κοσμούμενον, εἰ τὸν αὐτὸν νοῦν ἔτι ἔχεις. ἀλλ᾽ ἀνίστασο καὶ βοήθει τοῖς κατισχυομένοις· εἰς σὲ γὰρ ἀποβλέπει τὸ συνέδριον. [p. 120] ;ΚΕΦΑΛΑΙΟΝ Ε΄ [1] ὡς δὲ ταῦτ᾽ εἶπεν, ὁ Φάβιος ἐκάθητο ὑπ᾽ αἰσχύνης οὐδὲν ἀποκρινόμενος, Ἄππιος δὲ καὶ οἱ λοιποὶ δέκα πάντες ἀναπηδήσαντες ἐκώλυον αὐτὸν λέγειν. θορύβου δὲ πολλοῦ κατασχόντος τὸ συνέδριον καὶ τῶν μὲν πλείστων ἀγανακτούντων, τῶν δ᾽ ἐκ τῆς ἑταιρείας αὐτοὺς λέγειν ὀρθῶς ἡγουμένων, ἀνίσταται Μάρκος Ὁράτιος ὁ Βαρβᾶτος ἐπικληθεὶς ἀπόγονος Ὁρατίου τοῦ συνυπατεύσαντος Ποπλίῳ Οὐαλερίῳ Ποπλικόλᾳ μετὰ τὴν ἐκβολὴν τῶν βασιλέων, ἀνὴρ καὶ τὰ πολεμικὰ δεινὸς καὶ λέγειν οὐκ ἀδύνατος, Οὐαλερίῳ δ᾽ ἐκ παλαιοῦ φίλος· ὃς οὐκέτι κατασχὼν τὴν χολὴν ἔφησε· [2] θᾶττόν μ᾽ ἀναγκάσετε, Ἄππιε, τοὺς χαλινοὺς διαρρῆξαι οὐκέτι μετριάζοντες, ἀλλὰ τὸν Ταρκύνιον ἐκεῖνον ἐνδυόμενοι, οἵ γ᾽ οὐδὲ λόγου τυχεῖν ἐᾶτε τοὺς περὶ σωτηρίας τῶν κοινῶν βουλομένους λέγειν. πότερον ὑμῶν ἐξελήλυθεν ἐκ τῆς διανοίας, ὅτι σώζονται μὲν οἱ Οὐαλερίων ἀπόγονοι τῶν ἐξελασάντων τὴν τυραννίδα, λείπεται δὲ διαδοχὴ τῆς Ὁρατίων οἰκίας, οἷς πάτριόν ἐστιν. ὁμόσε χωρεῖν τοῖς καταδουλουμένοις τὴν πατρίδα καὶ μετὰ τῶν ἄλλων καὶ μόνοις; [3] ἤ τοσαύτην κατεγνώκατε καὶ ἡμῶν καὶ τῶν ἄλλων Ῥωμαίων ἀνανδρίαν, ὥστ᾽ ἀγαπήσειν ἐάν τις ἐᾷ ζῆν ἡμᾶς ὁπωσδήποτε, [p. 121] ὑπὲρ ἐλευθερίας δὲ καὶ παρρησίας μήτ᾽ ἐρεῖν μήτε πράξειν μηθέν; ἢ μεθύετε τῷ μεγέθει τῆς ἐξουσίας; ὑμεῖς Οὐαλερίου λόρον ἀφελεῖσθε ἢ τῶν ἄλλων τινὸς βουλευτῶν τίνες ὄντες ἢ ποίαν ἀρχὴν ἔχοντες νόμιμον; οὐκ εἰς ἐνιαυτὸν ἀπεδείχθητε τῶν κοινῶν προστάται; οὐ παρῴχηκεν ὁ τῆς ἀρχῆς ὑμῶν χρόνος; οὐκ ἰδιῶται τῷ νόμῳ γεγόνατε; ταῦτ᾽ εἰς τὸν δῆμον βουλεύεσθε ἐξενεγκεῖν. [4] τί γὰρ δὴ καὶ τὸ κωλῦον ἔσται τὸν βουλόμενον ἡμῶν τὴν ἐκκλησίαν συγκαλεῖν, καὶ τὴν ἐξουσίαν ὑμῶν, ἣν παρὰ τοὺς νόμους ἔχετε, κατηγορεῖν; ἀνάδοτε τοῖς πολίταις ψῆφον ὑπὲρ αὐτοῦ τούτου, πότερα δεῖ μένειν τὴν δεκαδαρχίαν ὑμῶν, ἢ τὰς πατρίους πάλιν ἀποδείκνυσθαι ἀρχάς· κἂν τοῦτο μανεὶς ὁ δῆμος ὑπομείνῃ, πάλιν τὴν αὐτὴν κατάστασιν ἔχετε καὶ κωλύετε λέγειν, ὁπόσα βούλεταί τις ὑπὲρ τῆς πατρίδος. ἄξιοι γὰρ ἂν εἴημεν καὶ ταῦτα καὶ ἔτι χείρονα τούτων πάσχειν ἐφ᾽ ὑμῖν γενόμενοι καὶ ῥυπαίνοντες αἰσχρῷ βίῳ τὰς ἑαυτῶν τε καὶ τῶν προγόνων ἀρετάς. [p. 122] ;ΚΕΦΑΛΑΙΟΝ ΣΤ΄ [1] ἔτι δ᾽ αὐτοῦ λέγοντος οἱ δέκα περιίστανται κεκραγότες καὶ τὴν δημαρχικὴν ἐπανασείοντες ἐξουσίαν καὶ ῥίψειν αὐτὸν ἀπειλοῦντες κατὰ τῆς πέτρας, εἰ μὴ σιωπήσει. ἐφ᾽ ᾧ πάντες ἀνέκραγον ὡς καταλυομένης σφῶν τῆς ἐλευθερίας, καὶ μεστὸν ἦν ἀγανακτήσεώς τε καὶ θορύβου τὸ συνέδριον. [2] τοῖς μέντοι δέκα μετέμελεν εὐθέως τῆς τε κωλύσεως τοῦ λέγειν καὶ τῆς ἀπειλῆς, ὡς ἠρεθισμένην εἶδον ἐπὶ τῷ πράγματι τὴν βουλήν· ἔπειτα προσελθὼν ἐξ αὐτῶν Ἄππιος καὶ δεηθεὶς τῶν θορυβούντων βραχὺν ἐπισχεῖν χρόνον, ἐπειδὴ κατέστειλε τὸ ταραττόμενον αὐτῶν· [3] οὐδένα ὑμῶν, εἶπεν, ἀποστεροῦμεν, ὦ ἄνδρες βουλευταί, λόγου, ὃς ἂν ἐν τῷ προσήκοντι καιρῷ λέγῃ, τοὺς δ᾽ ἐπιπολάζοντας καὶ πρὶν ἢ κληθῆναι προεξανισταμένους εἴργομεν. μηδὲν οὖν ἀγανακτεῖτε, καὶ γὰρ Ὁρατίῳ καὶ Οὐαλερίῳ καὶ παντὶ ἄλλῳ γνώμην ἀγορεύειν ἐν τῷ ἑαυτοῦ τόπῳ κατὰ τὸν ἀρχαῖον ἐθισμὸν καὶ κόσμον ἀποδώσομεν, ἐάν γε περὶ ὧν βουλευσόμενοι συνεληλύθατε, περὶ [4] τούτων λέγωσι καὶ μηδὲν ἔξω· ἐὰν δὲ δημαγωγῶσιν ὑμᾶς καὶ διαστασιάζωσι τὴν πόλιν τὰ μὴ πρὸς τὸ πρᾶγμα δημηγοροῦντες, οὐδὲν τότε· τὴν δ᾽ ἐξουσίαν τοῦ κωλύειν τοὺς ἀκοσμοῦντας, ὦ Μάρκε Ὁράτιε, παρὰ τοῦ δήμου λαβόντες ἔχομεν, ὅτε ἡμῖν καὶ τὴν τῶν ὑπάτων καὶ τὴν τῶν δημάρχων ἀρχὴν ἐψηφίσαντο, καὶ ὁ χρόνος αὐτῆς οὔπω παρελήλυθεν, ὥσπερ σοι δοκεῖ. [5] οὐ γὰρ εἰς ἐνιαυτὸν ἀπεδείχθημεν, οὐδ᾽ εἰς [p. 123] ἄλλον τινὰ χρόνον ὡρισμένον, ἀλλ᾽ ἕως ἂν καταστησώμεθα πᾶσαν τὴν νομοθεσίαν. συντελέσαντες οὖν, ὅσα κατὰ νοῦν ἔχομεν, καὶ κυρώσαντες τοὺς λοιποὺς νόμους, τότ᾽ ἀποθησόμεθα τὴν ἀρχὴν καὶ λόγον τῶν πεπραγμένων τοῖς βουλομένοις ὑμῶν ὑφέξομεν. τέως δ᾽ οὐδὲν ἐλαττώσομεν οὐδὲ τῆς ὑπατικῆς ἐξουσίας οὐδὲ [6] τῆς δημαρχικῆς. περὶ δὲ τοῦ πολέμου, τίνα χρὴ τρόπον ὡς τάχιστα καὶ κάλλιστα τοὺς ἐχθροὺς ἀμύνασθαι, γνώμας ἀξιῶ παριόντας ὑμᾶς λέγειν, πρώτους μέν, ὥσπερ ἐστὶ σύνηθες καὶ πρέπον ὑμῖν, τοὺς πρεσβυτέρους, ἔπειτα τοὺς μέσους, τελευταίους δὲ τοὺς νεωτάτους. ;ΚΕΦΑΛΑΙΟΝ Ζ΄ [1] ταῦτ᾽ εἰπὼν πρῶτον μὲν ἐκάλει τὸν ἑαυτοῦ θεῖον Γάιον Κλαύδιον. ὁ δ᾽ ἀναστὰς τοιαύτην διέθετο δημηγορίαν· ἐπειδή με πρῶτον γνώμην ἀποφαίνεσθαι ἀξιοῖ Ἄππιος, ὦ βουλή, τιμῶν διὰ τὸ συγγενές, ὥσπερ αὐτῷ προσήκει, καὶ δεῖ με ἃ φρονῶ περὶ τοῦ πολέμου τοῦ πρὸς Αἰκανοὺς καὶ Σαβίνους εἰπεῖν, πρὶν ἀποδείξασθαι τὴν ἐμαυτοῦ διάνοιαν, ἐκεῖνο βουλοίμην ἂν ὑμᾶς ἐξετάσαι, τίσιν ἐπαρθέντες ἐλπίσιν Αἰκανοὶ καὶ Σαβῖνοι πόλεμον ἐπενεγκεῖν ἐτόλμησαν ἡμῖν καὶ τὴν χώραν ἐπιόντες λεηλατεῖν, οἱ τέως ἀγαπῶντες καὶ τοῖς θεοῖς πολλὴν χάριν εἰδότες, εἴ τις αὐτοὺς εἴα τὴν ἑαυτῶν ἔχειν ἀσφαλῶς. ἐὰν γὰρ τοῦτο μάθητε, καὶ τὴν ἀπαλλαγὴν τοῦ πολέμου τοῦ πρὸς αὐτοὺς ἥτις ἔσται κρατίστη μαθήσεσθε. [2] ἐκεῖνοι τοίνυν ἀκούσαντες, [p. 124] ὅτι σεσάλευται καὶ νοσεῖ τὸ πάτριον ἡμῶν πολίτευμα ἐκ πολλοῦ, καὶ τοῖς προεστηκόσι τῶν κοινῶν οὔτε ὁ δῆμος εὔνους ἐστὶν οὔτε οἱ πατρίκιοι, καὶ οὐ μάτην ἀκούσαντες — τὸ γὰρ ἀληθὲς οὕτως ἔχει, τὰς δ᾽ αἰτίας ἐπισταμένοις ὑμῖν οὐδὲν δέομαι λέγειν — ὑπέλαβον, εἴ τις ἔξωθεν ἡμᾶς κατάσχοι πόλεμος ἅμα τοῖς ἐντὸς τείχους κακοῖς, καὶ δόξειε ταῖς ἀρχαῖς δύναμιν ἐξάγειν τὴν προπολεμήσουσαν τῆς γῆς, οὔτε τοὺς πολίτας ἐπὶ τὸν στρατιωτικὸν ὅρκον ἅπαντας ἥξειν ἐκ προθυμίας ὡς πρότερον, ἀπεχθῶς διακειμένους πρὸς τὰς ἀρχάς· οὔτε τοὺς ἡγεμόνας ταῖς ἐκ τῶν νόμων τιμωρίαις χρήσεσθαι κατὰ τῶν μὴ παραγενομένων δεδοικότας, μή τι μεῖζον ἐργάσωνται κακόν, τούς τε ὑπακούσαντας καὶ τὰ ὅπλα λαβόντας ἢ καταλείψειν τὰ σημεῖα ἢ παραμένοντας ἐθελοκακήσειν ἐν τοῖς ἀγῶσιν. [3] ὧν οὐδὲν ἔξω τοῦ εἰκότος ἤλπισαν· ὅταν μὲν γὰρ ὁμονοοῦσα πόλις ἅπτηται πολέμου, καὶ τὸ αὐτὸ συμφέρον ἅπασι φαίνηται τοῖς τ᾽ ἄρχουσι καὶ τοῖς ἀρχομένοις, μετὰ προθυμίας ἅπαντες ἐπὶ τὰ δεινὰ χωροῦσι καὶ οὔτε πόνον οὔτε κίνδυνον οὐδένα ὀκνοῦσιν. [4] ὅταν δὲ νοσοῦσα ἐν αὑτῇ, πρὶν ἢ τὰ ἔνδον καταστήσασθαι, τοῖς ὑπαιθρίοις ὁμόσε χωρῇ πολεμίοις, καὶ παραστῇ τῷ μὲν πλήθει λογισμός, ὅτι οὐχ ὑπὲρ οἰκείων ἀγαθῶν κακοπαθοῦσιν, ἀλλ᾽ ἵνα βεβαιότερον αὐτῶν ἕτεροι ἄρχωσι, τοῖς δ᾽ ἡγεμόσιν, ὅτι πολέμιον ἔχουσιν οὐχ [p. 125] ἧττον τοῦ ἀντιπάλου τὸ οἰκεῖον, νοσεῖ τὰ ὅλα καὶ πᾶσα ἱκανὴ δύναμις τὰ τοιαῦτα στρατεύματα καταγωνίσασθαι καὶ φθεῖραι. ;ΚΕΦΑΛΑΙΟΝ Η΄ [1] ταῦτ᾽ ἐστίν, ὦ βουλή, τὰ Σαβίνων τε καὶ Αἰκανῶν ἐνθυμήματα, οἷς πεπιστευκότες ἐμβεβλήκασιν ἡμῶν εἰς τὴν γῆν. ἐὰν μὲν οὖν ἀγανακτήσαντες τῷ καταφρονεῖσθαι πρὸς αὐτῶν ἐπαρθέντων ὡς ἔχομεν ὀργῆς δύναμιν ἐξαγαγεῖν ἐπ᾽ αὐτοὺς ψηφισώμεθα, δέδοικα μὴ ταῦθ᾽ ἡμῖν ἃ προὔλαβον ἐκεῖνοι συμβῇ, [2] μᾶλλον δ᾽ εὖ οἶδα συμβησόμενα. ἐὰν δὲ τὰ πρῶτα καὶ τἀναγκαιότατα καταστησώμεθα — ταῦτα δ᾽ ἐστὶν ἥ τ᾽ εὐκοσμία τοῦ πλήθους καὶ τὸ πᾶσι ταὐτὰ συμφέροντα φαίνεσθαι — ἐξελάσαντες μὲν ἐκ τῆς πόλεως τὴν νῦν ἐπιχωριάζουσαν ὕβριν καὶ πλεονεξίαν, ἀποδόντες δὲ τὸ ἀρχαῖον σχῆμα τῇ πολιτείᾳ, πτήξαντες οἱ νῦν θρασεῖς καὶ τὰ ὅπλα ῥίψαντες ἐκ τῶν χειρῶν ἥξουσιν ὡς ἡμᾶς οὐκ εἰς μακράν, τάς τε βλάβας % ... θούμενοι καὶ περὶ διαλλαγῶν διαλεξόμενοι, ὑπάρξει τε ἡμῖν ὃ πάντες ἂν εὔξαιντο οἱ νοῦν ἔχοντες, χωρὶς ὅπλων διαπεπολεμηκέναι τὸν πρὸς αὐτοὺς πόλεμον. [3] ταῦτα δὴ λογισαμένους ἡμᾶς οἴομαι δεῖν τὴν μὲν ὑπὲρ τοῦ πολέμου βουλήν, ἐπειδὴ ταραχωδῶς ἡμῖν [p. 126] ἔχει τὰ ἐντὸς τείχους, ἐᾶσαι κατὰ τὸ παρόν, ὑπὲρ ὁμονοίας δὲ καὶ κόσμου πολιτικοῦ προθεῖναι τῷ βουλομένῳ λέγειν. οὐ γὰρ ἐξεγένετο ἡμῖν, πρὶ εἰς τοῦτο καταστῆσαι τὸν πόλεμον, ὑπὸ τῆσδε τῆς ἀρχῆς κληθεῖσι περὶ τῶν ἐν τῇ πόλει πραγμάτων εἴ τι μὴ καλῶς εἶχε τῶν γιγνομένων διαγνῶναι. [4] πολλῆς γὰρ ἂν ἐπιτιμήσεως ἄξιος ἦν, εἴ τις ἐκεῖνον ἀφεὶς τὸν καιρὸν ἐν τούτῳ λέγειν ὑπὲρ αὐτῶν ἠξίου· οὐδ᾽ ἂν ἔχοι τις εἰπεῖν βεβαίως, ὅτι τοῦτον ὑπερβαλόμενοι τὸν καιρὸν ὡς οὐκ ἐπιτήδειον ἑτέρου δυνησόμεθα τυχεῖν ἐπιτηδειοτέρου. εἰ γὰρ ἐκ τῶν γεγονότων τὰ μέλλοντα ἔσεσθαι βούλεταί τις εἰκάζειν, πολὺς ὁ μετὰ τοῦτον ἔσται χρόνος, ἐν ᾧ περὶ οὐδενὸς τῶν κοινῶν συνελευσόμεθα βουλευσόμενοι. ;ΚΕΦΑΛΑΙΟΝ Θ΄ [1] ἀξιῶ δ᾽ ὑμᾶς, Ἄππιε, τοὺς προεστηκότας τῆς πόλεως καὶ τὸ κοινὸν ἀπὸ τῶν συμφερόντων οὐχὶ τὸ ὑμῖν αὐτοῖς ἰδίᾳ λυσιτελοῦν ὀφείλοντας σκοπεῖν, ἐάν τι τῶν ἀληθῶν μετὰ παρρησίας, ἀλλὰ μὴ καθ᾽ ἡδονὰς τὰς ὑμετέρας λέγω, μή μοι διὰ τοῦτ᾽ ἀπεχθάνεσθαι ἐνθυμουμένους, ὅτι οὐκ ἐπὶ λοιδορίᾳ καὶ προπηλακισμῷ τῆς ἀρχῆς ὑμῶν ποιήσομαι τοὺς λόγους, [p. 127] ἀλλ᾽ ἵνα δείξας, ἐν οἵῳ κλύδωνι τὰ πράγματα σαλεύει τῆς πόλεως, τὴν σωτηρίαν καὶ ἐπανόρθωσιν αὐτῶν ἥτις ἔσται φράσω. [2] ἅπασι μὲν γὰρ ἴσως, ὅσοις τῇ πατρίδι ... δωσιν, ἀναγκαῖός ἐστιν ὁ περὶ τῶν κοινῇ συμφερόντων λόγος, μάλιστα δ᾽ ἐμοί. πρῶτον μὲν γάρ, ὅτι γνώμης ἄρχειν ἠξίωμαι διὰ τιμήν· αἰσχύνη δὲ καὶ μωρία πολλὴ πρῶτον ἀναστάντα μὴ οὐχ ἃ δεῖ πρῶτον ἐπανορθώσασθαι λέγειν. ἔπειθ᾽ ὅτι συμβέβηκεν ὄντι θείῳ πρὸς πατρὸς Ἀππίου τοῦ προεστηκότος τῆς δεκαδαρχίας ἥδεσθαί τε πάντων μάλιστα, ὅταν εὖ τὰ κοινὰ ὑπ᾽ αὐτῶν ἐπιτροπεύηται, καὶ ἀνιᾶσθαι παντὸς ὁτουδήτινος μᾶλλον, ὅταν μὴ καλῶς. [3] πρὸς δὲ τούτοις ὅτι ταύτην πολιτείας διαδέδεγμαι προαίρεσιν ἐκ προγόνων τὰ κοινὰ συμφέροντα πρὸ τῶν οἰκείων λυσιτελῶν αἱρεῖσθαι καὶ μηδένα κίνδυνον ἴδιον ὑπολογίζεσθαι, ἣν οὐκ ἂν προδοίην ἑκὼν εἶναι δέ μοι ταύτην τοῦ βίου προαίρεσιν καὶ οὐκ ἂν καταισχύναιμι τὰς ἐκείνων τῶν ἀνδρῶν ἀρετάς. [4] περὶ μὲν οὖν τῆς καθεστώσης πολιτείας, ὅτι πονηρῶς ἡμῖν ἔχει, καὶ δυσχεραίνουσιν ὀλίγου δεῖν πάντες αὐτῇ, μέγιστον ὑμῖν [p. 128] γενέσθω τεκμήριον πάντες οἱ τὰ κοινὰ διοικοῦντες ὃ μόνον οὐδ᾽ ἀγνοεῖν ἔξεστιν ὑμῖν, ὅτι φεύγουσιν ἐκ τῆς πόλεως ὁσημέραι καταλιπόντες τὰς πατρῴας ἑστίας οἱ χαριέστατοι τῶν δημοτικῶν, οἱ μὲν εἰς τὰς πλησιοχώρους πόλεις ἅμα γυναιξὶ καὶ τέκνοις μετατιθέμενοι τὰς οἰκήσεις, οἱ δ᾽ εἰς τοὺς πλεῖστον ἀπέχοντας τῆς πόλεως ἀγρούς· καὶ οὐδὲ τῶν πατρικίων πολλοὶ τὰς κατ᾽ ἄστυ ποιοῦνται διατριβὰς ὡς πρότερον, ἀλλὰ καὶ τούτων οἱ πλείους τὸν βίον ἔχουσιν ἐν τοῖς ἀγροῖς. [5] καὶ τί δεῖ περὶ τῶν ἄλλων λέγειν, ὅτε καὶ τῶν βουλευτῶν ὀλίγοι μέν τινες οἱ κατὰ συγγένειαν ἢ φιλίαν προσήκοντες ὑμῖν ὑπομένουσιν ἐντὸς τείχους, οἱ δ᾽ ἄλλοι τὴν ἐρημίαν ποθεινοτέραν ἡγοῦνται τῆς πατρίδος; ὅτε γοῦν ἐδέησεν ὑμῖν καλέσαι τὴν βουλήν, ἐκ τῶν ἀγρῶν καθ᾽ ἕνα καλούμενοι συνῆλθον, οἷς πάτριον ἦν ἅμα ταῖς ἀρχαῖς διὰ φυλακῆς ἔχειν τὴν πατρίδα καὶ [6] μηδενὸς ἀπολείπεσθαι τῶν κοινῶν. ἆρ᾽ οὐν τἀγαθὰ φεύγοντας ὑπολαμβάνετε ἀνθρώπους καταλιπεῖν τὰς ἑαυτῶν πατρίδας ἢ τὰ κακά; ἐγὼ μὲν γὰρ οἴομαι τὰ κακά. καίτοι τίνος ἔλαττον οἴεσθ᾽ εἶναι κακὸν πόλει καὶ ταῦτα τῇ Ῥωμαίων, ᾗ πολλῶν οἰκείων δεῖ σωμάτων, εἰ μέλλει βεβαίως καθέξειν τὴν τῶν προσοίκων ἀρχήν, τὸ καταλείπεσθαι μὲν ὑπὸ τῶν δημοτικῶν, ἐρημοῦσθαι δ᾽ ὑπὸ τῶν πατρικίων, οὔτε πολέμου κατασχόντος αὐτὴν οὔτε νόσου λοιμικῆς οὔτ᾽ ἄλλης θεηλάτου συμφορᾶς οὐδεμιᾶς; [p. 129] ;ΚΕΦΑΛΑΙΟΝ Ι΄ [1] βούλεσθε οὖν ἀκοῦσαι, τίνες εἰσὶν αἱ βιαζόμεναι τοὺς ἀνθρώπους καταλιπεῖν αἰτίαι ἱερὰ καὶ τάφους προγόνων καὶ ἐξερημοῦν ἐφέστια καὶ κτήσεις πατέρων καὶ πᾶσαν ἡγεῖσθαι γῆν ἀναγκαιοτέραν τῆς πατρίδος; οὐ γὰρ ἄτερ αἰτίας ταῦθ᾽ οὕτως ἔχει. ἐγὼ δὴ φράσω πρὸς ὑμᾶς καὶ οὐκ ἀποκρύψομαι. [2] κατηγορίαι γίνονται τῆς ἀρχῆς ὑμῶν, Ἄππιε, πολλαὶ καὶ παρὰ πολλῶν· εἰ μὲν ἀληθεῖς ἢ ψευδεῖς οὐδὲν δέομαι ζητεῖν ἐν τῷ παρόντι, γίνονται δ᾽ οὖν ὅμως. οὐδεὶς δ᾽, ὡς εἰπεῖν, ἔξω τῶν ὑμετέρων ἑταίρων οἰκείως τοῖς παροῦσιν ἔχει πράγμασιν. οἱ μέν γ᾽ ἀγαθοὶ καὶ ἐξ ἀγαθῶν, οἷς προσῆκεν ἱερᾶσθαί τε καὶ ἄρχειν καὶ τὰς ἄλλας καρποῦσθαι τιμάς, ἃς οἱ πατέρες αὐτῶν ἐκαρποῦντο, ἄχθονται τούτων ἀπελαυνόμενοι δι᾽ ὑμᾶς τὰς προγονικὰς ἀξιώσεις ἀπολωλεκότες. [3] οἱ δὲ τὴν διὰ μέσου τάξιν ἔχοντες ἐν τῇ πόλει καὶ τὴν ἀπράγμονα διώκοντες ἡσυχίαν, χρημάτων τ᾽ ἀδίκους ἁρπαγὰς ἐγκαλοῦσιν ὑμῖν καὶ προπηλακισμοὺς εἰς γαμετὰς ὀδύρονται γυναῖκας καὶ παροινίας εἰς θυγατέρας ἐπιγάμους καὶ [4] ἄλλας ὕβρεις πολλὰς καὶ χαλεπάς. τὸ δὲ πενέστατον τοῦ δημοτικοῦ μέρος οὔτ᾽ ἀρχαιρεσιῶν ἔτι κύριον γινόμενον οὔτε ψηφοφοριῶν οὔτ᾽ εἰς ἐκκλησίας καλούκενον οὔτ᾽ ἄλλης πολιτικῆς φιλανθρωπίας μεταλαμβάνον οὐδεμιᾶς, διὰ ταῦτα πάνθ᾽ ὑμᾶς μισεῖ καὶ τυραννίδα καλεῖ τὴν ἀρχήν. {{DEFAULTSORT:Ρωμαικη Αρχαιολογια 11 01}} 70z6ju5xsk4c35ymnsr4y7kikwebunz Ρωμαϊκή Αρχαιολογία/ς/91 0 23603 148467 100318 2022-08-09T13:14:02Z Αντιγόνη 235 wikitext text/x-wiki {{Κεφαλίδα | τίτλος = Κεφάλαια 91–96 | συγγραφέας = Διονύσιος ο Αλικαρνασσεύς | μεταφραστής= | ενότητα = [[Ρωμαϊκή Αρχαιολογία/ς|Ῥωμαϊκὴ Ἀρχαιολογία: Λόγος ς΄]] | προηγούμενο= [[Ρωμαϊκή Αρχαιολογία/ς/81|Κεφάλαια 81–90]] | επόμενο = | σημειώσεις = Dionysii Halicarnasei Antiquitatum Romanarum quae supersunt, Vol I-IV. Dionysius of Halicarnassus. Karl Jacoby. In Aedibus B.G. Teubneri. Leipzig. 1885. }} ;ΚΕΦΑΛΑΙΟΝ QΑ΄ [1] ἐπεὶ δὲ κατέστη τὰ πράγματα καὶ τὸν ἀπ᾽ ἀρχῆς κόσμον ἐκομίσατο ἡ πόλις, ἐπὶ τοὺς ἔξω πολεμίους ὑπὸ τῶν ἡγεμόνων στρατιὰ κατελέγετο πολλὴν εἰσενεγκαμένου προθυμίαν τοῦ δήμου καὶ δι᾽ ὀλίγου χρόνου πάντα τὰ εἰς τὸν πόλεμον ἐπιτήδεια εὐτρεπῆ ποιήσαντος. τῶν δ᾽ ὑπάτων διακληρωσαμένων περὶ τῆς ἐξουσίας, ὡς ἔστιν αὐτοῖς ἔθος, Σπόριος μὲν Κάσσιος, ὃς ἔλαχε τὴν τῶν κατὰ τὴν πόλιν ἐπιμέλειαν, ὑπέμεινε μέρος τῆς κατειλεγμένης δυνάμεως τὸ ἀρκοῦν λαβών· Πόστουμος δὲ Κομίνιος ἐξῆγε τὴν λοιπὴν στρατιὰν Ῥωμαίων τ᾽ αὐτῶν ἀξιόχρεων ἄγων μοῖραν καὶ Λατίνων τι συμμαχικὸν οὐκ ὀλίγον. [2] κρίνας δὲ Οὐολούσκοις ἐπιχειρεῖν πρώτοις πόλιν αὐτῶν Λογγόλαν ἐξ ἐφόδου καταλαμβάνεται, ἐπιβαλομένων μὲν τῶν ἐν αὐτῇ μεταποιεῖσθαί τινος ἀρετῆς καί τινα στρατιὰν ὑπαίθριον ἀποστειλάντων, ᾗ τοὺς ἐπιόντας ἀνείρξειν [p. 399] ἐπίστευον, αἰσχρῶς δ᾽ ἀναγκασθέντων φυγεῖν πρὶν ἢ λαμπρόν τι ἔργον ἀποδείξασθαι καὶ οὐδ᾽ ἐν τῇ τειχομαχίᾳ γενναῖον οὐδὲν διαπραξαμένων. μιᾷ γοῦν ἡμέρᾳ τῆς τε γῆς αὐτῶν Ῥωμαῖοι ἐκράτησαν ἀκονιτὶ καὶ τὴν πόλιν οὐ πολλὰ πραγματευθέντες κατὰ κράτος ἔλαβον. [3] ὁ δὲ τῶν Ῥωμαίων στρατηγὸς τά τ᾽ ἐγκαταληφθέντα χρήματα διαρπάσαι τοῖς στρατιώταις ἐφεὶς καὶ φρουρὰν ἐν τῇ πόλει καταλιπὼν ἐξῆγε τὴν δύναμιν ἐφ᾽ ἑτέραν πόλιν τῶν Οὐολούσκων, ἣ καλεῖται μὲν Πόλουσκα, διάστημα δ᾽ οὐ πολὺ τῆς Λογγόλας ἀπέχει. οὐδενὸς δ᾽ αὐτῷ τολμήσαντος ὑπαντῆσαι διανύσας τὴν χώραν κατὰ πολλὴν εὐπέτειαν προσέβαλε τοῖς τείχεσι· τῶν δὲ στρατιωτῶν οἱ μὲν τὰς πύλας διακόψαντες, οἱ δὲ διὰ κλιμάκων ἐπὶ τὸ τεῖχος ἀναβάντες, αὐθημερὸν γίνονται καὶ ταύτης τῆς πόλεως κύριοι. [4] ὡς δὲ παρέλαβε τὴν πόλιν, ὀλίγους μέν τινας ἐπιλέξας τοὺς αἰτίους τῆς ἀποστάσεως ἀπέκτεινε, τοὺς δὲ λοιποὺς χρημάτων ἀφαιρέσει ζημιώσας καὶ ὅπλα ἀφελόμενος, Ῥωμαίων εἶναι τὸ λοιπὸν ἠνάγκασεν ὑπηκόους. ;ΚΕΦΑΛΑΙΟΝ QΒ΄ [1] καταλιπὼν δὲ κἂν ταύτῃ βραχεῖαν τῆς στρατιᾶς μοῖραν ἕνεκα φυλακῆς, τῇ κατόπιν ἡμέρᾳ τὴν δύναμιν ἀναλαβὼν προῆγεν ἐπὶ Κοριόλαν, πόλιν ἐπιφανῆ σφόδρα καὶ ὥσπερ ἂν μητρόπολιν τῶν Οὐολούσκων· ἔνθα καὶ δύναμις ἦν συνειλεγμένη καρτερὰ καὶ τὸ τεῖχος οὐ ῥᾴδιον ἁλῶναι τά τε πρὸς τὸν πόλεμον ἐπιτήδεια παρεσκευασμένα τοῖς ἔνδον ἐκ πολλοῦ. [p. 400] ἐπιχειρήσας δὲ τῇ τειχομαχίᾳ μέχρι δείλης ὀψίας ἀποκρούεται πρὸς τῶν ἐναντίων πολλοὺς τῶν οἰκείων ἀπολέσας. [2] τῇ δ᾽ ἑξῆς ἡμέρᾳ κριούς τε καὶ γέρρα καὶ κλίμακας εὐτρεπισάμενος παρεσκευάζετο μὲν ὡς ἁπάσῃ τῇ δυνάμει πειρασόμενος τῆς πόλεως, ἀκούσας δ᾽ ὅτι πολλῇ χειρὶ μέλλουσιν Ἀντιάται βοηθεῖν τοῖς Κοριολανοῖς κατὰ τὸ συγγενὲς καὶ εἰσὶν οἱ πεμφθέντες ἐν ὁδῷ ἤδη, μερίσας τὸν ἑαυτοῦ στρατὸν τῷ μὲν ἡμίσει τειχομαχεῖν ἔγνω Τῖτον Λάρκιον ἐπ᾽ αὐτοῦ καταλιπών, [3] τῷ δὲ λοιπῷ κωλύειν τοὺς ἐπιόντας διενοεῖτο. καὶ γίνονται δύο τῆς αὐτῆς ἡμέρας ἀγῶνες· Ῥωμαῖοι δ᾽ ἐνίκων ἁπάντων μὲν προθύμως ἀγωνισαμένων, ἑνὸς δ᾽ ἀνδρὸς ἄπιστον ἀρετὴν καὶ παντὸς λόγου κρείττονας ἀποδειξαμένου πράξεις, ὃς ἦν μὲν ἐκ τοῦ γένους τῶν πατρικίων καὶ οὐκ ἀσήμων πατέρων, ἐκαλεῖτο δὲ Γάιος Μάρκιος, σώφρων δὲ τὸν καθ᾽ ἡμέραν βίον ἀνὴρ καὶ φρονήματος ἐλευθέρου μεστός. ἐγένετο δ᾽ ὁ τρόπος τῆς ἑκατέρας μάχης τοιόσδε· ὁ μὲν Λάρκιος ἐξαγαγὼν τὴν στρατιὰν ἅμ᾽ ἡμέρᾳ προσῆγε τοῖς τείχεσι τῆς Κοριόλας καὶ κατὰ πολλοὺς τόπους ἐποιεῖτο τὰς προσβολάς· οἱ δὲ Κοριολάνοι μέγα φρονοῦντες ἐπὶ τῇ παρὰ τῶν Ἀντιατῶν βοηθείᾳ, ἣν οὐ διὰ μακροῦ σφίσι παρέσεσθαι ἐπίστευον, ἀνοίξαντες ἁπάσας τὰς πύλας ὥρμησαν ἐπὶ τοὺς πολεμίους ἀθρόοι. [4] Ῥωμαῖοι δὲ τὴν μὲν πρώτην ἔφοδον αὐτῶν ἐδέξαντο καὶ πολλὰς πληγὰς τοῖς ὁμόσε χωροῦσιν ἔδοσαν, ἔπειτα πλειόνων ἐπιόντων ὠθούμενοι κατὰ πρανοῦς χωρίου ἐνέκλιναν. [p. 401] τοῦτο κατιδὼν ὁ Μάρκιος, ὑπὲρ οὗ πρότερον ἔφην, ἵσταται σὺν ὀλίγοις καὶ δέχεται τὸ ἐπιφερόμενον τῶν πολεμίων στῖφος· καταβαλὼν δὲ συχνοὺς αὐτῶν, ὡς ἐνέκλιναν οἱ λοιποὶ καὶ πρὸς τὴν πόλιν ἔφευγον, ἠκολούθει κτείνων ἀεὶ τοὺς ἐν χερσὶ καὶ ἐπικελευόμενος τοῖς φεύγουσι τῶν σφετέρων ἀναστρέφειν τε καὶ θαρρεῖν καὶ αὑτῷ ἕπεσθαι. [5] οἱ δ᾽ αἰδεσδέντες ἐπὶ τῷ ἔργῳ ἀνέστρεφον αὖθις καὶ τοῖς καθ᾽ ἑαυτοὺς ἐπέκειντο παίοντες καὶ διώκοντες, καὶ δι᾽ ὀλίγου χρόνου τοὺς συμπλακέντας ἕκαστοι τρεψάμενοι προσέκειντο τοῖς τείχεσι· καὶ ὁ Μάρκιος θρασύτερον ἤδη κινδυνεύων προσωτέρω μᾶλλον ἐχώρει καὶ πρὸς αὐταῖς γενόμενος ταῖς πύλαις συνεισέπιπτε τοῖς φεύγουσιν εἰς τὸ τεῖχος. συνεισπεσόντων δ᾽ αὐτῷ καὶ ἄλλων συχνῶν κατὰ πολλὰ μέρη τῆς πόλεως φόνος ἐγίνετο ἐξ ἀμφοῖν πολύς· τῶν μὲν ἀνὰ τοὺς στενωπούς, τῶν δὲ περὶ ταῖς ἁλισκομέναις οἰκίαις μαχομένων. [6] συνελάμβανον δὲ τοῦ ἔργου τοῖς ἔνδον καὶ γυναῖκες ἀπὸ τῶν τεγῶν βάλλουσαι τοὺς πολεμίους τοῖς καλυπτῆρσι, καὶ καθ᾽ ὅσον ἑκάστῳ τις ἰσχὺς καὶ δύναμις ἦν προθύμως ἐβοήθουν τῇ πατρίδι. οὐ μέντοι ἐπὶ πολύν γε χρόνον τοῖς δεινοῖς ἀντεῖχον, ἀλλ᾽ ἠναγκάσθησαν παραδιδόναι σφᾶς αὐτοὺς τοῖς κεκρατηκόσι. τοῦτον δὲ τὸν τρόπον ἀλούσης τῆς πόλεως οἱ μὲν ἄλλοι Ῥωμαῖοι πρὸς ἁρπαγὴν τῶν ἐγκαταληφθέντων ἐτράποντο καὶ μέχρι πολλοῦ διετέλουν [p. 402] προσκείμενοι ταῖς ὠφελείαις χρημάτων τε πολλῶν ὑπαρχόντων ἐν τῷ χωρίῳ καὶ ἀνδραπόδων, ;ΚΕΦΑΛΑΙΟΝ QΓ΄ [1] ὁ δὲ Μάρκιος ὁ πρῶτος καὶ πρὸ πολλῶν ὑποστὰς τοὺς πολεμίους καὶ λαμπρότατος ἁπάντων γενόμενος Ῥωμαίων ἔν τε τῇ τειχομαχίᾳ καὶ τοῖς ἐντὸς τείχους ἀγῶσι, λαμπρότερος ἐν τῷ δευτέρῳ ἀγῶνι τῷ πρὸς τοὺς Ἀντιάτας συστάντι ἐφάνη. οὐδὲ γὰρ ταύτης ἐδικαίωσεν ἀπολειφθῆναι τῆς μάχης, ἀλλ᾽ ἅμα τῷ κρατηθῆναι τὴν πόλιν ὀλίγους τοὺς ἀκολουθῆσαι δυνηθέντας ἐπαγόμενος ἐχώρει δρόμῳ, καὶ καταλαβὼν παρατεταγμένας ἤδη τὰς δυνάμεις καὶ μελλούσας εἰς χεῖρας ἰέναι, τήν τε ἅλωσιν τῆς πόλεως πρῶτος ἀναγγέλλει τοῖς σφετέροις, τεκμήριον αὐτῆς ἀποδεικνὺς τὸν καπνόν, ὃς ἀπὸ τῶν ἐμπρησθεισῶν οἰκιῶν πολὺς ἐφέρετο, καὶ δεηθεὶς τοῦ ὑπάτου κατὰ τὸ καρτερώτατον τῶν πολεμίων εἱλεῖτο. [2] καὶ ἐπειδὴ τὰ σημεῖα ἤρθη τῆς μάχης, πρῶτος ὁμόσε τοῖς ἐναντίοις ἐχώρει καὶ πολλοὺς τῶν εἰς χεῖρας ἐλθόντων ἀποκτείνας εἰς μέσην αὐτῶν τὴν φάλαγγα ὠθεῖται. οἱ δ᾽ Ἀντιάται συστάδην μὲν οὐκέτι μάχεσθαι πρὸς αὐτὸν ὑπέμενον, ἀλλ᾽ ἐξέλειπον τὰς τάξεις καθ᾽ οὓς γένοιτο ἐπιών, κύκλῳ δὲ περιίσταντο ἀθρόοι καὶ ἔβαλλον ὑποχωροῦντες ἐπιόντα τε καὶ ἑπόμενον. ὁ δὲ Πόστουμος ὡς ἔγνω [p. 403] τοῦτο, δείσας μή τι μονωθεὶς ὁ ἀνὴρ πάθῃ, τοὺς κρατίστους τῶν νέων ἀρωγοὺς αὐτῷ πέμπει· κἀκεῖνοι ποιήσαντες πυκνοὺς τοὺς λόχους ἐμβάλλουσι τοῖς πολεμίοις. οὐ δεξαμένων δ᾽ αὐτοὺς τῶν κατὰ μέτωπον, ἀλλ᾽ εἰς φυγὴν τραπέντων, προσωτέρω προχωροῦντες εὑρίσκουσι τὸν Μάρκιον τραυμάτων μεστὸν καὶ περὶ αὐτὸν ὁρῶσι νεκρούς τε κειμένους πολλοὺς καὶ ἡμιθανεῖς. [3] μετὰ τοῦτ᾽ ἤδη κοινῶς ἐχώρουν ἡγεμόνα τὸν Μάρκιον ἔχοντες ἐπὶ τοὺς ἔτι διαμένοντας ἐν τάξει, κτείνοντες τοὺς ὑφισταμένους καὶ ὥσπερ ἀνδραπόδοις παραχρώμενοι. ἄξιοι μὲν δὴ λόγου καὶ οἱ ἄλλοι Ῥωμαῖοι ἐν ταύτῃ τῇ μάχῃ ἐγένοντο, κράτιστοι δ᾽ αὐτῶν οἱ προασπίσαντες τὸν Μάρκιον· ὑπὲρ ἅπαντας δ᾽ αὐτὸς ὁ Μάρκιος, ὃς καὶ τῆς νίκης ἀναμφιλόγως αἰτιώτατος ἦν. ἐπεὶ δὲ συνεσκόταζεν ἤδη, οἱ μὲν Ῥωμαῖοι ἀνεχώρουν ἐπὶ τὸ στρατόπεδον μέγα ἐπὶ τῇ νίκῃ φρονοῦντες καὶ πολλοὺς μὲν ἀνῃρηκότες τῶν Ἀντιατῶν, πολλοὺς δ᾽ αἰχμαλώτους ἄγοντες. ;ΚΕΦΑΛΑΙΟΝ QΔ΄ [1] τῇ δ᾽ ἑξῆς ἡμέρᾳ συγκαλέσας ὁ Πόστουμος εἰς ἐκκλησίαν τὸν στρατὸν ἔπαινον τοῦ Μαρκίου διεξῆλθε πολὺν καὶ στεφάνοις αὐτὸν ἀριστείοις ἀνέδησεν ἀμφοτέρων χαριστήρια τῶν ἀγώνων ἀποδιδούς. ἐδωρήσατο δ᾽ αὐτὸν ἵππῳ πολεμιστῇ στρατηγικοῖς ἐπισήμοις κεκοσμημένῳ καὶ δέκα σώμασιν αἰχμαλώτοις, ἐπ᾽ ἐκείνῳ ποιήσας, οὕς βούλοιτο λαβεῖν, ἀργυρίῳ τε, [p. 404] ὅσον ἂν ἐξενέγκασθαι δύναιτο αὐτός, καὶ ἀπὸ τῆς ἄλλης λείας πολλαῖς καὶ καλαῖς ἀπαρχαῖς. [2] βοῆς δὲ γενομένης ἐξ ἁπάντων μεγάλης, ὡς ἂν ἐπαινούντων τε καὶ συνηδομένων, προσελθὼν ὁ Μάρκιος τῷ τε ὑπάτῳ χάριν εἰδέναι μεγάλην ἔφη καὶ τοῖς ἄλλοις ἅπασιν ἐπὶ ταῖς τιμαῖς, ὧν αὐτὸν ἠξίουν· οὐ μέντοι καταχρήσεσθαί γ᾽ αὐταῖς, ἀρκεσθήσεσθαι δὲ τῷ θ᾽ ἵππῳ τῆς λαμπρότητος τῶν σημείων ἕνεκεν καὶ ἑνὶ αἰχμαλώτῳ, ὃς ἔτυχεν αὐτῷ ξένος ὤν. οἱ δὲ στρατιῶται καὶ πρότερον ἀγάμενοι τὸν ἄνδρα τῆς γενναιότητος, ἔτι μᾶλλον ἐθαύμασαν τῆς ὑπεροψίας τοῦ πλούτου καὶ ὅτι μετρίως ἤνεγκε τὴν τοσαύτην εὐτυχίαν. ἐκ τούτου Κοριολανὸς ἐπεκλήθη τοῦ ἔργου, καὶ πάντων ἐγεγόνει τῶν κατὰ τὴν αὐτὴν ἡλικίαν ἐπιφανέστατος. [3] τῆς δὲ πρὸς τοὺς Ἀντιάτας μάχης τοῦτο λαβούσης τὸ τέλος αἱ λοιπαὶ τῶν Οὐολούσκων πόλεις διελύοντο τὴν πρὸς τοὺς Ῥωμαίους ἔχθραν, καὶ ὅσοι τὰ ὅμοια ἐκείνοις ἐφρόνουν, οἵ τ᾽ ἐν τοῖς ὅπλοις ἤδη ὄντες, καὶ οἱ παρασκευαζόμενοι τὸν πόλεμον ἐπέπαυντο. οἷς ἅπασιν ὁ Πόστουμος ἐπιεικῶς χρησάμενος, ἀνέστρεψεν ἐπὶ τὰ οἰκεῖα, καὶ διαφῆκε τὴν στρατιάν. Κάσσιος δ᾽ ὁ ἕτερος τῶν ὑπάτων ὁ καταλειφθεὶς ἐν τῇ Ῥώμῃ τὸν νεὼν τῆς τε Δήμητρος καὶ Διονύσου καὶ Κόρης ἐν τῷ μεταξὺ χρόνῳ καθιέρωσεν, ὅς ἐστιν ἐπὶ τοῖς τέρμασι τοῦ μεγίστου τῶν ἱπποδρόμων ὑπὲρ αὐτὰς ἱδρυμένος τὰς ἀφέσεις, εὐξαμένου μὲν αὐτὸν Αὔλου Ποστουμίου τοῦ [p. 405] δικτάτορος ὑπὲρ τῆς πόλεως ἀναθήσειν τοῖς θεοῖς, καθ᾽ ὃν χρόνον ἔμελλεν ἀγωνίζεσθαι πρὸς τὴν Λατίνων στρατιάν, τῆς τε βουλῆς μετὰ τὸ νίκημα τὴν κατασκευὴν αὐτοῦ ψηφισαμένης ἐκ τῶν λαφύρων ποιήσασθαι πᾶσαν, τότε δὲ τοῦ ἔργου λαβόντος τὴν συντέλειαν. ;ΚΕΦΑΛΑΙΟΝ QΕ΄ [1] ἐγένοντο δ᾽ ἐν τῷ αὐτῷ χρόνῳ καὶ πρὸς τὰς τῶν Λατίνων πόλεις ἁπάσας συνθῆκαι καιναὶ μεθ᾽ ὅρκων ὑπὲρ εἰρήνης καὶ φιλίας, ἐπειδὴ παρακινῆσαί τ᾽ οὐδὲν ἐπεχείρησαν ἐν τῇ στάσει, καὶ συνηδόμενοι τῇ καθόδῳ τοῦ δήμου φανεροὶ ἦσαν, τοῦ τε πολέμου τοῦ πρὸς τοὺς ἀποστάντας ἑτοίμως ἐδόκουν συνάρασθαι. [2] ἦν δὲ τὰ γραφέντα ἐν ταῖς συνθήκαις τοιάδε· Ῥωμαίοις καὶ ταῖς Λατίνων πόλεσιν ἁπάσαις εἰρήνη πρὸς ἀλλήλους ἔστω, μέχρις ἂν οὐρανός τε καὶ γῆ τὴν αὐτὴν στάσιν ἔχωσι· καὶ μήτ᾽ αὐτοὶ πολεμείτωσαν πρὸς ἀλλήλους μήτ᾽ ἄλλοθεν πολέμους ἐπαγέτωσαν, μήτε τοῖς ἐπιφέρουσι πόλεμον ὁδοὺς παρεχέτωσαν ἀσφαλεῖς βοηθείτωσάν τε τοῖς πολεμουμένοις ἁπάσῃ δυνάμει, λαφύρων τε καὶ λείας τῆς ἐκ πολέμων κοινῶν τὸ ἴσον λαγχανέτωσαν μέρος ἑκάτεροι· τῶν τ᾽ ἰδιωτικῶν συμβολαίων αἱ κρίσεις ἐν ἡμέραις γιγνέσθωσαν δέκα, παρ᾽ οἷς ἂν γένηται τὸ συμβόλαιον. ταῖς δὲ συνθήκαις ταύταις μηδὲν ἐξέστω προσθεῖναι μηδ᾽ ἀφελεῖν ἀπ᾽ αὐτῶν, ὅ τι ἂν μὴ Ῥωμαίοις τε καὶ Λατίνοις ἅπασι δοκῇ. [3] ταῦτα μὲν δὴ Ῥωμαῖοί τε καὶ Λατῖνοι [p. 406] συνέθηκαν πρὸς ἀλλήλους ὀμόσαντες καθ᾽ ἱερῶν. ἐψηφίσατο δὲ καὶ θυσίας ἀποδοῦναι τοῖς θεοῖς ἡ βουλὴ χαριστηρίους ἐπὶ ταῖς πρὸς τὸν δῆμον διαλλαγαῖς, προσθεῖσα μίαν ἡμέραν ταῖς καλουμέναις Λατίναις ἑορταῖς δυσὶν οὔσαις, τὴν μὲν πρώτην ἀνιερώσαντος βασιλέως Ταρκυνίου, καθ᾽ ὃν χρόνον ἐνίκησε Τυρρηνούς· τὴν δ᾽ ἑτέραν τοῦ δήμου προσθέντος, ὅτε τοὺς βασιλεῖς ἐκβαλὼν ἐλευθέραν ἐποίησε τὴν πόλιν· αἷς ἡ τρίτη τότε προσενεμήθη τῆς καθόδου τῶν ἀποστάντων ἕνεκα. [4] τὴν δὲ προστασίαν καὶ τὴν ἐπιμέλειαν τῶν ἐν αὐταῖς γινομένων θυσιῶν τε καὶ ἀγώνων οἱ τῶν δημάρχων ὑπηρέται παρέλαβον, οἱ τὴν νῦν ἀγορανομικὴν ἔχοντες ἐξουσίαν, ὥσπερ ἔφην, κοσμηθέντες ὑπὸ τῆς βουλῆς πορφύρᾳ καὶ θρόνῳ ἐλεφαντίνῳ καὶ τοῖς ἄλλοις ἐπισήμοις, οἷς εἶχον οἱ βασιλεῖς. ;ΚΕΦΑΛΑΙΟΝ QΣΤ΄ [1] οὐ πολλῷ δ᾽ ὕστερον χρόνῳ τῆς ἑορτῆς τῶν ὑπατικῶν εἷς Μενήνιος Ἀγρίππας ἐτελεύτησε τὸν βίον, ὁ νικήσας Σαβίνους καὶ τὸν ἐξ αὐτῶν θρίαμβον ἐπιφανέστατον καταγαγών, ᾧ πεισθεῖσα ἡ βουλὴ τὴν κάθοδον ἐπέτρεψε τοῖς φυγάσι, καὶ ὁ δῆμος πιστεύσας ἀπέστη τῶν ὅπλων· καὶ αὐτὸν ἔθαψεν ἡ πόλις δημοσίᾳ καὶ καλλίστῃ πάντων ἀνθρώπων καὶ λαμπροτάτῃ ταφῇ. οὐσία γὰρ οὐκ ἦν τῷ ἀνδρὶ εἰς μεγαλοπρέπειαν ἐκκομιδῆς καὶ ταφῆς ἀποχρῶσα· ὥστε [p. 407] καὶ τοῖς ἐπιτρόποις αὐτοῦ τῶν παίδων βουλευομένοις ἔδοξεν ὡς ἕνα τῶν πολλῶν εὐτελῶς ἐκκομίσαι τε καὶ [2] θάψαι. οὐ μέντοι γε ὁ δῆμος εἴασεν, ἀλλὰ συναγαγόντες οἱ δήμαρχοι τὸ πλῆθος εἰς ἐκκλησίαν καὶ πολλὰ διελθόντες ἐγκώμια τῶν τε κατὰ πόλεμον ἔργων τοῦ ἀνδρὸς καὶ τῶν πολιτικῶν, τήν τε σωφροσύνην αὐτοῦ καὶ τὴν λιτότητα τοῦ βίου, μάλιστα δὲ τὴν εἰς χρηματισμὸν ἐγκράτειαν ἐπὶ μήκιστον ἄραντες τοῖς ἐπαίνοις, αἴσχιστον ἔφησαν εἶναι τῶν πραγμάτων ἄνδρα τηλικοῦτον ἀσήμου καὶ ταπεινῆς κηδείας τυχεῖν διὰ πενίαν· παρῄνεσάν τε τῷ δήμῳ τὴν δαπάνην ἀναδέξασθαι, καὶ συνεισενεγκεῖν κατ᾽ ἄνδρα, ὅσον ἂν αὐτοὶ [3] τάξωσι. τοῖς δ᾽ ἀκούσασιν ἄσμενον ἐγένετο, καὶ αὐτίκα φέροντος ἑκάστου τὸ ταχθὲν πολύ τι χρῆμα συνήχθη διαφόρου. μαθοῦσα δὲ τοῦθ᾽ ἡ βουλὴ δι᾽ αἰσχύνης τὸ πρᾶγμα ἔλαβε καὶ ἔκρινε μὴ κατ᾽ ἄνδρα ἐρανισμῷ τὸν ἐπιφανέστατον Ῥωμαίων περιιδεῖν θαπτόμενον, ἀλλ᾽ ἐκ τῶν δημοσίων ἐδικαίωσε τὸ ἀνάλωμα γενέσθαι τοῖς ταμίαις ἐπιτρέψασα τὴν ἐπιμέλειαν. οἱ δὲ πολλῶν πάνυ μισθώσαντες χρημάτων τὰς παροχὰς κόσμῳ τε πολυτελεστάτῳ κοσμήσαντες αὐτοῦ τὸ σῶμα καὶ πάντα τὰ λοιπὰ ἐπιχορηγήσαντες εἰς μεγαλοπρέπειαν ἔθαψαν αὐτὸν ἀξίως τῆς ἀρετῆς. [4] ἀντιφιλοτιμούμενος δ᾽ ὁ δῆμος πρὸς τὴν βουλὴν οὐδ᾽ αὐτὸς ἠξίωσε τὸ συνεισενεχθὲν διάφορον ἀποδιδόντων τῶν ταμιῶν ἀπολαβεῖν, ἀλλ᾽ ἐχαρίσατο τοῖς παισὶ τοῦ ἀνδρὸς οἰκτείρων τὴν ἀπορίαν, ἵνα μηδὲν ἀνάξιον ἐπιτηδεύσωσι [p. 408] τῆς τοῦ πατρὸς ἀρετῆς. ἐγένετο δὲ καὶ τίμησις ἐν τῷ χρόνῳ τούτῳ διὰ τῶν ὑπάτων· ἐξ ἧς εὑρέθησαν ὑπὲρ ἕνδεκα πάντων μυριάδες αἱ τιμησάμεναι. καὶ τὰ μὲν ἐπὶ τῆς τούτων ὑπατείας πραχθέντα Ῥωμαίοις ταῦτ᾽ ἦν {{DEFAULTSORT:Ρωμαικη Αρχαιολογια 06 91}} t3l5xffqmmtam6v6zniwi15c3p13jfq Ρωμαϊκή Αρχαιολογία/ς/81 0 23604 148466 100319 2022-08-09T13:13:45Z Αντιγόνη 235 wikitext text/x-wiki {{Κεφαλίδα | τίτλος = Κεφάλαια 81–90 | συγγραφέας = Διονύσιος ο Αλικαρνασσεύς | μεταφραστής= | ενότητα = [[Ρωμαϊκή Αρχαιολογία/ς|Ῥωμαϊκὴ Ἀρχαιολογία: Λόγος ς΄]] | προηγούμενο= [[Ρωμαϊκή Αρχαιολογία/ς/71|Κεφάλαια 71–80]] | επόμενο = [[Ρωμαϊκή Αρχαιολογία/ς/91|Κεφάλαια 91–96]] | σημειώσεις = Dionysii Halicarnasei Antiquitatum Romanarum quae supersunt, Vol I-IV. Dionysius of Halicarnassus. Karl Jacoby. In Aedibus B.G. Teubneri. Leipzig. 1885. }} ;ΚΕΦΑΛΑΙΟΝ ΠΑ΄ [1] ὁ μὲν δὴ Βροῦτος τοιούτους εἰπὼν λόγους ἐπαύσατο· τοῖς δὲ παροῦσιν, ὅσα τε περὶ τῶν δικαίων εἶπεν, ἀληθῆ εἶναι ἐδόκει καὶ ὅσα τῆς ὑπεροψίας τοῦ συνεδρίου κατηγόρησε, μάλιστα δ᾽ ἐν οἷς τὸ ἀσφαλὲς [p. 383] τῶν ὁμολογιῶν δόλου μεστὸν ἀπεδείκνυε καὶ ἀπάτης. ἐπεὶ δὲ τὰς ὕβρεις τελευτῶν διῆλθεν, ἃς ἦσαν ὑβρισμένοι ὑπὸ τῶν δανειστῶν, καὶ τῶν οἰκείων ἕκαστον ἀνέμνησε κακῶν, οὐδεὶς ἦν στερρὸς οὕτω τὴν διάνοιαν, ὃς οὐκ ἐξεχεῖτο τοῖς δάκρυσι καὶ ἀνεκλαίετο τὰς κοινὰς συμφοράς· καὶ τοῦτ᾽ οὐκ αὐτοῖς μόνοις συνέβαινε παθεῖν, ἀλλὰ καὶ τοῖς παρὰ τῆς βουλῆς ἥκουσιν. οὐδὲ γὰρ οἱ πρέσβεις τὰ δάκρυα κατέχειν ἴσχυον ἐνθυμούμενοι τὰς ἐκ τοῦ διοικισμοῦ τῆς πόλεως ἀτυχίας, καὶ πολὺς ἦν χρόνος ἐν ᾧ κατηφεῖς καὶ δεδακρυμένοι καὶ [2] τί χρὴ λέγειν ἀποροῦντες εἱστήκεσαν. ἐπειδὴ δ᾽ ὅ τε πολὺς θρῆνος ἐπαύσατο καὶ σιωπὴ κατέσχε τὴν ἐκκλησίαν, παρῆλθεν ἀπολογησόμενος πρὸς ταῦτα, ὅσπερ ἐδόκει τῶν ἄλλων πολιτῶν ἡλικίᾳ τε προὔχειν καὶ ἀξιώσει, Τῖτος Λάρκιος, ὃς δὶς ἀποδειχθεὶς ὕπατος δυναστείᾳ τῇ καλουμένῃ δικτατορίᾳ κράτιστα πάντων ἀνθρώπων χρησάμενος ἱερὰν καὶ σεβασμοῦ μεστὴν ἐποίησε νομισθῆναι τὴν ἐπίφθονον ἀρχήν. [3] ἐπιβαλλόμενος δὲ περὶ τοῦ δικαίου ποιεῖσθαι λόγους, καὶ τὰ μὲν τοῖς δανειστικοῖς ἐγκαλῶν ὡς ὠμὰ καὶ ἀπάνθρωπα διαπεπραγμένοις, τὰ δὲ τῶν πενήτων καθαπτόμενος ὡς οὐ δικαίως ἀξιούντων βίᾳ μᾶλλον ἀφεῖσθαι τῶν ὀφειλημάτων ἢ χάριτι, καὶ ὡς τὴν βουλὴν οὐκ ὀρθῶς [p. 384] δἰ ὀργῆς ἐχόντων ἐπὶ τῷ μηθενὸς τῶν μετρίων παρ᾽ [4] αὐτῆς τυγχάνειν, μᾶλλον ἢ οὐχὶ τοὺς αἰτίους· πειρώμενός τ᾽ ἀποφαίνειν βραχὺ μὲν ὑπάρχον τοῦ δήμου τὸ μὴ κατὰ γνώμην ἀδικοῦν, ὑπὸ δὲ μήκους ἀπορίας ἠναγκασμένον αἰτεῖσθαι τὴν ἄφεσιν, τὸ δὲ πλεῖον ἀκολασίᾳ καὶ ὕβρει καὶ τῷ καθ᾽ ἡδονὰς ζῆν ἐφεικὸς καὶ δἰ ἁρπαγῆς ἐκ τῶν ἀλλοτρίων ὑπηρετεῖν ταῖς ἐπιθυμίαις παρεσκευασμένον, διακρίνεσθαί τε οἰόμενος δεῖν ἀπὸ τῶν ἐλεεινῶν τὰ πονηρὰ καὶ ἀπὸ τῶν φιλανθρωπίας δεομένων τὰ μίσους ἄξια, καὶ τοιούτους τινὰς ἄλλους καθιστάμενος λόγους ἀληθεῖς μέν, οὐχ ἅπασι δὲ τοῖς ἀκούουσι κεχαρισμένους, οὐκ ἔπειθεν, ἀλλὰ θροῦς ἦν ἐφ᾽ ἑκάστῳ πολὺς καὶ τῶν μὲν ἀγανακτήσεις ὡς ἐξαιμάττοντος τὰς λύπας, τῶν δ᾽ ἐξομολογήσεις ὡς οὐδὲν τῶν ἀληθῶν ἀποκρυπτομένου· ἔλαττον δὲ πολλῷ τοῦτ᾽ ἦν θατέρου τὸ μέρος, ὥστ᾽ ἠφανίζοντο τῷ πολλῷ καὶ περιῆν ἡ τοῦ ἀγανακτοῦντος βοή. ;ΚΕΦΑΛΑΙΟΝ ΠΒ΄ [1] ὀλίγα δὲ τούτοις ἔτι προσθέντος τοῦ Λαρκίου καὶ τῆς ἐπαναστάσεως αὐτῶν καὶ τῆς προπετείας τῶν βουλευμάτων καθαψαμένου παραλαβὼν τὸν λόγον ὁ τοῦ δήμου προεστηκὼς τότε Σικίννιος ἔτι μᾶλλον ἐτράχυνε τὰς ὀργὰς αὐτῶν λέγων, ὡς ἐκ τούτων ἂν δύναιντο μάλιστα τῶν λόγων καταμαθεῖν, οἷαι τιμαὶ καὶ χάριτες αὐτοὺς ὑποδέξονται κατελθόντας εἰς τὴν πατρίδα. [2] οἷς γὰρ ἐν ἀκμῇ τῶν δεινῶν οὖσι καὶ δεομένοις τῆς παρὰ τοῦ δήμου βοηθείας καὶ [p. 385] ἐπὶ τοῦθ᾽ ἥκουσιν οὐδὲ νῦν ἐπέρχεται μετρίους καὶ φιλανθρώπους ποιεῖσθαι λόγους, τίνα χρὴ δοκεῖν παραστήσεσθαι διάνοιαν, ὅταν αὐτοῖς κατ᾽ ἐλπίδα χωρήσῃ τὰ πράγματα, καὶ γένηται τὰ νῦν ὑβριζόμενα τοῖς λόγοις ὑποχείρια τοῖς ἔργοις; ποίας ὑπερηφανίας αὐτοὺς ἀφέξεσθαι, ποίας αἰκίας, ποίας ὠμότητος τυραννικῆς; [3] ἀλλ᾽ εἰ μὲν ὑμῖν ἀπόχρη δουλεύειν ἅπαντα τὸν τοῦ βίου χρόνον δεδεμένοις καὶ μαστιγουμένοις καὶ πυρὶ καὶ σιδήρῳ καὶ λιμῷ καὶ πάσῃ λώβῃ ἀπολλυμένοις, μὴ τρίβετε τὸν χρόνον, ἀλλὰ τὰ ὅπλα ῥίψαντές τε καὶ τὼ χεῖρε περιαγαγόντες ἀκολουθεῖτε αὐτοῖς· εἰ δὲ τῆς ἐλευθερίας ἔνεστιν ὑμῖν τις πόθος, μὴ ἀνέχεσθε αὐτῶν. ὑμεῖς τ᾽, ὦ πρέσβεις, ἢ λέγετε, ἐφ᾽ οἷς καλεῖτε ἡμᾶς δικαίοις, ἢ μὴ λέγοντες ἐκ τῆς ἐκκλησίας ἄπιτε· οὐ γὰρ ἂν ἔτι μεταδοίημεν ὑμῖν λόγου. ;ΚΕΦΑΛΑΙΟΝ ΠΓ΄ [1] ὡς δ᾽ ἐπαύσατο, πάντες οἱ παρόντες ἐπεθορύβησαν ὡς τὰ δέοντα λελογισμένῳ συγκατατιθέμενοι καὶ μετὰ τοῦτο ἡσυχίας γενομένης Μενήνιος Ἀγρίππας, ὅσπερ καὶ τοὺς ἐν τῇ βουλῇ λόγους ὑπὲρ τοῦ δήμου διέθετο καὶ τοῦ πεμφθῆναι τὴν αὐτοκράτορα πρεσβείαν τὴν γνώμην ἀποφηνάμενος αἰτιώτατος ἦν, διεσήμηνεν ὅτι βούλεται καὶ αὐτὸς εἰπεῖν. τοῖς δὲ κατ᾽ εὐχὴν τὸ πρᾶγμα ἐφάνη καὶ νυνί γέ τοι λόγων ὑπέλαβον ἀκούσεσθαι συμβάσεις ἀληθινὰς καὶ γνώμας σωτηρίους ἀμφοῖν ἐχόντων. [2] καὶ τὸ μὲν πρῶτον ἐπερρόθησαν ἅπαντες βοῇ μεγάλῃ λέγειν κελεύοντες· ἔπειτα [p. 386] ἐπέσχον, καὶ σιγὴ τοσαύτη κατέλαβε τὴν ἐκκλησίαν, ὥστε μηθὲν διαλλάξαι τὸν τόπον ἐρημίας. ὁ δὲ τά τε ἄλλα, ὡς οἷόν τε ἦν, πιθανωτάτοις ἔδοξε χρήσασθαι λόγοις καὶ τοῦ βουλήματος τῶν ἀκουόντων ἐστοχασμένοις, τελευτῶν δὲ τῆς δημηγορίας λέγεται μῦθόν τινα εἰπεῖν εἰς τὸν Αἰσώπειον τρόπον συμπλάσας πολλὴν ὁμοιότητα πρὸς τὰ πράγματα ἔχοντα, καὶ τούτῳ μάλιστ᾽ αὐτοὺς ἑλεῖν· ὅθεν καὶ μνήμης ἀξιοῦται ὁ λόγος καὶ φέρεται ἐν ἁπάσαις ταῖς ἀρχαίαις ἱστορίαις. ἦν δὲ τὰ λεχθέντα ὑπ᾽ αὐτοῦ τοιάδε. [3] ἡμεῖς ἀπεστάλημεν ὑπὸ τῆς βουλῆς, ὦ δημόται, πρὸς ὑμᾶς οὔτε ἀπολογησόμενοι ὑπὲρ ἐκείνης οὔτε ὑμῶν κατηγορήσοντες· οὐ γὰρ ἐδόκει ταῦτα καιρὸν ἔχειν οὐδ᾽ εἶναι ταῖς κατεχούσαις τὸ κοινὸν τύχαις πρόσφορα· ἀλλὰ διαλύσοντες ἁπάσῃ προθυμίᾳ καὶ μηχανῇ τὴν στάσιν καὶ καταστήσοντες εἰς τὸν ἐξ ἀρχῆς κόσμον τὴν πολιτείαν, ἔχοντες δὲ τούτου τὴν ἐξουσίαν αὐτοκράτορα. ὥστε περὶ μὲν τῶν δικαίων οὐδὲν ἂν οἰόμεθα δεῖν, ὅπερ Ἰούνιος ἐποίησεν οὑτοσί, εἰς μακρὸν ἐκμηκύνειν χρόνον· ἐφ᾽ οἷς δὲ φιλανθρώποις διαλῦσαι τὴν στάσιν οἰόμεθα δεῖν, καὶ τίς ἡ βεβαιώσουσα τὰς ὁμολογίας ἡμῶν ἔσται πίστις, περὶ τούτων, [4] ἃ διεγνώκαμεν, ἐροῦμεν πρὸς ὑμᾶς. ἡμῖν ἐνθυμουμένοις, ὅτι πᾶσα θεραπεύεται στάσις ἐξ ἁπάσης πόλεως, ὅταν ἐξαιρεθῶσιν αἱ παρασχοῦσαι τὴν διαφορὰν αἰτίαι, [p. 387] ἀναγκαῖον ἔδοξεν εἶναι τὰς ἀρχηγοὺς τῆς διχοστασίας προφάσεις γνῶναί τε καὶ παῦσαι. εὑρόντες δὲ τὰς ἀποτόμους τῶν δανείων ἀναπράξεις τῶν παρόντων κακῶν αἰτίας γεγονυίας, οὕτως αὐτὰς διορθούμεθα. τοὺς ὀφείλοντας χρία καὶ μὴ δυναμένους διαλύσασθαι πάντας ἀφεῖσθαι τῶν ὀφλημάτων δικαιοῦμεν· καὶ εἴ τινων ἤδη τὰ σώματα ὑπερημέρων ὄντων ταῖς νομίμοις προθεσμίαις κατέχεται, καὶ ταῦτ᾽ ἐλεύθερα εἶναι κρίνομεν· ὅσοι τε δίκαις ἁλόντες ἰδίαις παρεδόθησαν τοῖς καταδικασαμένοις, καὶ τούτους ἐλευθέρους εἶναι βουλόμεθα, καὶ τὰς καταγνώσεις αὐτῶν ἀκύρους ποιοῦμεν. [5] περὶ μὲν δὴ τῶν ἐκ τοῦ παρεληλυθότος χρόνου συμβολαίων, ἃ τὴν ἀπόστασιν ἔδοξεν ἡμῖν ποιῆσαι, τοῦτον ἐπανορθούμεθα τὸν τρόπον· περὶ δὲ τῶν ὕστερον ἐσομένων, ὡς ἂν ὑμῖν τε τῷ δήμῳ καὶ τοῖς ἐκ τοῦ συνεδρίου κοινῇ βουλευσομένοις φανῇ, νόμου κυρωθέντος, οὕτως ἐχέτω. οὐχὶ ταῦτα μέντοι τὰ διαστήσαντα ὑμᾶς ἦν ἀπὸ τῶν πατρικίων, ὦ δημόται, καὶ τούτων εἰ τύχοιτε ἀποχρῆν ὑμῖν ᾤεσθε καὶ οὐδενὸς ἄλλου ὠρέγεσθε; δίδοται νῦν ὑμῖν· ἄπιτε ἤδη χαίροντες εἰς τὴν πατρίδα. ;ΚΕΦΑΛΑΙΟΝ ΠΔ΄ [1] αἱ δὲ βεβαιώσουσαι τὰς ὁμολογίας ταύτας καὶ τὸ ἀσφαλὲς ὑμῖν παρέξουσαι πίστεις ἔσονται πᾶσαι νόμιμοί τε καὶ ἐν ἔθει τοῖς διαλυομένοις τὰς ἔχθρας. ἐπιψηφιεῖται μὲν ἡ βουλὴ ταῦτα καὶ νόμου [p. 388] τάξιν ἀποδώσει τοῖς γραφησομένοις· μᾶλλον δ᾽ ὑφ᾽ ὑμῶν ἐνθάδε γραφέσθω τὰ δόξαντα, καὶ ἡ βουλὴ τούτοις πείσεται. [2] τοῦ δὲ μενεῖν βέβαια τὰ συγχωρούμενα νῦν, καὶ μηδὲν ὕστερον ἐναντίον αὐτοῖς ὑπὸ τῆς βουλῆς ἐξενεχθήσεσθαι, πρῶτον μὲν ἡμεῖς οἱ πρέσβεις ἀνάδοχοι, διδόντες ὑμῖν σώματα καὶ ψυχὰς καὶ γενεὰς τὰς ἑαυτῶν ἐνέχυρα· ἔπειτα οἱ ἄλλοι βουλευταί, ὅσοι τῷ ψηφίσματι συνεγγραφήσονται· οὐ γὰρ δή ποτε ἀκόντων ἡμῶν γραφήσεταί τι κατὰ τοῦ δήμου. οἱ γὰρ ἡγούμενοι τοῦ συνεδρίου καὶ πρῶτοι τὰς αὑτῶν γνώμας ἀποφαινόμενοι τῶν ἄλλων ἡμεῖς ἐσμεν. [3] τελευταία δὲ πίστις ἅπασίν ἐστιν ἀνθρώποις Ἕλλησί τε καὶ βαρβάροις, ἣν οὐδεὶς πώποτε ἀναιρήσει χρόνος, ἡ δι᾽ ὅρκων καὶ σπονδῶν ἐγγυητὰς θεοὺς ποιουμένη τῶν συμβάσεων· ὑφ᾽ ἧς πολλαὶ μὲν ἰδιωτῶν ἔχθραι πικραί, πολλοὶ δὲ πόλεμοι πόλεσι πρὸς πόλεις συστάντες διηλλάγησαν. καὶ ταύτην εἴ τινα λαμβάνετε τὴν πίστιν, εἴτ᾽ ὀλίγοις ἐπιτρέπετε τοῖς ἡγεμόσι τοῦ συνεδρίου περὶ ὅλης ὑμῖν δοῦναι τῆς βουλῆς τοὺς ὅρκους, εἴτε πάντας ἀξιοῦτε τοὺς ἐπιγραφομένους τοῖς δόγμασιν ὀμνύειν καθ᾽ ἱερῶν ἦ μὴν βέβαια τὰ συγκείμενα φυλάξειν. [4] δεξιὰς δὲ καὶ σπονδὰς καὶ πίστεις ἐπὶ θεῶν γιγνομένας μήτε σὺ διάβαλλε, Βροῦτε, μήτ᾽ ἀναίρει τὸ κάλλιστον ἐπιτήδευμα [p. 389] τῶν ἀνθρωπίνων, μηδ᾽ ὑμεῖς ἀνάσχησθε αὐτοῦ λέγοντος ἀνοσίων καὶ τυραννικῶν ἀνθρώπων πονηρεύματα, ἃ τῆς Ῥωμαίων ἀρετῆς πολὺ ἀπέχει. ;ΚΕΦΑΛΑΙΟΝ ΠΕ΄ [1] μίαν εἰπὼν ἔτι τὴν οὔτε ἀγνοουμένην ὑπ᾽ οὐδενὸς ἀνθρώπων οὔτε ἀμφισβητουμένην παύσομαι. τίς δ᾽ ἐστὶν αὕτη; ἡ τὸ κοινὸν συμφέρον εἰσάγουσα καὶ δι᾽ ἀλλήλων ἀμφότερα ποιοῦσα σώζεσθαι τὰ μέρη. αὕτη μέντοι πρώτη καὶ μόνη συνάγει τε ἡμᾶς εἰς τὸ αὐτὸ καὶ οὐκ ἐάσει ποτὲ δίχ᾽ ἀλλήλων γενέσθαι. δεήσεται γὰρ ἀεὶ καὶ οὐδέποτε παύσεται δεόμενον τὸ μὲν ἀμαθὲς πλῆθος ἔμφρονος ἡγεμονίας, τὸ δ᾽ ἡγεῖσθαι δυνάμενον βουλευτήριον τῶν ἄρχεσθαι βουλομένων ὄχλων· καὶ οὐ δόξῃ μόνον τοῦτ᾽ εἰκάσαντες, [2] ἀλλὰ καὶ ἔργῳ πειραθέντες ἴσμεν. τί οὖν δεδιττόμεθα καὶ πράγματα παρέχομεν ἀλλήλοις; τί δὲ λόγους πονηροὺς λέγομεν χρηστὰ πράγματα ἔχοντες ἐν χερσίν, ἀλλ᾽ οὐκ ἀναπτύξαντες αὑτοὺς καὶ τὼ χεῖρε περιβάλλοντες ἀλλήλοις ἄπιμεν εἰς τὴν πατρίδα παλαιὰν τέρψιν τῶν ἡδίστων καὶ πόθον ἁπάντων γλυκύτατον ἀποληψόμενοι, ἀλλ᾽ ἐπιζητοῦμεν ἀσφαλείας ἀγενήτους καὶ πίστεις ἀπίστους, ὥσπερ οἱ πολεμιώτατοι καὶ πάντα ὑποπτεύοντες ἐπὶ τὸ χεῖρον. ἡμῖν μέν, ὦ δημόται, τοῖς ἐκ τοῦ συνεδρίου μία πίστις ἀπόχρη περὶ τοῦ μὴ ἄν ποτε ὑμᾶς γενέσθαι περὶ ἡμᾶς, εἰ κατέλθοιτε, κακοὺς τροφάς τε ὑμῶν ἀγαθὰς εἰδόσι καὶ [p. 390] ἐπιτηδεύματα νόμιμα τήν τε ἄλλην ἀρετήν, ἣν πολλάκις ἀπεδείξασθε καὶ ἐν εἰρήνῃ καὶ κατὰ πολέμους. [3] καὶ εἴ τι δι᾽ ἀνάγκην τῆς πίστεως καὶ ἐλπίδος τὰ συμβόλαια κοινῆς ἐπανορθώσεως τύχοι, τὰ γοῦν ἄλλα πιστεύομεν ὑμῖν ἔσεσθαι ἀγαθοὺς καὶ οὐδὲν δεόμεθα οὔτε ὅρκων οὔτε ὁμήρων οὔτε ἄλλης πίστεως παρὰ τοῦ πλήθους οὐδεμιᾶς· ὑμῖν μέντοι γε πρὸς οὐδὲν τῶν ἀξιουμένων ἐναντιωσόμεθα. καὶ περὶ μὲν τῆς πίστεως, ἐφ᾽ ᾗ διαβάλλειν ἡμᾶς Βροῦτος ἐπεχείρει, ταῦτα ἱκανά. εἰ δέ τις ὑμῖν φθόνος οὐ δίκαιος ἐγκάθηται πονηρὰ περὶ τῆς βουλῆς διανοεῖσθαι πείθων, βούλομαί τινα καὶ πρὸς τοῦτον εἰπεῖν λόγον, ὦ δημόται· καί μου πρὸς θεῶν μεθ᾽ ἡσυχίας καὶ προσοχῆς ἀκούσατε. ;ΚΕΦΑΛΑΙΟΝ ΠΣΤ΄ [1] ἔοικέ πως ἀνθρωπείῳ σώματι πόλις. σύνθετον γὰρ καὶ ἐκ πολλῶν μερῶν ἐστιν ἑκάτερον· καὶ οὔτε δύναμιν ἔχει ἕκαστον τὴν αὐτὴν τῶν ἐν αὐτοῖς μερῶν οὔτε χρείας παρέχεται τὰς ἴσας. [2] εἰ δὴ λάβοι τὰ μέρη τοῦ ἀνθρωπείου σώματος ἰδίαν αἴσθησιν καθ᾽ αὑτὰ καὶ φωνήν, ἔπειτα στάσις ἐν αὐτοῖς ἐμπέσοι καθ᾽ ἓν γενομένοις τοῖς ἄλλοις ἅπασι πρὸς τὴν γαστέρα μόνην, καὶ λέγοιεν οἱ μὲν πόδες, ὅτι πᾶν ἐπ᾽ αὐτοῖς ἐπίκειται τὸ σῶμα· αἱ δὲ χεῖρες, ὅτι τὰς τέχνας ἐργάζονται καὶ τἀπιτήδεια ἐκπορίζουσι καὶ μάχονται πολεμίοις καὶ ἄλλα πολλὰ ὠφελήματα παρέχουσιν εἰς τὸ κοινόν· οἱ δὲ ὦμοι, ὅτι τὰ ἄχθη πάντα ἐπ᾽ [p. 391] αὐτοῖς κομίζεται· τὸ δὲ στόμα ὅτι φθέγγεται· ἡ δὲ κεφαλή, ὅτι ὁρᾷ καὶ ἀκούει καὶ τὰς ἄλλας αἰσθήσεις περιλαβοῦσα πάσας ἔχει, δι᾽ ὧν σώζεται τὸ πρᾶγμα· εἶτα φαῖεν πρὸς τὴν γαστέρα· σὺ δ᾽, ὦ χρηστή, τί τούτων ποιεῖς ἢ τίς ἐστιν ἡ σὴ χάρις ἡμῖν καὶ ὠφέλεια; ἀλλὰ σύ γε τοσοῦτον ἀπέχεις τοῦ πράττειν καὶ συγκατορθοῦν ἡμῖν τι τῶν κοινῇ χρησίμων, ὥστε καὶ ἀντιπράττεις καὶ ἐνοχλεῖς καί, πρᾶγμα ἀφόρητον, ὑπηρετεῖν ἀναγκάζεις καὶ φέρειν ἁπανταχόθεν εἰς τὴν ἐκπλήρωσιν τῶν σεαυτῆς ἐπιθυμιῶν. [3] φέρε, τί οὐ μεταποιούμεθα τῆς ἐλευθερίας, καὶ τῶν πολλῶν ἀφιέμεθα πραγματειῶν, ἃς ἕνεκα ταύτης ὑπομένομεν; εἰ δὴ ταῦτα δόξειεν αὐτοῖς καὶ μηδὲν ἔτι δρῴη τὸ ἑαυτοῦ ἔργον, ἔσθ᾽ ὅπως ἂν ἐπὶ τὸ πολὺ διαρκέσαι δυνηθείη τὸ σῶμα, ἀλλ᾽ οὐκ ἂν ἐντὸς ὀλίγων ἡμερῶν τῷ κακίστῳ τῶν μόρων ἀναλωθείη, λιμῷ; οὐκ ἂν ἔχοι ἄλλως τις εἰπεῖν. [4] τὸν αὐτὸν δὴ τρόπον ὑπολάβετε καὶ περὶ πόλεως. πολλὰ γὰρ δὴ τὰ συμπληροῦντα καὶ ταύτην ἔθνη καὶ οὐδὲν ἀλλήλοις ἐοικότα, ὧν ἕκαστον ἰδίαν τινὰ τῷ κοινῷ χρείαν ὥσπερ τὰ μέλη τῷ σώματι παρέχεται. οἱ μὲν γὰρ τοὺς ἀγροὺς γεωργοῦσιν, οἱ δὲ μάχονται περὶ αὐτῶν πρὸς τοὺς πολεμίους, οἱ δ᾽ ἐμπορεύονται πολλὰς διὰ θαλάσσης ὠφελείας, οἱ δὲ τὰς ἀναγκαίας ἐργάζονται τέχνας. εἰ δὲ πάντα τὰ ἔθνη ταῦτα πρὸς [p. 392] τὴν βουλὴν τὴν ἐκ τῶν ἀρίστων συνηγμένην διαστασιάσειε καὶ λέγοι· σὺ δ᾽ ἡμῖν, ὦ βουλή, τί ποιεῖς ἀγαθὸν καὶ ἀντὶ ποίας αἰτίας ἄρχειν τῶν ἄλλων ἀξιοῖς; οὐθὲν γὰρ ἂν εἰπεῖν ἔχοις· ἔπειτ᾽ οὐκ ἀπαλλαγησόμεθά σου τῆς τυραννίδος ταύτης ἤδη ποτὲ καὶ δίχ᾽ [5] ἡγεμόνος οἰκήσομεν; εἰ δὴ ταῦτα διανοηθέντες τῶν συνήθων ἐπιτηδευμάτων ἀποσταῖεν, τί κωλύσει ταύτην κακὴν κακῶς ἀπολέσθαι τὴν πόλιν ὑπὸ λιμοῦ τε καὶ πολέμου καὶ παντὸς ἄλλου κακοῦ; μαθόντες οὖν, ὦ δημόται, ὅτι καθάπερ ἐν τοῖς σώμασιν ἡμῶν ἡ λοιδορουμένη κακῶς ὑπὸ τῶν πολλῶν γαστὴρ τρέφει τὸ σῶμα τρεφομένη καὶ σώζει σωζομένη, καὶ ἔστιν ὡσεί τις ἑστίασις κοινὴ τὸ πρόσφορον ἁπάντων καὶ τῆς διαλλαγῆς αἴτιον ἀποδιδοῦσα, οὕτως ἐν ταῖς πόλεσιν ἡ διοικοῦσα τὰ κοινὰ καὶ τοῦ προσήκοντος ἑκάστῳ προνοουμένη βουλὴ πάντα σώζει καὶ φυλάττει καὶ ἐπανορθοῖ, παύσασθε τὰς ἐπιφθόνους κατ᾽ αὐτῆς φωνὰς λέγοντες, ὡς ἐξεβλήθητε τῆς πατρίδος καὶ ὡς ἀλῆται καὶ πτωχοὶ περιέρχεσθε δι᾽ αὐτήν. οὐδὲν γὰρ ὑμᾶς εἴργασται δεινὸν οὐδ᾽ ἂν ἐργάσαιτο, ἀλλ᾽ αὐτὴ καλεῖ καὶ ἀντιβολεῖ καὶ τὰς ψυχὰς ὑμῖν ἅμα ταῖς πύλαις ἀναπετάσασα ὑποδέχεται. ;ΚΕΦΑΛΑΙΟΝ ΠΖ΄ [1] τοιαῦτα λέγοντος τοῦ Μενηνίου πολλαὶ καὶ ποικίλαι παρ᾽ ὅλην ἐγίγνοντο τὴν δημηγορίαν ἐκ τῶν παρόντων φωναί. ἐπειδὴ δὲ τελευτῶν τοῦ λόγου [p. 393] πρὸς ὀλοφυρμοὺς ἐτράπετο καὶ τὰς μελλούσας καθέξειν συμφορὰς τούς τε ὑπομένοντας ἐν τῇ πόλει καὶ τοὺς ἀπελαυνομένους καὶ τὰς ἀμφοῖν ἀνεκλαύσατο τύχας, δάκρυά θ᾽ ἁπάντων ἐξεχεῖτο καὶ μιᾷ βοῇ συμφρονήσαντες ἀνεβόησαν ἀπάγειν σφᾶς εἰς τὴν πόλιν καὶ μὴ τρίβειν τὸν χρόνον· ὀλίγου τε πάνυ ἐδέησαν ἀπιέναι διὰ τάχους ἐκ τῆς ἐκκλησίας ἅπαντα τὰ πράγματα τοῖς πρεσβευταῖς ἐπιτρέψαντες καὶ μηδὲν ἄλλο τῶν εἰς ἀσφάλειαν πραγματευσάμενοι, εἰ μὴ παρελθὼν ὁ Βροῦτος ἐπέσχε τὰς ὁρμὰς αὐτῶν τὰ μὲν ἄλλα καλῶς ἔχειν τῷ δήμῳ λέγων, ὅσα ἡ βουλὴ ὑπισχνεῖτο, καὶ πολλὴν αὐτῇ τῶν συγχωρηθέντων χάριν ἔχειν ἀξιῶν· δεδοικέναι μέντοι τὸν ἅπαντα χρόνον φάσκων καὶ τοὺς αὖθίς ποτε τυραννικοὺς ἄνδρας ἐπιχειρήσοντας εἰ τύχοι, [2] περὶ τῶν γεγονότων τῷ δήμῳ μνησικακεῖν. μίαν δ᾽ εἶναι πᾶσι τοῖς δεδοικόσι τοὺς κρείττονας μόνην ἀσφάλειαν ταύτην, εἰ γένοιτο αὐτοῖς φανερόν, ὅτι τοῖς βουλομένοις αὐτοὺς ἀδικεῖν οὐχ ὑπάρχει δύναμις· ἕως δ᾽ ἂν παρῇ τὸ δύνασθαι τὰ πονηρὰ δρᾶν, οὐκ ἐλλείψειν τοῖς πονηροῖς τὸ βούλεσθαι. ταύτης οὖν εἰ τύχοιεν τῆς ἀσφαλείας, οὐθὲν αὐτοῖς ἔτι δεήσειν. [3] ὑποτυχόντος δὲ τοῦ Μενηνίου καὶ κελεύσαντος λέγειν τὴν ἀσφάλειαν, ἧς ἔτι τὸν δῆμον οἴεται δεῖσθαι, συγχωρήσατε, φησίν, ἡμῖν ἄρχοντας ἀποδεικνύναι καθ᾽ ἕκαστον ἐνιαυτὸν ἐξ ἡμῶν ὁσουσδήτινας, οἵτινες ἄλλου μὲν οὐδενὸς [p. 394] ἔσονται κύριοι, τοῖς δ᾽ ἀδικουμένοις ἢ κατισχυομένοις τῶν δημοτῶν βοηθήσουσι καὶ οὐ περιόψονται τῶν δικαίων ἀποστερούμενον οὐθένα· τοῦτο ὑμᾶς ἀντιβολοῦμεν καὶ δεόμεθα πρὸς τοῖς ἄλλοις οἷς δεδώκατε, εἰ μὴ λόγος, ἀλλ᾽ ἔργον εἰσὶν αἱ διαλλαγαί, δοῦναι καὶ χαρίσασθαι. ;ΚΕΦΑΛΑΙΟΝ ΠΗ΄ [1] ὁ μὲν οὖν δῆμος ὡς τούτων ἤκουσε, μεγάλῃ βοῇ καὶ μέχρι πολλοῦ κατεχούσῃ τόν τε ἄνδρα ἐπῄνει, καὶ τοὺς πρεσβευτὰς παρεκάλει συγχωρῆσαι σφίσι καὶ τοῦτο. οἱ δὲ πρέσβεις μεταστάντες ἐκ τῆς ἐκκλησίας καὶ διαλεχθέντες ὀλίγα πρὸς ἀλλήλους παρῆσαν οὐ διὰ μακροῦ. σιωπῆς δὲ γενομένης παρελθὼν ὁ Μενήνιος εἶπε· τὸ μὲν πρᾶγμα, ὦ δημόται, μέγα καὶ πολλῶν μεστὸν ὑποψιῶν ἀτόπων· δέος τε καὶ φροντὶς ἡμᾶς εἰσέρχεται, μή ποτε δύο πόλεις ποιήσωμεν ἐν μιᾷ· πλὴν τό γ᾽ ἐφ᾽ ἡμῖν εἶναι μέρος οὐδὲ πρὸς ταύτην ἐναντιούμεθα τὴν δέησιν ὑμῶν. [2] τοῦτο μέντοι χαρίσασθε ἡμῖν, ὃ καὶ ὑπὲρ ὑμῶν ἐστιν· ἐπιτρέψατε τῶν πρεσβευτῶν τισιν εἰς τὴν πόλιν ἀφικομένοις δηλῶσαι τῇ βουλῇ ταῦτα· καὶ γὰρ εἰ τὴν ἐξουσίαν παρ᾽ αὐτῆς ἔχομεν, ὅπως ἂν βουλώμεθα, ποιήσασθαι τὰς διαλλαγὰς αὐτοκράτορες ὄντες τῶν ὑποσχέσεων, αὐτοί γέ τοι λαβεῖν τοῦτ᾽ οὐ δικαιοῦμεν, ἀλλ᾽ ἐπειδὴ παρὰ δόξαν ἡμῖν ἀπήντηται πρᾶγμα καινόν, ἀφελόμενοι τὴν ἰδίαν ἐξουσίαν τῷ συνεδρίῳ φέροντες ἀναθήσομεν· πεπείσμεθα μέντοι κᾀκείνῳ ταὐτὰ δόξειν ἅπερ ἡμῖν. ἐγὼ μὲν οὖν ἐνθάδε μενῶ καὶ σὺν ἐμοί τι μέρος τῆς πρεσβείας, Οὐαλέριος δὲ πορεύσεται καὶ οἱ λοιποὶ σὺν [p. 395] [3] αὐτῷ. ἐδόκει ταῦτα· καὶ κατὰ σπουδὴν ἀναβάντες ἐπὶ τοὺς ἵππους ἤλαυνον εἰς τὴν πόλιν οἱ μέλλοντες δηλώσειν τῇ βουλῇ τὰ γενόμενα. προθέντων δὲ τῶν ὑπάτων λόγον τοῖς συνέδροις, Οὐαλερίου μὲν ἦν γνώμη διδόναι καὶ ταύτην τῷ δήμῳ τὴν χάριν· Ἄππιος δέ, ὅσπερ ἐξ ἀρχῆς ἠναντιοῦτο ταῖς διαλλαγαῖς, καὶ τότε ἐκ τοῦ φανεροῦ ἀντέλεγε βοῶν καὶ θεοὺς ἐπιμαρτυρόμενος καί, ὅσων μέλλοι σπέρμα κακῶν βαλεῖν, τῇ πολιτείᾳ προλέγων. ἀλλ᾽ οὐκ ἔπειθε τοὺς πολλοὺς ὡρμηκότας, ὥσπερ εἶπον, διαλύσασθαι τὴν στάσιν. γίνεται δὴ ψήφισμα τῆς βουλῆς, τά τε ἄλλα, ὅσα οἱ πρέσβεις ὑπέσχοντο τῷ δήμῳ, πάντα εἶναι κύρια, καὶ τὴν ἀσφάλειαν, [4] ἣν ᾐτεῖτο, ἐπιτρέπειν. ταῦθ᾽ οἱ πρέσβεις διοικησάμενοι τῇ κατόπιν ἡμέρᾳ παρῆσαν ἐπὶ τὸ στρατόπεδον καὶ τὰ δόξαντα τῇ βουλῇ διεσάφησαν. μετὰ τοῦτο Μενηνίου παραινέσαντος τοῖς δημόταις ἀποστεῖλαί τινας εἰς τὴν πόλιν, οἷς ἡ βουλὴ τὰ πιστὰ δώσει, πέμπεται Λεύκιος Ἰούνιος Βροῦτος, ὑπὲρ οὗ πρότερον εἴρηκα, καὶ σὺν αὐτῷ Μάρκος Δέκιος καὶ Σπόριος Ἰκίλιος. τῶν δὲ παρὰ τῆς βουλῆς ἀφιγμένων οἱ μὲν ἡμίσεις ἅμα τοῖς περὶ τὸν Βροῦτον εἰς τὴν πόλιν ὑπέστρεψαν, Ἀγρίππας δὲ μετὰ τῶν λοιπῶν κατέμεινεν ἐπὶ τοῦ στρατοπέδου διαγράψαι παρακληθεὶς τὸν νόμον τοῖς δημοτικοῖς καθ᾽ ὃν ἀποδείξουσι τὰς ἀρχάς. ;ΚΕΦΑΛΑΙΟΝ ΠΘ΄ [1] τῇ δ᾽ ἑξῆς ἡμέρᾳ παρῆσαν μὲν οἱ περὶ τὸν Βροῦτον πεποιημένοι τὰς πρὸς τὴν βουλὴν συνθήκας διὰ τῶν εἰρηνοδικῶν, οὓς καλοῦσι Ῥωμαῖοι [p. 396] Φητιάλεις. νεμηθεὶς δ᾽ ὁ δῆμος εἰς τὰς τότε οὔσας φράτρας, ἢ ὅπως βούλεταί τις αὐτὰς προσαγορεύειν, ἃς ἐκεῖνοι καλοῦσι κουρίας, ἄρχοντας ἐνιαυσίους ἀποδεικνύουσι τούσδε· Λεύκιον Ἰούνιον Βροῦτον καὶ Γάιον Σικίννιον Βελλοῦτον, οὓς καὶ τέως εἶχον ἡγεμόνας, καὶ ἔτι πρὸς τούτοις Γάιον καὶ Πόπλιον Λικιννίους καὶ Γάιον Οὐισκέλλιον Ῥοῦγαν. [2] οὗτοι τὴν δημαρχικὴν ἐξουσίαν πρῶτοι παρέλαβον οἱ πέντε ἄνδρες ἡμέρᾳ τετάρτῃ πρότερον εἰδῶν Δεκεμβρίων, ὥσπερ καὶ μέχρι τοῦ καθ᾽ ἡμᾶς χρόνου γίνεται. τελεσθεισῶν δὲ τῶν ἀρχαιρεσιῶν τοῖς μὲν παρὰ τῆς βουλῆς ἥκουσι καλῶς ἔχειν ἐδόκει πάντα, περὶ ὧν ἀπεστάλησαν· ὁ δὲ Βροῦτος ἐκκλησίαν συναγαγὼν συνεβούλευε τοῖς δημόταις ἱερὰν καὶ ἄσυλον ἀποδεῖξαι τὴν ἀρχὴν νόμῳ τε καὶ [3] ὅρκῳ βεβαιώσαντας αὐτῇ τὸ ἀσφαλές. ἐδόκει ταῦτα πᾶσι, καὶ γράφεται πρὸς αὐτοῦ καὶ τῶν συναρχόντων ὅδε ὁ νόμος· δήμαρχον ἄκοντα, ὥσπερ ἕνα τῶν πολλῶν, μηδεὶς μηδὲν ἀναγκαζέτω δρᾶν μηδὲ μαστιγούτω μηδ᾽ ἐπιταττέτω μαστιγοῦν ἑτέρῳ μηδ᾽ ἀποκτιννύτω μηδ᾽ ἀποκτείνειν κελευέτω. ἐὰν δέ τις τῶν ἀπηγορευμένων τι ποιήσῃ, ἐξάγιστος ἔστω, καὶ τὰ χρήματα αὐτοῦ Δήμητρος ἱερά, καὶ ὁ κτείνας τινὰ τῶν ταῦτ᾽ [4] εἰργασμένων φόνου καθαρὸς ἔστω. καὶ ἵνα μηδὲ τὸ [p. 397] λοιπὸν τῷ δήμῳ ἐξουσία γένηται καταπαῦσαι τόνδε τὸν νόμον, ἀλλ᾽ εἰς ἅπαντα τὸν χρόνον ἀκίνητος διαμείνῃ, πάντας ἐτάχθη Ῥωμαίους ὀμόσαι καθ᾽ ἱερῶν ἦ μὴν χρήσεσθαι τῷ νόμῳ καὶ αὐτοὺς καὶ ἐγγόνους τὸν ἀεὶ χρόνον, ἀρά τε τῷ ὅρκῳ προσετέθη, τοῖς μὲν ἐμπεδοῦσι τοὺς θεοὺς τοὺς οὐρανίους ἵλεως εἶναι καὶ δαίμονας τοὺς καταχθονίους, τοῖς δὲ παραβαίνουσιν ἐναντία καὶ τὰ παρὰ θεῶν γίνεσθαι καὶ τὰ παρὰ δαιμόνων ὡς ἄγει τῷ μεγίστῳ ἐνόχοις. ἐκ τούτων κατέστη τοῖς Ῥωμαίοις ἔθος τὰ τῶν δημάρχων σώματα ἱερὰ εἶναι καὶ παναγῆ, καὶ μέχρι τοῦ καθ᾽ ἡμᾶς χρόνου διαμένει. ;ΚΕΦΑΛΑΙΟΝ Q΄ [1] ἐπειδὴ ταῦτ᾽ ἐψηφίσαντο, βωμὸν κατεσκεύασαν ἐπὶ τῆς ἀκρωρείας, ἐν ᾗ κατεστρατοπέδευσαν, ὃν ἐπὶ τοῦ κατασχόντος αὐτοὺς τότε δείματος ὠνόμασαν, ὡς ἡ πάτριος αὐτῶν σημαίνει γλῶσσα, Διὸς Δειματίου· ᾧ θυσίας ἐπιτελέσαντες καὶ τὸν ὑποδεξάμενον αὐτοὺς τόπον ἱερὸν ἀνέντες, κατῄεσαν εἰς τὴν πόλιν ἅμα τοῖς πρέσβεσιν. [2] ἀποδόντες δὲ καὶ τοῖς ἐν τῇ πόλει θεοῖς χαριστήρια, καὶ τοὺς πατρικίους πείσαντες ἐπικυρῶσαι τὴν ἀρχὴν ψῆφον ἐπενέγκαντας, ἐπειδὴ καὶ τούτου παρ᾽ αὐτῶν ἔτυχον, ἐδεήθησαν ἔτι τῆς βουλῆς ἐπιτρέψαι σφίσιν ἄνδρας ἐκ τῶν δημοτικῶν δύο καθ᾽ ἕκαστον ἐνιαυτὸν ἀποδεικνύναι τοὺς ὑπηρετήσοντας τοῖς δημάρχοις ὅσων ἂν δέωνται καὶ δίκας, ἃς ἂν ἐπιτρέψωνται ἐκεῖνοι, κρινοῦντας ἱερῶν τε καὶ δημοσίων τόπων καὶ τῆς κατὰ τὴν ἀγορὰν εὐετηρίας [p. 398] [3] ἐπιμελησομένους. λαβόντες δὲ καὶ τοῦτο τὸ συγχώρημα παρὰ τῆς βουλῆς ἀποδεικνύουσιν ἄνδρας, οὕς ὑπηρέτας τῶν δημάρχων καὶ συνάρχοντας καὶ δικαστὰς ἐκάλουν. νῦν μέντοι κατὰ τὴν ἐπιχώριον γλῶτταν ἀφ᾽ ἑνὸς ὧν πράττουσιν ἔργων ἱερῶν τόπων ἐπιμεληταὶ καλοῦνται καὶ τὴν ἐξουσίαν οὐκέθ᾽ ὑπηρετικὴν ἑτέρων ἔχουσιν, ὡς πρότερον, ἐπιτέτραπται δ᾽ αὐτοῖς πολλὰ καὶ μεγάλα, καὶ σχεδὸν ἐοίκασί πως κατὰ τὰ πλεῖστα τοῖς παρ᾽ Ἕλλησιν ἀγορανόμοις. {{DEFAULTSORT:Ρωμαικη Αρχαιολογια 06 81}} fu78pp6me8im9v06fiog20l5022s5gc Ρωμαϊκή Αρχαιολογία/ς/71 0 23605 148465 100320 2022-08-09T13:12:27Z Αντιγόνη 235 −[[Κατηγορία:Ιστορία]]; −[[Κατηγορία:Αρχαία και Κλασική γραμματεία]] με τη χρήση [[Commons:Help:Gadget-HotCat|HotCat]] wikitext text/x-wiki {{Κεφαλίδα | τίτλος = Κεφάλαια 71–80 | συγγραφέας = Διονύσιος ο Αλικαρνασσεύς | μεταφραστής= | ενότητα = [[Ρωμαϊκή Αρχαιολογία/ς|Ῥωμαϊκὴ Ἀρχαιολογία: Λόγος ς΄]] | προηγούμενο= [[Ρωμαϊκή Αρχαιολογία/ς/61|Κεφάλαια 61–70]] | επόμενο = [[Ρωμαϊκή Αρχαιολογία/ς/81|Κεφάλαια 81–90]] | σημειώσεις = Dionysii Halicarnasei Antiquitatum Romanarum quae supersunt, Vol I-IV. Dionysius of Halicarnassus. Karl Jacoby. In Aedibus B.G. Teubneri. Leipzig. 1885. }} ;ΚΕΦΑΛΑΙΟΝ ΟΑ΄ [1] παρελθὼν δὲ Μάνιος Οὐαλέριος, ὅσπερ ἦν αὐτῶν πρεσβύτατός τε καὶ δημοτικώτατος, ἐπιμαρτυρήσαντος αὐτῷ τὴν προθυμίαν τοῦ πλήθους εὐμενεστάταις φωναῖς καὶ προσηγορίαις, ἐπειδὴ σιωπῆς ἔτυχε [p. 367] τοιούτοις ἐχρήσατο λόγοις· οὐδὲν ὑμᾶς ἔτι τὸ κωλῦόν ἐστιν, ὦ δημόται, κατιέναι πάλιν ἐπὶ τὰ ὑμέτερα καὶ διηλλάχθαι πρὸς τοὺς πατέρας. [2] ἐψήφισται γὰρ ἡ βουλὴ καλὴν καὶ συμφέρουσαν ὑμῖν κάθοδον, καὶ γνώμην πεποίηται μηδενὸς τῶν γεγονότων μνησικακεῖν· ἡμᾶς τε οὓς ἐγίγνωσκε φιλοδημοτάτους ὄντας καὶ πρὸς ὑμῶν τὰ δίκαια τιμωμένους πρεσβευτὰς ἀπέσταλκεν αὐτοκράτορας ἀποδείξασα τῶν διαλύσεων, ἵνα μὴ δόξαις μηδ᾽ εἰκασμοῖς χρώμενοι περὶ τῆς ὑμετέρας γνώμης, ἀλλὰ παρ᾽ αὐτῶν ὑμῶν ἀκούσαντες, ἐφ᾽ οἷς ἀξιοῦτε καταλύσασθαι τὴν διχοστασίαν, ἂν ᾖ μέτριόν τι τῶν αἰτημάτων καὶ μήτε τῷ ἀδυνάτῳ μήτε ὑπ᾽ ἄλλης αἰσχύνης ἀνηκέστου κωλύηται, συγχωρῶμεν ὑμῖν μηκέτι τὴν τοῦ συνεδρίου γνώμην ἐκδεχόμενοι, μηδ᾽ εἰς χρόνους μακροὺς καὶ φθόνους ἀντιπάλων ἀναβάλλοντες τὰ πράγματα. [3] ταῦτα δὴ τῆς βουλῆς ἐψηφισμένης δέχεσθε ἄσμενοι τὰς χάριτας αὐτῶν, ὦ δημόται, μετὰ πάσης προθυμίας καὶ σπουδῆς, ἐν μεγάλῳ τιθέμενοι τὴν τοσαύτην εὐτυχίαν καὶ πολλὴν τοῖς θεοῖς χάριν εἰδότες αὐτῆς, εἰ πόλις ἡ Ῥωμαίων ἡ τοσούτων ἄρχουσα ἀνθρώπων, καὶ συνέδριον, ὃ τὴν ἡγεμονίαν ἔχει πάντων τῶν ἐν ταύτῃ καλῶν, οὐκ ὂν αὐτοῖς πάτριον οὐδενὶ τῶν ἀντιπάλων εἴκειν, ὑμῖν μόνοις ὑποκατακλίνονται τῆς ἀξιώσεως ἑκόντες, καὶ οὔτε ἀκριβολογεῖσθαι περὶ τῶν καθηκόντων ἑκατέροις ἠξίωσαν ὡς ὑποδεεστέροις κρείττονες, ἀλλ᾽ αὐτοὶ πρότεροι περὶ [p. 368] διαλύσεως ἐπρεσβεύσαντο, οὔτε τὰς αὐθάδεις ὑμῶν ἀποκρίσεις, ἃς ἐποιήσασθε πρὸς τοὺς προτέρους πρέσβεις, πρὸς ὀργὴν ἐδέξαντο, ἀλλ᾽ ὑπέμειναν ὑμῶν τὸ σοβαρὸν τοῦτο καὶ μειρακιῶδες τῆς αὐθαδείας βάρος, ὥσπερ ἂν παίδων ἀφρόνων χρηστοὶ πατέρες· καὶ πάλιν ἑτέραν πρεσβείαν ἀποστέλλειν ᾤοντο δεῖν καὶ τῶν δικαίων μειονεκτεῖν καὶ πάντα ὑπομένειν, ὦ πολῖται, τὰ [4] μέτρια. ἐπὶ δὴ τοσαύτης βεβηκότες εὐτυχίας μὴ μέλλετε λέγειν, ὦ δημόται, τίνων χρήζετε μηδ᾽ ἐντρυφᾶτε ἡμῖν, καταλυσάμενοι δὲ τὴν στάσιν ἄπιτε χαίροντες εἰς τὴν γειναμένην τε καὶ θρεψαμένην ὑμᾶς πόλιν, ᾗ τροφεῖά τε καὶ χάριτας οὐ χρηστὰς ἀπεδίδοτε, καταλιπόντες αὐτὴν τὸ γοῦν ἐφ᾽ ὑμῖν εἶναι ἔρημον καὶ μηλόβοτον. εἰ δὲ παρήσετε τὸν καιρὸν τοῦτον, εὔξεσθε πολλάκις ὅμοιον εὑρεῖν ἕτερον. ;ΚΕΦΑΛΑΙΟΝ ΟΒ΄ [1] παυσαμένου δὲ τοῦ Οὐαλερίου παρελθὼν ὁ Σικίννιος οὐκ ἐξ ἑνὸς ἔφη δεῖν λόγου τὸ συμφέρον ἐξετάζειν τοὺς εὖ βουλευομένους, ἀλλ᾽ ὑποτίθεσθαι τὸν ἐναντίον αὑτοῖς λόγον, ἄλλως τε καὶ περὶ τηλικούτων πραγμάτων σκοποῦντας· ἠξίου τε λέγειν πρὸς ταῦτα τοὺς βουλομένους ἅπασαν αἰδῶ καὶ εὐλάβειαν ἀποθεμένους· οὐ γὰρ ἐπιτρέπειν τὰ πράγματα σφίσιν εἰς τὰς τοιαύτας ἀνάγκας κατακεκλεισμένοις οὔτ᾽ ὄκνῳ οὔτ᾽ [2] αἰσχύνῃ εἴκειν. σιωπῆς δὲ γενομένης ἐπειδὴ πάντες εἰς ἀλλήλους ἀπέβλεπον ἐπιζητοῦντες τὸν ὑπὲρ τοῦ κοινοῦ [p. 369] λέξοντα, ἐφαίνετο δ᾽ οὐδείς· ὁ γὰρ Σικίννιος τοῖς αὐτοῖς πολλάκις ἐχρῆτο λόγοις· παρέρχεται κατὰ τὰς ὑποσχέσεις Λεύκιος Ἰούνιος ἐκεῖνος ὁ βουλόμενος ἐπικαλεῖσθαι Βροῦτος καὶ τυχὼν ἐπισημασίας παρὰ τοῦ [3] πλήθους ἀθρόας τοιαύτην διέθετο δημηγορίαν· τὸ δέος ὑμᾶς, ὦ δημόται, τὸ τῶν πατρικίων ἐντετηκὸς ἔτι ταῖς ψυχαῖς ἐκπλήσσειν ἔοικε, καὶ διὰ τοῦτο τεταπεινωμένοι φέρειν τοὺς λόγους εἰς μέσον, οἷς εἰώθατε χρῆσθαι πρὸς ἀλλήλους, ὀκνεῖτε. οἴεται δ᾽ ἴσως ἕκαστος ὑμῶν τὸν πλησίον ὑπὲρ τοῦ κοινοῦ λέξειν, καὶ πάντας μᾶλλον, εἴ τι κινδύνευμά ἐστιν, ὑπομενεῖν, αὐτὸς δ᾽ ἐν τῷ ἀσφαλεῖ βεβηκώς, ὅ τι ἂν ἐκ τοῦ τολμηροῦ χρηστὸν περιγένηται, τούτου τὸ μέρος ἕξειν ἀδεῶς· κακῶς εἰδώς. εἰ γὰρ ἅπαντες τοῦτο ὑπολάβοιμεν, ἡ καθ᾽ ἕνα ὑμῶν ἕκαστον ἀτολμία κοινὴ πᾶσιν ἔσται βλάβη, καὶ ἐν ᾧ τὸ ἴδιόν τις ἀσφαλὲς ἀποσκοπεῖ [4] τὸ μετὰ πάντων κοινὸν ἀπολεῖ. ἀλλ᾽ εἰ καὶ μὴ πρότερον ἔγνωτε, ὅτι λέλυται τὸ δέος ὑμῶν καὶ τὸ ἐλεύθερον ἅμα τοῖς ὅπλοις βεβαίως ἔχετε, νῦν γ᾽ ἤδη μάθετε διδασκάλοις χρησάμενοι τούτοις. οἱ γὰρ ὑπερήφανοι καὶ βαρεῖς οὐκ ἐπιτάττοντες ὑμῖν ὡς πρότερον ἥκουσιν οὐδ᾽ ἀπειλοῦντες, ἀλλὰ δεόμενοι καὶ παρακαλοῦντες, ἐπὶ τὰ ὑμέτερα ὑμᾶς κατιέναι, καὶ ὡς ἐλευθέροις [p. 370] ἐξ ἴσου ἤδη ἄρχονται ὁμιλεῖν. τί οὖν ἔτι καταπέπληχθε αὐτοὺς καὶ σιωπᾶτε, ἀλλ᾽ οὐκ ἐλεύθερα φρονεῖτε καὶ διαρρήξαντες ἤδη ποτὲ τοὺς χαλινοὺς λέγετε εἰς τὸ κοινόν, ἃ πεπόνθατε πρὸς αὐτῶν; ὦ σχέτλιοι, [5] τί δεδοίκατε; μή τι πάθητε ἡγεμόνι τῆς ἐλευθεροστομίας ἐμοὶ χρώμενοι; κινδυνεύσω γὰρ ὑπὲρ ὑμῶν εἰπεῖν τὰ δίκαια μετὰ παρρησίας ἐγὼ πρὸς αὐτοὺς καὶ οὐδὲν ἀποκρύψομαι. καὶ ἐπειδὴ Οὐαλέριος οὐδὲν ἔφησεν εἶναι τὸ κωλῦον ἀναστρέφειν ὑμᾶς ἐπὶ τὰ οἰκεῖα τῆς βουλῆς διδούσης τὴν κάθοδον καὶ προσεψηφισμένης τὸ μὴ μνησικακεῖν, ταῦτ᾽ ἀποκρινοῦμαι πρὸς αὐτόν, ἅπερ ἐστὶν ἀληθῆ καὶ ἀναγκαῖα εἰρῆσθαι. ;ΚΕΦΑΛΑΙΟΝ ΟΓ΄ [1] ἡμᾶς, ὦ Οὐαλέριε, πολλὰ μὲν καὶ ἄλλα τὰ κωλύοντά ἐστιν ἀποθεμένους τὰ ὅπλα ἐφ᾽ ὑμῖν γενέσθαι, τρία δὲ τὰ μέγιστα καὶ τὰ φανερώτατα. πρῶτον μέν, ὅτι ἐγκαλοῦντες ἡμῖν ὡς ἡμαρτηκόσιν ἥκετε καὶ ἐν εὐεργεσίας οἴεσθε μέρει διδόναι τὴν κάθοδον· ἔπειθ᾽, ὅτι οὐδὲν ὑποδηλοῦτε παρακαλοῦντες ἐπὶ τὰς διαλλαγάς, ἐφ᾽ οἷς αὐτὰς δικαίοις καὶ φιλανθρώποις ποιησόμεθα· τὸ δὲ τελευταῖον, ὅτι βέβαιον ἡμῖν, ὧν ἂν ὑπόσχησθε, οὐδέν ἐστιν, ἀλλὰ πολλάκις ἐξαπατῶντες τε καὶ φενακίζοντες ἡμᾶς διατετελέκατε. [2] ἐρῶ δ᾽ ὑπὲρ ἑκάστου χωρὶς ἀπὸ τοῦ δικαίου ἀρξάμενος· καὶ γὰρ ἰδίᾳ τε καὶ ἐν κοινῷ λέγοντας ἀπὸ τοῦ δικαίου χρὴ ἄρχεσθαι. ἡμεῖς τοίνυν εἰ μέν τι ἀδικοῦμεν ὑμᾶς, οὐδὲν δεόμεθα οὔτ᾽ ἀδείας οὔτ᾽ ἀμνηστίας· καίτοι γε [p. 371] οὐκ ἀξιοῦμεν οὐδὲ κοινωνεῖν ἔτι τῆς πόλεως, ἀλλ᾽ ἐπιμενοῦμεν, ὅποι ποτ᾽ ἂν ἡμᾶς ἄγῃ τὸ χρεών, τῇ τύχῃ καὶ δαίμοσιν ἐπιτρέψαντες ἡγεμόσιν. εἰ δ᾽ ἀδικούμενοι πρὸς ὑμῶν ταύτης ἠναγκάσμεθα τῆς τύχης πειραθῆναι, ἐν ᾗ ἔσμεν, τί οὐχ ὁμολογεῖτε κακοὶ περὶ ἡμᾶς αὐτοὶ γενόμενοι συγγνώμης δεῖσθαι καὶ ἀμνηστίας; νῦν δ᾽, ἣν αἰτεῖσθε, ταύτην διδόναι λέγετε, καὶ ἧς ἀφεῖσθαι ζητεῖτε ὀργῆς, ταύτης ὡς ἀφιέντες μεγαληγορεῖτε, συγχέοντες τὴν τῆς ἀληθείας φύσιν καὶ τὴν τῶν δικαίων ἀξίωσιν ἀναστρέφοντες. [3] ὅτι δ᾽ οὐκ ἀδικεῖσθε, ἀλλ᾽ ἀδικεῖτε, καὶ πολλὰ καὶ μεγάλα εὐεργετηθέντες ὑπὸ τοῦ δήμου, τὰ μὲν εἰς τὴν ἐλευθερίαν, τὰ δ᾽ εἰς τὴν ἡγεμονίαν, οὐ καλὰς ἀποδεδώκατε αὐτῷ τὰς ἀμοιβάς, μάθετε· ποιήσομαι δ᾽ ἀφ᾽ ὧν ἴστε καὶ αὐτοὶ πραγμάτων τοὺς λόγους, καὶ πρὸς θεῶν, ἐάν τι ψεῦδος εἴπω, μὴ ἀνάσχησθε, ἀλλ᾽ εὐθὺς ἐλέγχετε. ;ΚΕΦΑΛΑΙΟΝ ΟΔ΄ [1] ἡμῖν τὸ ἀρχαῖον πολίτευμα ἦν μοναρχία, καὶ μέχρι γενεᾶς ἑβδόμης ταύτῃ χρώμενοι διετελέσαμεν τῇ πολιτείᾳ, καὶ παρὰ πάσας τὰς ἡγεμονίας ταύτας οὐδὲν ὁ δῆμος ἠλαττώθη πώποτε ὑπὸ τῶν βασιλέων καὶ πάντων ἥκιστα ὑπὸ τῶν τελευταίων· ἐῶ γὰρ λέγειν, ὅτι πολλὰ καὶ μεγάλα ἀγαθὰ ἐκ τῆς ἀρχῆς αὐτῶν ἐκαρπώσατο. [2] χωρὶς γὰρ τῆς ἄλλης αὐτῶν θεραπείας, ᾗ κολακεύοντας αὐτὸν οἰκεῖον μὲν σφίσιν, ἐχθρὸν δ᾽ ὑμῖν ἐβούλοντο εἶναι, ὃ ποιοῦσιν ἅπαντες οἱ τυραννικῶς ἐξάγοντες τὰς δυναστείας, κρατήσαντες πολέμῳ μακρῷ [p. 372] Συέσσης, πόλεως πάνυ εὐδαίμονος, ἐξὸν αὐτοῖς μηδενὶ κοινωνῆσαι τῶν λαφύρων, ἀλλ᾽ αὐτοὶ κατασχεῖν καὶ πάντας ὑπερβαλέσθαι πλούτῳ βασιλεῖς, οὐκ ἠξίωσαν, ἀλλὰ φέροντες εἰς μέσον ἔθηκαν ἅπασαν τὴν ὠφέλειαν· ὥσθ᾽ ἡμᾶς χωρὶς ἀνδραπόδων καὶ βοσκημάτων καὶ τῆς ἄλλης κτήσεως πολλῆς οὔσης καὶ καλῆς ἀργυρίου πέντε μνᾶς κατ᾽ ἄνδρα διανείμασθαι. [3] ὧν ἡμεῖς ἀμελήσαντες, ἐπειδὴ τυραννικώτερον ἐχρῶντο ταῖς ἐξουσίαις οὐκ εἰς τὸν δῆμον πλημμελοῦντες, ἀλλ᾽ εἰς ὑμᾶς, δυσανασχετοῦντες ἐπὶ τοῖς γινομένοις τῆς μὲν τῶν βασιλέων εὐνοίας ἀπέστημεν, ὑμῖν δὲ προσεθέμεθα· καὶ συνεπαναστάντες αὐτοῖς μεθ᾽ ὑμῶν οἵ τ᾽ ἐν τῇ πόλει καὶ οἱ ἐπὶ στρατοπέδου τοὺς μὲν ἐξηλάσαμεν, ὑμῖν δὲ φέροντες ἀνεθήκαμεν τὴν ἐκείνων ἀρχήν. πολλάκις τε γενόμενον ἐφ᾽ ἡμῖν μεταθέσθαι πρὸς τοὺς ἐξελασθέντας τὰς μεγάλας δωρεάς, ἃς ὑπέτεινον ἡμῖν, ἵνα δὴ τὸ πρὸς ὑμᾶς πιστὸν ἐγκαταλίπωμεν, οὐχ ὑπεμείναμεν, ἀλλὰ πολλοὺς καὶ μεγάλους καὶ συνεχεῖς πολέμους καὶ κινδύνους δι᾽ ὑμᾶς ἀνηντλήσαμεν· καὶ μέχρι τοῦ παρόντος ἔτος ἑπτακαιδέκατον ἤδη τριβόμεθα πᾶσιν ἀνθρώποις μαχόμενοι περὶ τῆς κοινῆς ἐλευθερίας. [4] ἀκαταστάτου μὲν γὰρ ἔτι τῆς πολιτείας [p. 373] οὔσης· οἷα γίγνεσθαι φιλεῖ περὶ τὰς μεταβολὰς τὰς αἰφνιδίως γιγνομένας· δυσὶ ταῖς ἐπιφανεστάταις πόλεσι Τυρρηνῶν, Ταρκυνιήταις τε καὶ Οὐιεντανοῖς κατάγειν βουλομένοις τοὺς βασιλεῖς μεγάλῃ στρατιᾷ, παρακινδυνεύσαντες ὀλίγοι πρὸς πολλοὺς διηγωνίσμεθα, καὶ μεγίστην ἀποδειξάμενοι προθυμίαν τούς τ᾽ ἀντιταχθέντας μάχῃ νικήσαντες ἀπεωσάμεθα, καὶ τῷ περιόντι τῶν ὑπάτων διεσώσαμεν τὴν ἀρχήν. [5] οὐ πολλοῖς δὲ χρόνοις ὕστερον Πορσίναν Τυρρηνῶν βασιλέα κατάγειν καὶ αὐτὸν ἀξιοῦντα τοὺς φυγάδας τῇ τ᾽ ἐξ ἁπάσης Τυρρηνίας, ἣν αὐτὸς ἐπήγετο, δυνάμει καὶ ταῖς ὑπ᾽ ἐκείνων ἐκ πολλοῦ συναχθείσαις, οὐκ ἔχοντες ἀξιόμαχον χεῖρα καὶ διὰ τοῦτο κατακλεισθέντες εἰς πολιορκίαν τε καὶ ἀμηχανίαν καὶ παντὸς πράγματος ἀπορίαν, τῷ πάντα ὑπομεῖναι τὰ δεινὰ φίλον γενόμενον ἠναγκάσαμεν ἀπελθεῖν. [6] τὰ δὲ τελευταῖα τρίτον κάθοδον τῶν βασιλέων παρασκευασαμένων διὰ τοῦ Λατίνων ἔθνους καὶ τριάκοντα πόλεις ἐπαγομένων, ἀντιβολοῦντας ὑμᾶς ὁρῶντες καὶ ὀλοφυρομένους καὶ ἕνα ἕκαστον ἐπιβοώμενον ἑταιρίας τε καὶ συντροφίας καὶ ὁμαιχμίας ἀναμιμνήσκοντας οὐχ ὑπεμείναμεν ἐγκαταλιπεῖν· ἡγησάμενοι δὲ κάλλιστον εἶναι καὶ λαμπρότατον ἀγῶνα τὸν ὑπὲρ ὑμῶν ὁμόσε τοῖς δεινοῖς ἐχωρήσαμεν, μέγιστον δὴ κινδύνων ἀναρρίψαντες ἐκεῖνον, ἐν ᾧ πολλὰ μὲν τραύματα λαβόντες, πολλὰ δὲ σώματα συγγενῶν τε [p. 374] καὶ ἑταίρων καὶ ὁμοσκήνων ἀποβαλόντες, ἐνικήσαμεν τοὺς πολεμίους καὶ τοὺς ἡγεμόνας αὐτῶν ἀπεκτείναμεν καὶ τὴν βασιλικὴν συγγένειαν ἅπασαν διεφθείραμεν. ;ΚΕΦΑΛΑΙΟΝ ΟΕ΄ [1] ἃ μὲν δὴ εἰς τὸ συνελευθερῶσαι ὑμᾶς ἀπὸ τῶν τυράννων παρεσχόμεθα ὑπὲρ δύναμιν διὰ τὸ ἑαυτῶν πρόθυμον, οὐχ ὑπὸ τοῦ ἀναγκαίου μᾶλλον εἰς αὐτὸ καταστάντες ἢ ὑπ᾽ ἀρετῆς, ταῦτ᾽ ἐστιν. ἃ δ᾽ εἰς τὸ τιμᾶσθαί τε καὶ ἄρχειν ἑτέρων δυναστείαν τε περιβαλέσθαι μείζω ἢ κατὰ τὴν ἐξ ἀρχῆς δόκησιν ἀκούσατε, καὶ ὅπως, ἐάν τι παρατρέψω τὸν λόγον ἔξω τοῦ ἀληθοῦς, ὥσπερ καὶ ἀρχόμενος εἶπον, ἐναντιώσεσθέ [2] μοι. ὑμῖν γὰρ ἐπειδὴ τὸ ἀσφαλὲς τῆς ἐλευθερίας ἔδοξεν εἶναι βέβαιον, οὐκ ἀπέχρησεν ἐπὶ τούτου μένειν, ἀλλ᾽ ἐπὶ τὸ τολμᾶν καὶ νεωτεροποιεῖν ὁρμήσαντες, ἐχθρὸν δ᾽ ἴσως ἅπαν ἡγούμενοι τὸ περιεχόμενον ἐλευθερίας, καὶ μικροῦ δεῖν πρὸς ἅπαντας ἀνθρώπους πόλεμον ἀναδείξαντες, εἰς ἅπαντα τὰ κινδυνεύματα καὶ τοὺς ὑπὲρ τῆς πλεονεξίας ταύτης ἀγῶνας τοῖς ἡμετέροις ᾤεσθε δεῖν καταχρῆσθαι σώμασιν. [3] ὅσας μὲν οὖν πόλεις κατὰ μίαν καὶ δύο πολεμούσας ὑμῖν ὑπὲρ τῆς ἐλευθερίας, τὰς μὲν ἐκ παρατάξεως χειρωσάμενοι, τὰς δὲ τειχομαχίαις ἑλόντες ὑπηκόους ἐποιήσαμεν, ἐῶ. τί γὰρ δεῖ κατὰ μικρὸν λέγειν τὰς πράξεις τοσαύτην ἔχοντας λόγων ἀφθονίαν; ἀλλὰ Τυρρηνίαν ἅπασαν εἰς δώδεκα νενεμημένην ἡγεμονίας καὶ πολλῇ μὲν τῇ κατὰ γῆν, πολλῇ δὲ τῇ κατὰ θάλατταν δυναστείᾳ περιουσιάζουσαν, [p. 375] τίνες ἦσαν οἱ συγκατακτησάμενοι καὶ ποιήσαντες αὐτὴν ὑμῖν ὑπήκοον; Σαβίνους δὲ τουτουσὶ ἔθνος τηλικοῦτον, οἷς διὰ παντὸς ὁ περὶ τῶν πρωτείων πρὸς ὑμᾶς ἦν ἀγών, ποία παρέσχεν ὑμῖν βοήθεια μηκέτι διαμιλλᾶσθαι περὶ τῶν ἴσων; τί δέ; τὰς τῶν Λατίνων τριάκοντα πόλεις, οὐ μόνον δυνάμεως μεγέθει ἐπαιρομένας, ἀλλὰ καὶ ἐπὶ τῷ δικαιότερα ἀξιοῦν μεγάλα φρονούσας, τίνες ἦσαν οἱ καταδουλωσάμενοι καὶ παρασχόντες ὑπὲρ ἀνδραποδισμοῦ καὶ κατασκαφῆς τῶν πόλεων δεομένας καταφυγεῖν ἐφ᾽ ὑμᾶς; ;ΚΕΦΑΛΑΙΟΝ ΟΣΤ΄ [1] ἐῶ τἆλλα, ὅσα οὔπω διαστασιάζοντες πρὸς ὑμᾶς καὶ αὐτοί μέν γε μεταποιούμενοι τῶν ἐκ τῆς ἀρχῆς ἐλπίδων συνεκινδυνεύσαμεν ὑμῖν. ἀλλ᾽ ἐπειδὴ φανερῶς ἤδη τυραννίδα περιβεβλημένοι τὴν ἀρχὴν καὶ ἡμῖν ὥσπερ δούλοις παραχρώμενοι ἐξηλέγχθητε, ἡμεῖς τ᾽ οὐκέτι ὅμοιοι ταῖς πρὸς ὑμᾶς διανοίαις διαμένοντες, ἐν δὲ τούτῳ καὶ τὰ ὑπήκοα ὀλίγου δεῖν πάντα ἐπανίστατο, ἀρξάντων μὲν τῆς ἀποστάσεως Οὐολούσκων, ἀκολουθησάντων δ᾽ αὐτοῖς Αἰκανῶν Ἑρνίκων Σαβίνων ἄλλων συχνῶν, ἐδόκει τε οἷος οὐχ ἕτερος εἶναι καιρός, εἰ βουλομένοις ἡμῖν ἦν, δυεῖν ἐξεργάσασθαι θάτερον, ἢ καταλύσασθαι τὴν ἀρχὴν ὑμῶν ἢ πρὸς τὸ λοιπὸν ἀποδεῖξαι μετριωτέραν, ἆρα μέμνησθε, εἰς οἵαν ἀπόγνωσιν τῆς ἀρχῆς ἤλθετε καὶ ὡς ἐν παντὶ δὴ ἀθυμίας [p. 376] ἐγένεσθε, εἴτε μὴ συναρούμεθα τῶν ἀγώνων ὑμῖν, εἴτε ὀργῇ ἐφέντες ὡς τοὺς πολεμίους τρεψόμεθα, καὶ ὅσας δεήσεις καὶ ὑποσχέσεις ἐποιήσασθε; [2] τί οὖν οἱ ταπεινοὶ καὶ πρὸς ὑμῶν ὑβρισμένοι τότε ἐποιήσαμεν; ἡττηθέντες τῶν δεήσεων καὶ πεισθέντες ταῖς ὑποσχέσεσιν, αἷς ὁ βέλτιστος οὑτοσὶ Σερουίλιος ὑπατεύων τότε πρὸς τὸν δῆμον ἐποιήσατο, οὐθὲν μὲν ἐμνησικακήσαμεν ὑμῖν τῶν πάλαι, χρηστὰ δὲ περὶ τοῦ μέλλοντος ἐλπίσαντες χρόνου, παρέσχομεν ὑμῖν ἑαυτούς, καὶ πάντα τὰ πολέμια ἐν ὀλίγῳ κατεργασάμενοι χρόνῳ παρῆμεν ἄγοντες αἰχμαλώτους πολλοὺς καὶ λείας καλάς. [3] ἀνθ᾽ ὧν τίνας ἡμῖν χάριτας ἀπεδώκατε; ἆρά γε δικαίας καὶ τῶν κινδύνων ἀξίας; πόθεν; πολλοῦ γε καὶ δεῖ. ἐψεύσασθε μέν γε καὶ τὰς ὑποσχέσεις, ἃς ἐκελεύσατε τὸν ὕπατον ὑπὲρ τοῦ κοινοῦ ποιήσασθαι, αὐτὸν δὲ τὸν ἄνδρα τουτονὶ τὸν βέλτιστον, ᾧ κατεχρήσασθε πρὸς τὸν φενακισμόν, ἄμοιρον ἐποιήσατε τοῦ θριάμβου πάντων μάλιστ᾽ ἀνθρώπων ἄξιον ὄντα τῆς τιμῆς ταύτης τυχεῖν, οὐκ ἐξ ἄλλου τινὸς προσθέντες αὐτῷ τὴν ὕβριν, ἀλλ᾽ ὅτι τὰ δίκαια ποιεῖν ὑμᾶς ὡς ὑπέσχεσθε ἠξίου καὶ ἀγανακτῶν ἐπὶ τῷ φενακισμῷ δῆλος ἦν. ;ΚΕΦΑΛΑΙΟΝ ΟΖ΄ [1] ἔναγχος δὲ δὴ τοῦ χρόνου· τουτὶ γὰρ ἔτι προσθεὶς τῷ περὶ τοῦ δικαίου λόγῳ παύσομαι· ὅθ᾽ ὑμῖν Αἰκανοί τε καὶ Σαβῖνοι καὶ Οὐολοῦσκοι μιᾷ [p. 377] γνώμῃ χρησάμενοι αὐτοί τ᾽ ἐπανίσταντο καὶ τοὺς ἄλλους παρεκάλουν, οὐκ ἐφ᾽ ἡμᾶς ἠναγκάσθητε καταφυγεῖν τοὺς ταπεινοὺς καὶ φαύλους οἱ σεμνοὶ καὶ βαρεῖς, πάντα ὑπισχνούμενοι ὑπὲρ τῆς τότε σωτηρίας; καὶ ἵνα μὴ ἐξαπατᾶν ἡμᾶς αὖθις δοκῆτε, ὃ πολλάκις ἐποιήσατε, προκάλυμμα τῆς ἀπάτης Μάνιον Οὐαλέριον τουτονὶ τὸν φιλοδημότατον ἄνδρα εὕρεσθε· ᾧ πιστεύσαντες ἡμεῖς ὡς οὐκ ἂν ὑπὸ δικτάτορός τε καὶ ταῦτα χρηστοῦ περὶ ἡμᾶς ἀνδρὸς φενακισθησόμενοι συνηράμεθα ὑμῖν καὶ τοῦδε τοῦ πολέμου καὶ τοὺς ἐχθροὺς ἐνικῶμεν οὐ μικροὺς οὐδ᾽ ὀλίγους οὐδ᾽ ἀφανεῖς ἀγῶνας ὑπομείναντες. [2] θᾶττον δ᾽ ἢ κατὰ τὴν ἁπάντων ἐλπίδα τέλος εἰληφότος τὸ κάλλιστον τοῦ πολέμου τοσοῦτον ἀπέσχετε τοῦ χαίρειν καὶ πολλὴν εἰδέναι τῷ δήμῳ χάριν, ὥστε κατέχειν ἡμᾶς ἔτι ἠξιοῦτε ἄκοντας ὑπὸ ταῖς σημαίαις ἐν τοῖς ὅπλοις, ἵνα παρέλθητε τὰς ὑποσχέσεις ὥσπερ ἐξ ἀρχῆς διέγνωτε. οὐχ ὑπομένοντος δὲ τοῦ ἀνδρὸς τὸν φενακισμὸν οὐδὲ τὴν αἰσχύνην τοῦ ἔργου, ἀλλ᾽ εἰσενέγκαντος εἰς τὴν πόλιν τὰ σημεῖα καὶ διαφέντος ἐπὶ τὰ οἰκεῖα τὰς δυνάμεις, πρόφασιν ποιησάμενοι ταύτην τοῦ μὴ τὰ δίκαια ποιεῖν τοῦτον ὑβρίσατε, τῶν δὲ πρὸς ἡμᾶς ὁμολογιῶν οὐδεμίαν ἐφυλάξατε, ἀλλ᾽ ἐν τῷ αὐτῷ τρία τὰ μέγιστα παρηνομήσατε, τὸ ἀξίωμα τῆς βουλῆς καταλύσαντες καὶ τὴν πίστιν τοῦ ἀνδρὸς [p. 378] διαφθείραντες καὶ τοῖς εὐεργέταις ἀνόνητον ποιήσαντες τὴν χάριν τῶν πόνων. [3] ταῦτα δὴ καὶ ἄλλα πρὸς τούτοις ὅμοια πολλὰ ἔχοντες λέγειν πρὸς ὑμᾶς οὐκ ἀξιοῦμεν, ὦ πατρίκιοι, πρὸς ἱκεσίας καὶ δεήσεις ὑμῶν τραπέσθαι, οὐδ᾽ ὥσπερ οἱ τὰ δεινὰ δεδρακότες ἐπ᾽ ἀδείᾳ καὶ ἀμνηστίᾳ κάθοδον λαμβάνειν. οὐ μὴν ἀκριβολογεῖσθαί γε περὶ τούτων ἐν τῷ παρόντι οἰόμεθα χρῆναι, ἐπειδὴ περὶ ὁμονοίας διαλεξόμενοι συνεληλύθαμεν, ἀλλ᾽ ἀμελείᾳ καὶ λήθῃ παραδόντες αὐτὰ φέρομεν. ;ΚΕΦΑΛΑΙΟΝ ΟΗ΄ [1] ἐφ᾽ οἷς δὲ πρεσβεύετε καὶ τίνων δεόμενοι ἥκετε, τί οὐ λέγετε φανερῶς; ἐπὶ ποίαις ἐλπίσι κατελθεῖν ἡμᾶς εἰς τὴν πόλιν ἀξιοῦτε; ποίαν ἡγεμόνα τῆς ὁδοῦ λαβόντας τύχην; τίνος ὑποδεξομένης ἡμᾶς εὐθυμίας ἢ χαρᾶς; οὐδὲν γὰρ ἄχρι τοῦδε φιλάνθρωπον ὑμῶν ἢ χρηστὸν προτεινομένων ἀκούομεν, οὐ τιμάς, οὐκ ἀρχάς, οὐκ ἐπανόρθωσιν ἀπορίας, οὐκ ἄλλο ἁπλῶς οὐδ᾽ ὁτιοῦν. καίτοι οὐ λέγειν ὑμᾶς ἐχρῆν, ἃ μέλλετε ποιεῖν, ἀλλὰ ποιήσαντες λέγειν, ἵνα προειληφότες ἤδη τι ἔργον ἀπ᾽ εὐνοίας γενόμενον καὶ τὰ λοιπὰ [2] τοιαῦτα ἔσεσθαι εἰκάσωμεν. οἴομαι τοίνυν πρὸς ταῦτα ἐρεῖν αὐτούς, ὅτι περὶ πάντων ἥκουσιν. αὐτοκράτορες, ὥσθ᾽, ὅ τι ἂν πείσωμεν ἀλλήλους, τοῦτ᾽ ἔσται κύριον. ἔστω ταῦτ᾽ ἀληθῆ· γιγνέσθω τἀκόλουθα τούτοις· οὐδὲν ἀντιλέγω. βούλομαι δὲ τὰ μετὰ ταῦτ᾽ ἐσόμενα παρ᾽ αὐτῶν μαθεῖν, ἐπειδὰν εἴπωμεν ἡμεῖς, ἐφ᾽ οἷς ἀξιοῦμεν ποιεῖσθαι τὴν κάθοδον καὶ συγχωρηθῇ ταῦτα [p. 379] ὑπὸ τούτων, τίς ἐγγυητὴς ἔσται τῶν ὁμολογιῶν ἡμῖν; [3] τίνι πιστεύσαντες ἀσφαλείᾳ τὰ ὅπλα θήσομεν ἐκ τῶν χειρῶν καὶ καταστήσομεν αὖθις εἰς τὴν τούτων ἐξουσίαν τὰ σώματα; πότερον τοῖς ψηφίσμασι τῆς βουλῆς τοῖς ὑπὲρ τούτων γραφησομένοις, οὐ γὰρ δὴ γεγραμμένοις; καὶ τί πάλιν κωλύσει ἑτέροις ἀκυρωθῆναι ταῦτα ψηφίσμασιν, ὅταν Ἀππίῳ καὶ τοῖς ὅμοια φρονοῦσιν ἐκείνῳ φανῇ; ἢ τοῖς ἀξιώμασι τῶν πρεσβευτῶν, οἳ τὰς ἑαυτῶν παρέχονται πίστεις; ἀλλὰ διὰ τῶν ἀνδρῶν τούτων καὶ πρότερον ἡμᾶς ἐξηπάτησαν. ἢ ταῖς ἐπὶ τῶν θεῶν ὁμολογίαις δι᾽ ὅρκων τὰ πιστὰ πορισάμενοι παρ᾽ αὐτῶν; ἀλλ᾽ ἔγωγ᾽ ὑπὲρ ἅπασαν πίστιν ἀνθρωπίνην ταύτην δέδοικα, ἣν ὑπὸ τῶν ἐν ταῖς ἡγεμονίαις ὄντων καταφρονουμένην ὁρῶ, καὶ τὰς ἀκουσίους συμβάσεις τοῖς ἄρχειν ἀξιοῦσι πρὸς τοὺς ἐλευθερίας μεταποιουμένους, οὐ νῦν πρῶτον, ἀλλὰ καὶ πολλάκις ἤδη καταμαθών, ἐπίσταμαι τοσοῦτον ἰσχυούσας χρόνον, ὅσον ἂν αὐτῶν αἱ ἀνάγκαι κρατῶσι. [4] τίς οὖν ἡ τοιαύτη φιλία καὶ πίστις, ἐν ᾗ παρὰ γνώμην ἀλλήλους θεραπεύειν ἀναγκασθησόμεθα φυλάττοντες τοὺς οἰκείους ἑκάτεροι καιρούς; ὑποψίαι δὲ δὴ τό γε μετὰ τοῦτο καὶ διαβολαὶ συνεχεῖς κατ᾽ ἀλλήλων φθόνοι τε καὶ μίση καὶ πᾶσ᾽ ἄλλη κακῶν ἰδέα καὶ πολὺς ὁ περὶ τοῦ φθάσαι διολέσαντας τὸ ἀντίπαλον ἀγών, ὡς ἐν τῷ μέλλειν κειμένου τοῦ παθεῖν. [p. 380] ;ΚΕΦΑΛΑΙΟΝ ΟΘ΄ [1] πολέμου δὲ πολιτικοῦ ὡς ἅπαντες ἴσασι κάκιον χρῆμα οὐδέν, ἐν ᾧ τὰ μὲν κρατηθέντα ἀτυχεῖ, τὰ δὲ κρατήσαντα ἀδικεῖ, καὶ περίεστι τοῖς μὲν ὑπὸ τῶν φιλτάτων ἀπόλλυσθαι, τοῖς δὲ τὰ φίλτατα διολέσαι. ἐπὶ τοιαύταις δὴ τύχαις καὶ συμφοραῖς οὐκ εὐκταίας μήτε ὑμεῖς, ὦ πατρίκιοι, καλεῖτε ἡμᾶς, μήτε ἡμεῖς αὐτοῖς ὑπακούωμεν, ὦ δημόται, ἀλλ᾽, ὡς διῄρηκεν ἡμᾶς ἀπ᾽ ἀλλήλων ἡ τύχη, στέργωμεν. ἐχέτωσαν μὲν οὖν οὗτοι τὴν πόλιν ὅλην καὶ καρπούσθωσαν ἡμῶν δίχα καὶ τῶν ἄλλων ἀγαθῶν ἁπάντων ἀπολαυέτωσαν μόνοι, τοὺς ταπεινοὺς καὶ ἀδόξους δημότας ἐκβαλόντες ἐκ τῆς πατρίδος· ἀπαλλαττώμεθα δ᾽ ἡμεῖς, ὅποι ποτ᾽ ἂν ἡμᾶς ὁ δαίμων ἄγῃ τόπον ἀλλότριον ἐκλιπεῖν νομίσαντες, οὐ πόλιν ἰδίαν. [2] οὔτε γὰρ ἡμῶν τινι ἐνθάδε ὑπολείπεται κλῆρος γῆς οὔτε πατρῷον ἐφέστιον οὔτε ἱερὰ κοινὰ οὔτε ἀξίωμα ὡς ἐν πατρίδι, ὧν περιεχόμενοι φιλοχωροῖμεν ἂν καὶ παρὰ γνώμην μένειν, ἀλλ᾽ οὐδ᾽ ἡ μετὰ τῶν ὅπλων τοῖς σώμασι μετὰ πολλῶν πόνων ἐλευθερία· ἐπεὶ τὰ μὲν οἱ πολλοὶ πόλεμοι διέφθειραν, τὰ δ᾽ ἡ τῶν καθ᾽ ἡμέραν ἀναγκαίων σπάνις ἐξανήλωσε, τὰ δ᾽ ὑπὸ τῶν ὑπερηφάνων δανειστῶν τούτων ἀφῃρέθημεν· οἷς τελευτῶντες ἠναγκαζόμεθα τοὺς ἑαυτῶν κλήρους οἱ δείλαιοι γεωργεῖν, σκάπτοντες φυτεύοντες ἀροῦντες ποίμνια νέμοντες ὁμόδουλοι τοῖς ἑαυτῶν δορικτήτοις ἀνδραπόδοις ὄντες, οἱ μὲν ἁλύσει [p. 381] δεθέντες, οἱ δὲ πέδαις, οἱ δ᾽ ὥσπερ τὰ χαλεπώτατα τῶν θηρίων κλοιοῖς καὶ μύδροις. [3] αἰκίας δὲ δὴ καὶ προπηλακισμοὺς καὶ μάστιγας καὶ πόνους ἐκ νυκτὸς εἰς νύκτα καὶ πᾶσαν ἄλλην ὠμότητα καὶ ὕβριν καὶ ὑπερηφανίαν, ἣν ὑπεμείναμεν, ἐῶ. τοσούτων οὖν καὶ τηλικούτων ἀπηλλαγμένοι κακῶν ὑπὸ τοῦ δαίμονος, ὅση σπουδὴ καὶ δύναμις ἑκάστῳ πάρεστι φεύγωμεν ἀπ᾽ αὐτῶν ἄσμενοι τύχην καὶ θεὸν οἵπερ ἡμᾶς σώζουσιν ἡγεμόνας τῆς ὁδοῦ ποιησάμενοι, πατρίδα νομίζοντες τὴν ἐλευθερίαν καὶ πλοῦτον τὴν ἀρετήν. πᾶσα γὰρ ἡμᾶς ὑποδέξεται γῆ κοινωνούς, τὰ μὲν ἀλύπους ἐσομένους τοῖς ὑποδεξαμένοις, τὰ δ᾽ ὠφελίμους. ;ΚΕΦΑΛΑΙΟΝ Π΄ [1] παραδείγματα δὲ τούτων γενέσθωσαν ἡμῖν πολλοί τε Ἕλληνες πολλοί τε βάρβαροι, μάλιστα δ᾽ οἱ τούτων τε καὶ ἡμῶν πρόγονοι· ὧν οἱ μὲν μετ᾽ Αἰνείου συναναστάντες ἐκ τῆς Ἀσίας εἰς τὴν Εὐρώπην ἐν τῇ Λατίνων γῇ πόλιν ᾤκισαν, οἱ δ᾽ ὕστερον ἐξ Ἄλβας ἀναστάντες Ῥωμύλου τὴν ἀποικίαν ἄγοντος ἐν τοῖσδε τοῖς τόποις ἱδρύσαντο τὴν ὑφ᾽ ἡμῶν ἐκλειπομένην. [2] ὑπάρχει τε ἡμῖν δύναμις οὐκ ὀλίγῳ πλείων μόνον τῆς ἐκείνοις γενομένης, ἀλλὰ καὶ τριπλασία, καὶ πρόφασις δικαιοτέρα τῆς μεταναστάσεως. οἱ μέν γε ἐξ Ἰλίου μεταναστάντες ὑπὸ πολεμίων ἐξηλαύνοντο, ἡμεῖς δ᾽ αὐτόθεν ὑπὸ φίλων· ἐλεεινότερον δὲ δήπου τὸ πρὸς [p. 382] τῶν οἰκείων ἢ τῶν ἀλλοτρίων ἐλαύνεσθαι. οἱ δὲ Ῥωμύλῳ [3] συναράμενοι τῆς στρατείας ἐπὶ τῷ κτήσασθαι κρείττονα γῆν ὑπερεῖδον τῆς πατρῴας· ἡμεῖς δὲ τὸν ἄπολιν καὶ τὸν ἀνέστιον ἐκλείποντες βίον, οὔτε θεοῖς ἐπίφθονον οὔτε ἀνθρώποις λυπηρὰν οὔτε γῇ τινι βαρεῖαν στέλλομεν ἀποικίαν, ἀλλ᾽ οὐδὲ δι᾽ αἵματος καὶ φόνων ἐμφυλίων ἐλθόντες πρὸς τοὺς ἀπελαύνοντας ἡμᾶς, οὐδὲ πυρὶ καὶ σιδήρῳ κακώσαντες τὴν ἐκλειπομένην γῆν, οὐδ᾽ ἄλλο μνημόσυνον οὐδὲν αἰωνίου καταλιπόντες ἔχθρας, ὡς ταῖς παρεσπονδημέναις φυγαῖς καὶ εἰς ἀβουλήτους ἀνάγκας κατακλεισθείσαις ἔθος ἐστὶ [4] δρᾶν. θεούς τε ἐπιμαρτυράμενοι καὶ δαίμονας, οἳ τὰ θνητὰ πάντα κατὰ δίκην ἄγουσι, καὶ καταλιπόντες ἐκείνοις ἀναπράξασθαι τὰς ὑπὲρ ἡμῶν δίκας, ἐκεῖνο μόνον ἀξιοῦμεν, οἷς ἐστιν ἡμῶν ἐν τῇ πόλει τέκνα νήπια καὶ γονεῖς καὶ εἴ τινες ἄρα γυναῖκες ἡμῖν ἐθελήσουσι κοινωνεῖν τῆς τύχης, τὰ σώματ᾽ ἀπολαβεῖν. ταῦθ᾽ ἡμῖν ἀπόχρη λαβεῖν, καὶ οὐκέτι οὐδενὸς ἄλλου δεόμεθα τῶν ἐκ τῆς πατρίδος. ἀλλ᾽ εὐτυχεῖτε καὶ ζῆτε βίον, ὃν ἂν προαιρῆσθε, οὕτως ἀπολίτευτα καὶ ἀκοινώνητα πρὸς τοὺς ταπεινοτέρους φρονοῦντες. {{DEFAULTSORT:Ρωμαικη Αρχαιολογια 06 71}} rex8yh7v6xqaaaiagtzazno2vrrhwa0 Ρωμαϊκή Αρχαιολογία/ς/61 0 23606 148464 100321 2022-08-09T13:12:06Z Αντιγόνη 235 −[[Κατηγορία:Ιστορία]]; −[[Κατηγορία:Αρχαία και Κλασική γραμματεία]] με τη χρήση [[Commons:Help:Gadget-HotCat|HotCat]] wikitext text/x-wiki {{Κεφαλίδα | τίτλος = Κεφάλαια 61–70 | συγγραφέας = Διονύσιος ο Αλικαρνασσεύς | μεταφραστής= | ενότητα = [[Ρωμαϊκή Αρχαιολογία/ς|Ῥωμαϊκὴ Ἀρχαιολογία: Λόγος ς΄]] | προηγούμενο= [[Ρωμαϊκή Αρχαιολογία/ς/51|Κεφάλαια 51–60]] | επόμενο = [[Ρωμαϊκή Αρχαιολογία/ς/71|Κεφάλαια 71–80]] | σημειώσεις = Dionysii Halicarnasei Antiquitatum Romanarum quae supersunt, Vol I-IV. Dionysius of Halicarnassus. Karl Jacoby. In Aedibus B.G. Teubneri. Leipzig. 1885. }} ;ΚΕΦΑΛΑΙΟΝ ΞΑ΄ [1] καὶ πρὸς μὲν τὰς ὑπὸ τούτου ῥηθείσας διαβολὰς ἀρκεῖ τὰ εἰρημένα, ὑπὲρ δ᾽ ὧν βουλευσόμενοι συνεληλύθατε δοκεῖ μοι δίκαιά τ᾽ εἶναι καὶ τῆς πόλεως ἄξια καὶ συμφέροντα ὑμῖν, οὐ μόνον ἃ ἐν ἀρχαῖς ἀπεφηνάμην, ἀλλὰ καὶ νῦν ἐπὶ τῆς αὐτῆς γνώμης ἐπιμένων ἀποφαίνομαι, μὴ συγχεῖν τὸν κόσμον τῆς πολιτείας, μηδὲ κινεῖν ἔθη πατέρων ἀκίνητα, μηδ᾽ ἀναιρεῖν ἐξ ἀνθρώπων πίστιν ἱερὸν χρῆμα, μεθ᾽ ἧς ἅπασα πόλις [p. 353] οἰκεῖται ἀσφαλῶς, δήμῳ τε μὴ εἴκειν ἀγνώμονι ἀδίκων ἔργων καὶ ἀθεμίτων χρῄζοντι· [2] καὶ οὐχ ὅπως ὑποκατακλίνομαί τι τῆς γνώμης φόβῳ τῶν διαφόρων, οἳ τὸ ἐν τῇ πόλει δημοτικὸν ἐπ᾽ ἐμοὶ συνιστάντες δεδίττονταί με, ἀλλὰ πολὺ μᾶλλον ἢ πρότερον ἔρρωμαι τὴν ὀργὴν καὶ ἀγανακτῶ τοῖς αἰτήμασι τοῦ δήμου διπλασίως· ὑμῶν τ᾽ ὦ βουλή, τὸ παράλογον τῆς γνώμης τεθαύμακα, ὅτι οὐκ ἐπιτρέψαντες αὐτῷ, ὅτε οὔπω φανερὸς ἦν πολέμιος, χρεῶν ἀποκοπὰς καὶ κατακριμάτων ἀφέσεις αἰτουμένῳ, νῦν ἐπεὶ ἐν τοῖς ὅπλοις ἐστὶ καὶ τὰ πολεμίων δρᾷ, ταῦτ᾽ εἰ συγχωρήσετε βουλεύεσθε καὶ ὅ τι κἂν ἄλλο τι αὐτῷ δοκῇ· δόξει δὲ δήπου, καὶ πρῶτον ποιήσεται τῶν ἀξιουμένων, ἰσότιμον εἶναι καὶ [3] τῶν αὐτῶν ἡμῖν μετέχειν. οὐκοῦν εἰς δημοκρατίαν περιστήσεται τὰ πράγματα τὴν ἀμαθεστάτην, ὥσπερ ἔφην, τῶν ἐν ἀνθρώποις πολιτειῶν καὶ ὑμῖν ἀσύμφορον τοῖς ἀξιοῦσιν ἄρχειν ἑτέρων; οὐκ, ἐάν γε σωφρονῆτε ὑμεῖς. ἢ πάντων ἂν εἴητε ἀφρονέστατοι, εἰ πρὸς ἑνὸς ἄρχεσθαι τυραννικοῦ ἀνδρὸς οὐκ ἀνασχετὸν ἡγησάμενοι δήμῳ τυραννίδι πολυκεφάλῳ νῦν ὑμᾶς αὐτοὺς παραδώσετε, καὶ ταῦτ᾽ οὐ μετὰ χαρίτων αὐτῷ πείθοντι συγχωρήσετε ὑπό τ᾽ ἀνάγκης κρατηθέντες καὶ ὡς οὐκ ἐξὸν ἄλλο τι δρᾶν νῦν ἡμῖν παρὰ γνώμην [p. 354] [4] εἴξαντες. ὅταν δὲ τὸ ἀνόητον ἀντὶ τοῦ κολάζεσθαι ἐφ᾽ οἷς ἂν πλημμελήσῃ καὶ τὸ τιμᾶσθαι δι᾽ αὐτὰ προσλάβῃ, πῶς δοκεῖτε αὔθαδες ἔσται καὶ ὑπερήφανον; μὴ γὰρ δὴ ἐκείνῃ τῇ ἐλπίδι ἐπαίρεσθε, ὡς μετριάσει περὶ τὰς ἀξιώσεις ὁ δῆμος, ἐὰν φανερὸν αὐτῷ γένηται, ὅτι ὑμεῖς ἅπαντες ἐψηφίσασθε οὕτως. ;ΚΕΦΑΛΑΙΟΝ ΞΒ΄ [1] ἀλλὰ πλεῖστον δὴ ἐν τούτῳ Μενήνιος ἐψεύσθη τῆς δόξης, ἀνὴρ σώφρων, ὃς ἐκ τῶν ἑαυτοῦ τρόπων τεκμαίρεται χρηστὰ ὑπὲρ ἑτέρων. ἐγκείσεται γὰρ ὑμῖν πέρα τοῦ δέοντος βαρὺς ὑπό τ᾽ αὐθαδείας, ἣ φιλεῖ περὶ τὸ κρατοῦν ἀεὶ γίνεσθαι, καὶ ἀφροσύνης, ἧς πλεῖστον ὄχλος μετέχει μέρος· κἂν εἰ μὴ ἐν ἀρχαῖς, χρόνῳ γοῦν ὕστερον καὶ ἐφ᾽ ἑκάστῳ χρήματι, ὧν ἂν δεηθεὶς μὴ τύχῃ, τὰ ὅπλα λαβὼν τὸν αὐτὸν τρόπον ὑμῖν σοβαρῶς ἐπιθήσεται. ὥστ᾽ εἰ τὰ πρῶτα συγχωρήσετε συμφέροντα εἶναι νομίσαντες, ἕτερόν τι χεῖρον εὐθὺς ἐπιταχθήσεσθε καὶ αὖθις ἄλλο τούτου χαλεπώτερον, ὡς φόβῳ καὶ τὰ πρῶτα ὑπακούσαντες, ἕως ἐκβάλωσιν ὑμᾶς τελευτῶντες τῆς πόλεως, ὡς ἐν πολλαῖς ἄλλαις καὶ τὰ τελευταῖα ἐν Συρακούσαις οἱ γεωμόροι πρὸς τῶν πελατῶν ἐξηλάθησαν. [2] εἰ δ᾽ ἐπ᾽ ἐκείνων ἀγανακτήσαντες ἐναντιώσεσθε τοῖς αἰτήμασι, τί δή ποτ᾽ οὐκ αὐτόθεν ἄρχεσθε ἐλεύθερα φρονήματα ἔχειν; κρεῖττον γὰρ ἀπ᾽ [p. 355] ἐλάττονος αἰτίας ὁρμηθέντας πρὶν ἢ βλαβῆναί τι ἀποδείξασθαι τὸ γενναῖον, ἢ πολλὰ ὑπομείναντας τότε ἀγανακτεῖν περὶ τῶν γεγονότων καὶ μὴ ἐπιτρέπειν τὰ λοιπὰ καὶ ὀψὲ ἄρξασθαι νοῦν ἔχειν. φοβείτω δ᾽ ὑμῶν μηδένα μήτε ὁ τῶν ἀποστατῶν ἀνασεισμὸς μήτε ὁ τῶν ἀλλοφύλων πόλεμος· μήτε καταγινώσκετε τῆς οἰκείας δυνάμεως ὡς οὐχ ἱκανῆς οὔσης διασῶσαι τὴν πόλιν. [3] ἡ μὲν γὰρ τῶν φυγάδων βραχεῖά ἐστιν ἰσχὺς καὶ οὔτε πολὺν ἀνθέξει χρόνον διαμένουσα, ὥσπερ νῦν, ὑπαίθριος μένει ὑπὸ καλύβαις ὥρᾳ ἔτους χειμερίῳ, πορίζεσθαι δὲ τὰ ἐπιτήδεια οὐχ ὅπως δι᾽ ἁρπαγῆς ἔτι δυνησομένη ἐπειδὰν τὰ ὄντα ἀναλώσῃ, ἀλλ᾽ οὐδ᾽ ἂν ἄλλοθεν ὠνητὰ ἐπεισάγεσθαι διὰ πενίαν, οἷς οὔτε ἰδίᾳ οὔτ᾽ ἐν κοινῷ χρήματά ἐστιν· οἱ δὲ πόλεμοι ταῖς περιουσίαις τῶν χρημάτων ὡς τὰ πολλὰ ἀντέχουσιν· ἀναρχία τ᾽ αὐτοῖς ὡς εἰκὸς καὶ στάσις ἐκ τῆς ἀναρχίας ἐμπεσοῦσα ταχὺ διαχεῖ καὶ διαλύσει τὰ βουλεύματα. [4] οὐ γὰρ δὴ ἀξιώσουσιν οὔτε Σαβίνοις οὔτε Τυρρηνοῖς οὔτ᾽ ἄλλοις τισὶ τῶν ἀλλοφύλων παραδόντες σφᾶς αὐτούς, ἐκείνοις δουλεύειν, ὧν καὶ αὐτοί ποτ᾽ ἀφείλοντο τὴν ἐλευθερίαν σὺν ὑμῖν, καὶ μάλιστα οὐδὲ πιστευθήσονται πρὸς αὐτῶν οἱ κακῶς αὑτῶν τὴν πατρίδα καὶ αἰσχρῶς ἀπολέσαι προθυμηθέντες, μὴ οὐχὶ ὅμοια δράσειν τὴν ὑποδεξαμένην. ἀριστοκρατεῖται δὲ [p. 356] καὶ τα ἔθνη τὰ πέριξ ὑμῶν ᾶπαντα, καὶ το δημοτικὸν ἐν οὐδεμιᾷ πόλει μεταποιεῖται τῶν ἰσων, ὥστε οὐ δήπου οἱ προὔχοντες ἐν ἑκάστῃ πόλει τὸν οἰκεῖον οὐκ ἐῶντες παρακινεῖν ὄχλον, τοῦτον εἰσδέξονται τὸν ἔπηλυν καὶ στασιαστὴν εἰς τὴν ἑαυτῶν πατρίδα, μὴ μεταδόντες αὐτοὶ τῶν ὁμοίων σὺν χρόνῳ στερήσονται τῶν ἴσων. [5] εἰ δ᾽ ἄρα γε γνώμης ἁμάρτοιμι καὶ παραδέξαιτό τις αὐτοὺς πόλις, ἐνταῦθα δὴ διαγινώσκοινθ᾽ ὡς ἄν πολέμιοί τε ὄντες καὶ τὰ πολεμίων πεισόμενοι. ἔχομεν δ᾽ αὐτῶν ὅμηρα πατέρας καὶ γαμετὰς καὶ τὴν ἄλλην συγγένειαν, ὧν οὐδ᾽ ἂν εὐχόμενοι κρείττονα παρὰ θεῶν αἰτησαίμεθα· οὓς ἐν ὄψει τῶν συγγενῶν στήσαντες ἀπολοῦμεν, εἰ τολμήσαιεν ὁμόσε χωρεῖν, ὡς ταῖς ἐσχάταις λώβαις διαχρησόμενοι. καὶ αὐτούς, εἰ τοῦτο μάθοιεν, εὖ ἴστε, ὅτι λήψεσθε ἀντιβολοῦντας, ὀλοφυρομένους, παραδιδόντας σφᾶς αὐτοὺς ἡμῖν δίχα τῶν ὅπλων, ἅπαντα ὑπομένοντας. δειναὶ γὰρ αἱ τοιαίδε ἀνάγκαι καὶ πάντας τοὺς αὐθάδεις λογισμοὺς κλάσαι καὶ καταβαλεῖν εἰς τὸ μηδέν. ;ΚΕΦΑΛΑΙΟΝ ΞΓ΄ [1] ὧν μὲν ὀὴ χάριν τὸν ἐκ τῶν φυγάδων πόλεμον οὐκ ἀξιῶ δεδιέναι ταῦτ᾽ ἐστι· τὰ δ᾽ ἐκ τῶν ἀλλοεθνῶν φοβερὰ οὐ νῦν πρῶτον ἐξετασθήσεται μέχρι λόγου τοιαῦτα ὄντα, ἀλλὰ καὶ πρότερον, ὁσάκις ἡμῖν πεῖραν ἑαυτῶν ἔδωκαν, ἐλάττω τῆς δόξης διεφάνη. [p. 357] ὅσοι δ᾽ οὐχ ἱκανὴν οἴονται τὴν οἰκείαν δύναμιν τῆς πόλεως καὶ τῇδε μάλιστα ὀρρωδοῦσι τὸν πόλεμον, μαθέτωσαν οὐχ ἱκανῶς αὐτῆς ᾐσθημένοι. [2] πρὸς μέν γε τοὺς ἀφεστηκότας τῶν πολιτῶν ἀντίπαλον χεῖρα ἕξομεν, εἰ βουλοίμεθα τῶν θεραπόντων ἐπιλεξάμενοι τοὺς ἀκμαιοτάτους ἐλευθερῶσαι. κρεῖττον γὰρ τὴν ἐλευθερίαν χαρίσασθαι τούτοις ἢ τὴν ἡγεμονίαν ὑπ᾽ ἐκείνων ἀφαιρεθῆναι. ἔχουσι δὲ τῶν πολεμικῶν ἐμπειρίαν ἱκανὴν πολλάκις ἡμῖν παραγενόμενοι κατὰ τὰς στρατείας. [3] πρὸς δὲ τοὺς ἔξωθεν πολεμίους αὐτοί τε χωρῶμεν ἁπάσῃ προθυμίᾳ καὶ τοὺς πελάτας ἅπαντας ἐπαγώμεθα καὶ τοῦ δημοτικοῦ τὸ περιόν. ἵνα δὲ πρόθυμον ᾗ πρὸς τοὺς ἀγῶνας, ἄφεσιν αὐτῷ χαρισώμεθα τῶν χρεῶν, μὴ κοινήν, ἀλλὰ κατ᾽ ἄνδρα. εἰ γάρ τι δεῖ τοῖς καιροῖς εἴξαντας μετριάσαι, μὴ πρὸς τοὺς πολεμίους τῶν πσλιτῶν τοῦτ᾽ ἔστω τὸ μέτριον, ἀλλὰ πρὸς τοὺς φίλους, οἷς οὐκ ἀναγκαζόμενοι τὰς χάριτας διδόναι δόξομεν, ἀλλὰ πειθόμενοι. ἐὰν δὲ καὶ ἄλλης ἐπιδέῃ βοηθείας, ὡς ταύτης οὐκ οὔσης ἱκανῆς, τούς τ᾽ ἐκ τῶν φρουρίων μεταπεμπώμεθα, καὶ τοὺς ἐν ταῖς ἀποικίαις ἀνακαλῶμεν. [4] τοῦτο δ᾽ ὅσον ἐστὶ πλῆθος ἐκ τῆς ἔγγιστα γενομένης τιμήσεως μαθεῖν ῥᾴδιον ἂν εἴη. τρισκαίδεκα μυριάδες εἰσὶ Ῥωμαίων τῶν ἐν ἥβῃ τετιμημένων, ὧν οὐκ ἂν εἴη μέρος ἕβδομον τὸ φυγαδικόν. οὐ λέγω δὲ τὰς Λατίνων τριάκοντα πόλεις, αἳ μετὰ πολλῆς εὐχῆς δέξαιντ᾽ ἂν τοὺς ὑπὲρ ἡμῶν ἀγῶνας διὰ [p. 358] τὸ συγγενές, ἐὰν ψηφίσησθε αὐταῖς ἰσοπολιτείαν μόνον, ἧς αἰεὶ διατελοῦσι δεόμεναι. ;ΚΕΦΑΛΑΙΟΝ ΞΔ΄ [1] ὃ δὲ πάντων ἐστὶ κράτιστον ἐν τοῖς πολέμοις, καὶ οὔτε ὑμεῖς αὐτοὶ ἐνεθυμήθητέ πω, οὔτε τῶν συμβούλων οὐδεὶς λέγει, τοῦτο προσθεὶς παύσομαι. οὐδενὸς οὕτω δεῖ τοῖς μέλλουσιν εὐτυχὲς ἕξειν τὸ τῶν ἀγώνων τέλος, ὡς στρατηγῶν ἀγαθῶν. τούτων ἡ μὲν ἡμετέρα πλουτεῖ πόλις, αἱ δὲ τῶν ἀντιπάλων σπανίζουσιν. [2] αἱ μὲν οὖν πολυοχλοῦσαι δυνάμεις, ὅταν λάβωσιν ἡγεμόνας οὐκ εἰδότας ἄρχειν, ἀσχημονοῦσι καὶ περὶ αὑταῖς σφάλλονται τὰ πλεῖστα, καὶ τοσούτῳ μᾶλλον κακοπαθοῦσιν, ὅσῳπερ ἂν μείζονα ἔχωσι πόνον. οἱ δ᾽ ἀγαθοὶ στρατηλάται, κἂν μικρὰς λάβωσι δυνάμεις, ταχέως ποιοῦσιν αὐτὰς μεγάλας. ὥστ᾽ ἄχρις ἂν ἡγεῖσθαι δυναμένους ἄνδρας ἔχωμεν, οὐκ ἀπορήσομεν τῶν ἄρχεσθαι βουλομένων. [3] ἐνθυμούμενοι δὴ ταῦτα καὶ τῶν ἔργων τῆς πόλεως μεμνημένοι μηδὲν ταπεινὸν μηδ᾽ ἀγεννὲς μηδ᾽ ἀνάξιον ὑμῶν αὐτῶν ψηφίσησθε. τί οὖν, εἴ τις ἔροιτό με, τι πράττειν ὑμῖν παραινῶ; τουτὶ γὰρ ἴσως πάλαι γνῶναι σπεύδετε. μηδένα μήτε πρεσβείαν πέμπειν πρὸς τοὺς ἀφεστηκότας, μήτε ἄφεσιν ψηφίσασθαι τῶν χρεῶν, μήτ᾽ ἄλλο ποιεῖν μηδέν, ὅ τι δόξειεν ἂν φόβου τεκμήριον εἶναι καὶ ἀμηχανίας· ἐὰν δὲ καταθέμενοι τὰ ὅπλα κατέλθωσιν [p. 359] εἰς τὴν πόλιν καὶ παράσχωσιν ὑμῖν βουλεύσασθαι περὶ σφῶν αὐτῶν, καθ᾽ ἡσυχίαν ἐξετάσαντας τότε χρῆσθαι μετριότητι πρὸς αὐτοὺς εἰδότας, ὅτι πᾶν τὸ ἀνόητον, ἄλλως τε κἂν ὄχλος ᾖ, πρὸς μὲν τοὺς ταπεινοὺς αὔθαδες γίνεσθαι φιλεῖ, πρὸς δὲ τοὺς αὐθάδεις ταπεινοῦσθαι. ;ΚΕΦΑΛΑΙΟΝ ΞΕ΄ [1] παυσαμένου δὲ τοῦ Κλαυδίου μεγάλη φωνὴ καὶ θόρυβος ἐξαίσιος ἄχρι πολλοῦ χρόνου κατεῖχε τὸ συνέδριον. οἱ μὲν γὰρ ἀριστοκρατικοὶ δοκοῦντες εἶναι καὶ τὰ δικαιότερα πρὸ τῶν ἀδίκων οἰόμενοι δεῖν σκοπεῖν τῇ Κλαυδίου γνώμῃ προσετίθεντο καὶ τοὺς ὑπάτους ἠξίουν μάλιστα μὲν τῇ κρείττονι προσχωρῆσαι μερίδι διαλογιζομένους, ὅτι βασιλικὸν ἔχουσι τὸ τῆς ἀρχῆς κράτος, οὐ δημοτικόν· εἰ δὲ μή γε, φυλάττειν αὑτοὺς ἴσους καὶ μὴ κατισχύειν μηδετέραν τῶν στάσεων, διαριθμησαμένους δὲ τὰς γνώμας τῶν συνέδρων ταῖς πλείοσι γνώμαις στοιχεῖν. [2] εἰ δὲ τούτων ἀμφοτέρων ὑπεριδόντες αὐτοκράτορας αὑτοὺς ποιήσουσι τῶν διαλύσεων, οὐκ ἐπιτρέψειν αὐτοῖς ἔλεγον, ἀλλ᾽ ἐναντιώσεσθαι πάσῃ προθυμίᾳ λόγοις τ᾽ ἄχρις ἂν ἐξῇ, χρώμενοι καὶ ὅπλοις, ὅταν ἀναγκαῖον γένηται· ἦν δὲ τοῦτο στῖφος καρτερὸν καὶ σχεδὸν ἅπασα τῶν πατρικίων ἡ νεότης ταύτης εἴχετο τῆς προαιρέσεως. [3] οἱ δὲ τῆς εἰρήνης ἐπιθυμοῦντες τῇ Μενηνίου τε καὶ Οὐαλερίου γνώμῃ προσέκειντο καὶ μάλιστα οἱ προβεβηκότες ταῖς ἡλικίαις ἐνθυμούμενοι τὰς συμφοράς, ὅσαι καταλαμβάνουσι τὰς πόλεις ἐκ τῶν ἐμφυλίων πολέμων. [p. 360] ἐξηττώμενοι δὲ τῆς κραυγῆς τῶν νέων καὶ τῆς ἀκοσμίας τό τε φιλότιμον αὐτῶν ὑφορώμενοι καὶ τὸν ἐπιπολασμόν, ὃν ἐποιοῦντο κατὰ τῶν ὑπάτων, δεδιότες, ὡς οὐ πρόσω χειροκρασίας ἐλευσόμενον, εἰ μή τις αὐτοῖς εἴξειεν, εἰς δάκρυα καὶ δεήσεις τῶν ἐναντιουμένων τελευτῶντες ἐτράποντο. ;ΚΕΦΑΛΑΙΟΝ ΞΣΤ΄ [1] λωφήσαντος δὲ τοῦ θορύβου καὶ σιωπῆς γενομένης σὺν χρόνῳ διαλεχθέντες τι πρὸς αὑτοὺς οἱ ὕπατοι τέλος ἐξήνεγκαν τῆς ἑαυτῶν γνώμης τοιόνδε· ἡμεῖς, ὦ βουλή, μάλιστα μὲν ἠξιοῦμεν ἅπαντας ὑμᾶς ὁμογνωμονεῖν, ἄλλως τε καὶ ταῦτα περὶ κοινῆς σωτηρίας βουλευομένους· εἰ δὲ μή, τοῖς πρεσβυτέροις ὑμῶν εἴκειν τοὺς νεωτέρους καὶ μὴ φιλονεικεῖν ἐνθυμουμένους, ὅτι κἀκείνοις εἰς ταύτην ἐλθοῦσι τὴν ἡλικίαν τῆς ἴσης ὑπάρξει τυγχάνειν τιμῆς παρὰ τῶν ἐγγόνων. ἐπεὶ δ᾽ ὁρῶμεν εἰς ἔριν ὑμᾶς ἐκπεπτωκότας ὀλεθριωτάτην τῶν ἀνθρωπίνων νόσων καὶ πολλὴν τὴν αὐθάδειαν ὁμιλοῦσαν ὑμῶν τοῖς νέοις, νῦν μὲν ἐπεὶ βραχὺ τὸ λειπόμενόν ἐστι τῆς ἡμέρας καὶ οὐκ ἂν δύναιτο τέλος ἐν τούτῳ λαβεῖν τὰ δόξαντα ὑμῖν, ἄπιτ᾽ ἐκ τοῦ συνεδρίου· εἰς δὲ τὸν ἐπιόντα σύλλογον ἥξετε μετριώτεροι γενόμενοι καὶ γνώμας ἔχοντες ἀμείνους. [2] εἰ δὲ παραμενεῖ τὸ φιλόνεικον ὑμῖν, νέοις μὲν οὔτε δικασταῖς οὔτε συμβούλοις ἔτι τῶν συμφερόντων χρησόμεθα, [p. 361] ἀλλὰ καὶ εἰς τὸ λοιπὸν ἀνείρξομεν αὐτῶν τὴν ἀκοσμίαν νόμῳ τάξαντες ἀριθμὸν ἐτῶν, ὃν δεήσει τοὺς βουλεύσοντας ἔχειν· τοῖς δὲ πρεσβυτέροις ἀποδόντες λόγον αὖθις, ἐὰν μηδὲν συμφέρωνται ταῖς γνώμαις, ταχείᾳ τὴν φιλονεικίαν αὐτῶν λύσομεν ὁδῷ, ἣν ἄμεινόν ἐστιν ὑμᾶς προακοῦσαι καὶ μαθεῖν. [3] ἴστε δήπου νόμον ἡμῖν ὑπάρχοντα, ἐξ οὗ τήνδε οἰκοῦμεν τὴν πόλιν, πάντων εἶναι κυρίαν τὴν βουλήν, πλὴν ἀρχὰς ἀποδεῖξαι καὶ νόμους ψηφίσαι καὶ πόλεμον ἐξενεγκεῖν ἢ τὸν συνεστῶτα καταλύσασθαι· τούτων δὲ τῶν τριῶν τὸν δῆμον ἔχειν τὴν ἐξουσίαν ψῆφον ἐπιφέροντα. ἐν δὲ τῷ παρόντι οὐχ ὑπὲρ ἑτέρου τινὸς ἢ πολέμου καὶ εἰρήνης βουλευόμεθα, ὥστε πολλὴ ἀνάγκη τὸν δῆμον ἐπικυρῶσαι τὰς ἡμετέρας γνώμας ψήφου γενόμενον κύριον. [4] παραγγείλαντες δὴ τῷ πλήθει παρεῖναι κατὰ τόνδε τὸν νόμον εἰς τὴν ἀγοράν, ἐπειδὰν ὑμεῖς ἀποδείξησθε τὰς γνώμας, ἀποδώσομεν αὐτῷ τὴν ψῆφον, οὕτως ἂν μάλιστα νομίσαντες ἀρθῆναι τὴν ἔριν ὑμῶν· ὅ τι δ᾽ ἂν οἱ πλείους ψηφίσωνται, τοῦθ᾽ ἡγησόμεθα κύριον. ἄξιοι δὲ δήπου ταύτης εἰσὶ τῆς τιμῆς τυγχάνειν οἱ διαμένοντες εὖνοι τῇ πόλει καὶ μέλλοντες ἰσομοιρεῖν ἡμῖν κακῶν τε καὶ ἀγαθῶν. ;ΚΕΦΑΛΑΙΟΝ ΞΖ΄ [1] ταῦτ᾽ εἰπόντες διέλυσαν τὸν σύλλογον· ταῖς δ᾽ ἑξῆς ἡμέραις παραγγεῖλαι κελεύσαντες ἅπασι τοῖς κατὰ τοὺς ἀγροὺς καὶ τὰ φρούρια παρεῖναι καὶ τῇ βουλῇ προαγορεύσαντες ἥκειν εἰς τὴν αὐτὴν ἡμέραν, ἐπειδὴ κατέμαθον ὄχλου μεστὴν οὖσαν τὴν πόλιν [p. 362] καὶ τὰς γνώμας τῶν πατρικίων ἐξηττωμένας τῶν δεήσεων, ἃς ἐποιοῦντο σὺν οἰμωγῇ καὶ ὀδυρμῷ πατέρες τε καὶ παιδία νήπια τῶν ἀποστατῶν, τῇ κυρίᾳ τῶν ἡμερῶν ἐξῄεσαν ἐπὶ τὴν ἀγορὰν στενοχωρουμένην ἐκ [2] πολλῆς ἔτι νυκτὸς ἅπασαν ὄχλῳ παντοδαπῷ. καὶ παρελθόντες ἐπὶ τὸ ἱερὸν τοῦ Ἡφαίστου, ἔνθα ἦν ἔθος αὐτοῖς τὰς ἐκκλησίας ἐπιτελεῖν, πρῶτον μὲν ἐπῄνεσαν τὸν δῆμον ἐπὶ τῇ σπουδῇ καὶ προθυμίᾳ τῆς κατὰ πλῆθος ἀφίξεως· ἔπειτα παρεκάλεσαν ἐκδέχεσθαι μεθ᾽ ἡσυχίας, ἕως ἂν γένηται τὸ προβούλευμα τῆς βουλῆς· τοῖς δ᾽ οἰκείοις τῶν ἀποστατῶν ἀγαθὰς παρῄνουν ἐλπίδας ἔχειν, ὡς οὐ διὰ μακροῦ κομιουμένοις τὰ φίλτατα, καὶ μετὰ τοῦτο παρελθόντες εἰς τὸ συνέδριον αὐτοί τε διελέχθησαν ἐπιεικεῖς καὶ μετρίους λόγους, καὶ τοὺς ἄλλους ἠξίουν χρηστὰς καὶ φιλανθρώπους ἀποδείκνυσθαι γνώμας. πρῶτον δὲ τῶν ἄλλων ἐκάλουν τὸν Μενήνιον· ὃς ἀναστὰς τοῖς αὐτοῖς ἐχρήσατο λόγοις οἷς καὶ πρότερον ἐπὶ τὰς διαλλαγὰς τὴν βουλὴν παρακαλῶν καὶ γνώμην ἀπεφήνατο τὴν αὐτὴν ἀξιῶν πρεσβείαν ἀποστέλλειν πρὸς τοὺς ἀφεστηκότας διὰ ταχέων αὐτοκράτορα τῶν διαλλαγῶν. ;ΚΕΦΑΛΑΙΟΝ ΞΗ΄ [1] μετὰ τοῦτον ἀνίσταντο καλούμενοι καθ᾽ ἡλικίαν οἱ τὴν ὑπατικὴν ἐσχηκότες ἀρχήν, οἷς ἅπασιν ἐδόκει τῇ Μενηνίου χρῆσθαι γνώμῃ, τέως καθῆκεν ὁ λόγος εἰς τὸν Ἄππιον. ὁ δ᾽ ἀναστάς, ὁρῶ μέν, ἔφησεν, ὅτι καὶ τοῖς ὑπάτοις ἐστὶ κεχαρισμένον, ὦ βουλή, καὶ τοῖς ἄλλοις ὑμῖν ὀλίγου δεῖν πᾶσι κατάγειν τὸν δῆμον, ἐφ᾽ οἷς ἂν αὐτὸς ἀξιοῖ· καὶ μόνος ἐξ ἁπάντων [p. 363] ἐγὼ λείπομαι τῶν ἐναντιωθέντων πρὸς τὰς διαλύσεις ἐκείνοις τ᾽ ἀπεχθὴς διαμένων καὶ ὑμῖν οὐδὲν ἔτι χρήσιμος ὤν. [2] οὐ μὴν διὰ ταῦτά γ᾽ ἀποστήσομαι τῶν ἐξ ἀρχῆς ἐγνωσμένων οὐδὲ καταλείψω τὴν τάξιν τῆς πολιτείας ἑκών. ὅσῳ δ᾽ ἂν ἐρημότερος γένωμαι τῶν τὰ αὐτά μοι προελομένων, τοσούτῳ τιμιώτερος ὑμῖν ἔσομαί ποτ᾽ ἐν χρόνῳ, καὶ περιέσται μοι ζῶντι μὲν ἔπαινος, τελευτήσαντι δ᾽ ἡ παρὰ τῶν ἐπιγινομένων μνήμη. εἴη μὲν οὖν, ὦ Καπετώλιε Ζεῦ καὶ θεοὶ πόλεως ἐπίσκοποι τῆς ἡμετέρας ἥρωές τε καὶ δαίμονες, ὅσοι γῆν τὴν Ῥωμαίων ἐφορᾶτε, καλὴ καὶ συμφέρουσα πᾶσιν ἡ τῶν φυγάδων κάθοδος, καὶ ψευσθείην ἐγὼ τῶν ἐλπίδων, [3] ἃς ὑπὲρ τοῦ μέλλοντος ἔχω χρόνου. ἐὰν δέ τι δεινὸν ἐκ τούτων καταλάβῃ τῶν βουλευμάτων τὴν πόλιν· ἔσται δὲ τοῦτο φανερὸν οὐκ εἰς μακράν· τούτοις μὲν ταχεῖαν ἐπανόρθωσιν αὐτοὶ δοίητε καὶ σωτηρίαν τοῖς πράγμασιν ἀσφαλῆ, ἐμοὶ δ᾽, ὃς οὔτ᾽ ἐν ἄλλῳ καιρῷ πώποτε τὰ ἥδιστα εἱλόμην λέγειν ἀντὶ τῶν ὠφελιμωτάτων οὔτε νῦν προδίδωμι τὸ κοινὸν ἰδίαν καταπραττόμενος ἀσφάλειαν, [4] εὐμενεῖς εἴητε καὶ μειλίχιοι. θεοῖς μὲν δὴ ταῦτα εὔχομαι, λόγων γὰρ οὐδὲν ἔτι δεῖ· γνώμην δ᾽, ἣν καὶ πρότερον ἀποφαίνομαι, τοὺς μὲν ἐν τῇ πόλει διαμένοντας τῶν δημοτικῶν ἀφίεσθαι χρεῶν, τοῖς δ᾽ ἀποστάταις πολεμεῖν ἁπάσῃ προθυμίᾳ, τέως ἂν ἔτι διαμένωσιν ἐν τοῖς ὅπλοις. [p. 364] ;ΚΕΦΑΛΑΙΟΝ ΞΘ΄ [1] ταῦτ᾽ εἰπὼν ἐπαύσατο. ἐπεὶ δ᾽ αἱ τῶν πρεσβυτέρων γνῶμαι τῇ Μενηνίου προσέθεντο, καὶ καθῆκεν ὁ λόγος ἐπὶ τοὺς νεωτέρους, ὀρθῆς οὔσης ἁπάσης τῆς βουλῆς ἀνίσταται Σπόριος Ναύτιος, οἰκίας ἐν τοῖς πάνυ λαμπροτάτης διάδοχος· ὁ γὰρ ἡγεμὼν αὐτῶν τοῦ γένους Ναύτιος ἀπὸ τῶν σὺν Αἰνείᾳ στειλάντων τὴν ἀποικίαν, ὃς ἦν Ἀθηνᾶς ἱερεὺς Πολιάδος καὶ τὸ ξόανον ἀπηνέγκατο τῆς θεᾶς μετανιστάμενος, ὃ διεφύλαττον ἄλλοι παρ᾽ ἄλλων μεταλαμβάνοντες οἱ τοῦ γένους ὄντες τοῦ Ναυτίων· ὃς ἐδόκει καὶ διὰ τὴν οἰκείαν ἀρετὴν λαμπρότατος εἶναι τῶν νέων, καὶ οὐκ εἰς μακρὰν τῆς ὑπατικῆς ἐξουσίας τεύξεσθαι. [2] ἀρξάμενος δ᾽ ἀπολογεῖσθαι κοινὴν ἀπολογίαν ὑπὲρ ἁπάντων τῶν νέων, ὡς οὔτε φιλονεικίᾳ τῇ πρὸς τοὺς πατέρας οὔτε αὐθαδείᾳ χρησαμένων, ὅτε τὴν ἐναντίαν ἔσχον ἐν τῇ προτέρᾳ βουλῇ προαίρεσιν, ἀλλ᾽ εἴπερ ἄρα ἡμάρτανον διὰ τὴν ἡλικίαν γνώμῃ σφαλέντων, τελευτῶν ἔφη τὸ πιστὸν τούτου παρέξεσθαι τὴν μεταβολήν. συγχωρεῖν γοῦν αὐτοῖς ὡς ἄμεινον φρονοῦσιν ἐπιψηφίζεσθαι πᾶν, ὅ τι ἂν ἡγῶνται τῷ κοινῷ συμφέρειν, ὡς οὐδὲν σφῶν γε πρὸς ταῦτ᾽ ἐναντιωσομένων, ἀλλὰ [3] πεισομένων τοῖς πρεσβυτέροις. ὅμοια δὲ τούτῳ καὶ τῶν ἄλλων νέων ἀποφηναμένων ἐκτὸς ὀλίγων τινῶν πάνυ τῶν Ἀππίου συγγενῶν ἐπαινέσαντες τὴν εὐκοσμίαν αὐτῶν οἱ ὕπατοι καὶ παρακαλέσαντες εἰς πάντα [p. 365] τὰ κοινὰ τοιούτους ἑαυτοὺς παρέχειν πρεσβευτὰς εἵλοντο δέκα τοὺς ἐπιφανεστάτους τῶν πρεσβυτέρων, ἐκτὸς ἑνὸς ἅπαντας ὑπατικούς. οἱ δ᾽ ἀποδειχθέντες ἦσαν οἵδε· Ἀγρίππας Μενήνιος Γαΐου υἱὸς Λαινάτης, Μάνιος Οὐαλέριος Οὐολούσσου υἱὸς ... Πόπλιος Σερουίλιος Ποπλίου υἱὸς ... Πόπλιος Ποστούμιος Κοίντου υἱὸς Τούβερτος, Τῖτος Αἰβούτιος Τίτου υἱὸς Φλαούιος, Σέρβιος Σολπίκιος Ποπλίου υἱὸς Καμερῖνος, Αὖλος Ποστούμιος Ποπλίου υἱὸς Βάλβος, Αὖλος Οὐεργίνιος Αὔλου υἱὸς Καιλιμοντανός. [4] μετὰ ταῦτα τῆς βουλῆς διαλυθείσης οἱ μὲν ὕπατοι προελθόντες εἰς ἐκκλησίαν τὸ δόγμα τῆς βουλῆς ἀνέγνωσαν καὶ τοὺς πρεσβευτὰς παρήγαγον· ἁπάντων δ᾽ ἀξιούντων τὰς ἐντολάς, ἃς ἔδωκαν αὐτοῖς, μαθεῖν, εἶπον ἐν τῷ φανερῷ, πράττειν, ὅτῳ ἂν τρόπῳ δύνωνται, φιλίαν τῷ δήμῳ συνθέσθαι πρὸς τοὺς πατρικίους ἄτερ δόλου καὶ ἀπάτης καὶ καταγαγεῖν τοὺς φεύγοντας ἐπὶ τὰ σφέτερα ἐν τάχει. ;ΚΕΦΑΛΑΙΟΝ Ο΄ [1] ταύτας οἱ πρέσβεις παρ᾽ αὐτῶν λαβόντες τὰς ἐντολὰς αὐθημερὸν ἐξῄεσαν. φθάσασα δὲ τὴν παρουσίαν αὐτῶν ἡ φήμη διήγγειλε τοῖς ἐπὶ στρατοπέδου [p. 366] πάντα τὰ ἐν τῇ πόλει γενόμενα, καὶ αὐτίκα πάντες ἐκλιπόντες τὸ ἔρυμα ὑπήντων ἔτι καθ᾽ ὁδὸν οὖσι τοῖς πρεσβευταῖς. ἦν δέ τις ἐν τῷ στρατοπέδῳ πάνυ ταραχώδης καὶ στασιαστὴς ἀνήρ, ὀξὺς τῇ γνώμῃ προιδεῖν τι τῶν ἐσομένων ἐκ πολλοῦ, καὶ εἰπεῖν ὅ τι νοήσειεν ὡς λάλος καὶ κωτίλος οὐκ ἀδύνατος, ὃς ἐκαλεῖτο μὲν Λεύκιος Ἰούνιος, ὁμώνυμος τῷ καταλύσαντι τοὺς βασιλεῖς, ἐκπληρῶσαι δὲ τὴν ὁμωνυμίαν βουλόμενος ἠξίου καὶ Βροῦτος ἐπικαλεῖσθαι. τοῖς δ᾽ ἄρα πολλοῖς γέλως ἐπὶ τῇ κενοσπουδίᾳ τοῦ ἀνθρώπου εἰσήρχετο, καὶ ὅτε βουληθεῖεν ἐπισκώπτειν αὐτὸν Βροῦτον ἐπεκάλουν. [2] οὗτος ὁ ἀνὴρ τὸν ἡγεμόνα τοῦ στρατοπέδου Σικίννιον διδάξας, ὡς οὐκ ἄμεινον εἴη τῷ δήμῳ ῥᾳδίως ἑαυτὸν ἐπιτρέπειν τοῖς προτεινομένοις, ἵνα μὴ ἀπ᾽ ἐλάττονος ἀξιώσεως ἀτιμοτέραν εὕρηται τὴν κάθοδον, ἀλλ᾽ ἐναντιοῦσθαι μέχρι πολλοῦ καὶ τραγῳδίαν τινὰ ἐπιθεῖναι τοῖς πράγμασι προσποιητόν, ὑποσχόμενός τ᾽ αὐτὸς ἀναλήψεσθαι τὸν ὑπὲρ τοῦ δήμου λόγον τά τ᾽ ἄλλα ὑποθέμενος, ἃ χρὴ πράττειν ἢ λέγειν, ἔπεισε τὸν Σικίννιον. καὶ μετὰ τοῦτο ὁ μὲν Σικίννιος συγκαλέσας εἰς ἐκκλησίαν τὸν δῆμον ἐκέλευσε τοὺς πρεσβευτὰς ὑπὲρ ὧν ἥκουσι λέγειν. {{DEFAULTSORT:Ρωμαικη Αρχαιολογια 06 61}} asymzugd3uhj0kqlr1620ghuu8f9l6v Ρωμαϊκή Αρχαιολογία/ς/51 0 23607 148463 100322 2022-08-09T13:06:52Z Αντιγόνη 235 −[[Κατηγορία:Ιστορία]]; −[[Κατηγορία:Αρχαία και Κλασική γραμματεία]] με τη χρήση [[Commons:Help:Gadget-HotCat|HotCat]] wikitext text/x-wiki {{Κεφαλίδα | τίτλος = Κεφάλαια 51–60 | συγγραφέας = Διονύσιος ο Αλικαρνασσεύς | μεταφραστής= | ενότητα = [[Ρωμαϊκή Αρχαιολογία/ς|Ῥωμαϊκὴ Ἀρχαιολογία: Λόγος ς΄]] | προηγούμενο= [[Ρωμαϊκή Αρχαιολογία/ς/41|Κεφάλαια 41–50]] | επόμενο = [[Ρωμαϊκή Αρχαιολογία/ς/61|Κεφάλαια 61–70]] | σημειώσεις = Dionysii Halicarnasei Antiquitatum Romanarum quae supersunt, Vol I-IV. Dionysius of Halicarnassus. Karl Jacoby. In Aedibus B.G. Teubneri. Leipzig. 1885. }} ;ΚΕΦΑΛΑΙΟΝ ΝΑ΄ [1] οὕτω δὲ κακῶς ἐχόντων ἡμῖν τῶν ὑπαιθρίων οὐδὲ τὰ ἐντὸς τείχους δεινὰ ἧττόν ἐστι φοβερά. οὔτε γὰρ ὡς πολιορκησόμενοι παρεσκευάσμεθα ἐκ πολλοῦ τὰ συμμαχικὰ οὔτε πλήθει αὐτοὶ ἀποχρῶντές ἐσμεν ὡς πρὸς τοσαῦτα πολεμίων ἔθνη, τοῦ δ᾽ ὀλίγου καὶ οὐκ ἀξιομάχου πληρώματος τὸ πλεῖόν ἐστι δημοτικόν, θῆτες καὶ πελάται καὶ χειρώνακτες, οὐ πάνυ βέβαιοι τεταραγμένης ἀριστοκρατίας φύλακες. αἵ τε νῦν αὐτομολίαι συνεχεῖς αὐτῶν πρὸς τοὺς ἀφεστηκότας γινόμεναι, [2] τὸ σύμπαν ὕποπτον εἶναι παρεσκευάκασιν. ὑπὲρ ἅπαντα δὲ ταῦτα ἡ τῶν ἐπιτηδείων συγκομιδὴ κρατουμένης ὑπὸ τῶν πολεμίων τῆς γῆς ἀδύνατος οὖσα φοβεῖ τε ἤδη λιμόν, ἐπειδάν τ᾽ ἐν τῷ ἀπόρῳ γενώμεθα ἔτι μᾶλλον φοβήσει, χωρὶς δὲ τούτων ὁ μηδένα χρόνον ἡμᾶς εὐσταθεῖν ταῖς διανοίαις ἐῶν πόλεμος. ἅπαντα δ᾽ ὑπερβάλλει τὰ δεινὰ γύναια τῶν ἀποστατῶν καὶ παιδία νήπια καὶ γηραιοὶ γονεῖς, ἐν ἐσθῆσιν [p. 339] ἐλεειναῖς καὶ σχήμασι πενθίμοις περιφθειρόμενοι κατὰ τὴν ἀγορὰν καὶ τοὺς στενωποὺς κλαίοντες, ἱκετεύοντες, ἁπτόμενοι δεξιᾶς ἑκάστου καὶ γονάτων, ἀπολοφυρόμενοι τὴν κατέχουσαν αὐτοὺς καὶ ἔτι μᾶλλον καθέξουσαν ἐρημίαν, δεινὴ καὶ ἀνυπομόνητος ὄψις. [3] οὐδεὶς γοῦν ἐστιν οὕτως ὠμὸς τὸν τρόπον, ὃς οὐκ ἀνατρέπεται τὴν ψυχὴν ὁρῶν ταῦτα καὶ πάσχει τι πρὸς τὰς ἀνθρώπων τύχας. ὥστ᾽ εἰ μέλλοιμεν ἀσπείστως πρὸς τὸ δημοτικὸν ἔχειν, ἀπαλλακτέον ἡμῖν καὶ ταῦτα τὰ σώματα ἐκποδών, τὰ μὲν ὡς ἄχρηστα εἰς πολιορκίαν ἐσόμενα, τὰ δ᾽ ὡς οὐ διαμενοῦντα βεβαίως φίλα. ἀπελαυνομένων δὲ καὶ τούτων τίς ἡ φυλάξουσα τὴν πόλιν ἔτι λειφθήσεται δύναμις; ἢ τίνι πιστεύσαντες ἐπικουρίᾳ τὰ δεινὰ τολμήσομεν ὑπομένειν; ἡ μέντοι οἰκεία ἡμῶν καταφυγὴ καὶ μόνη βέβαιος ἐλπίς, ἡ τῶν πατρικίων ἀκμή, βραχεῖά ἐστιν, ὥσπερ ὁρᾶτε, καὶ οὐκ ἄξιον ἐπὶ ταύτῃ μέγα φρονεῖν. τι οὖν οἱ τὸν πόλεμον ὑπομένειν εἰσηγούμενοι ληροῦσι καὶ φενακίζουσιν ἡμᾶς, ἀλλ᾽ οὐχὶ φανερῶς παραινοῦσιν ἀναιμωτὶ καὶ δίχα πόνου παραδιδόναι τοῖς ἐχθροῖς ἤδη τὴν πόλιν; ;ΚΕΦΑΛΑΙΟΝ ΝΒ΄ [1] ἀλλ᾽ ἴσως ἔγωγε τετύφωμαι ταῦτα λέγων καὶ τὰ μὴ δεινὰ ἀξιῶ δεδιέναι· τῇ πόλει δ᾽ οὐδὲν ἕτερον ἤδη που κινδυνεύεται ἢ μεταβολή, πρᾶγμα οὐ χαλεπόν, κατὰ πολλήν τ᾽ ἂν ἡμῖν εὐπέτειαν ἐκ παντὸς ἔθνους καὶ τόπου θῆτά τε καὶ πελάτην ὄχλον εἰσδέξασθαι [p. 340] γένοιτο. τουτὶ γάρ ἐστιν, ὃ πολλοὶ θρυλοῦσι τῶν ἐναντιουμένων τῷ δημοτικῷ, καὶ μὰ Δί᾽ οὐχ οἱ φαυλότατοι. [2] εἰς τοῦτο γὰρ ἤδη τινὲς ἥκουσιν εὐηθείας, ὥστε μὴ γνώμας εἰσηγεῖσθαι σωτηρίους, ἀλλ᾽ εὐχὰς λέγειν ἀδυνάτους, οὓς ἡδέως ἂν ἐροίμην, ποία μὲν ἡμῖν χρόνου δοθήσεται περιουσία περὶ ταῦτα τὰ πράγματα γινομένοις οὕτως ἐγγὺς ὄντων τῇ πόλει τῶν ἐχθρῶν; ποία δὲ συγγνώμη τῷ χρονισμῷ καὶ τῇ μελλήσει τῶν ἐλευσομένων συμμάχων, ἐν οὐ χρονίζουσιν οὐδὲ μέλλουσι δεινοῖς; τίς δ᾽ ὁ παρέξων τὸ ἀσφαλὲς ἀνὴρ ἢ θεὸς καὶ κατὰ πολλὴν ἡσυχίαν συνάξων ἐκ παντὸς τόπου καὶ παραπέμψων δεῦρο τὴν ἐπικουρίαν; ἔτι δὲ δή, οἱ τὰς ἑαυτῶν πατρίδας ἐκλείψοντες καὶ πρὸς ἡμᾶς μεταναστησόμενοι τίνες ἔσονται; πότερον οἱ οἰκήσεις τε καὶ ἐφέστια καὶ βίους καὶ τὸ τιμᾶσθαι παρὰ τοῖς πολίταις διὰ πατέρων ἐπιφάνειαν ἢ δόξαν οἰκείας ἀρετῆς ἔχοντες; καὶ τίς ἂν ὑπομείνειε τὰ οἰκεῖα παραλιπὼν ἀγαθὰ τῶν ἀλλοτρίων γλίσχρως μεταλαβεῖν κακῶν; οὐ γὰρ εἰρήνης καὶ τρυφῆς μεταληψόμενοι δεῦρο ἥξουσιν, ἀλλὰ κινδύνων καὶ πολέμου, ἐξ ὧν ἄδηλον, [3] εἰ κατορθωθήσεται τὸ τέλος. ἢ τὸ δημοτικὸν καὶ ἀνέστιον ἐπαξόμεθα πλῆθος, οἷον καὶ τὸ ἐνθένδε ἀπελαθὲν ἦν, δηλονότι καὶ διὰ χρέα καὶ καταδίκας καὶ τὰς ὁμοιοτρόπους ταύταις συμφορὰς ἀγαπητῶς ὅποι [p. 341] ἂν τύχῃ μεθιδρυσόμενον; ὃ κἂν τἆλλα χρηστὸν ᾖ καὶ μέτριον, ἵνα καὶ τοῦτ᾽ αὐτῷ χαρισώμεθα, διὰ τοῦτο γέ τοι τὸ μήτε οἰκεῖον εἶναι μήτε ὁμοδίαιτον, μήτε ἐθισμῶν καὶ νόμων καὶ παιδείας ἔσεσθαι τῆς παρ᾽ ἡμῖν ἔμπειρον, μακρῷ δή που καὶ τῷ παντὶ κάκιον ἂν εἴη τοῦ παρ᾽ ἡμῖν. ;ΚΕΦΑΛΑΙΟΝ ΝΓ΄ [1] τῷ μέν τ᾽ ἐπιχωρίῳ καὶ τέκνων καὶ γυναικῶν καὶ γονέων καὶ πολλῶν ἄλλων σωμάτων οἰκείων ὅμηρά ἐστιν ἐνθάδε, καὶ αὐτοῦ νὴ Δία τοῦ θρέψαντος αὐτοὺς ἐδάφους ὁ πόθος, ἀναγκαῖος ὢν ἅπασι καὶ οὐκ ἐξαιρετός· ὁ δ᾽ ἐπίκλητός γε οὑτοσὶ καὶ ἐπίσκηνος ὄχλος, εἰ γένοιτο ἡμῖν σύνοικος, οὐδενὸς αὐτῷ τούτων ἐνθάδε ὄντος, ὑπὲρ τίνος ἂν ἀξιώσειε κινδυνεύειν ἀγαθοῦ, εἰ μή τις αὐτῷ γῆς τε ὑπόσχοιτο μέρη δώσειν καὶ πόλεως μοῖραν ὅσην δή τινα τοὺς νῦν κυρίους αὐτῶν ἀφελόμενος, ὧν οὐκ ἀξιοῦμεν τοῖς πολλάκις ἀγωνισαμένοις ὑπὲρ αὐτῶν πολίταις μεταδιδόναι; καὶ ἴσως ἂν οὐδὲ τούτοις ἀρκεσθείη δοθεῖσι μόνοις, ἀλλὰ καὶ τιμῶν καὶ ἀρχῶν καὶ τῶν ἄλλων ἀγαθῶν ἐξ ἴσου τοῖς πατρικίοις ἀξιώσειε μεταλαμβάνειν. [2] οὐκοῦν εἰ μὲν οὐκ ἐπιτρέψομεν ἕκαστα τῶν αἰτουμένων, ἐχθροῖς τοῖς μὴ τυγχάνουσι χρησόμεθα; εἰ δὲ συγχωρήσαιμεν, [p. 342] ἡ πατρὶς ἡμῖν οἰχήσεται καὶ ἡ πολιτεία πρὸς ἡμῶν αὐτῶν καταλυομένη. καὶ οὐ προστίθημι ἐνταῦθα, ὅτι πολεμεῖν ἐπιτηδείων σωμάτων ἡμῖν ἐν τῷ παρόντι δεῖ, οὐ γεωργῶν οὐδὲ θητῶν οὐδὲ ἐμπόρων οὐδὲ τῶν περὶ τὰς βαναύσους τέχνας ἀσχολουμένων, οὓς ἅμα δεήσει μανθάνειν τὰ πολεμικὰ καὶ πεῖραν αὐτῶν διδόναι· χαλεπὴ δὲ πεῖρα τῶν μὴ ἐν ἔθει· ἀνάγκη δὲ τοιούτους εἶναι τοὺς σύγκλυδας καὶ ἐκ παντὸς ἔθνους μετανισταμένους. [3] στρατιωτικὴν γὰρ οὔτε ὁρῶ συμμαχίαν ἡμῖν οὐδεμίαν συνεστῶσαν οὔτ᾽, εἰ φανείη τις ἐκ τοῦ ἀδοκήτου, παραινέσαιμ᾽ ἂν ὑμῖν παραδέξασθαι αὐτὴν τοῖς τείχεσι προχείρως, πολλὰς ἄλλας ἐπιστάμενος πόλεις ταῖς εἰσαχθείσαις ἐπὶ φυλακῇ στρατιαῖς δεδουλωμένας. ;ΚΕΦΑΛΑΙΟΝ ΝΔ΄ [1] ἐνθυμούμενοί τε δὴ ταῦτα καὶ ὅσα δὴ ἕτερα ἡμῖν εἴρηται πρότερον, ἔτι δὲ τῶν παρακαλούντων ἐπὶ τὰς διαλλαγὰς ἀναμιμνησκόμενοι, ὅτι οὐ παρ᾽ ἡμῖν μόνοις ἤ πρώτοις πενία πρὸς πλοῦτον ἐστασίασε καὶ ταπεινότης πρὸς ἐπιφάνειαν, ἀλλ᾽ ἐν ἁπάσαις ὡς εἰπεῖν καὶ μικραῖς καὶ μεγάλαις πόλεσι πολέμιον ὡς τὰ πολλὰ τοῦ πλείονος τοὔλαττον καθίσταται· ἐν αἷς οἱ προεστηκότες τοῦ κοινοῦ μετριάσαντες μὲν ἔσωσαν τὰς πατρίδας, αὐθαδείᾳ δὲ χρησάμενοι μετὰ τῶν ἄλλων ἀγαθῶν καὶ σφᾶς αὐτοὺς διώλεσαν· [2] καὶ ὅτι πᾶν χρῆμα, ὃ ἂν ἐκ πολλῶν σύνθετον ᾖ, νοσεῖν πέφυκε κατά τι τῶν ἑαυτοῦ μορίων, καὶ ἔτι πρὸς τούτοις ὡς οὔτε [p. 343] ἀνθρωπείου σώματος αἰεὶ τὸ κάμνον ἀποτεμεῖν χρὴ μέρος· αἰσχρά τε γὰρ ἡ ὄψις ἂν γίνοιτο τοῦ λειπομένου καὶ ἡ φύσις οὐκ ἐπὶ πολὺ διαρκής· οὔτε πολιτικῆς κοινωνίας τὴν νοσοῦσαν ἐξελαύνειν μοῖραν· οὐ γὰρ ἂν φθάνοι διὰ τῶν ἰδίων μερῶν τὸ σύμπαν ἀπολόμενον σὺν χρόνῳ· τῆς τ᾽ ἀνάγκης ἐνθυμηθέντες ὅσον τὸ κράτος, ᾗ καὶ θεοὶ εἴκουσι μόνῃ, μὴ χαλεπαίνετε πρὸς τὰς τύχας, μηδ᾽ ὡς ἁπάντων ἡμῖν κατ᾽ εὐχὴν ἐσομένων αὐθαδείας ἐμπίμπλασθε καὶ ἀμαθίας, ἀλλ᾽ ἐπικλάσθητε καὶ εἴξατε παραδείγμασι χρησάμενοι τῆς εὐβουλίας μὴ τοῖς ὀθνείοις, ἀλλὰ τοῖς ἡμετέροις αὐτῶν ἔργοις. ;ΚΕΦΑΛΑΙΟΝ ΝΕ΄ [1] καὶ γὰρ ἄνδρα ἕνα καὶ πόλιν ὅλην ἐπὶ ταῖς καλλίσταις τῶν ἰδίων πράξεων φιλοτιμεῖσθαι χρή, καὶ τὰς λοιπὰς ὅπως ὁμολογούμεναι ταύταις ἔσονται σκοπεῖν. ὑμεῖς τοίνυν ἤδη πολλοὺς πολεμίους, ὑφ᾽ ὧν τὰ μέγιστα ἠδικήθητε, ὑποχειρίους λαβόντες, οὔτ᾽ ἀνελεῖν οὔτ᾽ ἐκβαλεῖν ἐκ τῶν ἰδίων ἐβουλήθητε, ἀλλὰ καὶ οἴκους καὶ κλήρους αὐτοῖς ἀπέδοτε, καὶ πατρίδας οἰκεῖν, ἐξ ὧν ἔφυσαν, εἰάσατε, ἰσοψήφοις τ᾽ εἶναι καὶ πολίταις ὑμετέροις ἤδη τισὶν ἐξ αὐτῶν ἐχαρίσασθε. [2] τούτου δ᾽ ἔτι θαυμασιώτερον ἔργον ὑμῶν ἔχω λέγειν, ὅτι καὶ τῶν ὑμετέρων πολιτῶν πολλοὺς μεγάλα εἰς ὑμᾶς ἐξαμαρτόντας ἀφήκατε τῶν τιμωριῶν, εἰς αὐτοὺς. μόνους ἀποσκήψαντες τοὺς αἰτίους τὴν ὀργήν, ὧν ἦσαν οἵ τε [p. 344] Ἀντέμνας κληρουχήσαντες καὶ Κρουστομέρειαν καὶ Μεδύλλειαν καὶ Φιδήνην καὶ ἄλλοι συχνοί. τί γὰρ δεῖ πάντας ἐξαριθμεῖσθαι νυνί, οὓς ὑμεῖς ἐκ πολιορκίας κρατηθέντας μετρίως ἐνουθετήσατε καὶ πολιτικῶς; καὶ οὐκ ἔσθ᾽ ὅπως ἢ κινδυνός τις διὰ ταῦτα κατέλαβε τὴν πόλιν ἢ ψόγος, ἀλλ᾽ ἐπαινεῖταί τε ὑμῶν τὸ ἐπιεικὲς καὶ οὐδὲν ἠλάττωται τοῦ ἀσφαλοῦς. [3] ἔπειτα οἱ τῶν πολεμίων φειδόμενοι τοῖς φίλοις πολεμήσετε, καὶ οἱ τὰ ὑποχείρια γενόμενα μεθιέντες ἀζήμια τοὺς συγκατακτησαμένους ὑμῖν τὴν ἀρχὴν ζημιώσετε, πόλιν τε τὴν αὐτῶν ὑμῶν παρέχοντες ἅπασι τοῖς δεομένοις ἀσφαλῆ καταφυγήν, ταύτης ἀπελαύνειν ὑπομενεῖτε τοὺς αὐθιγενεῖς, οἷς καὶ συνετράφητε καὶ συνεπαιδεύθητε καὶ πολλῶν ἐκοινωνήσατε κακῶν τε καὶ ἀγαθῶν ἐν εἰρήνῃ τε καὶ κατὰ πολέμους; οὐκ, ἐὰν τά γε δίκαια καὶ τὰ προσήκοντα τοῖς ὑμετέροις ἔθεσι βούλησθε πράττειν καὶ χωρὶς ὀργῆς κρίνητε τὸ συμφέρον. ;ΚΕΦΑΛΑΙΟΝ ΝΣΤ΄ [1] ἀλλ᾽ ὅτι μὲν δεῖ καταλύσασθαι τὴν στάσιν, εἴποι τις ἄν, οὐχ ἧττον ἡμεῖς ἐγνώκαμεν καὶ πολλὴν παρεσχήμεθα προθυμίαν· πῶς δ᾽ ἂν καταλυσαίμεθ᾽ αὐτήν, τοῦτο πειρῶ λέγειν. ὁρᾷς γάρ, ὅση περὶ τὸν δῆμόν ἐστιν αὐθάδεια, ὃς οὔτε πέμπει πρὸς ἡμᾶς περὶ διαλύσεων αὐτὸς ἀδικῶν οὔτε τοῖς ὑφ᾽ ἡμῶν ἀποσταλεῖσιν ἀποκρίνεται πολιτικὰς καὶ φιλανθρώπους ἀποκρίσεις, ἀλλ᾽ ὑπερηφανεῖ καὶ ἀπειλεῖ, καὶ εἰκάσαι ῥᾴδιον [p. 345] οὐκ ἔστιν ὅ τι βούλεται. πρὸς δὲ ταῦτα τί παραινῶ [2] νῦν πράττειν, ἀκούσατέ μου. ἐγὼ τὸν δῆμον οὔτ᾽ ἀδιαλλάκτως οἴομαι πρὸς ἡμᾶς ἔχειν οὔτε δράσειν τι, ὧν ἀπειλεῖ, τεκμαιρόμενος, ὅτι οὐκ ἔστιν ὅμοια τοῖς λόγοις αὐτοῦ τὰ ἔργα, πολὺ δὲ μᾶλλον ἡμῶν ἐσπουδακέναι περὶ τὰς διαλύσεις οἴομαι. ἡμεῖς μὲν γὰρ καὶ πατρίδα τὴν τιμιωτάτην κατοικοῦμεν καὶ βίους καὶ οἴκους καὶ γενεὰς καὶ πάντα τὰ πλείστου ἄξια ἐν ταῖς ἰδίαις ἐξουσίαις ἔχομεν· ὁ δ᾽ ἄπολις καὶ ἀνέστιός ἐστι καὶ τῶν ἀναγκαιοτάτων αὐτῷ στέρεται σωμάτων βίου τε τοῦ καθ᾽ ἡμέραν οὐκ εὐπορεῖ. [3] τίνος οὖν χάριν, εἴ τις ἔροιτό με, τὰς προκλήσεις οὐ δέχεται τὰς ἡμετέρας ὅμως κακοπαθῶν αὐτός τε οὐδὲν ἐπιπρεσβεύεται πρὸς ἡμᾶς, ὅτι νὴ Δία, φαίην ἄν, ἄχρι τοῦδε λόγων ἀκούει παρὰ τῆς βουλῆς, ἔργον δ᾽ οὐδὲν ὁρᾷ γινόμενον ἐξ αὐτῶν οὔτε φιλάνθρωπον οὔτε μέτριον, ἐξηπατῆσθαί τε οἴεται πολλάκις ὑφ᾽ ἡμῶν ὑπισχνουμένων ἀεί τινα πρόνοιαν αὐτοῦ ποιήσεσθαι, μηδὲν δὲ προνοουμένων. πρεσβείας δὲ πέμπειν οὐχ ὑπομένει διὰ τοὺς ἐνθάδε κατηγορεῖν εἰωθότας αὐτοῦ δεδοικώς τε μή τινος, ὧν ἀξιοῖ, διαμάρτῃ. [4] τάχα δ᾽ ἄν τι καὶ φιλοτιμίας ἀνοήτου περὶ αὐτὸν εἴη πάθος· καὶ οὐδέν γε θαυμαστόν, ἐπεὶ καὶ ἐν ἡμῖν αὐτοῖς εἰσί τινες, οἷς τὸ δύσερι τοῦτο καὶ φιλόνεικον ἔνεστιν ἰδίᾳ τε καὶ κοινῆ οὐκ ἀξιοῦσιν ἡττᾶσθαι [p. 346] τοῦ ἀντιπάλου, ἀλλ᾽ ἐκ παντὸς ἀεὶ ζητοῦσι περιεῖναι τρόπου καὶ μὴ πρότερον χαρίζεσθαί τι, ἢ λαβεῖν τὸ μέλλον εὖ πάσχειν ὑποχείριον. ἐννοούμενος δὴ ταῦτα οἴομαι δεῖν πρεσβείαν ἀποσταλῆναι πρὸς τοὺς δημοτικοὺς ἐκ τῶν μάλιστα πιστευομένων· [5] τοὺς δ᾽ ἀποσταλησομένους ἄνδρας αὐτοκράτορας εἶναι παραινῶ, διαλυσομένους αὐτοῖς τὴν στάσιν, ἐφ᾽ οἷς ἂν αὐτοὶ δικαιῶσι, καὶ μηδὲν ἔτι τῇ βουλῇ προσαναφέροντας· αὐτοὶ γὰρ εἴσονται τοῦτο. οἱ δὲ νῦν ὑπεροπτικοὶ δοκοῦντες εἶναι καὶ βαρεῖς μαθόντες, ὅτι ἀληθῶς σπουδάζετε περὶ τὴν ὁμόνοιαν, καὶ εἰς ἐπιεικεστέρας συγκαθήσουσιν αἱρέσεις, οὐδὲν ἀξιοῦντες οὔτε τῶν αἰσχρῶν οὔτε τῶν ἀδυνάτων. τὸ γὰρ ἠρεθισμένον ἅπαν, ἄλλως τε κἂν ταπεινὸν ᾖ, πρὸς μὲν τοὺς ὑπερηφανοῦντας ἀγριαίνεσθαι φιλεῖ, πρὸς δὲ τοὺς θεραπεύοντας ἡμεροῦσθαι. ;ΚΕΦΑΛΑΙΟΝ ΝΖ΄ [1] ταῦτ᾽ εἰπόντος τοῦ Μενηνίου θροῦς πολὺς ἐνέπεσε τῇ βουλῇ, καὶ διελάλουν ἕκαστοι κατὰ συμμορίας, οἱ μὲν οἰκείως διακείμενοι πρὸς τοὺς δημοτικοὺς παρακαλοῦντες ἀλλήλους πᾶσαν εἰσφέρεσθαι προθυμίαν, ὅπως κατάξουσι τὸν δῆμον εἰς τὴν πατρίδα, ἐπειδὴ προσειλήφεσαν ἡγεμόνα τῆς τότε γνώμης ἀνδρῶν ἀριστοκρατικῶν τὸν ἐπιφανέστατον· οἱ δ᾽ ἀριστοκρατικοὶ [p. 347] καὶ περὶ παντὸς θέλοντες μὴ κινεῖσθαι ἐκ τοῦ πατρίου κόσμου τὴν πολιτείαν ἀποροῦντες, ὅ τι χρήσονται τοῖς παροῦσι, μεταθέσθαι μὲν οὐκ ἀξιοῦντες τὰς προαιρέσεις, μένειν δ᾽ ἐπὶ τῶν ἐγνωσμένων οὐ δυνάμενοι· οἱ δ᾽ ἀκέραιοί τε καὶ τῶν στάσεων οὐδετέρᾳ συμφιλονεικοῦντες εἰρήνην ἄγειν βουλόμενοι καὶ ὅπως μὴ τειχήρεις ἔσονται σκοπεῖν ἀξιοῦντες. [2] σιωπῆς δὲ γενομένης ὁ πρεσβύτερος τῶν ὑπάτων ἐπαινέσας τὸν Μενήνιον τῆς γενναιότητος, καὶ τοὺς λοιποὺς ἀξιώσας ὁμοίους ἐκείνῳ γενέσθαι κηδεμόνας λέγοντάς τε ὅσα φρονοῦσι μετὰ παρρησίας καὶ πράττοντας δίχα ὄκνου τὰ δόξαντα, δεύτερον ἐκάλει τὸν αὐτὸν τρόπον ἐξ ὀνόματος, ἀξιῶν γνώμην ἀποφήνασθαι, Μάνιον Οὐαλέριον ἀδελφὸν τοῦ συνελευθερώσαντος ἀπὸ τῶν βασιλέων τὴν πόλιν, ἄνδρα παρ᾽ ὁντιναοῦν τῶν ἀριστοκρατικῶν τῷ δήμῳ κεχαρισμένον. ;ΚΕΦΑΛΑΙΟΝ ΝΗ΄ [1] ὃς ἀναστὰς πρῶτον ὑπεμίμνησκε τὴν βουλὴν τῶν ἰδίων πολιτευμάτων, καὶ ὅτι πολλάκις αὐτοῦ προλέγοντος τὰ μέλλοντα συμβήσεσθαι δεινὰ δι᾽ ὀλιγωρίας ἐποιήσαντο τοὺς λόγους· ἔπειτα ἠξίου τοὺς ἐναντιουμένους ταῖς διαλλαγαῖς μὴ περὶ τῶν μετρίων νῦν ζητεῖν, ἀλλ᾽ ἐπεὶ τὴν στάσιν οὐκ εἴασαν ἐξαιρεθῆναι, ἡνίκα μικρὰ ἦν ἔτι τῇ πόλει τὰ διαφέροντα, νῦν γέ τοι σκοπεῖν, ὅπως διὰ ταχέων παύσεται καὶ μὴ [p. 348] προελθοῦσα ἔτι πορρωτέρω λήσει τάχα μὲν ἀνίατος, εἰ δὲ μὴ δυσίατος καὶ πολλῶν αἰτία σφίσι γενομένη κακῶν· τήν τε ἀξίωσιν τῶν δημοτικῶν οὐκέτι τὴν αὐτὴν ἀπέφαινεν ἐσομένην τῇ προτέρᾳ, οὐδ᾽ ἐπὶ τοῖς αὐτοῖς εἴκαζε συμβήσεσθαι τὸν δῆμον ἀπαλλαγὴν μόνον τῶν χρεῶν αἰτούμενον, ἀλλὰ καὶ βοηθείας δεήσεσθαί τινος ἴσως, ἀφ᾽ ἧς εἰς τὸν λοιπὸν χρόνον ἀσφαλὴς διατελέσει· [2] καταλελύσθαι μὲν γὰρ ἀφ᾽ οὗ παρῆλθεν ἡ τοῦ δικτάτορος ἀρχὴ τὸν φύλακα τῆς ἐλευθερίας αὐτοῦ νόμον, ὃς οὔτε ἀποκτείνειν πολίτην ἄκριτον οὐδένα συνεχώρει τοῖς ὑπάτοις, οὐδέ γε τοὺς παρὰ τῇ κρίσει ἐλαττουμένους ὑπὸ τῶν πατρικίων δημοτικοὺς παραδίδοσθαι τοῖς καταδικασαμένοις, ἔφεσιν δὲ τοῖς βουλομένοις ἐδίδου μεταφέρειν τὰς κρίσεις ἐπὶ τὸν δῆμον ἀπὸ τῶν πατρικίων καὶ ὅ τι ἂν ὁ δῆμος γνῷ, τοῦτ᾽ εἶναι κύριον· ἀφῃρῆσθαι δὲ καὶ τὴν ἄλλην ἐξουσίαν τῶν δημοτικῶν ὀλίγου δεῖν πᾶσαν, ἧς ἐν τοῖς προτέροις χρόνοις ἦσαν κύριοι, ὅπου γε καὶ τὸν ἐκ τῶν πολέμων θρίαμβον οὐκ ἐξεγένετο αὐτοῖς εὑρέσθαι παρὰ τῆς βουλῆς ἀνδρὶ παρ᾽ ὁντιναοῦν ἄλλον ἐπιτηδείῳ ταύτης τυχεῖν τῆς τιμῆς, Ποπλίῳ Σερουιλίῳ [3] Πρίσκῳ. ἐφ᾽ οἷς εἰκός τι πάσχοντας τοὺς πολλοὺς ἀθυμεῖν καὶ πονηρὰς ἔχειν ὑπὲρ τῆς ἀσφαλείας ἐλπίδας, ἐπειδὴ οὔτε ὑπάτῳ οὔτε δικτάτορι κήδεσθαι αὐτῶν βουλομένοις ἐξεγένετο, ἀλλὰ καὶ προσαπήλαυσέ τις αὐτῶν ὕβρεως καὶ ἀτιμίας διὰ τὴν ὑπὲρ τῶν πολλῶν [p. 349] σπουδὴν καὶ πρόνοιαν. ταῦτα δ᾽ ἀπειργάσθαι συγκύψαντας οὐ τοὺς χαριεστάτους τῶν πατρικίων, ὑβριστὰς δέ τινας καὶ πλεονέκτας περὶ χρηματισμὸν ἄδικον δεινῶς ἐσπουδακότας, οἳ πρὸς πολὺ διάφορον καὶ ἐπὶ μεγάλοις δανεισθὲν τόκοις πολλὰ καταδουλωσάμενοι πολιτῶν σώματα, τούτοις τ᾽ ὠμὰς καὶ ὑπερηφάνους ἀνάγκας προσφέροντες, ἀλλότριον ἐποίησαν γενέσθαι τῆς ἀριστοκρατίας ἅπαν τὸ δημοτικόν, ἑταιρίαν τε συστησάμενοι καὶ ταύτης ἀναδείξαντες Ἄππιον Κλαύδιον ἡγεμόνα, μισόδημον ἄνδρα καὶ ὀλιγαρχικόν, δι᾽ ἐκείνου πάντα φύρουσι τὰ πράγματα τῆς πόλεως. οἷς εἰ μὴ τὸ σωφρονοῦν μέρος τῆς βουλῆς ἐμποδὼν στήσεται, κινδυνεύειν ὑπὲρ ἀνδραποδισμοῦ τινος καὶ κατασκαφῆς τὴν πόλιν. τελευτῶν δ᾽ ἀπεφήνατο συνδοκεῖν τῇ Μενηνίου χρῆσθαι γνώμῃ, καὶ τὴν πρεσβείαν ἠξίου πέμπειν διὰ ταχέων· τοὺς δ᾽ ἄνδρας ἀφικομένους πειρᾶσθαι μὲν ὡς βούλονται καταλύσασθαι τὴν στάσιν, εἰ δὲ μὴ διδοίη τις αὐτοῖς, ἃ βούλονται, δέχεσθαι τὰ διδόμενα. ;ΚΕΦΑΛΑΙΟΝ ΝΘ΄ [1] μετὰ τοῦτον ἀνέστη κληθεὶς Ἄππιος Κλαύδιος ὁ τῆς ἐναντιουμένης τῷ δήμῳ στάσεως ἡγεμὼν ἀνὴρ μέγα φρονῶν ἐφ᾽ ἑαυτῷ καὶ τοῦτ᾽ οὐκ ἄνευ δικαίας πάσχων αἰτίας· ὅ τε γὰρ ἴδιος αὐτοῦ βίος ὁ καθ᾽ ἡμέραν σώφρων καὶ σεμνὸς ἦν, ἥ τε προαίρεσις τῶν πολιτευμάτων εὐγενὴς καὶ τὸ ἀξίωμα σώζουσα τῆς [p. 350] ἀριστοκρατίας· ὃς ἀφορμὴν λαβὼν τὴν Οὐαλερίου δημηγορίαν τοιούτοις ἐχρήσατο λόγοις· [2] ἐν ἐλάττονι μὲν αἰτίᾳ ἂν Οὐαλέριος ἦν, εἰ τὴν αὑτοῦ γνώμην ἀπεφήνατο μόνην, τῶν δὲ τἀναντία ἐγνωκότων μὴ κατηγόρει· περιῆν γὰρ ἂν αὐτῷ μηδὲν ἀκοῦσαι τῶν προσόντων αὐτῷ κακῶν. ἐπεὶ δ᾽ οὐκ ἀπέχρησεν αὐτῷ τοιαῦτα συμβουλεύειν, ἐξ ὧν οὐδὲν ἄλλ᾽ ἢ τοῖς κακίστοις τῶν πολιτῶν δουλεύσομεν, ἀλλὰ καὶ τῶν ἐναντιουμένων αὐτῷ καθήψατο κἀμοῦ ἁψιμάχως ἐμνήσθη, πολλὴν ἀνάγκην ὁρῶ κἀμοὶ περὶ τούτων εἰπεῖν καὶ πρῶτον ἀπολύσασθαι τὰς κατ᾽ ἐμαυτοῦ διαβολάς. ὠνείδισται γάρ μοι πρὸς αὐτοῦ ἐπιτήδευμα οὔτε πολιτικὸν οὔτ᾽ εὐπρεπές, ὡς ἀπὸ παντὸς χρηματίζεσθαι προῄρημαι τρόπου καὶ πολλοὺς τῶν πενήτων ἀφῄρημαι τὴν ἐλευθερίαν, καὶ ὡς ἡ ἀπόστασις τοῦ δήμου καὶ δι᾽ ἐμὲ οὐχ ἥκιστα γέγονεν· ὧν οὐδὲν ὅτι ἀληθές ἐστιν οὐδ᾽ ὑγιὲς ῥᾴδιον ὑμῖν μαθεῖν. [3] ἴθι γάρ, εἰπὲ ὦ Οὐαλέριε, τίνες εἰσὶν οὓς κατεδουλωσάμην ἐγὼ πρὸς τὰ χρέα; τίνας ἐν δεσμοῖς πολίτας ἔσχον ἢ νῦν ἔχω; τίς τῶν ἀφεστηκότων διὰ τὴν ἐμὴν ὠμότητα ἢ φιλοχρηματίαν στέρεται τῆς ἑαυτοῦ πατρίδος; ἀλλ᾽ οὐκ ἂν ἔχοις εἰπεῖν. τοσούτου γὰρ δέω τινὰ πολιτῶν καταδεδουλῶσθαι διὰ χρέος, ὥστε πολλοῖς πάνυ τὰ ἐμαυτοῦ προέμενος οὐδένα τῶν ἀποστερησάντων με πρόσθετον ἐποιησάμην οὐδὲ ἄτιμον, ἀλλὰ πάντες εἰσὶν ἐλεύθεροι καὶ πάντες οἴδασί μοι χάριν φίλων τε καὶ [p. 351] πελατῶν ἐν τοῖς ἀναγκαιοτάτοις ἐξετάζονται. καὶ οὐ λέγω ταῦτα κατηγορῶν ἐγὼ τῶν μὴ τὰ παραπλήσια ἐμοὶ πεποιηκότων οὐδ᾽ εἴ τινες νόμῳ συγχωρούμενόν τι ἔδρασαν ἀδικεῖν αὐτοὺς οἴομαι, ἀλλὰ τὰς κατ᾽ ἐμαυτοῦ διαβολὰς ἀπολύομαι. ;ΚΕΦΑΛΑΙΟΝ Ξ΄ [1] ἃ δ᾽ εἰς χαλεπότητα καὶ πονηρῶν ἀνθρώπων προστασίαν ὠνείδισέ μοι, μισόδημόν τε καὶ ὀλιγαρχικὸν ἀποκαλῶν, ὅτι τῆς ἀριστοκρατίας περιέχομαι, κοινὰ πάντων ὑμῶν ἐστι κατηγορήματα, ὅσοι οὐκ ἀξιοῦτε κρείττονες ὄντες ὑπὸ χειρόνων ἄρχεσθαι, οὐδ᾽ ἣν παρελάβετε ἀπὸ τῶν προγόνων πολιτείαν ὑπὸ τῆς κακίστης τῶν ἐν ἀνθρώποις πολιτειῶν δημοκρατίας ἀφαιρεθῆναι. [2] οὐ γὰρ ἂν οὗτος ὀλιγαρχίαν ὄνομα θῆται τῇ τῶν κρατίστων ἡγεμονίᾳ, καὶ δὴ τὸ πρᾶγμα ὑπὸ τοῦ ὀνόματος διαβληθὲν ἀφανισθήσεται· ἡμεῖς δὲ πολλῷ ἂν δικαιότερον ἐπενέγκαιμεν ὄνειδος καὶ ἀληθέστερον, δημοκοπίαν καὶ τυραννικῶν ἔργων ἐπιθυμίαν. οὐδενὶ γὰρ δὴ ἄδηλον, ὅτι πᾶς τύραννος ἐκ δημοκόλακος φύεται, καὶ ταχεῖα ὁδός ἐστι τοῖς καταδουλοῦσθαι τὰς πόλεις βουλομένοις ἡ διὰ τῶν κακίστων ἄγουσα πολιτῶν ἐπὶ τὰς δυναστείας, οὓς θεραπεύων οὗτος διατετέλεκε καὶ [3] οὐδὲ μέχρι τοῦ παρόντος παύεται. εὖ γὰρ ἴστε, ὅτι οὐκ ἂν ἐτόλμησαν οἱ φαῦλοι καὶ ταπεινοὶ τηλικαῦτα ἐξαμαρτεῖν, εἰ μὴ ὑπὸ τοῦ σεμνοῦ καὶ φιλοπόλιδος [p. 352] τούτου ἐξηγέρθησαν, ὡς δὴ ἀκίνδυνον αὐτοῖς τὸ ἔργον ἐσόμενον, καὶ πρὸς τῷ μηδεμίαν ὑποσχεῖν δίκην κρείττονα μοῖραν τῆς προτέρας ἕξοντες. μάθοιτε δ᾽ ἄν, ὡς ἀληθῆ ἐγὼ ταῦτα λέγω, μνησθέντες, ὅτι δεδιττόμενος ὑμᾶς ὑπὲρ πολέμου καὶ διαλλαγὰς ἀναγκαίας ἀποφαίνων ἅμα ἔφη καὶ ὡς οὐκ ἀγαπήσουσιν οἱ πένητες ἀφεθέντες τῶν χρεῶν, ἀλλὰ καὶ βοηθείας δεήσονταί τινος καὶ οὐκ ἀνέξονται ἔτι ὑφ᾽ ὑμῶν ὡς καὶ πρότερον ἀρχόμενοι· τελευτῶν δ᾽ ὑμᾶς ἠξίου στέργειν τὰ παρόντα καὶ συγχωρεῖν, ὅ τι ἂν ὁ δῆμος ἐπὶ τῇ καθόδῳ δικαιώσῃ λαβεῖν, μὴ διακρίναντας μήτ᾽ ἀπὸ καλῶν αἰσχρὰ μήτ᾽ ἀπὸ δικαίων ἄδικα. [4] τοσαύτης ἄρα αὐθαδείας τὸ ἀνόητον οὗτος ἐμπέπληκε τῆς πόλεως ἀνὴρ πρεσβύτερος καὶ πάσας κεκαρπωμένος τὰς παρ᾽ ὑμῶν τιμάς. ἆρ᾽ ἦν σοι ἄξιον, Οὐαλέριε, καθ᾽ ἑτέρων τὰ μὴ προσόντα ὀνείδη λέγειν τοιαύταις ὄντι κατηγορίαις ἐνόχῳ; {{DEFAULTSORT:Ρωμαικη Αρχαιολογια 06 51}} awvsydrjaxn5gyzp6yz0f1dkjo8wfye Ρωμαϊκή Αρχαιολογία/ς/41 0 23608 148462 100323 2022-08-09T13:06:28Z Αντιγόνη 235 −[[Κατηγορία:Ιστορία]]; −[[Κατηγορία:Αρχαία και Κλασική γραμματεία]] με τη χρήση [[Commons:Help:Gadget-HotCat|HotCat]] wikitext text/x-wiki {{Κεφαλίδα | τίτλος = Κεφάλαια 41–50 | συγγραφέας = Διονύσιος ο Αλικαρνασσεύς | μεταφραστής= | ενότητα = [[Ρωμαϊκή Αρχαιολογία/ς|Ῥωμαϊκὴ Ἀρχαιολογία: Λόγος ς΄]] | προηγούμενο= [[Ρωμαϊκή Αρχαιολογία/ς/31|Κεφάλαια 31–40]] | επόμενο = [[Ρωμαϊκή Αρχαιολογία/ς/51|Κεφάλαια 51–60]] | σημειώσεις = Dionysii Halicarnasei Antiquitatum Romanarum quae supersunt, Vol I-IV. Dionysius of Halicarnassus. Karl Jacoby. In Aedibus B.G. Teubneri. Leipzig. 1885. }} ;ΚΕΦΑΛΑΙΟΝ ΜΑ΄ [1] [p. 322] οὐ γὰρ δήπου συνεξαπατᾶν ὑμᾶς ἐπιστάμενον τὴν ἀπάτην καὶ βουλευσάμενόν με μετὰ ταύτης συγκακουργεῖν ὑπολαμβάνετε. εἰ γὰρ ταῦτα ὑμῖν εἰσέρχεται περὶ ἐμοῦ ὡς ἁπάντων ἀνθρώπων κακουργοτέρου, ... ὅ τι βούλεσθε χρώμενοί μοι ταύτης μὲν τῆς ὑποψίας ἐμοὶ πειθόμενοι τὰς ψυχὰς ἐλευθερώσατε, ἐπὶ δὲ τοὺς πολεμίους τὴν ὀργὴν μετάθετε ἀπὸ τῶν φίλων, οἳ πόλιν τε ὑμᾶς ἀφελούμενοι ἥκουσι καὶ ἀντ᾽ ἐλευθέρων δούλους ποιήσοντες καὶ τἆλλα, ὅσα δεινὰ ἐν ἀνθρώποις νενόμισται, διαθεῖναι σπεύδοντες οὐ πόρρω τῆς χώρας εἶναι ἀγγέλλονται. [2] προθύμως οὖν ἀπολύσασθε τὰς διαβολὰς καὶ δείξατε αὐτοῖς, ὅτι καὶ στασιάζουσα ἡ Ῥωμαίων δύναμις κρείττων ἑτέρας ἐστὶν ὁμονοούσης· ἢ γὰρ οὐχ ὑπομενοῦσιν ὑμᾶς ἐπιόντας ὁμοθυμαδὸν ἢ δίκας ὑφέξουσι τῆς τόλμης ἀξίας· ἐνθυμήθητε γάρ, ὅτι Οὐολοῦσκοι καὶ Σαβῖνοί εἰσιν, ὧν πολλάκις ἐκρατήσατε μαχομένων, οἱ τὸν πόλεμον ἐπάγοντες ὑμῖν, οὔτε σώματα νῦν μείζονα λαβόντες οὔτε ψυχὰς τῶν προτέρων ἀλκιμωτέρας κτησάμενοι, ἀλλ᾽ ὡς ἐχθρῶς πρὸς ἀλλήλους ἐχόντων [p. 323] καταφρονήσαντες ὑμῶν. ὅταν δὲ τοὺς πολεμίους τιμωρήσησθε, ἐγγυῶμαι ὑμῖν τὴν βουλὴν ἐγὼ τάς τε ὑπὲρ τῶν χρεῶν φιλονεικίας καὶ ὅ τι ἂν ἄλλο παρ᾽ αὐτῆς αἰτῆσθε μέτριον, ἀξίως τῆς ἀρετῆς, ἣν ἂν παράσχησθε ἐν τῷ πολέμῳ, βραβεύσειν. [3] τέως δ᾽ ἀφείσθω πᾶσα μὲν οὐσία, πᾶν δὲ σῶμα, πᾶσα δ᾽ ἐπιτιμία πολίτου Ῥωμαίου ἀρρυσίαστος ἀπό τε δανείου καὶ ἄλλου παντὸς συμβολαίου. τοῖς δὲ προθύμως ἀγωνισαμένοις κάλλιστος μὲν στέφανος πόλις ἥδε ἡ γειναμένη στᾶσα ὀρθή, καλὸς δὲ καὶ ὁ παρὰ τῶν συνόντων ἔπαινος ὑπάρξει· καὶ ὁ παρ᾽ ἡμῶν κόσμος ἱκανὸς οἶκόν τ᾽ ἐπανορθῶσαι χρήμασι καὶ γένος ἐπιλαμπρῦναι τιμαῖς. παράδειγμά τε ὑμῖν ἀξιῶ γενέσθαι τοὐμὸν εἰς τοὺς κινδύνους πρόθυμον· ὑπεραγωνιοῦμαι γὰρ ὡς ὁ κράτιστα ἐρρωμένος ὑμῶν. ;ΚΕΦΑΛΑΙΟΝ ΜΒ΄ [1] ταῦτ᾽ εἰπόντος αὐτοῦ πᾶς ὁ δῆμος ἄσμενος ἀκούσας ὡς οὐδὲν ἔτι φενακισθησόμενος ὑπέσχετο συνάρασθαι τοῦ πολέμου, καὶ γίνεται δέκα στρατιωτικὰ τάγματα, ἐξ ἀνδρῶν τετρακισχιλίων ἕκαστον. τούτων τρία μὲν ἑκάτερος τῶν ὑπάτων ἔλαβε καὶ τῶν ἱππέων ὅσον ἑκάστῳ προσεμερίσθη· τὰ δὲ τέτταρα καὶ τοὺς λοιποὺς ἱππεῖς ὁ δικτάτωρ. καὶ αὐτίκα παρασκευασάμενοι ᾤχοντο διὰ τάχους ἐπὶ μὲν Αἰκανοὺς Τῖτος Οὐετούριος, ἐπὶ δ᾽ Οὐολούσκους Αὖλος Οὐεργίνιος, [p. 324] αὐτὸς δ᾽ ὁ δικτάτωρ Οὐαλέριος ἐπὶ Σαβίνους, τὴν δὲ πόλιν ἅμα τοῖς γεραιτέροις καὶ ὀλίγῳ τινὶ στρατεύματι ἀκμαίῳ Τῖτος Λάρκιος ἐφύλαττεν. [2] ὁ μὲν οὖν Οὐολούσκων πόλεμος ταχεῖαν τὴν κρίσιν ἔλαβε· πλήθει γὰρ ὑπεραίρειν πολὺ νομίσαντες τῶν προτέρων κακῶν ἀναμνησθέντες, ἀγωνισταὶ ταχίους ἢ φρονιμώτεροι ἀναγκασθέντες γενέσθαι θᾶττον πρῶτοι ὥρμησαν ἐπὶ τοὺς Ῥωμαίους, ἡνίκα ὤφθησαν ἐν συνόψει στρατοπεδεύσαντες. γενομένης δὲ μάχης καρτερᾶς πολλὰ μὲν δράσαντες γενναῖα, πλείω δὲ τὰ δεινὰ ὑπομείναντες εἰς φυγὴν τρέπονται, καὶ ὅ τε χάραξ αὐτῶν ἑάλω καὶ πόλις ἐπιφανὴς ἐκ πολιορκίας παρέστη· Οὐέλιτραι δ᾽ [3] ὄνομα αὐτῇ. ὁμοίως δὲ καὶ τὸ Σαβίνων φρόνημα ἐν ὀλίγῳ πάνυ ἐταπεινώθη χρόνῳ μιᾷ παρατάξει ἐξ ἀμφοτέρων βουληθέντων ἐπικρατεῖν. ἔπειτα ἥ τε χώρα προὐνομεύθη, καὶ πολίχναι τινὲς ἑάλωσαν, ἐξ ὧν πολλὰ καὶ σώματα καὶ χρήματα οἱ στρατιῶται ἔλαβον. Αἰκανοὶ δὲ τὰ τῆς ἀσθενείας ἑαυτῶν ὑφορῶντες ἐπεὶ τὰ τῶν συμμάχων τέλος ἔχοντα ἐπύθοντο, χωρίοις τ᾽ ἐχυροῖς ἐπεκάθηντο καὶ εἰς μάχας οὐ προῄεσαν, τάς τ᾽ ἀποχωρήσεις, ὅπῃ ἐδύναντο, δι᾽ ὀρῶν ἢ δρυμῶν κρυφαίας [p. 325] ἐποιοῦντο, καὶ διέτριψαν μὲν ἄχρι τινὸς διαφέροντες τὸν πόλεμον· οὐ μέντοιγε διασώσασθαι ἀθῶον τὴν στρατιὰν ἐδυνήθησαν ἐπιθεμένων αὐτοῖς τῶν Ῥωμαίων ἐν χωρίοις κρημνώδεσι τολμηρῶς καὶ λαβόντων τὸ στρατόπεδον κατὰ κράτος. ἔπειτα φυγή τ᾽ αὐτῶν ἐκ τῆς Λατίνων γῆς ἐγένετο καὶ παραδόσεις τῶν πόλεων, ἃς ἔτυχον αὑτῶν τῇ πρώτῃ ἐφόδῳ καταλαβόμενοι, εἰσὶ δ᾽ ὧν καὶ ἐκ φιλονεικίας οὐκ ἐκλιπόντων τὰς ἄκρας ἁλώσεις. ;ΚΕΦΑΛΑΙΟΝ ΜΓ΄ [1] Οὐαλέριος δὲ κατὰ νοῦν χωρήσαντος αὐτῷ τοῦ πολέμου τὸν εἰωθότα θρίαμβον ἀπὸ τῆς νίκης καταγαγὼν ἀπέλυσε τὸν δῆμον ἀπὸ τῆς στρατείας, οὔπω τῆς βουλῆς καιρὸν εἶναι νομιζούσης, ἵνα μὴ τὰς ὑποσχέσεις ἀπαιτοῖεν οἱ ἄποροι· εἰς δὲ τὴν δορίκτητον, ἣν Οὐολούσκους ἀφείλοντο, κληρούχους ἀπέστειλεν ἐπιλέξας ἄνδρας ἐκ τῶν ἀπόρων, οἳ τήν τε πολεμίαν φρουρήσειν ἔμελλον καὶ τὸ ἐν τῇ πόλει στασιάζον ἔλαττον ἀπολείψειν. [2] ταῦτα διοικησάμενος ἠξίου τὴν βουλὴν τὰς ὑποσχέσεις αὐτῷ βεβαιῶσαι κεκομισμένην τὸ παρὰ τοῦ πλήθους πρόθυμον ἐν τοῖς ἀγῶσιν. ὡς δ᾽ οὐ προσεῖχεν αὐτῷ τὸν νοῦν, ἀλλ᾽, ὅπερ πρότερον ἠναντιοῦτο, τῇ γνώμῃ συστρέψαντες ἑαυτοὺς νέοι καὶ βίαιοι καὶ πλήθει τῶν ἑτέρων ἐπικρατοῦντες καὶ τότε ἀντέπραττον καὶ πολλῇ καταβοῇ ἐχρῶντο, τὴν οἰκίαν αὐτοῦ δημοκόλακα ἀποφαίνοντες καὶ νόμων [p. 326] πονηρῶν ἀρχηγόν, ᾧ δὲ μάλιστα ἠγάλλοντο οἱ ἄνδρες ἐπὶ τῆς ἐκκλησίας τῶν δικαστηρίων πολιτεύματι, τούτῳ πᾶσαν ἠφανικέναι τὴν τῶν πατρικίων δυναστείαν αἰτιώμενοι· σχετλιάσας ὁ Οὐαλέριος πολλὰ καὶ ὡς οὐ δίκαια πάσχοι διαβεβλημένος ὑπ᾽ αὐτῶν πρὸς τὸν δῆμον ὀνειδίσας, τήν τε μέλλουσαν καταλήψεσθαι σφᾶς τύχην τοιαῦτα βουλευσαμένους ἀνακλαυσάμενος, καὶ οἷα εἰκὸς ἐν τοιούτῳ κακῷ, τὰ μὲν ἐκ πάθους, τὰ δὲ ἀπὸ τοῦ πλεῖόν τι τῶν πολλῶν νοεῖν, ἀποθεσπίσας, ᾤχετο ἀπιὼν ἐκ τοῦ βουλευτηρίου· καὶ συγκαλέσας τὸν δῆμον εἰς ἐκκλησίαν, ἔλεξε· [3] πολλὴν χάριν ὑμῖν εἰδώς, ὦ πολῖται, τῆς τε προθυμίας, ἣν παρέσχεσθέ μοι ἑκούσιοι συναράμενοι τοῦ πολέμου, καὶ ἔτι μᾶλλον τῆς ἀρετῆς, ἣν ἐν τοῖς ἀγῶσιν ἐπεδείξασθε, μεγάλην μὲν ἐποιούμην σπουδὴν ἀμείψασθαι ὑμᾶς τοῖς τε ἄλλοις καὶ τῷ μὴ ψεύσασθαι τὰς ὑποσχέσεις, ἃς ὑπὲρ τῆς βουλῆς ἐποιούμην πρὸς ὑμᾶς, καὶ εἰς ὁμόνοιαν ἤδη ποτὲ καταστῆσαι τὴν στάσιν ὑμῶν σύμβουλος καὶ διαιτητὴς ἀμφοῖν γενόμενος· κωλύομαι δὲ πράττειν αὐτὰ διὰ τοὺς οὐ τὰ βέλτιστα τῷ κοινῷ, τὰ δὲ σφίσιν αὐτοῖς ἐν τῷ παρόντι κεχαρισμένα προαιρουμένους, οἳ πλήθει τ᾽ ἐπικρατοῦντες τῶν ἑτέρων καὶ δυνάμει, ἣν τὸ νέον αὐτοῖς παρέχεται μᾶλλον ἢ τὰ πράγματα, ἔρρωνται. [4] ἐγὼ δὲ γέρων τε δή, ὡς ὁρᾶτε, καὶ ἑτέρους τοιούτους ἔχω συμμάχους, ὧν ἡ ἐν τῇ γνώμῃ οὖσα ἰσχὺς ἀδύνατός [p. 327] ἐστιν ἔργῳ ἐπεξελθεῖν, καὶ περιέστηκεν ἡ δοκοῦσα ἡμῶν τοῦ κοινοῦ πρόνοια ἰδία πρὸς ἑκάτερον μέρος ἀπέχθεια φαινομένη. τῇ τε γὰρ βουλῇ δι᾽ αἰτίας εἰμὶ ὡς τὸ ὑμέτερον πλῆθος θεραπεύων καὶ πρὸς ὑμᾶς διαβέβλημαι, ὡς ἐκείνῃ μᾶλλον τὴν εὔνοιαν ἀποδεικνύμενος. ;ΚΕΦΑΛΑΙΟΝ ΜΔ΄ [1] εἰ μὲν οὖν ὁ δῆμος εὖ προπαθὼν ἐξέλιπε τὰς δι᾽ ἐμοῦ τῇ βουλῇ γενομένας ὑποσχέσεις, ἐκεῖνά μοι ἀπολογητέα ἦν, ὅτι ἐψεύσασθε ὑμεῖς, ἐν ἐμοὶ δ᾽ οὐδὲν κακούργημα ἦν· ἐπεὶ δὲ τὰ παρὰ τῆς βουλῆς ὁμολογηθέντα οὐ γέγονεν ὑμῖν ἐπιτελῆ, πρὸς τὸν δῆμον ὁ λόγος ἤδη ἀναγκαῖος γίγνεταί μοι, ὅτι οὐκ ἐμοὶ συνδοκοῦντα πεπόνθατε, ἀλλ᾽ ὁμοίως πεφενακίσμεθα καὶ παραλελογίσμεθα ἀμφότεροι, καὶ μᾶλλον ὑμῶν ἐγώ, ὅς γε οὐχ ἃ κοινῇ ἠπάτημαι μετὰ πάντων μόνον ἀδικοῦμαι, ἀλλὰ καὶ ὅσα ἰδίᾳ κακῶς ἀκήκοα, ὡς δὴ τά τε παρὰ τῶν πολεμίων ἁλόντα οὐ μετὰ κοινῆς γνώμης τοῦ συνεδρίου τοῖς ἀπόροις ὑμῶν βουλόμενος ἰδίαν ὠφέλειαν περιποιήσασθαι παρασχὼν καὶ τὰς τῶν πολιτῶν οὐσίας δημεύειν ἀξιῶν ἐκείνης γε κωλυούσης καὶ μὴ παρανομεῖν, στρατιάς τ᾽ ἐναντιουμένων τῶν βουλευτῶν ἀφεικώς, δέον ὑπὸ ταῖς ἀγραυλίαις καὶ πλάναις [p. 328] [2] ἐν τῇ πολεμίᾳ κατέχειν ὑμᾶς. ὠνείδισται δέ μοι καὶ ἡ τῶν κληρούχων εἰς Οὐολούσκους ἐκπομπή, ὅτι γῆν πολλὴν καὶ ἀγαθὴν οὐ τοῖς πατρικίοις οὐδὲ τοῖς ἱππεῦσιν ἐχαρισάμην, ἀλλὰ τοῖς ἀπόροις ὑμῶν διένειμα· καὶ ὃ μάλιστά μοι τὴν πλείστην ἀγανάκτησιν παρέσχεν, ὅτι πλείους ἢ τετρακόσιοι ἄνδρες ἐκ τοῦ δήμου τοῖς ἱππεῦσι προσκατελέγησαν ἐπὶ τῆς στρατολογίας βίων εὐπορήσαντες. [3] εἰ μὲν οὖν ἀκμάζοντί μοι τὸ σῶμα ταῦτα προσέπεσε, δῆλον ἂν ἔργῳ ἐποίησα τοῖς ἐχθροῖς, οἷον ὄντα με ἄνδρα προὐπηλάκισαν· ἐπειδὴ δ᾽ ὑπὲρ ἑβδομήκοντα ἔτη γέγονα καὶ οὐ δυνατὸς ἔτι ἀμύνειν ἑαυτῷ εἰμι ὁρῶ τε, ὅτι οὐκ ἂν ἔτι ὑπ᾽ ἐμοῦ παύσαιτο ἡ στάσις ὑμῶν, ἀποτίθεμαι τὴν ἀρχὴν καὶ ἐπὶ τοῖς βουλομένοις τὸ σῶμα ἐμαυτοῦ ποιῶ, εἴ τι οἴονται ὑπ᾽ ἐμοῦ ἐξηπατῆσθαι, χρήσασθαί μοι ὅτι ἂν δικαιῶσι. ;ΚΕΦΑΛΑΙΟΝ ΜΕ΄ [1] ταῦτ᾽ εἰπὼν τὸ μὲν δημοτικὸν ἅπαν εἰς συμπάθειαν ὑπηγάγετο, καὶ προὔπεμψαν αὐτὸν ἐκ τῆς ἀγορᾶς ἀπιόντα· τὴν δὲ βουλὴν ἔτι χαλεπωτέραν αὐτῷ γενέσθαι παρεσκεύασεν. εὐθὺς δὲ μετὰ τοῦτο τάδε ἐγίνετο· οἱ μὲν πένητες οὐκέτι κρύφα οὐδὲ νύκτωρ ὡς πρότερον, ἀλλ᾽ ἀναφανδὸν ἤδη συνιόντες ἐβούλευον ἀπόστασιν ἐκ τῶν πατρικίων· ἡ δὲ βουλὴ κωλύειν διανοουμένη τοῖς ὑπάτοις ἐπέταξε μήπω λύειν τὰ στρατεύματα. τῶν γὰρ τριῶν ταγμάτων ἑκάτερος ἔτι κύριος ἦν τοῖς στρατιωτικοῖς ὅρκοις κατειργομένων καὶ οὐδεὶς ἀπολείπεσθαι τῶν σημείων ἠξίου· τοσοῦτον [p. 329] ἴσχυσεν ὁ τῶν ὅρκων ἐν ἑκάστῳ φόβος. πρόφασις δὲ κατεσκευάσθη τῆς στρατείας, ὡς Αἰκανῶν καὶ Σαβίνων συνεληλυθότων εἰς ἓν ἐπὶ τῷ κατὰ Ῥωμαίων πολέμῳ. [2] ὡς δὲ προῆλθον ἔξω τῆς πόλεως οἱ ὕπατοι τὰς δυνάμεις ἔχοντες καὶ τὰς παρεμβολὰς οὐ πρόσω ἀπ᾽ ἀλλήλων ἔθεντο, συνελθόντες οἱ στρατιῶται εἰς ἓν ἅπαντες, ὅπλων τε καὶ σημείων ὄντες κύριοι, Σικιννίου τινὸς Βελλούτου παροξύναντος αὐτοὺς ἀφίστανται τῶν ὑπάτων ἁρπάσαντες τὰ σημεῖα· τιμιώτατα γὰρ Ῥωμαίοις ταῦτ᾽ ἐπὶ στρατείας καὶ ὥσπερ ἱδρύματα θεῶν ἱερὰ νομίζονται· λοχαγούς τε ἑτέρους καὶ περὶ πάντων ἄρχοντα τὸν Σικίννιον ἀποδείξαντες, ὄρος τι καταλαμβάνονται πλησίον Ἀνίητος ποταμοῦ κείμενον, οὐ πρόσω τῆς Ῥώμης, ὃ νῦν ἐξ ἐκείνου Ἱερὸν ὄρος καλεῖται. [3] τῶν δ᾽ ὑπάτων καὶ λοχαγῶν μετακαλούντων αὐτοὺς ἅμα δεήσει καὶ οἰμωγῇ καὶ πολλὰ ὑπισχνουμένων ἀπεκρίνατο ὁ Σικίννιος· τίνα γνώμην ἔχοντες, ὦ πατρίκιοι, οὓς ἀπηλάσατε ἐκ τῆς πατρίδος καὶ ἀντ᾽ ἐλευθέρων δούλους ἐποιήσατε, νῦν μετακαλεῖτε; ποίᾳ δὲ πίστει τὰς ὑποσχέσεις ἡμῖν ἐμπεδώσετε, ἃς πολλάκις ἤδη ψευσάμενοι ἐλέγχεσθε; ἀλλ᾽ ἐπειδὴ μόνοι τὴν πόλιν ἀξιοῦτε κατέχειν, ἄπιτε μηδὲν ὑπὸ τῶν πενήτων καὶ ταπεινῶν ἐνοχλούμενοι· ἡμῖν δ᾽ ἀρκέσει πᾶσα γῆ, ἐν ᾗ ἂν τὸ ἐλεύθερον ἔχωμεν, ὁποία ποτ᾽ ἂν ᾖ, νομίζεσθαι πατρίς. [p. 330] ;ΚΕΦΑΛΑΙΟΝ ΜΣΤ΄ [1] ὡς δ᾽ ἠγγέλθη ταῦτα τοῖς ἐν τῇ πόλει, πολὺς θόρυβος καὶ οἰμωγὴ ἦν καὶ διὰ τῶν στενωπῶν δρόμος, τοῦ μὲν δήμου καταλιπεῖν τὴν πόλιν παρασκευαζομένου, τῶν δὲ πατρικίων ἀποτρέπειν ἀξιούντων καὶ βίαν τοῖς μὴ βουλομένοις προσφέρειν· βοή τε περὶ τὰς πύλας καὶ πολὺς ἀνακλαυθμὸς ἦν λόγοι τε κατ᾽ ἀλλήλων ἐχθροὶ καὶ ἔργα πολεμίων ἐγίνοντο οὐκέτι διακρίνοντος οὐδενὸς οὔτε ἡλικίαν οὔτε ἑταιρίαν οὔτε ἀξίωσιν ἀρετῆς. [2] ἐπειδὴ δ᾽ οἱ ταχθέντες ὑπὸ τῆς βουλῆς φρουρεῖν τὰς ἐξόδους· ἦσαν γὰρ δὴ ὀλίγοι καὶ οὐχ ἱκανοὶ ἔτι ἀντέχειν· ἐκβιασθέντες ὑπὸ τοῦ δήμου κατέλιπον τὴν φυλακήν, τότε ἤδη τὸ δημοτικὸν πολὺ ἐξεχεῖτο, καὶ τὸ πάθος ἦν ἁλώσει πόλεως ἐμφερές, οἰμωγή τε τῶν ὑπομενόντων καὶ κατάμεμψις ἀλλήλων ἐγίνετο ἐρημουμένην τὴν πόλιν ὁρώντων. μετὰ τοῦτο βουλαί τε συχναὶ καὶ κατηγορίαι τῶν αἰτίων τῆς ἀποστάσεως ἐγίνοντο. ἐν δὲ τῷ αὐτῷ καιρῷ καὶ τὰ πολέμια ἔθνη ἐπετίθεντο αὐτοῖς προνομεύοντα τὴν γῆν ἄχρι τῆς πόλεως. οἱ μέντοι ἀποστάται τὸν ἀναγκαῖον ἐπισιτισμὸν ἐκ τῶν πλησίον ἀγρῶν λαμβάνοντες, ἄλλο δ᾽ οὐδὲν τὴν χώραν κακουργοῦντες, ἔμενον ὑπαίθριοι καὶ τοὺς προσιόντας ἐκ τῆς πόλεως καὶ τῶν πέριξ φρουρίων ὑπελάμβανον συχνοὺς ἤδη γινομένους. [3] οὐ γὰρ μόνον οἱ τὰ χρέα καὶ τὰς καταδίκας καὶ τὰς προσδοκωμένας ἀνάγκας διαφυγεῖν προαιρούμενοι συνέρρεον [p. 331] ὡς αὐτούς, ἀλλὰ καὶ τῶν ἄλλων, ὅσοις ὁ βίος ἦν ἀργὸς ἢ ῥᾴθυμος ἢ ταῖς ἐπιθυμίαις χορηγεῖν οὐχ ἱκανὸς ἢ πονηρῶν ἐπιτηδευμάτων ζηλωτὴς ἢ φθονερὸς ταῖς ἑτέρων εὐτυχίαις ἢ δι᾽ ἄλλην τινὰ συμφορὰν ἢ αἰτίαν ἀλλοτρίως διακείμενος τῇ καθεστώσῃ πολιτείᾳ. ;ΚΕΦΑΛΑΙΟΝ ΜΖ΄ [1] τοῖς δὲ πατρικίοις ἐν μὲν τῷ παραυτίκα ταραχὴ ἐνέπεσε πολλὴ καὶ ἔκπληξις, καὶ ὡς αὐτίκα δὴ μάλα τῶν ἀποστατῶν ἅμα τοῖς ἀλλοεθνέσι πολεμίοις ἐπὶ τὴν πόλιν ἡξόντων δέος. ἔπειθ᾽ ὡς ἐξ ἑνὸς παρακελεύσματος ἁρπάσαντες τὰ ὅπλα σὺν τοῖς οἰκείοις ἕκαστοι πελάταις, οἱ μὲν ἐπὶ τὰς ὁδοὺς ἃς ἥξειν ἐνόμιζον τοὺς πολεμίους παρεβοήθουν, οἱ δ᾽ ἐπὶ τὰ φρούρια φυλακῆς ἕνεκα τῶν ἐρυμάτων ἐξῄεσαν, οἱ δ᾽ ἐν τοῖς προκειμένοις τῆς πόλεως πεδίοις ἐστρατοπεδεύοντο· ὅσοι δὲ διὰ γῆρας ἀδύνατοι τούτων τι δρᾶν ἦσαν ἐπὶ [2] τοῖς τείχεσιν ἐτάξαντο. ἐπεὶ δὲ τοὺς ἀποστάτας κατέμαθον οὔτε τοῖς πολεμίοις προστιθεμένους οὔτε τὴν χώραν δῃοῦντας οὔτε ἄλλο βλάπτοντας οὐδὲν ὅ τι καὶ λόγου ἄξιον, τοῦ δέους ἐπαύσαντο· καὶ μεταθέμενοι τὰς γνώμας, ἐφ᾽ οἷστε διαλλαγήσονται πρὸς αὐτούς, ἐσκόπουν· καὶ ἐλέχθησαν ὑπὸ τῶν ἡγουμένων τοῦ συνεδρίου λόγοι παντοδαποὶ καὶ πλεῖστον ἀλλήλων διάφοροι, μετριώτατοι δὲ καὶ πρεπωδέστατοι ταῖς παρούσαις τύχαις, οὓς οἱ πρεσβύτατοι αὐτῶν ἔλεξαν διδάσκοντες, ὡς οὐδεμᾷ κακίᾳ πεποίηται τὴν ἀπόστασιν ἀπ᾽ αὐτῶν ὁ δῆμος, ἀλλὰ τὰ μὲν ὑπὸ τῶν ἀναγκαίων συμφορῶν βιασθείς, τὰ δ᾽ ὑπὸ τῶν συμβούλων ἐξηπατημένος, [p. 332] ὀργῇ δὲ μᾶλλον ἢ λογισμῷ τὰ συμφέροντα κρίνων, οἷα ἐν ἀμαθεῖ πλήθει γίγνεσθαι φιλεῖ· ἔπειθ᾽ ὅτι συνοίδασιν αὑτοῖς κακῶς βεβουλευμένοις οἱ πλείους καὶ ζητοῦσιν ἀναλύσασθαι τὰς ἁμαρτίας εὐσχήμονας ἀφορμὰς λαμβάνοντες· τὰ γοῦν ἔργα δρῶσιν ἤδη μετεγνωκότων, καὶ εἰ λάβοιεν ἐλπίδα χρηστὴν περὶ τοῦ μέλλοντος χρόνου, ψηφισαμένης αὐτοῖς ἄδειαν τῆς βουλῆς καὶ διαλλαγὰς ποιησαμένης εὐπρεπεῖς, ἀγαπητῶς τὰ σφέτερα δέξονται. [3] ἠξίουν τε ταῦτα παραινοῦντες μὴ χείρους ὀργὴν εἶναι τῶν κακιόνων τοὺς κρείττονας, μηδ᾽ εἰς ἐκεῖνον ἀναβάλλεσθαι τὸν χρόνον τὰς διαλλαγάς, ὅτε ἢ νοῦν ἔχειν ἀναγκασθήσεται τὸ ἀνόητον, ἢ τῷ μείζονι κακῷ τοὔλαττον ἰᾶσθαι ὅπλων παραδόσει καὶ σωμάτων ἐπιτροπῇ τὴν ἐλευθερίαν ἀφαιρεθὲν αὐτὸ ὑφ᾽ ἑαυτοῦ· ταῦτα γὰρ ἐγγὺς εἶναι τοῦ ἀδυνάτου· μετρίως δὲ χρησαμένους ἀρχηγοὺς τῶν συμφερόντων βουλευμάτων γενέσθαι καὶ προτέρους ἐκείνων ἐπὶ τὰς διαλλαγὰς χωρεῖν ἐνθυμουμένους, ὅτι τὸ μὲν ἄρχειν καὶ ἐπιτροπεύειν τοῖς πατρικίοις ὑπάρχει, [4] φιλότητος δὲ καὶ εἰρήνης ... τοῖς ἀγαθοῖς. τὸ δ᾽ ἀξίωμα τῆς βουλῆς οὐκ ἐν τῷδε μάλιστα ἐλαττώσεσθαι ἀπέφαινον, ἐν ᾧ μάλιστα τὰς ἀναγκαίας συμφορὰς γενναίως φέροντες ἀσφαλῶς πολιτεύσουσιν, ἀλλ᾽ ἐν ᾧ δυσοργήτως ταῖς τύχαις ὁμιλοῦντες ἀνατρέψουσι τὸ κοινόν. ἀνοίας δ᾽ ἔργον εἶναι τῆς εὐπρεπείας ὀρεγομένους [p. 333] τῆς ἀσφαλείας ὑπερορᾶν· ἀγαπητὸν μὲν γὰρ ἀμφοῖν τυγχάνειν, εἰ δ᾽ ἐξείργοιτό τις θατέρου, τὰ σωτήρια τῶν εὐπρεπεστέρων νομιστέα ἀναγκαιότερα. τέλος δ᾽ ἦν τῶν ταῦτα παραινούντων, πρέσβεις ἀποστέλλειν τοὺς διαλεξομένους τοῖς ἀφεστηκόσι περὶ φιλίας, ὡς οὐδὲν αὐτοῖς ἡμάρτηται ἀνήκεστον. ;ΚΕΦΑΛΑΙΟΝ ΜΗ΄ [1] ἐδόκει ταῦτα τῇ βουλῇ· καὶ μετὰ ταῦτα προχειρισαμένη τοὺς ἐπιτηδειοτάτους διεπέμψατο πρὸς τοὺς ἐπὶ τοῦ χάρακος, ἐντειλαμένη πυνθάνεσθαι παρ᾽ αὐτῶν, τίνος δέονται καὶ ἐπὶ τίσι δικαίοις ἀξιοῦσιν εἰς τὴν πόλιν ἀναστρέφειν· εἰ γὰρ εἴη τι μέτριον καὶ δυνατὸν τῶν αἰτημάτων, οὐκ ἐναντιώσεσθαι σφίσι τὴν βουλήν. νῦν μὲν οὖν αὐτοῖς ἀποθεμένοις τὰ ὅπλα καὶ κατιοῦσιν εἰς τὴν πόλιν ἄδειαν ὑπάρξειν τῶν ἡμαρτημένων, καὶ εἰς τὸν ἀπὸ τοῦδε χρόνον ἀμνηστίαν· ἐὰν δὲ τὰ κράτιστα βουλεύωσι τῷ κοινῷ καὶ προθύμως κινδυνεύωσι περὶ τῆς πατρίδος, ἀμοιβὰς καλὰς καὶ [2] λυσιτελεῖς. ταύτας οἱ πρέσβεις τὰς ἐντολὰς κομισάμενοι ἀπέδοσαν τοῖς ἐπὶ στρατοπέδου καὶ τὰ ἀκόλουθα διελέχθησαν. οὐ δεξαμένων δὲ τῶν ἀποστατῶν τὰς προκλήσεις, ἀλλ᾽ ὑπεροψίαν καὶ βαρύτητα καὶ πολλὴν εἰρωνείαν τοῖς πατρικίοις ὀνειδισάντων, εἰ προσποιοῦνται μὲν ἀγνοεῖν, ὧν ὁ δῆμος δεῖται καὶ δι᾽ ἃς ἀνάγκας ἀπ᾽ αὐτῶν ἀπέστη, χαρίζονται δ᾽ αὐτῷ τὴν ἄδειαν τοῦ μηδεμίαν ὑποσχεῖν τῆς ἀποστάσεως δίκην, ὥσπερ ἔτι κύριοι, τῆς βοηθείας γε αὐτοὶ δεόμενοι τῆς πολιτικῆς οἱ ἐπὶ τοὺς ὀθνείους πολέμους οὐκ εἰς μακρὰν [p. 334] ἐλευσομένους πανστρατιᾷ, πρὸς οὓς οὐδ᾽ ἀντᾶραι δυνήσονται, οἳ οὐ σφέτερον ἡγοῦνται τὸ σωθῆναι ἀγαθόν, ἀλλὰ τῶν συναγωνιουμένων εὐτύχημα· τέλος δὲ τοῦτον προσθέντων τὸν λόγον, ὡς ἄμεινον ἤδη αὐτοὶ μαθόντες τὰς κατεχούσας τὴν πόλιν ἀπορίας, γνώσονται πρὸς οἵους ἀντιπάλους αὐτοῖς ἔσται ὁ ἀγών, καὶ πολλὰς καὶ χαλεπὰς ἀπειλὰς ἐπανατειναμένων· [3] οἱ μὲν πρέσβεις οὐδὲν ἔτι πρὸς ταῦτα ἀντειπόντες ἀπηλλάττοντο καὶ τὰ παρὰ τῶν ἀποστατῶν τοῖς πατρικίοις ἐδήλωσαν, ἡ δὲ πόλις, ἐπειδὴ τὰς ἀποκρίσεις ταύτας ἔλαβεν, ἐν ταραχαῖς καὶ δείμασι πολλῷ χαλεπωτέροις ἢ πρόσθεν ἐγένετο, καὶ οὔτε ἡ βουλὴ πόρον εὑρεῖν οἵα τε ἦν οὔτ᾽ ἀναβολάς, δυσφημιῶν δὲ καὶ κατηγοριῶν, ἃς οἱ προεστηκότες αὐτῆς ἐποιοῦντο κατ᾽. ἀλλήλων, ἐπὶ πολλὰς ἀκούουσα ἡμέρας διελύετο· οὔτε τὸ δημοτικὸν πλῆθος, ὅσον ἔτι παρέμενεν εὐνοίᾳ τῶν πατρικίων ἢ πόθῳ τῆς πατρίδος ἠναγκασμένον, ὅμοιον ἦν, ἀλλὰ καὶ τούτου φανερῶς τε καὶ κρύφα πολὺ μέρος διέρρει, βέβαιον δ᾽ οὐδὲν τῶν καταλειπομένων ἐδόκει εἶναι. τούτων δὲ γενομένων οἱ μὲν ὕπατοι· καὶ γὰρ ἦν βραχὺς ὁ λειπόμενος αὐτοῖς ἔτι τῆς ἀρχῆς χρόνος· ἡμέραν ἔστησαν ἀρχαιρεσιῶν. ;ΚΕΦΑΛΑΙΟΝ ΜΘ΄ [1] ὁ δὲ δῆμος, ἐπειδὴ παρῆν ὁ χρόνος, ἐν ᾧ τὰς ἀρχὰς ἐπικυροῦν ἔδει συνελθόντας εἰς τὸ πεδίον, οὐδενὸς οὔτε μετιόντος τὴν ὑπατείαν οὔτε διδομένην ὑπομένοντος λαβεῖν, αὐτὸς ἀποδείκνυσιν ὑπάτους [p. 335] ἐκ τῶν εἰληφότων ἤδη τὴν ἀρχὴν ταύτην δήμῳ τε κεχαρισμένους ἄνδρας καὶ ἀριστοκρατίᾳ, Πόστομον Κομίνιον καὶ Σπόριον Κάσσιον, ὑφ᾽ οὗ Σαβῖνοι καταπολεμηθέντες τῆς ἡγεμονίας ἀπέστησαν, ἐπὶ τῆς ἑβδομηκοστῆς καὶ δευτέρας ὀλυμπιάδος, ἣν ἐνίκα στάδιον Τισικράτης Κροτωνιάτης, ἄρχοντος Ἀθήνησι Διογνήτου. [2] οὗτοι παραλαβόντες τὴν ἀρχὴν καλάνδαις Σεπτεμβρίαις θᾶττον ἢ τοῖς προτέροις ἔθος ἦν, πρὶν ἢ τῶν ἄλλων τι διαπράξασθαι βουλὴν συγκαλέσαντες περὶ τῆς καθόδου τῶν δημοτικῶν λέγειν ἠξίουν, ἥν τινα διάνοιαν ἔχει, πρῶτον ἀποφήνασθαι παρακαλοῦντες ἄνδρα ἡλικίας ἐν τῇ κρατίστῃ τότε ὄντα καὶ συνέσει δοκοῦντα τῶν ἄλλων διαφέρειν, μάλιστα δ᾽ ἐπὶ τῇ προαιρέσει τῶν πολιτευμάτων ἐπαινούμενον, ὅτι τῆς μέσης τάξεως ἦν, οὔτε τὴν αὐθάδειαν τῶν ἀριστοκρατικῶν αὔξων οὔτε τῷ δήμῳ ὅσα βουληθείη πράττειν ἐπιτρέπων, Ἀγρίππαν Μενήνιον· ὃς ἐπὶ τὰς διαλλαγὰς τὴν βουλὴν παρεκάλει τάδε λέγων· [3] εἰ μὲν ἅπασιν, ὦ βουλή, τοῖς παροῦσι τὴν αὐτὴν γνώμην συνέβαινεν ἔχειν, καὶ μηδεὶς ἔμελλε ταῖς πρὸς τὸν δῆμον διαλλαγαῖς ἐμποδὼν ἔσεσθαι, ἐφ᾽ οἷς δὲ διαλυσόμεθα πρὸς αὐτοὺς εἴτε δικαίοις οὖσιν εἴτε μή, ὅμως ταῦτα προὔκειτο μόνον σκοπεῖν, δι᾽ ὀλίγων ἂν ὑμῖν ἐδήλωσα λόγων, ἃ φρονῶ. [4] ἐπεὶ δὲ καὶ αὐτὸ τοῦτό [p. 336] τινες οἴονται βουλῆς ἔτι δεῖν, πότερον ἡμῖν ἄμεινόν ἐστι συμβῆναι πρὸς τοὺς ἀφεστηκότας ἢ πολεμεῖν, οὐχ ἡγοῦμαι ῥᾴδιον εἶναί μοι δι᾽ ὀλίγης δηλώσεως, ὅ τι χρὴ πράττειν παραινέσαι, ἀλλ᾽ ἀνάγκη διὰ πλειόνων διδάξαι λόγων τοὺς πρὸς τὰς διαλλαγὰς ἀλλοτρίως ἔχοντας ὑμῶν, ὅτι τἀναντία συμπείθουσιν ἢ καὶ δεδίττεσθαι μέλλοντες ὑμᾶς τὰ φαυλότατα τῶν χαλεπῶν καὶ ῥᾳδίας ἔχοντα τὰς ἐπανορθώσεις ὀρρωδοῦντας τῶν μεγίστων τε καὶ ἀνιάτων ἱκανῶς ἀπερισκέπτως ἔχουσι. καὶ τοῦτο πεπόνθασι παρ᾽ οὐδὲν ἕτερον ἢ ὥστε λογισμῷ μὴ κρίνειν τὸ συμφέρον, ἀλλὰ θυμῷ καὶ μανίᾳ. [5] πῶς γὰρ ἂν οὗτοι λέγοιντο προορᾶσθαί τι τῇ διανοίᾳ τῶν χρησίμων ἢ δυνατῶν, οἵ τινες ὑπολαμβάνουσι τηλικαύτην πόλιν καὶ τοσούτων πραγμάτων κυρίαν ἤδη ἐπίφθονόν τε καὶ λυπηρὰν τοῖς περιοίκοις γιγνομένην, ἢ δίχα τοῦ δημοτικοῦ δυνήσεσθαι κατέχειν τε καὶ σώζειν τὰ ἔθνη ῥᾳδίως, ἢ ἕτερον ἐπάξεσθαι δῆμον ἀντὶ τοῦ πονηροτέρου κρείττονα, ὃς αὐτοῖς προπολεμήσει τε τῆς ἀρχῆς καὶ κατὰ πολλὴν ἡσυχίαν συμπολιτεύσεται, παρέχων καὶ ἐν εἰρήνῃ καὶ κατὰ πολέμους ἑαυτὸν μέτριον; οὐδὲν γὰρ ἂν ἕτερον ἔχοιεν εἰπεῖν, ᾧ πιστεύοντες ἀξιώσουσιν ὑμᾶς μὴ δέχεσθαι τὰς διαλλαγάς. [p. 337] ;ΚΕΦΑΛΑΙΟΝ Ν΄ [1] ὧν ἑκάτερον ὅσης ἐστὶ μεστὸν εὐηθείας, ἐξ αὐτῶν ὑμᾶς ἀξιώσαιμ᾽ ἂν ἔγωγε τῶν ἔργων σκοπεῖν ἐνθυμηθέντας, ὅτι διαστασιασάντων πρὸς ὑμᾶς τῶν ταπεινοτέρων διὰ τοὺς οὔτε πολιτικῶς οὔτε μετρίως ταῖς ἀτυχίαις χρησαμένους, καὶ ὑπαναχωρησάντων μὲν ἐκ τῆς πόλεως, ἄλλο δὲ μηδὲν ὑμᾶς δεινὸν μήτε ἐργαζομένων μήτε διανοουμένων, ἀλλ᾽ ὡς διαλλαγήσονται χωρὶς αἰσχύνης σκοπούντων, ἀγαπητῶς δεξάμενοι τὸ συμβὰν ἀπὸ τῆς τύχης πολλοὶ τῶν οὐκ εὖ διανοουμένων πρὸς ὑμᾶς, ἀνεπτέρωνται ταῖς γνώμαις, καὶ τοῦτον οἴονται σφίσι παρεῖναι τὸν εὐκταῖον καιρόν, ἐν ᾧ [2] καταλύσουσιν ὑμῶν τὴν ἀρχήν. Αἰκανοὶ μέν γε καὶ Οὐολοῦσκοι, Σαβῖνοί τε καὶ τὸ Ἑρνίκων ἔθνος, πρὸς τῷ μηδένα χρόνον ἐξαίρετον πεποιῆσθαι τοῦ πρὸς ἡμᾶς πολέμου, καὶ τοῖς ἔναγχος κακοῖς δυσανασχετοῦντες λῃστεύουσιν ἡμῶν τοὺς ἀγρούς. Καμπανίας δὲ καὶ Τυρρηνίας ὅσα ἐνδοιαστῶς ἡμῶν ἀφείμενα διατελεῖ, τὰ μὲν ἐκ τοῦ φανεροῦ ἀφίσταται, τὰ δ᾽ ἀφανῶς παρασκευάζεται. δοκεῖ τ᾽ οὐδὲ τὸ Λατίνων συγγενὲς ἔτι βέβαιον ἡμῖν διαμένειν φίλιον εἰς πύστιν ἐλθόν, ἀλλὰ καὶ τούτου πολὺ μέρος διαγγέλλεται νοσεῖν ἔρωτι κρατούμενον, ἧς ἅπαντες γλίχονται, μεταβολῆς· [3] οἱ δὲ τέως ἐπιστρατοπεδεύοντες ἑτέροις, νῦν αὐτοὶ τειχήρεις [p. 338] μένοντες καθήμεθα, γῆν τ᾽ ἄσπορον ἀφεικότες καὶ αὐλὰς διαρπαζομένας ὁρῶντες λείαν τ᾽ ἀπελαυνομένην καὶ θεράποντας αὐτομολοῦντας καὶ οὐκ ἔχοντες, ὅ τι χρησόμεθα τοῖς κακοῖς. καὶ ταῦτα πάσχοντες ἔτι διαλλαγήσεσθαι πρὸς ἡμᾶς ἐλπίζομεν τὸ δημοτικόν, καὶ ἐφ᾽ ἡμῖν ὑπάρχον εἰδότες ἑνὶ καταλύσασθαι ψηφίσματι τὴν στάσιν; {{DEFAULTSORT:Ρωμαικη Αρχαιολογια 06 41}} aeb8b37f2y38d9zetrm3rkq9d9wftpz Ρωμαϊκή Αρχαιολογία/ς/31 0 23609 148461 100324 2022-08-09T13:05:57Z Αντιγόνη 235 −[[Κατηγορία:Ιστορία]]; −[[Κατηγορία:Αρχαία και Κλασική γραμματεία]] με τη χρήση [[Commons:Help:Gadget-HotCat|HotCat]] wikitext text/x-wiki {{Κεφαλίδα | τίτλος = Κεφάλαια 31–40 | συγγραφέας = Διονύσιος ο Αλικαρνασσεύς | μεταφραστής= | ενότητα = [[Ρωμαϊκή Αρχαιολογία/ς|Ῥωμαϊκὴ Ἀρχαιολογία: Λόγος ς΄]] | προηγούμενο= [[Ρωμαϊκή Αρχαιολογία/ς/21|Κεφάλαια 21–30]] | επόμενο = [[Ρωμαϊκή Αρχαιολογία/ς/41|Κεφάλαια 41–50]] | σημειώσεις = Dionysii Halicarnasei Antiquitatum Romanarum quae supersunt, Vol I-IV. Dionysius of Halicarnassus. Karl Jacoby. In Aedibus B.G. Teubneri. Leipzig. 1885. }} ;ΚΕΦΑΛΑΙΟΝ ΛΑ΄ [1] ἐν τοιαύταις δ᾽ ἀκαταστασίαις τῆς πόλεως οὔσης ἐκεχειρία τις ἐν τῷ διὰ μέσου γενομένη θυσιῶν πατρίων ἕνεκα καὶ πανηγύρεις ἐπιλαβοῦσαι λαμπραὶ ταῖς δαπάναις ἐπέσχον τὴν ἐν τῷ παρόντι τοῦ πλήθους διχοστασίαν. ἑορτάζουσι δ᾽ αὐτοῖς ἐπιτίθενται πολλῇ δυνάμει Σαβῖνοι τοῦτον ἐκ πολλοῦ φυλάξαντες τὸν χρόνον, ἀρχομένης ἔτι νυκτὸς ποιησάμενοι τὴν [p. 309] ἐπίθεσιν, ἵνα πρὶν αἰσθέσθαι τοὺς ἔνδον ἐπὶ τῇ πόλει γένωνται· καὶ ῥᾷστα ἂν ἐκράτησαν αὐτῶν, εἰ μὴ τῶν ψιλῶν τινες ἀποσχισθέντες τῆς φάλαγγος, αὐλαῖς ἐπιβάλλοντες ἁρπαγῆς ἕνεκα θόρυβον εἰργάσαντο. [2] βοή τε γὰρ εὐθὺς ἐγένετο καὶ δρόμος τῶν γεωργῶν εἰς τὸ τεῖχος, πρὶν ἢ ταῖς πύλαις τοὺς πολεμίους προσελθεῖν. ὡς δ᾽ ἔγνωσαν αὐτῶν τὴν ἔφοδον οἱ κατὰ πόλιν θεωροῦντες μεταξὺ καὶ τοὺς στεφάνους ἐπικείμενοι καταλιπόντες τοὺς ἀγῶνας ἐπὶ τὰ ὅπλα ὥρμησαν· καὶ φθάνει τῷ Σερουιλίῳ συναχθεῖσα δύναμις αὐτοκέλευστος ἱκανή, ἣν ἐκεῖνος ἔχων συντεταγμένην, προσπίπτει τοῖς πολεμίοις ὑπό τε ἀγρυπνίας καὶ κόπου τεταλαιπωρηκόσι καὶ οὐ προσδεχομένοις τὴν τῶν Ῥωμαίων ἔφοδον. [3] ὡς δὲ συνέμιξαν εἰς χεῖρας, ἐγένετο μάχη τὸ μὲν ἐν τάξει καὶ κόσμῳ διὰ τὴν σπουδὴν ἑκατέρων ἀφῃρημένη, οἳ δ᾽ ὡς ἀπὸ τύχης τινὸς ἢ φάλαγξ φάλαγγι ἢ λόχος λόχῳ ἢ ἀνὴρ ἀνδρὶ συνέπεσον, ἱππεῖς τε καὶ πεζοὶ ἅμα πεφυρμένοι ἐμάχοντο. ἀρωγοὶ δ᾽ αὐτοῖς ἑκατέρωθεν ἐπῄεσαν οὐ διὰ μακροῦ τῶν πόλεων οὐσῶν, οἳ τὸ κάμνον ἀναθαρρύνοντες ἐπὶ πολὺν χρόνον ἀντέχειν ταῖς ταλαιπωρίαις ἐποίουν. ἔπειτα οἱ Ῥωμαῖοι προσγενομένης σφίσι τῆς ἵππου πάλιν νικῶσι τοὺς Σαβίνους, [p. 310] καὶ πολλοὺς ἀποκτείναντες ἀνέστρεψαν εἰς τὴν πόλιν ἄγοντες αἰχμαλώτους πάνυ συχνούς. τούς τε κατὰ τὴν πόλιν ὄντας Σαβίνων, οἳ κατὰ θέας πρόφασιν ἀφιγμένοι προκαταλήψεσθαι τοῖς ἐπιοῦσι τὰ ἐρύματα τῆς πόλεως ἔμελλον, ὥσπερ αὐτοῖς συνετέτακτο, ἀναζητοῦντες εἰς τὰ δεσμωτήρια κατετίθεντο. τὰς δὲ θυσίας, αἷς ὁ πόλεμος ἐμποδὼν ἐγένετο, διπλασίας τῶν προτέρων ψηφισάμενοι αὖθις ἐν εὐπαθείαις ἦσαν. ;ΚΕΦΑΛΑΙΟΝ ΛΒ΄ [1] ἔτι δὲ πανηγυρίζουσιν αὐτοῖς πρεσβευταὶ παρῆσαν ἐξ ἔθνους Ἀρούγκων, οἳ τῆς Καμπανῶν χώρας τὰ κάλλιστα πεδία κατεῖχον. οὗτοι καταστάντες ἐπὶ τὴν βουλὴν ἠξίουν τὴν Οὐολούσκων τῶν καλουμένων Ἐχετρανῶν χώραν, ἣν ἀφελόμενοι τοὺς Ἐχετρανοὺς Ῥωμαῖοι κληρούχοις εἰς φυλακὴν τοῦ ἔθνους ἐκπεμφθεῖσι διένειμαν, ἀποδιδόναι σφίσι καὶ τὴν φρουρὰν ἀπαγαγεῖν ἐξ αὐτῆς· ἐὰν δὲ μὴ ποιήσωσιν, Ἀρούγκους ἥξοντας ἐπὶ τὴν Ῥωμαίων ὀλίγου χρόνου καὶ δίκας ληψομένους ὅσων διέθεντο τοὺς ὁμόρους κακῶν ἐκδέχεσθαι. [2] Ῥωμαῖοι δ᾽ αὐτοῖς τάδε ἀπεκρίναντο· ἀπαγγέλλετε, ὦ πρέσβεις, Ἀρούγκοις, ὅτι ἡμεῖς οἱ Ῥωμαῖοι δικαιοῦμεν ὅσα κτᾶταί τις ἀρετῇ πολεμίους ἀφελόμενος, ταῦτα τοῖς ἐγγόνοις ὡς οἰκεῖα παραδιδόναι. πόλεμον δ᾽ οὐ δέδιμεν τὸν Ἀρούγκων οὔτε πρῶτον οὔτε δεινότατον ἐσόμενον· ἀλλ᾽ ἐν ἔθει ἡμῖν ὑπάρχει πᾶσι μάχεσθαι περὶ τῆς ἡγεμονίας, καὶ ἀρετῆς συναγώνισμά [p. 311] τι ἐσόμενον ὁρῶντες αὐτὸν ἀκαταπλήκτως δεξόμεθα. [3] μετὰ ταῦτ᾽ Ἀροῦγκοί τε πολλῇ στρατιᾷ ὁρμηθέντες ἐκ τῆς ἑαυτῶν, καὶ Ῥωμαῖοι τὰς οἰκείας δυνάμεις ἔχοντες ἡγουμένου Σερουιλίου, συντυγχάνουσιν ἀλλήλοις ἀγχοῦ πόλεως Ἀρικείας, ἣ διέχει σταδίους ἑκατὸν εἴκοσι τῆς Ῥώμης· καὶ στρατοπεδεύονται ἑκάτεροι ἐν ὄρεσιν ὀχυροῖς ὀλίγον ἀλλήλων διεστῶτες. ἐπεὶ δὲ τοὺς χάρακας ἐκρατύναντο, προῆλθον εἰς τὸ πεδίον ἀγωνιούμενοι, καὶ συμπεσόντες ἐξ ἑωθινῆς μέχρις ἡμέρας μεσούσης ἀντεῖχον, ὥστε πολὺν ἐξ ἀμφοτέρων γενέσθαι φόνον. φιλοπόλεμον γὰρ δὴ τὸ τῶν Ἀρούγκων ἔθνος ἦν, καὶ τῷ μεγέθει τε καὶ ῥώμῃ καὶ ὄψεως δεινότητι πολὺ τὸ θηριῶδες ἐχούσῃ φοβερώτατον. ;ΚΕΦΑΛΑΙΟΝ ΛΓ΄ [1] ἐν τούτῳ λέγεται τῷ πολέμῳ τοὺς ἱππεῖς τῶν Ῥωμαίων κρατίστους γενέσθαι, καὶ τὸν ἡγεμόνα αὐτῶν Αὖλον Ποστόμιον Ἄλβον, ὃς ἔσχε τὴν δικτάτορα ἀρχὴν ἐν τῷ πρόσθεν ἐνιαυτῷ. τὸ μὲν γὰρ χωρίον, ἐν ᾧ ἡ μάχη ἐγένετο, ἥκισθ᾽ ἱππάσιμον ἦν καὶ κολωνούς τε πετρώδεις καὶ φάραγγας βαθείας εἶχεν, ὥστε μηδὲν ἑκατέροις τὴν ἵππον οἵαν τ᾽ εἶναι προσωφελεῖν. [2] ὁ δὲ Ποστόμιος παρακελευσάμενος τοῖς ἀμφ᾽ αὑτὸν ἀπὸ τῶν ἵππων καταβῆναι καὶ ποιήσας στῖφος ἀνδρῶν ἑξακοσίων, ἐν οἷς μάλιστα ἔκαμνε τοῖς Ῥωμαίοις κατὰ πρανοῦς ὠθουμένοις χωρίου ἡ φάλαγξ, [p. 312] ἐν τούτοις συνάπτει τοῖς πολεμίοις, καὶ αὐτίκα συνίστησιν αὐτῶν τὰς τάξεις. ὡς δ᾽ ἅπαξ ἀνεκόπησαν οἱ βάρβαροι, θάρσος ἐνέπεσε τοῖς Ῥωμαίοις, καὶ φιλονεικία τοῖς πεζοῖς πρὸς τοὺς ἱππεῖς· καὶ καθ᾽ ἓν ἀμφότεροι πυργηδὸν ἐξωθοῦσι τὸ δεξιὸν κέρας τῶν πολεμίων ἕως τοῦ λόφου· καὶ οἱ μὲν τοῖς περὶ τὸν χάρακα φεύγουσιν ἑπόμενοι πολλοὺς ἀπέκτειναν, οἱ δὲ τοῖς ἔτι μαχομένοις κατὰ νώτου ἐπῆγον. [3] τρεψάμενοι δὲ κἀκείνους εἰς φυγὴν ἐπίπονόν τε καὶ βραδεῖαν τὴν ἀποχώρησιν ποιουμένους πρὸς ὀχθώδη χωρία ἐδίωκον, τένοντάς τε ὑποκόπτοντες ποδῶν καὶ τὰς ἰγνῦς πλαγίοις τοῖς ξίφεσι διαιροῦντες, ἕως ἐπὶ τὸν χάρακα αὐτῶν ἀφίκοντο. βιασάμενοι δὲ καὶ τούτου τοὺς φύλακας οὐ πολλοὺς ὄντας ἐκράτησαν τοῦ στρατοπέδου καὶ διήρπασαν· ὠφελείας μέντοι οὐ πολλὰς εὗρον, ὅτι μὴ ὅπλα καὶ ἵππους, καὶ εἴ τι ἄλλο πολεμιστήριον χρῆμα ἦν. ταῦτα οἱ περὶ Σερουίλιον καὶ Ἄππιον ὕπατοι ἔπραξαν. ;ΚΕΦΑΛΑΙΟΝ ΛΔ΄ [1] μετὰ ταῦτα παραλαμβάνουσι τὴν ὑπατικὴν ἀρχὴν Αὖλος Οὐεργίνιος Καιλιμοντανὸς καὶ Τῖτος Οὐετούριος Γέμινος, ἄρχοντος Ἀθήνησι Θεμιστοκλέους, ἑξηκοστῷ καὶ διακοσιοστῷ μετὰ τὴν κτίσιν ἔτει, μελλούσης εἰς τοὐπιὸν τῆς ἑβδομηκοστῆς καὶ δευτέρας ὀλυμπιάδος, ἣν ἐνίκα δεύτερον Τισικράτης Κροτωνιάτης. [p. 313] ἐπὶ τούτων Σαβῖνοι πάλιν ἐπὶ Ῥωμαίους στρατιὰν ἐξάγειν μείζονα παρεσκευάζοντο, καὶ Μεδυλλῖνοι Ῥωμαίων ἀποστάντες πρὸς τὸ Σαβίνων ἔθνος ὅρκους ἐποιήσαντο περὶ συμμαχίας. [2] πυνθανόμενοι δὲ τὴν διάνοιαν αὐτῶν οἱ πατρίκιοι παρεσκευάζοντο διὰ ταχέων ἐξιέναι πανστρατιᾷ· τὸ δὲ δημοτικὸν οὐχ ὑπήκουεν αὐτοῖς, ἀλλ᾽ ἐμνησικάκουν τῆς ψευσθείσης αὐτοῖς πολλάκις ὑποσχέσεως περὶ τῶν ἐπικουρίας δεομένων ἀπόρων, τἀναντία ἐπαγόντων τῶν ἐπ᾽ ἐκείνοις ψηφιζομένων. κατ᾽ ὀλίγους δὲ συλλεγόμενοι ὅρκοις ἀλλήλους κατελάμβανον ὑπὲρ τοῦ μηκέτι συνάρασθαι τοῖς πατρικίοις πολέμου μηδενὸς καθ᾽ ἕνα τῶν ἀπόρων κατισχυόμενοι κοινῇ καὶ πρὸς τοὺς ἐντυγχάνοντας βοηθήσαντες. καὶ ἐγίνετο πολλαχῇ μὲν καὶ ἄλλῃ τὸ συνώμοτον ἐν ἁψιμαχίαις λόγων τε καὶ ἔργων ἐμφανές, μάλιστα δ᾽ ἐδήλωσε τοῖς ὑπάτοις, ἐπειδὴ οὐ προσῄεσαν οἱ καλούμενοι πρὸς τὴν στρατολογίαν. [3] συναρπάσαι γὰρ τινὰ τῶν ἐκ τοῦ δήμου κελευσάντων οἱ πένητες ἀθρόοι [p. 314] συστραφέντες τόν τε φερόμενον ἀφῃροῦντο καὶ τοὺς ὑπηρέτας τῶν ὑπάτων οὐ μεθιεμένους αὐτοὶ παίοντες ἀπήλαυνον, καὶ οὔτε ἱππέων οὔτε πατρικίων, ὅσοι παρόντες τὰ γινόμενα κωλύειν ἠξίουν, ἀπείχοντο μὴ οὐ παίειν· καὶ δι᾽ ὀλίγου πᾶσα ἡ πόλις ἦν ἀκοσμίας πλήρης καὶ θορύβου. ἅμα δὲ τῇ στάσει τῇ κατὰ τὴν πόλιν αὐξομένῃ καὶ τὰ τῶν πολεμίων πρὸς καταδρομὴν παρασκευαζόμενα μείζω τὴν ἐπίδοσιν ἐλάμβανεν. Οὐολούσκων δὲ πάλιν ἀπόστασιν βουλευσαμένων καὶ τῶν καλουμένων Αἰκανῶν πρεσβεία τε ἀπὸ πάντων τῶν Ῥωμαίοις ὑπηκόων παρῆν ἀξιούντων σφίσι συμμαχεῖν ἐν τρίβῳ τοῦ πολέμου κειμένοις. [4] Λατῖνοι μὲν γὰρ ἔφασκον Αἰκανοὺς ἐμβαλόντας εἰς τὴν χώραν αὐτῶν λεηλατεῖν τοὺς ἀγροὺς αὐτῶν, καὶ πόλεις τινὰς ἤδη διηρπακέναι· οἱ δ᾽ ἐν Κρουστομερείᾳ φρουροὶ πλησίον εἶναι Σαβίνους ἀποφαίνοντες καὶ πολλῇ χρωμένους προθυμίᾳ τὸ φρούριον πολεμεῖν· ἄλλοι δέ τι ἄλλο κακὸν ἀπαγγέλλοντες γεγονὸς ἢ γενησόμενον καὶ βοήθειαν διὰ ταχέων αἰτησόμενοι. παρεγένοντο δ᾽ ἐπὶ τὸ συνέδριον καὶ παρ᾽ Οὐολούσκων πρέσβεις, ἀξιοῦντες ἀπολαβεῖν ἣν ἀφῃρέθησαν ὑπ᾽ αὐτῶν χώραν, πρὶν ἄρξασθαι πολέμου. ;ΚΕΦΑΛΑΙΟΝ ΛΕ΄ [1] συναχθείσης δὲ περὶ τούτου βουλῆς, κληθεὶς [p. 315] πρῶτος ὑπὸ τῶν ὑπάτων Τῖτος Λάρκιος, ἀξιώσει τε προὔχειν δοκῶν καὶ φρονῆσαι τὰ δέοντα ἱκανώτατος, προελθὼν ἔλεξεν· ἐμοί, ὦ βουλή, ἃ μὲν οἱ ἄλλοι δοκοῦσιν εἶναι φοβερὰ καὶ ταχείας δεόμενα βοηθείας, οὔτε φοβερὰ εἶναι δοκεῖ οὔτε πάνυ κατεπείγοντα, πῶς χρὴ τοῖς συμμάχοις ἐπικουρῆσαι ἢ καθ᾽ ὅν τινα τρόπον τοὺς πολεμίους ἀμύνασθαι· ἃ δ᾽ οὔτε μέγιστα τῶν κακῶν νομίζουσιν οὔτε ἀναγκαῖα ἐν τῷ παρόντι, ἀμελείᾳ τε αὐτὰ ὡς οὐδὲν ἡμᾶς βλάψοντα παραδόντες ἔχουσι, ταῦτα φοβερώτατά μοι φαίνεται, καὶ εἰ μὴ ταχέως αὐτὰ ἐπιστήσομεν, ἐσχάτης ἀνατροπῆς καὶ συγχύσεως τῶν κοινῶν αἴτια, ἥ τε τῶν δημοτῶν ἀπείθεια τῶν οὐκ ἀξιούντων τὰ ἐπιταττόμενα ὑπὸ τῶν ὑπάτων πράττειν, καὶ ἡμῶν αὐτῶν ἡ πρὸς τὸ ἀνήκοον αὐτῶν καὶ τὸ ἐλευθεριάζον χαλεπότης. [2] οἶμαι δὲ μηδὲν ἡμᾶς δεῖν ἐν τῷ παρόντι σκοπεῖν, εἰ μὴ ὅπως ἐξαιρεθήσεται ταῦτ᾽ ἐκ τῆς πόλεως, καὶ μιᾷ πάντες γνώμῃ τὰ κοινὰ πρὸ τῶν ἰδίων αἱρούμενοι πολιτευσόμεθα. ὁμονοοῦσα μὲν γὰρ ἡ τῆς πόλεως δύναμις ἱκανὴ ἔσται καὶ φίλοις ἀσφάλειαν παρασχεῖν καὶ ἐχθροῖς δέος, στασιάζουσα δ᾽ ὥσπερ νῦν τούτων οὐδέτερον ἂν δύναιτο διαπράξασθαι. θαυμάσαιμι δ᾽ ἄν, εἰ μὴ καὶ ἑαυτὴν διεργάσαιτο [p. 316] καὶ παράσχοι τοῖς ἐχθροῖς δίχα πόνου τὸ κράτος· ὅ, μὰ τὸν Δία καὶ τοὺς ἄλλους θεούς, οὐκ εἰς μακρὰν οἴομαι τοιαῦτα πολιτευομένων ὑμῶν γενήσεσθαι. ;ΚΕΦΑΛΑΙΟΝ ΛΣΤ΄ [1] διῳκίσμεθα γὰρ ὡς ὁρᾶτε καὶ δύο πόλεις ἔχομεν, τὴν μὲν μίαν ὑπὸ πενίας τε καὶ ἀνάγκης ἀρχομένην, τὴν δ᾽ ὑπὸ κόρου καὶ ὕβρεως. αἰδὼς δὲ καὶ κόσμος καὶ δίκη, ὑφ᾽ ὧν ἅπασα πολιτικὴ κοινωνία σώζεται, παρ᾽ οὐδετέρᾳ μένει τῶν πόλεων. τοιγάρτοι χειρὶ τὸ δίκαιον ἤδη παρ᾽ ἀλλήλων λαμβάνομεν κἂν τῷ βιαιοτέρῳ τίθεμεν τὸ δικαιότατον, ὥσπερ τὰ θηρία, τὸ ἀντίπαλον ἐξολέσαι μετὰ τοῦ σφετέρου κακοῦ βουληθέντες, ἢ τὸ ἑαυτοῖς ἀσφαλὲς φυλάττοντες μετὰ τοῦ [2] διαφόρου κοινῇ σεσῶσθαι. ὧν ἐγὼ ὑμᾶς ἀξιῶ πολλὴν πρόνοιαν ποιήσασθαι βουλὴν ὑπὲρ αὐτῶν τούτων καθίσαντες, ἐπειδὰν ἀπολύσητε τὰς πρεσβείας. ἃ δὲ ταῖς πρεσβείαις ἀποκρίνασθαι ἐν τῷ παρόντι παραινεῖν ἔχω, ταῦτ᾽ ἐστιν· ἐπειδὴ Οὐολοῦσκοι μὲν ἀπαιτοῦσιν ἡμᾶς ἃ ὅπλοις κρατήσαντες ἔχομεν καὶ πόλεμον ἀπειλοῦσι μὴ πειθομένοις, τάδε λέγωμεν, ὅτι Ῥωμαῖοι καλλίστας ὑπολαμβάνομεν κτήσεις εἶναι καὶ δικαιοτάτας, ἃς ἂν κατάσχωμεν πολέμου λαβόντες κατὰ νόμον, καὶ οὐκ ἂν ὑπομείναιμεν μωρίᾳ τὴν ἀρετὴν ἀφανίσαι· παραδόντες [p. 317] δὲ ταῦτα τοῖς ἀπολωλεκόσιν ὧν κοινωνητέον τε παισὶ καὶ τοῖς ἐκ τούτων γενομένοις καταλιπεῖν ἀεὶ ἀγωνιούμεθα, τῶν νῦν γε ὑπαρχόντων ἤδη στερησόμεθα καὶ ἑαυτοὺς ὅσα πολεμίους βλάψομεν. [3] Λατίνων δὲ τὸ εὔνουν ἐπαινέσαντες ἀναθαρσύνωμεν τὸ δεδιὸς ὡς οὐκ ἐγκαταλείψομεν αὐτούς, ἕως ἂν τὸ πιστὸν φυλάσσωσιν, ἐν οὐδενὶ δεινῷ γενομένους δι᾽ ἡμᾶς, ἀλλὰ δύναμιν ἱκανὴν ἀμύνειν αὐτοῖς πέμψομεν οὐ διὰ μακροῦ. ταύτας ἡγοῦμαι κρατίστας τε καὶ δικαιοτάτας ἔσεσθαι τὰς ἀποκρίσεις. ἀπαλλαγεισῶν δὲ τῶν πρεσβειῶν πρώτην φημὶ χρῆναι βουλὴν τοῖς κατὰ τὴν πόλιν θορύβοις ἡμᾶς ἀποδοῦναι καὶ ταύτην οὐκ εἰς μακράν, ἀλλὰ τῇ ἐπιούσῃ ἡμέρᾳ. ;ΚΕΦΑΛΑΙΟΝ ΛΖ΄ [1] ταύτην ἀποφηναμένου τὴν γνώμην Λαρκίου καὶ πάντων ἐπαινεσάντων, τότε μὲν αἱ πρεσβεῖαι λαβοῦσαι τὰς εἰρημένας ἀποκρίσεις ἀπηλλάγησαν· τῇ δ᾽ ἑξῆς ἡμέρᾳ συναγαγόντες τὴν βουλὴν οἱ ὕπατοι περὶ τῆς ἐπανορθώσεως τῶν πολιτικῶν θορύβων προὔθεσαν σκοπεῖν. πρῶτος οὖν ἐρωτηθεὶς γνώμην Πόπλιος Οὐεργίνιος, ἀνὴρ δημοτικός, τὴν διὰ μέσου πορευόμενος [p. 318] ὁδὸν ἔλεξεν· ἐπειδὴ τὸ δημοτικὸν πλῆθος ἐν τῷ παρελθόντι ἐνιαυτῷ προθυμίαν πλείστην εἰς τοὺς ὑπὲρ τῆς πόλεως ἀγῶνας ἐπεδείξατο, Οὐολούσκοις καὶ Ἀρούγκοις πολλῇ στρατιᾷ ἐπιοῦσιν ἀντιταξάμενον μεθ᾽ ἡμῶν, οἴομαι δεῖν τοὺς συναραμένους ἡμῖν τότε καὶ τῶνδε τῶν πολέμων μετασχόντας ἀφεῖσθαι καὶ μηδενὸς αὐτῶν μήτε τὸ σῶμα μήτε τὴν οὐσίαν ὑπὸ τῶν δανειστῶν κρατεῖσθαι· τὸ δ᾽ αὐτὸ δίκαιον εἶναι καὶ γονεῦσι τοῖς τούτων ἄχρι καὶ πάππων, καὶ παισὶν ἕως ἐγγόνων· τοὺς δ᾽ ἄλλους ἀγωγίμους εἶναι τοῖς δεδανεικόσιν, ὡς ἑκάστοις συνέβαλον. [2] μετὰ δὲ ταῦτα Τῖτος Λάρκιος εἶπεν· ἐμοὶ δ᾽, ὦ βουλή, δοκεῖ κράτιστον μὴ μόνον τοὺς ἐν τοῖς πολέμοις ἀγαθοὺς γενομένους, ἀλλὰ καὶ τὸν ἄλλον ἅπαντα δῆμον ἐλεύθερον τῶν συμβολαίων ἀφεῖσθαι. μόνως γὰρ ἂν οὕτως ὅλην τὴν πόλιν ὁμονοοῦσαν ἐργασαίμεθα. τρίτος δὲ παρελθὼν Ἄππιος Κλαύδιος ὁ τὴν ὕπατον ἀρχὴν τῷ παρελθόντι ἔτει σχὼν ἔλεξεν· ;ΚΕΦΑΛΑΙΟΝ ΛΗ΄ [1] ἀεὶ μέν, ὦ βουλή, ὁσάκις ὑπὲρ τούτων προὐτέθη λόγος, ἐπὶ τῆς αὐτῆς εἰμὶ γνώμης, μὴ ἐπιτρέπειν τῷ δήμῳ μηδὲν τῶν ἀξιουμένων, ὅ τι μὴ νόμιμον μηδὲ καλόν, μήτε τὸ φρόνημα τῆς πόλεως ἐλαττοῦν, καὶ οὐδὲ νῦν μεταγινώσκω τῶν ἐξ ἀρχῆς μοι φανέντων οὐδέν· ἢ πάντων ἂν εἴην ἀνθρώπων ἀφρονέστατος, εἰ πέρυσι μὲν ὕπατος ὢν ἀντιπράττοντός μοι τοῦ συνυπάτου καὶ τὸν δῆμον ἐπισείοντος ἀντέσχον [p. 319] καὶ διέμεινα ἐπὶ τῶν ἐγνωσμένων οὔτε φόβῳ ἀποτραπεὶς οὔτε δεήσει οὔτε χάρισιν εἴξας, νῦν δ᾽ ἰδιώτης ὢν ῥίψαιμι ἐμαυτὸν καὶ τὴν παρρησίαν καταπροδοίην· [2] εἴτε μου τὸ ἐλεύθερον τῆς ψυχῆς ὑμῶν ἕκαστος βούλεται ἀποκαλεῖν εὐγενὲς εἴτε αὔθαδες, ὅσον ἂν ζῶ χρόνον οὐκ ἀποστήσομαι τοῦ ἤδη καλῶς δεδογμένου, καὶ οὐδέποτε εἰσάξω χαριζόμενος τοῖς κακοῖς χρεῶν ἀποκοπάς, ἀλλὰ καὶ πρὸς τοὺς εἰσάγοντας αὐτὰς ἁπάσῃ προθυμίᾳ χρώμενος ὁμόσε χωρήσω, λογιζόμενος, ὅτι πᾶσα κακία καὶ διαφθορὰ καὶ συλλήβδην ἀνατροπὴ πόλεως ἀπὸ χρεοκοπίας ἄρχεται. [3] καὶ εἴτε τις ἀπὸ τοῦ φρονίμου εἴτε διὰ μανίας τινός, ἐπειδὴ οὐ τὸ ἴδιον ἀσφαλές, ἀλλὰ τὸ τῆς πόλεως ἀξιῶ σκοπεῖν, εἴτε ὁπωσδήποτε οἰήσεται τάδε λέγεσθαι, συγχωρῶ αὐτῷ νομίζειν, ὅπως βούλεται, μέχρι δὲ παντὸς ἐναντιώσομαι τοῖς μὴ τὰ πάτρια πολιτεύματα εἰσηγησομένοις. ἐπειδὴ δ᾽ οὐ τὰ χρέα ἀπαιτοῦσιν οἱ καιροί, μεγάλην δὲ βοήθειαν, ὃ μόνον ἔσται τῆς διχοστασίας φάρμακον ἐν τῷ παρόντι φράσω· δικτάτορα ἕλεσθε κατὰ τάχος, ὃς ἀνευθύνῳ χρώμενος ἐξουσίᾳ καὶ βουλὴν καὶ δῆμον ἀναγκάσει τὰ κράτιστα τῷ κοινῷ φρονεῖν· ἄλλη γὰρ οὐκ ἔσται τηλικούτου κακοῦ λύσις. ;ΚΕΦΑΛΑΙΟΝ ΛΘ΄ [1] ταῦτ᾽ εἰπόντος Ἀππίου καὶ τῶν νέων ἐπιθορυβησάντων ὡς τὰ δέοντα εἰσηγουμένου, Σερουίλιός [p. 320] τ᾽ ἀντιλέξων ἀνέστη καὶ ἄλλοι τινὲς τῶν πρεσβυτέρων· ἡττῶντο δ᾽ ὑπὸ τῶν νεωτέρων ἐκ παρασκευῆς τ᾽ ἀφικνουμένων καὶ βίᾳ πολλῇ χρωμένων, [2] καὶ πέρας ἐνίκησεν ἡ Ἀππίου γνώμη. καὶ μετὰ ταῦτα οἱ ὕπατοι κοινῇ γνώμῃ χρησάμενοι τῶν πλείστων οἰομένων τὸν Ἄππιον ἀποδειχθήσεσθαι δικτάτορα, ὡς μόνον ἐπικρατῆσαι τῆς προστασίας δυνησόμενον, ἐκεῖνον μὲν ἀπήλασαν, Μάνιον δ᾽ Οὐαλέριον ἀδελφὸν Ποπλίου Οὐαλερίου τοῦ πρώτου ὑπατεύσαντος καὶ δημοτικώτατον δοκοῦντα ἔσεσθαι καὶ ἄνδρα γηραιὸν ἀπέδειξαν, αὐτὸ τὸ φοβερὸν οἰόμενοι τῆς ἐξουσίας ἀποχρῆναι, ἀνδρὸς δὲ τὰ πάντα ἐπιεικοῦς τοῖς πράγμασι δεῖν, ἵνα μηδὲν ἐξεργάσηται νεώτερον. ;ΚΕΦΑΛΑΙΟΝ Μ΄ [1] παραλαβὼν δὲ τὴν ἀρχὴν Οὐαλέριος καὶ προσελόμενος ἱππάρχην Κόιντον Σερουίλιον, ἀδελφὸν τοῦ συνυπατεύσαντος Ἀππίῳ Σερουιλίου, παρήγγειλε τὸν δῆμον εἰς ἐκκλησίαν παρεῖναι. συνελθόντος δ᾽ ὄχλου συχνοῦ τότε πρῶτον, ἐξ οὗ τὴν ἀρχὴν ὁ Σερουίλιος ἀπέθετο καὶ ὁ δῆμος ἀγόμενος ἐπὶ τὰς στρατείας εἰς φανερὰν ἀπόνοιαν ἐτράπετο, προελθὼν ἐπὶ τὸ βῆμα ἔλεξεν· ὦ πολῖται, εὖ ἴσμεν, ὅτι βουλομένοις ὑμῶν, ἐστιν ἀεί τινας ἐκ τοῦ Οὐαλερίων γένους ἄρχειν ὑμῶν, ὑφ᾽ ὧν ἐλεύθεροι τυραννίδος χαλεπῆς γεγόνατε καὶ οὐδενὸς τῶν μετρίων ἀτυχήσειν τάχ᾽ ἂν ἐπιμείναιτε [p. 321] ὑμᾶς αὐτοὺς ἐπιτρέψαντες τοῖς ἁπάντων δημοτικωτάτοις δοκοῦσι καὶ οὖσιν. [2] ὥστ᾽ οὐ διδαχῆς ὑμῖν δεομένοις ὅτι βεβαιώσομεν τῷ δήμῳ τὸ ἐλεύθερον, οἵπερ καὶ ἐξ ἀρχῆς αὐτὸ ἐδώκαμεν, οἱ λόγοι ἔσονται, ἀλλὰ παρακλήσεως μετρίας, ἵνα πιστεύητε ἡμῖν, ὅ τι ἂν ὑποσχώμεθα, ἐμπεδώσειν. ἡλικίας γάρ, ἣ τὸ φενακίζειν ἥκιστα ἐπιδέχεται, ἐπὶ τὸ τέλειον ἥκομεν, καὶ ἀξιώσεως, ἣ τοῦ ῥᾳδιουργεῖν ἐλάχιστον φέρεται μέρος, ἀρκούντως ἔχομεν, χρόνον τε οὐχ ἑτέρωθί που τὸν λειπόμενον βιοτεύειν μέλλομεν, ἀλλ᾽ ἐν ὑμῖν δίκας, ὧν ἂν ἐξαπατῆσαι δοκῶμεν, ὑφέξοντες. [3] ταῦτα μὲν οὖν, ὥσπερ ἔφην, ὡς οὐ μακρῶν δεόμενος λόγων πρὸς εἰδότας, ἐάσω. ὃ δέ μοι δοκεῖτε παθόντες ὑφ᾽ ἑτέρων εἰκότως ἐπὶ πάντων ὑποπτεύειν, ὁρῶντες αἰεί τινα τῶν παρακαλούντων ὑμᾶς ἐπὶ τοὺς πολέμους ὑπάτων ὑπισχνούμενον, ὧν ἂν δέησθε, παρὰ τῆς βουλῆς διαπράξεσθαι, μηδὲν δ᾽ ἐπὶ τέλος ἄγοντα τῶν ὁμολογηθέντων· τοῦτο ὡς οὐ δικαίως ἂν ὑποπτεύοιτε καὶ περὶ ἐμοῦ, δυσὶν ἂν τοῖσδε μάλιστα πιστωσαίμην, τῷ τε μὴ ἂν ἐμοὶ τὴν βουλὴν εἰς τοῦτο τὸ λειτούργημα, ἑτέρων ὄντων τῶν ἐπιτηδειοτέρων, τῷ φιλοδημοτάτῳ δοκοῦντι εἶναι καταχρήσασθαι· καὶ τῷ μὴ ἂν αὐτοκράτορι κοσμῆσαι ἀρχῇ, δι᾽ ἣν τὰ δόξαντά μοι κράτιστα εἶναι καὶ δίχ᾽ ἐκείνης ἐπικυροῦν δυνήσομαι. {{DEFAULTSORT:Ρωμαικη Αρχαιολογια 06 31}} sqblgy49db0mjzfbpt8kcphd3lilkkq Ρωμαϊκή Αρχαιολογία/ς/21 0 23610 148460 100325 2022-08-09T13:05:17Z Αντιγόνη 235 −[[Κατηγορία:Ιστορία]]; −[[Κατηγορία:Αρχαία και Κλασική γραμματεία]] με τη χρήση [[Commons:Help:Gadget-HotCat|HotCat]] wikitext text/x-wiki {{Κεφαλίδα | τίτλος = Κεφάλαια 21–30 | συγγραφέας = Διονύσιος ο Αλικαρνασσεύς | μεταφραστής= | ενότητα = [[Ρωμαϊκή Αρχαιολογία/ς|Ῥωμαϊκὴ Ἀρχαιολογία: Λόγος ς΄]] | προηγούμενο= [[Ρωμαϊκή Αρχαιολογία/ς/11|Κεφάλαια 11–20]] | επόμενο = [[Ρωμαϊκή Αρχαιολογία/ς/31|Κεφάλαια 31–40]] | σημειώσεις = Dionysii Halicarnasei Antiquitatum Romanarum quae supersunt, Vol I-IV. Dionysius of Halicarnassus. Karl Jacoby. In Aedibus B.G. Teubneri. Leipzig. 1885. }} ;ΚΕΦΑΛΑΙΟΝ ΚΑ΄ [1] ταῦτα μὲν οὖν τὰ λεχθέντα ὑπὸ τῶν προεστηκότων τῆς βουλῆς, τοῦ δὲ δικτάτορος τὴν Λαρκίου γνώμην προελομένου καὶ οὐδενὸς ἔτι λέξαντος τἀναντία παρῆσαν εἰσκληθέντες εἰς τὸ συνέδριον οἱ πρέσβεις τὰς ἀποκρίσεις ληψόμενοι· καὶ ὁ Ποστόμιος ὀνειδίσας αὐτοῖς τὴν οὐδέποτε σωφρονισθῆναι δυναμένην κακίαν· δίκαιον μὲν ἦν, ἔφη, τὰ ἔσχατα παθεῖν, ἅτε δὴ καὶ αὐτοὶ πράττειν ἐμέλλετε, εἰ κατωρθώσατε ἃς πολλάκις ἤλθετε ἐπ᾽ % αὐτοὺς ὁδούς· οὐ μέντοι Ῥωμαίους τὰ δίκαια πρὸ τῶν ἐπιεικῶν προελέσθαι λογιζομένους, ὅτι συγγενεῖς εἰσι καὶ ἐπὶ τὸν ἔλεον τῶν ἀδικουμένων καταπεφεύγασιν, ἀλλὰ καὶ ταύτας τὰς ἁμαρτίας αὐτοῖς ἀζημίους ἀφιέναι θεῶν τε ὁμογνίων ἕνεκα καὶ τύχης ἀτεκμάρτου, παρ᾽ ἧς τὸ κράτος ἔσχον. [2] νῦν μὲν οὖν, ἔφη, παντὸς ἠλευθερωμένοι δέους πορεύεσθε, ἐὰν δὲ τοὺς αἰχμαλώτους ἀπολύσητε καὶ τοὺς αὐτομόλους παραδῶτε ἡμῖν καὶ τοὺς φυγάδας ἐξελάσητε, τότε τοὺς περὶ φιλίας τε καὶ συμμαχίας διαλεξομένους πρέσβεις πέμπετε πρὸς ἡμᾶς, ὡς οὐδενὸς ἀτυχήσοντες τῶν μετρίων. ἀπῄεσαν οἱ πρέσβεις ταύτας [p. 293] τὰς ἀποκρίσεις λαβόντες καὶ μετ᾽ ὀλίγας ἡμέρας ἧκον τούς τ᾽ αἰχμαλώτους ἀφεικότες καὶ τοὺς ἁλόντας τῶν αὐτομόλων δεσμίους ἄγοντες καὶ τοὺς ἅμα Ταρκυνίῳ φυγάδας ἐξεληλακότες ἐκ τῶν πόλεων. ἀνθ᾽ ὧν εὕροντο παρὰ τῆς βουλῆς τὴν ἀρχαίαν φιλίαν καὶ συμμαχίαν καὶ τοὺς ὅρκους τοὺς ὑπὲρ τούτων ποτὲ γενομένους διὰ τῶν εἰρηνοδικῶν ἀνενεώσαντο. ὁ μὲν δὴ πρὸς τοὺς τυράννους συστὰς πόλεμος τετρακαιδεκαέτης ἀπὸ τῆς ἐκπτώσεως αὐτῶν γενόμενος τοιαύτης ἔτυχε τελευτῆς. [3] Ταρκύνιος δ᾽ ὁ βασιλεύς, οὗτος γὰρ ἔτι λοιπὸς ἐκ τοῦ γένους ἦν, ὁμοῦ τι γεγονὼς ἐνενηκονταέτης κατὰ τὸν χρόνον τοῦτον, ἀπολωλεκὼς τὰ τέκνα καὶ τὸν τῶν κηδεστῶν οἶκον καὶ γῆρας ἐλεεινὸν καὶ παρ᾽ ἐχθροῖς διαντλῶν, οὔτε Λατίνων ὑποδεχομένων αὐτὸν ἔτι ταῖς πόλεσιν, οὔτε Τυρρηνῶν οὔτε Σαβίνων οὔτ᾽ ἄλλης πλησιοχώρου πόλεως ἐλευθέρας οὐδεμιᾶς, εἰς τὴν Καμπανίδα Κύμην ᾤχετο πρὸς Ἀριστόδημον τὸν ἐπικληθέντα Μαλακὸν τυραννοῦντα τότε Κυμαίων· παρ᾽ ᾧ βραχύν τινα ἡμερῶν ἀριθμὸν ἐπιβιοὺς ἀποθνήσκει καὶ θάπτεται ὑπ᾽ αὐτοῦ. τῶν δὲ σὺν ἐκείνῳ φυγάδων οἱ μὲν ἐν τῇ Κύμῃ κατέμειναν, οἱ δ᾽ εἰς ἄλλας τινὰς πόλεις σκεδασθέντες ἐπὶ ξένης τὸν βίον κατέστρεψαν. ;ΚΕΦΑΛΑΙΟΝ ΚΒ΄ [1] Ῥωμαίοις δὲ καταλυσαμένοις τοὺς ὑπαίθρους πολέμους ἡ πολιτικὴ στάσις αὖθις ἐπανίστατο τῆς μὲν βουλῆς ψηφισαμένης καθίζειν τὰ δικαστήρια καὶ τὰς [p. 294] ἀμφισβητήσεις, ἃς διὰ τὸν πόλεμον ἀνεβάλλοντο, κρίνεσθαι κατὰ τοὺς νόμους· τῶν δὲ περὶ τὰς συναλλαγὰς ἀμφισβητημάτων εἰς μεγάλους κλύδωνας καὶ δεινὰς προβεβηκότων ἀτοπίας τε καὶ· ἀναισχυντίας, τῶν μὲν δημοτικῶν ἀδυνάτως ἔχειν σκηπτομένων διαλύειν τὰ χρέα, χώρας τ᾽ αὐτοῖς κεκομμένης ἐν τῷ πολυετεῖ πολέμῳ καὶ βοσκημάτων διεφθαρμένων καὶ ἀνδραπόδων αὐτομολίαις καὶ καταδρομαῖς σπανισθέντων τῆς τε κατὰ πόλιν κτήσεως ἐξανηλωμένης ταῖς εἰς τὴν στρατείαν δαπάναις· τῶν δὲ δανειστῶν ταύτας μὲν τὰς συμφορὰς ὁμοίας ἅπασι γεγονέναι λεγόντων καὶ οὐ μόνοις τοῖς χρεωφειλέταις, οὐκ ἀνεκτὸν δ᾽ ἡγουμένων σφίσι μὴ μόνον, ἃ διὰ τὸν πόλεμον ἀφῃρέθησαν ὑπὸ τῶν ἐχθρῶν, ἀλλὰ καὶ ἃ δεομένοις τισὶ τῶν πολιτῶν ἐν εἰρήνῃ συνήλλαξαν, ἀπολωλέναι. [2] ἀξιούντων δ᾽ οὔτε τῶν δανειστῶν οὐδὲν μέτριον ὑπομένειν οὔτε τῶν χρεωφειλετῶν ποιεῖν οὐδὲν δίκαιον, ἀλλὰ τῶν μὲν οὐδὲ τοὺς τόκους ἀφιέναι, τῶν δὲ μηδὲ αὐτὰ τὰ συναλλάγματα διαλύειν· ἐξ ὧν σύνοδοι μὲν ἤδη κατὰ συστροφὰς τῶν ἐν ταῖς ὁμοίαις ὄντων τύχαις ἐγένοντο καὶ ἀντιπαρατάξεις κατὰ τὴν ἀγοράν, ἔστι δ᾽ ὅτε καὶ χειρῶν ἁψιμαχίαι, καὶ συνετετάρακτο πᾶς ὁ πολιτικὸς [3] κόσμος· ταῦθ᾽ ὁρῶν ὁ Ποστόμιος, ἕως ἔτι τὸ τιμώμενον εἶχε παρὰ πάντων ὅμοιον πολέμῳ βαρεῖ καλὸν [p. 295] ὑπεκδῦναι τοὺς πολιτικοὺς χειμῶνας ἔγνω· καὶ πρὶν ἐκπληρῶσαι τὸν ἔσχατον τῆς αὐτοκράτορος ἀρχῆς χρόνον, τήν τε δικτατορίαν ἐξωμόσατο καὶ προθεὶς ἀρχαιρεσιῶν ἡμέραν μετὰ τοῦ συνυπάτου τὰς πατρίους κατέστησεν ἀρχάς. ;ΚΕΦΑΛΑΙΟΝ ΚΓ΄ [1] παραλαμβάνουσι δὴ ὕπατοι πάλιν τὴν ἐνιαύσιόν τε καὶ νόμιμον ἀρχὴν Ἄππιος Κλαύδιος Σαβῖνος καὶ Πόπλιος Σερουίλιος Πρίσκος· οἳ τὸ μὲν ἀνωτάτω συμφέρον εἶδον ὀρθῶς, ὅτι δεῖ περισπᾶν τὸν ἐντὸς τείχους θόρυβον ἐπὶ τοὺς ἔξω πολέμους· καὶ παρεσκευάζοντο κατὰ τοῦ Οὐολούσκων ἔθνους τὸν ἕτερον σφῶν ἐξάγειν στρατιάν, τιμωρήσασθαί τ᾽ αὐτοὺς προαιρούμενοι τῆς ἀποσταλείσης κατὰ Ῥωμαίων Λατίνοις συμμαχίας καὶ προκαταλαβεῖν τὰς παρασκευὰς αὐτῶν ἔτι συνεσταλμένας. ἠγγέλλοντο γὰρ κἀκεῖνοι δυνάμεις ἤδη καταγράφειν ἁπάσῃ σπουδῇ καὶ εἰς τὰ πλησίον ἔθνη πρεσβεύεσθαι παρακαλοῦντες ἐπὶ τὴν συμμαχίαν, πυθόμενοι τοὺς δημοτικοὺς ἀφεστηκέναι τῶν πατρικίων καὶ νομίσαντες οὐ χαλεπὸν εἶναι πόλιν οἰκείῳ πολέμῳ νοσοῦσαν ἄρασθαι. [2] ἐπὶ τούτους δὴ στρατιὰν ἐξάγειν βουλευσάμενοι καὶ δόξαντες ἅπασι τοῖς συνέδροις ὀρθῶς βεβουλεῦσθαι προεῖπον ἥκειν ἅπασι τοῖς ἐν ἀκμῇ χρόνον ὁρίσαντες, ἐν ᾧ τὴν καταγραφὴν [p. 296] τῶν στρατιωτῶν ἔμελλον ποιεῖσθαι. ὡς δ᾽ οὐχ ὑπήκουον αὐτοῖς οἱ δημοτικοὶ καλούμενοι πολλάκις ἐπὶ τὸν στρατιωτικὸν ὅρκον, οὐκέτι τὴν αὐτὴν ἑκάτερος εἶχε γνώμην, ἀλλ᾽ ἔνθεν ἀρξάμενοι διεστήκεσάν τε καὶ τἀναντία πράττοντες ἀλλήλοις παρὰ πάντα τὸν τῆς ἀρχῆς χρόνον διετέλεσαν. [3] Σερουιλίῳ μὲν γὰρ ἐδόκει τὴν ἐπιεικεστέραν τῶν ὁδῶν πορεύεσθαι τῇ Μανίου Οὐαλερίου γνώμῃ τοῦ δημοτικωτάτου προσθεμένῳ, ὃς ἠξίου τὴν ἀρχὴν ἰάσεσθαι τῆς στάσεως μάλιστα μὲν ἄφεσιν ἢ μείωσιν τῶν χρεῶν ψηφισαμένους, εἰ δὲ μήγε κώλυσιν τῆς ἀπαγωγῆς τῶν ὑπερημέρων κατὰ τὸ παρόν, παρακλήσει τε μᾶλλον ἢ ἀνάγκῃ τοὺς πένητας ἐπὶ τὸν στρατιωτικὸν ὅρκον ἄγειν καὶ τὰς τιμωρίας κατὰ τῶν ἀπειθούντων μὴ χαλεπὰς ποιεῖσθαι καὶ ἀπαραιτήτους, ὡς ἐν ὁμονοούσῃ πόλει, μετρίας δέ τινας καὶ ἐπιεικεῖς· κίνδυνον γὰρ ἂν εἶναι, μὴ πρὸς ἀπόνοιαν τράπωνται συνελθόντες εἰς ταὐτὸν ἄνθρωποι τῶν καθ᾽ ἡμέραν ἐνδεεῖς ἀναγκαζόμενοι στρατεύεσθαι τέλεσιν οἰκείοις. ;ΚΕΦΑΛΑΙΟΝ ΚΔ΄ [1] Ἀππίου δ᾽ ἦν γνώμη τοῦ κορυφαιοτάτου τῶν προεστηκότων τῆς ἀριστοκρατίας αὐστηρὰ καὶ αὐθάδης μηδὲν ἐνδιδόναι τῷ δήμῳ μαλακόν, ἀλλὰ καὶ τῶν συναλλαγμάτων τὰς ἀναπράξεις ἐπιτρέπειν τοῖς δεδανεικόσιν, ἐφ᾽ οἷς συνέβαλον δικαίοις ποιεῖσθαι, καὶ τὰ δικαστήρια καθίζειν, καὶ τὸν ἐν τῇ πόλει μένοντα τῶν ὑπάτων κατὰ τοὺς πατρίους ἐθισμοὺς καὶ [p. 297] τὰς τιμωρίας, ἃς κατὰ τῶν ἐκλιπόντων οἱ περὶ αὐτῶν νόμοι δεδώκασιν, ἀναπράττεσθαι, εἴκειν δὲ τοῖς δημοτικοῖς μηδὲν ὅ τι μὴ δίκαιον μηδὲ δύναμιν αὐτοῖς συγκατασκευάζειν πονηράν. [2] καὶ γὰρ νῦν, ἔφη, πέρα τοῦ μετρίου τρυφῶσι τελῶν ἀφειμένοι, ὧν ἐτέλουν τοῖς βασιλεῦσι πρότερον, καὶ τῶν εἰς τὸ σῶμα τιμωριῶν, αἷς ἐκολάζοντο ὑπ᾽ αὐτῶν, ὁπότε μὴ ταχέως ὑπηρετήσειάν τι τῶν ἐπιταττομένων, ἐλεύθεροι γεγονότες. ἐὰν δέ τι παρακινεῖν ἢ νεωτερίζειν προενεχθέντες ἐπιβάλωνται, κατείργωμεν αὐτοὺς τῷ σωφρονοῦντι μέρει τῆς πόλεως καὶ ὑγιαίνοντι πλείονι τοῦ νοσοῦντος φανησομένῳ. [3] ὑπάρχει μέν γ᾽ ἡμῖν οὐ μικρὰ ἰσχὺς πρὸς τὰ πράγματα καὶ ἡ τῶν πατρικίων νεότης ἕτοιμος τὰ κελευόμενα ποιεῖν· μέγιστον δὲ πάντων ὅπλον καὶ δυσκαταγώνιστον, ᾧ χρώμενοι ῥᾳδίως ἐπικρατήσομεν τῶν δημοτικῶν, τὸ τῆς βουλῆς κράτος, ᾧ δεδιττόμεθα αὐτοὺς μετὰ τῶν νόμων ἱστάμενοι. ἐὰν δ᾽ ὑποκατακλινώμεθα αὐτοῖς τῆς ἀξιώσεως, πρῶτον αἰσχύνην ὀφλήσομεν, εἰ παρὸν ἐν ἀριστοκρατίᾳ πολιτεύεσθαι δήμῳ τὰ κοινὰ ἐπιτρέψομεν· ἔπειτα δ᾽ εἰς κίνδυνον οὐ τὸν ἐλάχιστον ἥξομεν, εἴ τις ἐκθεραπεύσας· αὐτὸν ἐξουσίαν κρείττονα τῶν νόμων κατασκευάσαιτο τυραννικὸς ἀνήρ, τὴν ἐλευθερίαν αὖθις ἀφαιρεθῆναι. τοιαῦτα [p. 298] διαφερομένων τῶν ὑπάτων κατὰ σφᾶς αὐτοὺς καὶ ὁπότε συναχθείη συνέδριον καὶ συλλαμβανόντων πολλῶν ἑκατέρῳ, ἡ μὲν βουλὴ φιλονεικίας καὶ θορύβους καὶ λόγους ἀκόσμους, οἷς ἀλλήλους προὐπηλάκιζον, ἀκούσασα, σωτήριον δὲ βούλευμα οὐδὲν καθισταμένη, διελύετο. ;ΚΕΦΑΛΑΙΟΝ ΚΕ΄ [1] διατριβομένου δ᾽ εἰς ταῦτα πολλοῦ χρόνου ὁ ἕτερος τῶν ὑπάτων Σερουίλιος· ἦν γὰρ ἡ στρατεία κατὰ κλῆρον ἐκείνῳ προσήκουσα· πολλῇ δεήσει καὶ θεραπείᾳ παρασκευασάμενος τὸ δημοτικὸν συνάρασθαι τοῦ πολέμου, δύναμιν ἔχων οὐκ ἐκ καταλόγου προσηναγκασμένην, ἀλλ᾽ ἑκούσιον, ὡς οἱ καιροὶ παρεκάλουν, ἐξῆλθεν ἐπὶ τὸν πόλεμον ἔτι τῶν Οὐολούσκων παρασκευαζομένων καὶ Ῥωμαίους μὲν οὔτε προσδεχομένων μετὰ δυνάμεως ἥξειν ἐπὶ σφᾶς, οὕτω στασιαστικῶς πολιτευομένους καὶ ἐχθρῶς ἔχοντας πρὸς ἀλλήλους, οὔτ᾽ εἰς χεῖρας ἥξειν τοῖς ἐπιοῦσιν οἰομένων· σφίσι δὲ πολλὴν ἐξουσίαν ὑπάρχειν ὁπότε βούλοιντο τοῦ [2] πολέμου ἄρχειν. ἐπειδὴ δ᾽ ᾔσθοντο πολεμεῖν δέον αὐτοὶ πολεμούμενοι, τότε δὴ καταπεπληγότες τὸ τῶν Ῥωμαίων τάχος, ἱκετηρίας ἀναλαβόντες ἐκ τῶν πόλεων οἱ γεραίτατοι προῄεσαν ἐπιτρέποντες τῷ Σερουϊλίῳ [p. 299] χρῆσθαι σφίσιν ὡς ἡμαρτηκόσιν ὅ τι βούλοιτο. ὁ δὲ τροφὰς τῷ στρατεύματι παρ᾽ αὐτῶν λαβὼν ἐσθῆτάς τε καὶ τριακοσίους υἱοὺς εἰς ὁμηρείαν ἐκ τῶν ἐπιφανεστάτων οἴκων ἐπιλεξάμενος ᾤχετο, λελύσθαι τὸν πόλεμον ὑπολαβών. [3] ἦν δ᾽ ἄρα τοῦτ᾽ οὐ λύσις, ἀναβολὴ δέ τις καὶ παρασκευῆς ἀφορμὴ τοῖς φθασθεῖσι τῷ παρ᾽ ἐλπίδα τῆς ἐφόδου, ἀπελθόντος τε τοῦ τῶν Ῥωμαίων στρατεύματος ἐξήπτοντο πάλιν οἱ Οὐολοῦσκοι τοῦ πολέμου τάς τε πόλεις φραξάμενοι, καὶ εἴ τι ἄλλο χωρίον ἐπιτήδειον ἦν ἀσφάλειαν σφίσι παρασχεῖν διὰ φυλακῆς κρείττονος ἔχοντες· συνήπτοντο δ᾽ αὐτοῖς τοῦ κινδύνου φανερῶς μὲν Ἕρνικες καὶ Σαβῖνοι, κρύφα δὲ καὶ ἄλλων συχνοί. Λατῖνοι δὲ πρεσβείας πρὸς αὐτοὺς ἐπὶ συμμαχίας αἴτησιν ἀφικομένης δήσαντες τοὺς ἄνδρας εἰς Ῥώμην ἤγαγον. [4] οἷς ἡ βουλὴ τῆς βεβαίου πίστεως χάριν ἀποδιδοῦσα καὶ ἔτι μᾶλλον τῆς εἰς τὸν ἀγῶνα προθυμίας· ἕτοιμοι γὰρ ἦσαν ἑκούσιοι συμπολεμεῖν· ὃ μάλιστα μὲν βούλεσθαι αὐτοὺς ᾤετο, δι᾽ αἰσχύνης δ᾽ ἔχειν αἰτήσασθαι, τοῦτ᾽ αὐτοῖς ἐχαρίσατο, τοὺς ἐν τοῖς πολέμοις ἁλόντας αὐτῶν ἑξακισχιλίων ὀλίγον ἀποδέοντας προῖκα δωρησαμένη καὶ ὡς ἂν μάλιστα κόσμον ἡ δωρεὰ προσήκοντα τῇ συγγενείᾳ λάβοι πάντας αὐτοὺς ἐσθῆσιν ἀμφιέσασα ἐλευθέροις σώμασι πρεπούσαις. τῆς δὲ συμμαχίας οὐδὲν αὑτῇ ἔφη δεῖν τῆς Λατίνων ἱκανὰς λέγουσα εἶναι τὰς οἰκείας τῇ Ῥώμῃ δυνάμεις ἀμύνασθαι τοὺς ἀφισταμένους. ταῦτ᾽ ἐκείνοις [p. 300] ἀποκριναμένη ψηφίζεται τὸν κατ᾽ Οὐολούσκων πόλεμον. ;ΚΕΦΑΛΑΙΟΝ ΚΣΤ΄ [1] ἔτι δ᾽ αὐτῆς ἐν τῷ βουλευτηρίῳ καθεζομένης καὶ τίνες εἶεν δυνάμεις τὰς ἐξελευσομένας σκοπούσης, εἰς τὴν ἀγορὰν ἀνὴρ πρεσβύτερος ἐφάνη ῥάκος ἠμφιεσμένος, πώγωνα βαθὺν καθεικὼς καὶ κόμην βοῶν καὶ ἐπικαλούμενος τὴν ἐξ ἀνθρώπων ἐπικουρίαν. συνδραμόντος δὲ τοῦ πλησίον ὄχλου στάς, ὅθεν ἔμελλε πολλοῖς καταφανὴς ἔσεσθαι, ἔφη, γεννηθεὶς ἐλεύθερος, ἐστρατευμένος τὰς ἐν ἡλικίᾳ στρατείας, καὶ δυεῖν δεούσας τριάκοντα μάχας ἀγωνισάμενος, καὶ ἀριστεῖα πολλάκις εἰληφὼς ἐκ τῶν πολέμων, ἐπειδὴ κατέσχον οἱ τὴν πόλιν εἰς τὰς ἐσχάτας ἄγοντες στενοχωρίας καιροί, χρέος ἠναγκάσθην λαβεῖν ἕνεκα τοῦ διαλῦσαι τὰς εἰσπραττομένας εἰσφοράς, ὡς τὸ μὲν χωρίον οἱ πολέμιοι κατέδραμον, τὰ δὲ κατὰ πόλιν αἱ σιτοδεῖαι κατανάλωσαν, ὅθεν διαλύσαιμί μου τὸ χρέος οὐκ ἔχων, ἀπήχθην δοῦλος ὑπὸ τοῦ δανειστοῦ σὺν τοῖς υἱοῖς δυσίν· ἐπιτάττοντος δὲ τοῦ δεσπότου τῶν οὐ ῥᾳδίων ἔργον τι ἀντειπὼν αὐτῷ πληγὰς ἔλαβον μάστιξι πάνυ πολλάς. [2] ταῦτ᾽ εἰπὼν ἐρρίπτει τὸ ῥάκιον καὶ ἐδείκνυε τὸ στῆθος μεστὸν τραυμάτων, τὰ δὲ νῶτα αἵματος ἐκ τῶν πληγῶν ἀνάπλεω. κραυγῆς δὲ καὶ οἰμωγῆς ἐκ τῶν παρόντων γινομένης ἥ τε βουλὴ διελύθη καὶ κατὰ [p. 301] τὴν πόλιν ὅλην δρόμος ἦν τῶν ἀπόρων τὴν ἰδίαν τύχην ἀνακλαιομένων καὶ βοηθεῖν τοὺς πέλας ἀξιούντων· ἔκ τε τῶν οἰκιῶν οἱ πρὸς τὰ χρέα δουλωθέντες ἐξώρμων κομῶντες, ἁλύσεις ἔχοντες οἱ πλεῖστοι καὶ πέδας οὐδενὸς ἀντιλαμβάνεσθαι τολμῶντος αὐτῶν, εἰ δ᾽ ἅψαιτο μόνον, ἐν χειρῶν νόμῳ διασπαραττομένου. [3] τοσαύτη λύττα τὸν δῆμον ἐν τῷ τότε καιρῷ κατεῖχε, καὶ μετ᾽ οὐ πολὺ μεστὴ τῶν ἐκφυγόντων τὰς ἀνάγκας ἦν ἡ ἀγορά. ὁ μὲν οὖν Ἄππιος δείσας τὴν ἐφ᾽ ἑαυτὸν ὁρμὴν τοῦ πλήθους, ἐπειδὴ τῶν κακῶν ἦν αἴτιος, καὶ δι᾽ ἐκεῖνον ἐδόκει ταῦτα γεγονέναι, φεύγων ἐκ τῆς ἀγορᾶς ᾤχετο. ὁ δὲ Σερουίλιος ῥίψας τὴν περιπόρφυρον ἐσθῆτα καὶ προκυλιόμενος τῶν δημοτικῶν ἑκάστου μετὰ δακρύων, μόλις αὐτοὺς ἔπεισεν ἐκείνην μὲν τὴν ἡμέραν ἐπισχεῖν, εἰς δὲ τὴν ἐπιοῦσαν ἥκειν, ὡς τῆς βουλῆς ἐπιμέλειάν τινα περὶ αὐτῶν ποιησομένης. ταῦτ᾽ εἰπὼν καὶ τὸν κήρυκα ἀνειπεῖν κελεύσας μηδένα τῶν δανειστῶν ἐξεῖναι σῶμα πολιτικὸν πρὸς ἴδιον χρέος ἄγειν, ἕως ἂν ἡ βουλὴ περὶ αὐτῶν διαγνοίη, τοὺς δὲ παρόντας ὅποι βούλοιντο ἀδεῶς ἀπιέναι, διέλυσε τὸν θόρυβον. ;ΚΕΦΑΛΑΙΟΝ ΚΖ΄ [1] τότε μὲν οὖν ᾤχοντο ἐκ τῆς ἀγορᾶς, τῇ [p. 302] δ᾽ ἑξῆς ἡμέρᾳ παρῆν οὐ μόνον ὁ κατὰ πόλιν ὄχλος, ἀλλὰ καὶ ἐκ τῶν σύνεγγυς ἀγρῶν τὸ δημοτικὸν πλῆθος καὶ ἦν ἐξ ἑωθινοῦ πλήρης ἡ ἀγορά. τῆς δὲ βουλῆς συναχθείσης, ἵνα περὶ τούτων βουλεύσειεν, ὅ τι χρὴ πράττειν, ὁ μὲν Ἄππιος δημοκόπον ἐκάλει τὸν συνάρχοντα καὶ τῆς ἀπονοίας τῶν ἀπόρων ἡγεμόνα, ὁ δὲ Σερουίλιος ἐκεῖνον αὐστηρὸν καὶ αὐθάδη καὶ τῶν παρόντων τῇ πόλει κακῶν αἴτιον· τέλος δ᾽ οὐδὲν ἐγίνετο τῶν λόγων. [2] ἐν δὲ τούτῳ Λατίνων ἱππεῖς κατὰ σπουδὴν ἐλαύνοντες τοὺς ἵππους παρῆσαν εἰς τὴν ἀγορὰν ἐξεληλυθότας ἀγγέλλοντες τοὺς πολεμίους μεγάλῃ στρατιᾷ καὶ ὄντας ἐπὶ τοῖς ἑαυτῶν ὁρίοις ἤδη. καὶ οἱ μὲν ταῦτα, οἱ δὲ πατρίκιοι καὶ τὸ τῶν ἱππέων πλῆθος τῶν τ᾽ ἄλλων, ὅσοι πλούτους ἢ δόξας προγονικὰς εἶχον, οἷα δὴ περὶ μεγάλων κινδυνεύοντες ὡπλίζοντο διὰ τάχους· [3] ὅσοι δ᾽ ἦσαν αὐτῶν ἄποροι, μάλιστα δ᾽ οἱ τοῖς δανείοις πιεζόμενοι, οὔθ᾽ ὅπλων ἥπτοντο οὔτ᾽ ἄλλως παρείχοντο τοῖς κοινοῖς πράγμασιν ἐπικουρίαν οὐδεμίαν, ἡδόμενοι δὲ καὶ κατ᾽ εὐχὴν δεχόμενοι τὸν ἔξωθεν πόλεμον, ὡς τῶν παρόντων σφᾶς κακῶν ἐλευθερώσοντα, τοῖς δὲ δεομένοις ἀμύνειν ἐπιδεικνύντες τὰς ἁλύσεις καὶ τὰς πέδας, ἐπικερτομοῦντες ἠρώτων, εἰ τούτων φυλακῆς ἕνεκα τῶν ἀγαθῶν ἄξιον εἴη σφίσι πολεμεῖν· πολλοὶ δὲ καὶ λέγειν ἐτόλμων, ὡς ἄμεινον εἴη Οὐολούσκοις δουλεύειν μᾶλλον ἢ τὰς ὕβρεις τῶν πατρικίων ὑπομένειν· ἥ τε πόλις οἰμωγῆς καὶ [p. 303] θορύβου καὶ παντοίων γυναικείων ὀδυρμῶν ἐνεπίμπλατο. ;ΚΕΦΑΛΑΙΟΝ ΚΗ΄ [1] ταῦθ᾽ ὁρῶντες οἱ βουλευταὶ τὸν ἕτερον τῶν ὑπάτων Σερουίλιον, ὃς ἐν τῷ παρόντι πιθανώτερος εἶναι τοῖς πολλοῖς ἐδόκει, βοηθεῖν ἐδέοντο τῇ πατρίδι. ὁ δὲ συγκαλέσας τὸν δῆμον εἰς τὴν ἀγορὰν τοῦ παρόντος καιροῦ τὴν ἀνάγκην ἐπεδείκνυεν οὐκέτι προσδεχομένην πολιτικὰς φιλονεικίας καὶ ἠξίου νῦν μὲν ὁμόσε τοῖς πολεμίοις χωρεῖν κοινῇ γνώμῃ χρησαμένους καὶ μὴ περιιδεῖν ἀνάστατον τὴν πατρίδα γινομένην, ἐν ᾗ θεοὶ πατρῷοι καὶ θῆκαι προγόνων ἑκάστοις ἦσαν, ἃ τιμιώτατά ἐστι πᾶσιν ἀνθρώποις· γονέων τε αἰδῶ λαβεῖν οὐχ ἱκανῶν ἐσομένων ἑαυτοῖς διὰ γῆρας ἀμύνειν, καὶ γυναικῶν ἔλεον ἃς αὐτίκα μάλα δεινὰς καὶ ἀφορήτους ὕβρεις ἀναγκασθησομένας ὑπομενεῖν, μάλιστα δὲ παίδων ἔτι νηπίων οὐκ ἐπὶ τοιαύταις ἐλπίσιν ἀνατραφέντων οἰκτεῖραι λώβας καὶ προπηλακισμοὺς ἀνηλεεῖς· [2] ὅταν δὲ τὸν παρόντα κίνδυνον ἅπαντες ὁμοίαις προθυμίαις χρησάμενοι παραλύσωνται, τότε δὴ σκοπεῖν, τίνα τρόπον ἴσην καὶ κοινὴν καὶ σωτήριον ἅπασι τὴν πολιτείαν καταστήσονται, μήτε τῶν πενήτων ἐπιβουλευόντων ταῖς τῶν πλουσίων οὐσίαις μήτ᾽ [p. 304] ἐκείνων προπηλακιζόντων τοὺς ταῖς τύχαις ταπεινοτέρους· ἥκιστα γὰρ εἶναι ταῦτα πολιτικά· ἀλλὰ καὶ τοῖς ἀπόροις ἐπικουρία τις ἔσται πολιτική, καὶ τοῖς συμβάλλουσι τὰ χρέα βοήθεια μετρία τοῖς γοῦν ἀδικουμένοις, καὶ τὸ κράτιστον τῶν ἐν ἀνθρώποις ἀγαθῶν καὶ πάσας φυλάττον ἐν ὁμονοίᾳ τὰς πόλεις, πίστις ἐπὶ συναλλαγαῖς, οὐχ ἅπασα καὶ διὰ παντὸς ἐκ μόνης ἀναιρεθήσεται τῆς Ῥωμαίων πόλεως. [3] ταῦτα καὶ ὅσα ἄλλα ἐν τοιούτῳ καιρῷ λεχθῆναι προσῆκε διεξελθὼν τελευτῶν ὑπὲρ τῆς ἰδίας εὐνοίας, ἣν ἔχων διετέλει πρὸς τὸν δῆμον, ἀπελογεῖτο, καὶ ἠξίου συνάρασθαι τῆς στρατείας αὐτῷ ταύτης, ἀνθ᾽ ὧν πρόθυμος εἰς αὐτοὺς ἦν, τῆς μὲν κατὰ πόλιν ἐπιμελείας τῷ συνάρχοντι προσηκούσης, ἑαυτῷ δὲ τῆς ἡγεμονίας τῶν πολέμων ἀποδεδομένης· ταύτας γὰρ τὰς τύχας αὐτοῖς βραβεῦσαι τὸν κλῆρον. ὑπεσχῆσθαι δ᾽ αὑτῷ ἔφη τὴν βουλὴν ἐμπεδώσειν, ὅ τι ἂν διομολογήσηται τῷ πλήθει, αὑτὸν δ᾽ ἐκείνοις, πείσειν τοὺς δημότας μὴ προδώσειν τοῖς πολεμίοις τὴν πατρίδα. ;ΚΕΦΑΛΑΙΟΝ ΚΘ΄ [1] ταῦτ᾽ εἰπὼν ἐκέλευσε τὸν κήρυκα ἀνειπεῖν, ὅσοι ἂν Ῥωμαίων ἐπὶ τὸν κατ᾽ αὐτῶν πόλεμον [p. 305] ἐκστρατεύσωσι, τὰς τούτων οἰκίας μηδένα ἐξεῖναι μήτε πωλεῖν μήτ᾽ ἐνεχυράζειν μήτε γένος αὐτῶν ἀπάγειν πρὸς μηδὲν συμβόλαιον μήτε κωλύειν τὸν βουλόμενον τῆς στρατείας κοινωνεῖν. ὅσοι δ᾽ ἂν ἀπολειφθῶσι τῆς στρατείας, τὰς κατὰ τούτων πράξεις ὑπάρχειν τοῖς δανεισταῖς, ἐφ᾽ οἷς ἑκάστοις συνέβαλον. ὡς δὲ ταῦτ᾽ ἤκουσαν οἱ πένητες, αὐτίκα συνέγνωσάν τε καὶ πολλῇ προθυμίᾳ πάντες εἰς τὸν πόλεμον ὥρμηντο, οἱ μὲν ἐλπίσιν ὠφελειῶν ὑπαχθέντες, οἱ δὲ τοῦ στρατηλάτου χάριτι, οἱ δὲ πλεῖστοι τὸν Ἄππιον καὶ τοὺς ἐν τῇ πόλει κατὰ τῶν ὑπομεινάντων προπηλακισμοὺς φεύγοντες. [2] παραλαβὼν δ᾽ ὁ Σερουίλιος τὸ στράτευμα σὺν πολλῇ σπουδῇ ἐλαύνει διαλιπὼν οὐδένα χρόνον, ἵνα συμμίξῃ τοῖς πολεμίοις, πρὶν εἰς Ῥωμαίων χώραν αὐτοὺς εἰσβαλεῖν· καὶ καταλαβὼν περὶ τὸ Πωμεντῖνον χωρίον ἐστρατοπεδευκότας καὶ τὴν Λατίνων χώραν προνομεύοντας, ὅτι παρακαλοῦσιν αὐτοῖς οὐ συνήραντο τοῦ πολέμου, περὶ δείλην ὀψίαν παρὰ λόφον τινὰ ὡς εἴκοσι στάδια τῆς στρατοπεδείας αὐτῶν ἀφεστῶτα τίθεται τὸν χάρακα· καὶ αὐτοῖς νυκτὸς ἐπιτίθενται Οὐολοῦσκοι ὀλίγους τε δόξαντες εἶναι καὶ ὡς ἐξ ὁδοῦ μακρᾶς κατακόπους προθυμίας τ᾽ ἐνδεῶς ἔχοντας διὰ τοὺς ἐκ τῶν πενήτων περὶ τὰ χρέα νεωτερισμοὺς ἐν ἀκμῇ μάλιστα δοκοῦντας εἶναι. [3] ὁ δὲ Σερουίλιος ἔτι νυκτὸς ἀπὸ τοῦ χάρακος ἀγωνισάμενος, ἐπεὶ δὲ φῶς [p. 306] τε ἤδη ἐγένετο καὶ τοὺς πολεμίους ἔμαθεν ἀτάκτως προνομεύοντας, ἀνοῖξαι κελεύσας πυλίδας ἐκ τοῦ χάρακος ἀδήλως συχνάς, ἀφ᾽ ἑνὸς παραγγέλματος ἐφῆκεν ἐπ᾽ αὐτοὺς τὸ στράτευμα. ἐξαπιναίου δὲ τοῦ δεινοῦ καὶ παρὰ δόξαν τοῖς Οὐολούσκοις προσπεσόντος ὀλίγοι μέν τινες ὑποστάντες πρὸς τῷ χάρακι μαχόμενοι κατεκόπησαν· οἱ δ᾽ ἄλλοι φεύγοντες προτροπάδην καὶ πολλοὺς τῶν σφετέρων ἀπολέσαντες τραυματίαι τε οἱ πλεῖστοι καὶ τὰ ὅπλα ἀπολωλεκότες εἰς τὸν χάρακα διεσώζοντο. [4] ἑπομένων δ᾽ αὐτοῖς τῶν Ῥωμαίων ἐκ ποδὸς καὶ περισχόντων τὸ στρατόπεδον, βραχύν τινα χρόνον ἀμυνάμενοι παρέδοσαν τὸν χάρακα πολλῶν ἀνδραπόδων τε καὶ βοσκημάτων καὶ ὅπλων καὶ τῆς εἰς τὸν πόλεμον παρασκευῆς γέμοντα. ἑάλω δὲ σώματα ἐλεύθερα συχνά, τὰ μὲν αὐτῶν Οὐολούσκων, τὰ δὲ τῶν αὐτοῖς συναγωνισαμένων ἐθνῶν, χρήματά τε καὶ ὅσα χρυσὸς καὶ ἄργυρος καὶ ἐσθὴς ὡσπερὰν πόλεως τῆς κρατίστης ἁλούσης πάνυ πολλά· τοῖς στρατιώταις ταῦτ᾽ ἐφιεὶς ὁ Σερουίλιος ὡς ἕκαστος ὠφεληθείη καὶ μηδὲν εἰς τὸ δημόσιον ἀναφέρουσι διανείμασθαι κελεύσας καὶ τὸν χάρακα πυρὶ δούς, ἀναλαβὼν τὰς δυνάμεις ἦγεν ἐπὶ τὴν ἀγχοτάτω Σουέσσαν Πωμεντιανήν. [p. 307] μεγέθει τε γὰρ περιβόλου καὶ πλήθεσιν οἰκητόρων, ἔτι δὲ δόξῃ καὶ πλούτῳ πολὺ τῶν ταύτῃ ὑπερέχειν ἐδόκει, καὶ ἦν ὥσπερ ἡγεμὼν τοῦ ἔθνους. [5] περιστρατοπεδεύσας δ᾽ αὐτὴν καὶ οὔθ᾽ ἡμέρας οὔτε νυκτὸς ἀνακαλῶν τὸν στρατόν, ἵνα μηδένα χρόνον οἱ πολέμιοι διαναπαύσαιντο μήθ᾽ ὕπνον αἱρούμενοι μήτε πολέμου παῦλαν δεχόμενοι, λιμῷ καὶ ἀμηχανίᾳ καὶ σπάνει συμμάχων παρατείνας εἷλεν αὐτοὺς ἐν οὐ πολλῷ χρόνῳ καὶ τοὺς ἐν ἥβῃ πάντας κατέσφαξεν. ἐπιτρέψας δὲ καὶ ὅσα ἦν ἐνταῦθα χρήματα τοῖς στρατιώταις φέρειν τε καὶ ἄγειν, ἐπὶ τὰς ἄλλας πόλεις ἀπῆγε τὴν δύναμιν οὐθενὸς οὐκέτι τῶν Οὐολούσκων ἀμύνειν τι δυναμένου. ;ΚΕΦΑΛΑΙΟΝ Λ΄ [1] ὡς δὲ τοῖς Ῥωμαίοις τεταπεινωμένα ἦν τὰ τῶν Οὐολούσκων πράγματα, προαγαγὼν τοὺς ὁμήρους αὐτῶν εἰς τὴν ἀγορὰν ὁ ἕτερος τῶν ὑπάτων Ἄππιος Κλαύδιος ἄνδρας τριακοσίους, ἵνα δι᾽ εὐλαβείας ἔχοιεν οἱ προσθέμενοι σφίσι πίστεις ὁμηρειῶν μὴ παρασπονδεῖν, μάστιξί τε ᾐκίσατο πάντων ὁρώντων καὶ τοὺς αὐχένας αὐτῶν ἐκέλευσεν ἀποκόψαι. [2] ἀφικομένου τε ἀπὸ τῆς στρατείας οὐ πολλαῖς ὕστερον ἡμέραις τοῦ συνυπάτου καὶ τὸν εἰωθότα δίδοσθαι θρίαμβον ἀπὸ τῆς βουλῆς τοῖς ἀγῶνα λαμπρὸν ἀγωνισαμένοις στρατηγοῖς ἀξιοῦντος λαβεῖν, ἐμποδὼν ἐγένετο στασιαστὴν ἀποκαλῶν καὶ πολιτείας πονηρᾶς ἐραστήν, μάλιστα δ᾽ αὐτοῦ κατηγορῶν, ὅτι ἐκ τῶν τοῦ πολέμου λαφύρων [p. 308] οὐδεμίαν μοῖραν εἰς τὸ δημόσιον ἀνήνεγκεν, ἀλλ᾽ οἷς αὐτὸς ἐβούλετο κατεχαρίσατο· καὶ ἔπεισε τὴν βουλὴν μὴ δοῦναι τῷ ἀνδρὶ τὸν θρίαμβον. ὁ δὲ Σερουίλιος ὑβρίσθαι δοκῶν ὑπὸ τοῦ συνεδρίου εἰς αὐθάδειαν οὐκ εἰωθυῖαν Ῥωμαίοις ἐτράπετο· καλέσας γὰρ εἰς ἐκκλησίαν τὸν δῆμον ἐν τῷ πρὸ τῆς πόλεως πεδίῳ καὶ διεξελθὼν τὰ πραχθέντα κατὰ τὸν πόλεμον καὶ τοῦ συνάρχοντος τὸν φθόνον καὶ τῆς βουλῆς τὸν προπηλακισμὸν διηγησάμενος, ἔφη παρὰ τῶν ἑαυτοῦ πράξεων καὶ τοῦ συναγωνισαμένου στρατεύματος ἔχειν τὴν τοῦ πομπεύειν ἐπὶ καλοῖς τε καὶ εὐτυχέσιν ἔργοις ἐξουσίαν. [3] ταῦτ᾽ εἰπὼν στεφανῶσαι τὰς ῥάβδους ἐκέλευσε καὶ αὐτὸς στεφανωσάμενος ἔχων τὴν θριαμβικὴν ἐσθῆτα προῆγεν εἰς τὴν πόλιν ὑπὸ τοῦ δήμου παντὸς προπεμπόμενος, ἕως εἰς τὸ Καπιτώλιον ἀνέβη καὶ τὰς εὐχὰς ἀπέδωκε καὶ τὰ σκῦλα ἀνέθηκεν. ἐκ δὲ τούτου φθόνον μὲν ἔτι μείζονα παρὰ τῶν πατρικίων ἐπεσπάσατο, οἰκεῖον δ᾽ ἑαυτῷ παρεσκευάσατο τὸ δημοτικόν. {{DEFAULTSORT:Ρωμαικη Αρχαιολογια 06 21}} 36lcxg3urtc4j93hpcm9qrn8cf9k8fv Ρωμαϊκή Αρχαιολογία/ς/11 0 23611 148459 100327 2022-08-09T13:04:29Z Αντιγόνη 235 −[[Κατηγορία:Ιστορία]]; −[[Κατηγορία:Αρχαία και Κλασική γραμματεία]] με τη χρήση [[Commons:Help:Gadget-HotCat|HotCat]] wikitext text/x-wiki {{Κεφαλίδα | τίτλος = Κεφάλαια 11–20 | συγγραφέας = Διονύσιος ο Αλικαρνασσεύς | μεταφραστής= | ενότητα = [[Ρωμαϊκή Αρχαιολογία/ς|Ῥωμαϊκὴ Ἀρχαιολογία: Λόγος ς΄]] | προηγούμενο= [[Ρωμαϊκή Αρχαιολογία/ς/01|Κεφάλαια 01–10]] | επόμενο = [[Ρωμαϊκή Αρχαιολογία/ς/21|Κεφάλαια 21–30]] | σημειώσεις = Dionysii Halicarnasei Antiquitatum Romanarum quae supersunt, Vol I-IV. Dionysius of Halicarnassus. Karl Jacoby. In Aedibus B.G. Teubneri. Leipzig. 1885. }} ;ΚΕΦΑΛΑΙΟΝ ΙΑ΄ [1] πρῶτον μὲν οὖν οἱ κατὰ μέσην τὴν φάλαγγα τεταγμένοι Ῥωμαίων, ἔνθα ὁ δικτάτωρ Ποστούμιος ἦν λογάδας ἔχων περὶ αὑτὸν ἱππεῖς, καὶ αὐτὸς ἐν πρώτοις μαχόμενος, τὸ καθ᾽ αὑτοὺς ἐξωθοῦσι μέρος, τρωθέντος ὑσσῷ τὸν δεξιὸν ὦμον θατέρου τῶν Ταρκυνίου παίδων Τίτου καὶ μηκέτι δυναμένου τῇ χειρὶ [2] χρῆσθαι. Λικίννιος μὲν γὰρ καὶ οἱ περὶ Γέλλιον οὐδὲν ἐξητακότες οὔτε τῶν εἰκότων οὔτε τῶν δυνατῶν αὐτὸν εἰσάγουσι τὸν βασιλέα Ταρκύνιον ἀγωνιζόμενον ἀφ᾽ ἵππου καὶ τιτρωσκόμενον, ἄνδρα ἐνενήκοντα ἔτεσι προσάγοντα. πεσόντος δὲ Τίτου μικρὸν ἀγωνισάμενοι χρόνον οἱ περὶ αὐτὸν καὶ τὸ σῶμα ἔμψυχον ἀράμενοι γενναῖον οὐδὲν ἔτι ἔπραξαν, ἀλλ᾽ ἀνεχώρουν ἐπιοῦσι τοῖς Ῥωμαίοις ἐπὶ πόδα· ἔπειτ᾽ αὖθις ἔστησάν τε καὶ εἰς ἀντίπαλα ἐχώρουν, θατέρου τῶν Ταρκυνίου παίδων Σέξτου μετὰ τῶν ἐκ Ῥώμης φυγάδων τε καὶ τῶν [p. 276] [3] ἄλλων ἐπιλέκτων ἱππέων ἐπιβοηθήσαντος αὐτοῖς. οὗτοι μὲν οὖν πάλιν ἀναλαβόντες· αὑτοὺς ἐμάχοντο, οἱ δὲ τῆς φάλαγγος ἡγεμόνες ἑκατέρας Τῖτος Αἰβούτιος καὶ Μαμίλιος Ὀκταούιος λαμπρότατα πάντων ἀγωνιζόμενοι, καὶ τρέποντες μὲν τοὺς ὑφισταμένους καθ᾽ ὃ χωρήσειαν μέρος, ἀντικαθιστάντες δὲ τῶν σφετέρων τοὺς θορυβηθέντας, χωροῦσιν ἐκ προκλήσεως ὁμόσε, καὶ συρράξαντες πληγὰς κατ᾽ ἀλλήλων φέρουσιν ἰσχυράς, οὐ μὴν καιρίους, ὁ μὲν ἱππάρχης εἰς τὰ στέρνα τοῦ Μαμιλίου διὰ θώρακος ἐλάσας τὴν αἰχμἠν, ὁ δὲ Μαμίλιος μέσον περονήσας τὸν δεξιὸν ἐκείνου βραχίονα· καὶ πίπτουσιν ἀπὸ τῶν ἵππων. ;ΚΕΦΑΛΑΙΟΝ ΙΒ΄ [1] ἀποκομισθέντων δ᾽ ἀμφοτέρων ἐκ τῆς μάχης ὁ τεταγμένος αὖθις πρεσβευτὴς Μάρκος Οὐαλέριος τὴν τοῦ ἱππάρχου παρειληφὼς ἡγεμονίαν, ἐπιστὰς σὺν τοῖς ἀμφ᾽ αὐτὸν ἱππεῦσιν ἐπὶ τοὺς κατὰ πρόσωπον καὶ μικρὸν ἀντισχὼν χρόνον ἐξωθεῖται ταχέως τῆς τάξεως ἐπὶ πολύ· ἧκον δὲ καὶ τούτοις ἐκ τῶν φυγάδων τῶν ἐκ Ῥώμης ἱππέων τε καὶ ψιλῶν βοήθειαι, καὶ ὁ Μαμίλιος ἀνειληφὼς ἐκ τῆς πληγῆς ἑαυτὸν ἤδη παρῆν αὖθις ἄγων πλῆθος ἱππέων τε καὶ πεζῶν καρτερόν· ἐν τούτῳ τῷ ἀγῶνι ὅ τε πρεσβευτὴς Μάρκος Οὐαλέριος, ὁ τὸν κατὰ Σαβίνων πρῶτος καταγαγὼν θρίαμβον καὶ τὸ φρόνημα τῆς πόλεως τεταπεινωμένον ἐκ [p. 277] τοῦ Τυρρηνικοῦ πταίσματος ἀναστήσας, δόρατι πληγεὶς πίπτει, καὶ περὶ αὐτὸν ἄλλοι Ῥωμαίων πολλοὶ καὶ [2] ἀγαθοί. περὶ δὲ τῷ πτώματι αὐτοῦ γίνεται καρτερὸς ἀγὼν Ποπλίου καὶ Μάρκου τῶν Ποπλικόλα παίδων τὸν θεῖον ὑπερασπισάντων. ἐκεῖνον μὲν οὖν ἀσκύλευτόν τε· καὶ μικρὸν ἔτι ἐμπνέοντα τοῖς ὑπασπισταῖς ἀναθέντες ἀπέστειλαν ἐπὶ τὸν χάρακα, αὐτοὶ δ᾽ εἰς μέσους τοὺς πολεμίους ὑπὸ λήματός τε καὶ προθυμίας ὠσάμενοι καὶ πολλὰ τραύματα λαβόντες, ἀθρόων περιχυθέντων σφίσι τῶν φυγάδων, ἀποθνήσκουσιν ἅμα. [3] ἐξωθεῖται δὲ μετὰ τοῦτο τὸ πάθος ἡ Ῥωμαίων φάλαγξ ἀπὸ τῶν ἀριστερῶν ἐπὶ πολὺ καὶ μέχρι τῶν μέσων παρερρήγνυτο. ἔπειτα μαθὼν ὁ δικτάτωρ τὴν τροπὴν τῶν σφετέρων, ἐβοήθει κατὰ τάχος ἄγων τοὺς περὶ αὐτὸν ἱππεῖς. κελεύσας δὲ τὸν ἕτερον πρεσβευτήν, Τῖτον Ἑρμήνιον, ἴλην ἱππέων ἄγοντα κατὰ νώτου χωρεῖν τῆς σφετέρας φάλαγγος καὶ τοὺς φεύγοντας ἐπιστρέφειν, εἰ δὲ μὴ πείθοιντο ἀποκτεῖναι, αὐτὸς ἅμα τοῖς κρατίστοις ἐπὶ τὸ στῖφος ὠθεῖται, κἀπειδὴ πλησίον τῶν πολεμίων ἐγένετο πρῶτος εἰσελαύνει τὸν ἵππον ἀφειμένων τῶν χαλινῶν. [4] ἀθρόας δὲ γενομένης καὶ καταπληκτικῆς τῆς ἐλάσεως οὐ δεξάμενοι τὸ μανικὸν αὐτῶν καὶ τεθηριωμένον οἱ πολέμιοι τρέπονται καὶ πίπτουσι συχνοί. ἐν δὲ τούτῳ καὶ ὁ πρεσβευτὴς [p. 278] Ἑρμήνιος ἀνειληφὼς τοὺς φοβηθέντας ἐκ τῆς τροπῆς τῶν σφετέρων ἦγεν ἐπὶ τοὺς περὶ τὸν Μαμίλιον συνεστῶτας· καὶ συμπεσὼν αὐτῷ μεγίστῳ τε ὄντι καὶ ῥώμην ἀρίστῳ τῶν καθ᾽ αὑτὸν τότε ἀνθρώπων ἐκεῖνόν τ᾽ ἀποκτείνει καὶ αὐτὸς ἐν τῷ σκυλεύειν τὸν νεκρὸν πληγεὶς ὑπό τινος ξίφει διὰ τῆς λαγόνος ἀποθνήσκει. [5] Σέξτος δὲ Ταρκύνιος τοῦ λαιοῦ τῶν Λατίνων κέρατος ἡγούμενος ἀντεῖχεν ἔτι τοῖς δεινοῖς καὶ τοὺς ἐπὶ τοῦ δεξιοῦ τῶν Ῥωμαίων κέρατος ἐξεώθει τῆς στάσεως· ὡς δὲ τὸν Ποστόμιον ἐθεάσατο σὺν τοῖς ἐπιλέκτοις ἱππεῦσιν ἐπιφερόμενον ἀπογνοὺς ἁπάσης· ἐλπίδος εἰς μέσους αὐτοὺς ἵεται· ἔνθα δὴ κυκλωθεὶς ὑπὸ τῶν Ῥωμαίων ἱππέων τε καὶ πεζῶν καὶ βαλλόμενος πανταχόθεν ὥσπερ θηρίον, οὐκ ἄνευ τοῦ πολλοὺς ἀποκτεῖναι τῶν ὁμόσε χωρησάντων ἀποθνήσκει. πεσόντων δὲ τῶν ἡγεμόνων, ἀθρόα γίνεται πάντων αὐτίκα τῶν Λατίνων φυγὴ καὶ τοῦ χάρακος αὐτῶν ἐρήμου καταλειφθέντος ὑπὸ τῶν φυλάκων ἅλωσις, ὅθεν οἱ Ῥωμαῖοι πολλὰς καὶ καλὰς ἔλαβον ὠφελείας. [6] συμφορά τε αὕτη μεγίστη Λατίνοις ἐγένετο, δι᾽ ἣν ἐπὶ πλεῖστον ἐκακώθησαν, καὶ φθόρος σωμάτων, ὅσος οὔπω πρότερον· ἀπὸ γὰρ τετρακισμυρίων πεζῶν καὶ τρισχιλίων ἱππέων, ὥσπερ ἔφην, οἱ λειφθέντες ἐλάττους μυρίων ἐσώθησαν ἐπὶ τὰ σφέτερα. ;ΚΕΦΑΛΑΙΟΝ ΙΓ΄ [1] ἐν ταύτῃ λέγονται τῇ μάχῃ Ποστομίῳ τε [p. 279] τῷ δικτάτορι καὶ τοῖς περὶ αὐτὸν τεταγμένοις ἱππεῖς δύο φανῆναι, κάλλει τε καὶ μεγέθει μακρῷ κρείττους, ὧν ἡ καθ᾽ ἡμᾶς φύσις ἐκφέρει, ἐναρχόμενοι γενειᾶν, ἡγούμενοί τε τῆς Ῥωμαικῆς ἵππου καὶ τοὺς ὁμόσε χωροῦντας τῶν Λατίνων παίοντες τοῖς δόρασι καὶ προτροπάδην ἐλαύνοντες. καὶ μετὰ τὴν τροπὴν τῶν Λατίνων καὶ τὴν ἅλωσιν τοῦ χάρακος αὐτῶν περὶ δείλην ὀψίαν τὸ τέλος λαβούσης τῆς μάχης, ἐν τῇ Ῥωμαίων ἀγορᾷ τὸν αὐτὸν τρόπον ὀφθῆναι δύο νεανίσκοι λέγονται, πολεμικὰς ἐνδεδυκότες στολὰς μήκιστοί τε καὶ κάλλιστοι καὶ τὴν αὐτὴν ἡλικίαν ἔχοντες, αὐτοί τε φυλάττοντες ἐπὶ τῶν προσώπων ὡς ἐκ μάχης ἡκόντων τὸ ἐναγώνιον σχῆμα, καὶ τοὺς ἵππους ἱδρῶτι διαβρόχους ἐπαγόμενοι. [2] ἄρσαντες δὲ τῶν ἵππων ἑκάτερον καὶ ἀπονίψαντες ἀπὸ τῆς λιβάδος, ἣ παρὰ τὸ ἱερὸν τῆς Ἑστίας ἀναδίδωσι λίμνην ποιοῦσα ἐμβύθιον ὀλίγην, πολλῶν αὐτοὺς περιστάντων καὶ εἴ τι φέρουσιν ἐπὶ κοινὸν ἀπὸ στρατοπέδου μαθεῖν ἀξιούντων, τήν τε μάχην αὐτοῖς φράζουσιν, ὡς ἐγένετο καὶ ὅτι νικῶσιν· οὓς μεταχωρήσαντας ἐκ τῆς ἀγορᾶς ὑπ᾽ οὐδενὸς ἔτι λέγουσιν ὀφθῆναι, πολλὴν ζήτησιν αὐτῶν ποιουμένου [p. 280] [3] τοῦ καταλειφθέντος τῆς πόλεως ἡγεμόνος. ὡς δὲ τῇ κατόπιν ἡμέρᾳ τὰς παρὰ τοῦ δικτάτορος ἐπιστολὰς ἔλαβον οἱ τῶν κοινῶν προεστῶτες, καὶ σὺν τοῖς ἄλλοις ἅπασι τοῖς ἐν τῇ μάχῃ γενομένοις καὶ τὰ περὶ τῆς ἐπιφανείας τῶν δαιμόνων ἔμαθον, νομίσαντες τῶν αὐτῶν θεῶν εἶναι ἄμφω τὰ φάσματα ὥσπερ εἰκὸς Διοσκούρων ἐπείσθησαν εἶναι τὰ εἴδωλα. [4] ταύτης ἐστὶ τῆς παραδόξου καὶ θαυμαστῆς τῶν δαιμόνων ἐπιφανείας ἐν Ῥώμῃ πολλὰ σημεῖα, ὅ τε νεὼς ὁ τῶν Διοσκούρων, ὃν ἐπὶ τῆς ἀγορᾶς κατεσκεύασεν ἡ πόλις, ἔνθα ὤφθη τὰ εἴδωλα, καὶ ἡ παρ᾽ αὐτῷ κρήνη καλουμένη τε τῶν θεῶν τούτων καὶ ἱερὰ εἰς τόδε χρόνου νομιζομένη, θυσίαι τε πολυτελεῖς, ἃς καθ᾽ ἕκαστον ἐνιαυτὸν ὁ δῆμος ἐπιτελεῖ διὰ τῶν μεγίστων ἱερέων ἐν μηνὶ Κυιντιλίῳ λεγομένῳ ταῖς καλουμέναις εἰδοῖς, ἐν ᾗ κατώρθωσαν ἡμέρᾳ τόνδε τὸν πόλεμον· ὑπὲρ ἅπαντα δὲ ταῦτα ἡ μετὰ τὴν θυσίαν ἐπιτελουμένη πομπὴ τῶν ἐχόντων τὸν δημόσιον ἵππον, οἳ κατὰ φυλάς τε καὶ λόχους κεκοσμημένοι στοιχηδὸν ἐπὶ τῶν ἵππων ὀχούμενοι πορεύονται πάντες, ὡς ἐκ μάχης ἥκοντες ἐστεφανωμένοι θαλλοῖς ἐλαίας, καὶ πορφυρᾶς φοινικοπαρύφους ἀμπεχόμενοι τηβέννας τὰς καλουμένας τραβέας, ἀρξάμενοι μὲν ἀφ᾽ ἱεροῦ τινος Ἄρεος ἔξω τῆς πόλεως ἱδρυμένου, διεξιόντες δὲ τήν τ᾽ ἄλλην πόλιν καὶ διὰ τῆς ἀγορᾶς παρὰ τὸ τῶν Διοσκούρων ἱερὸν παρερχόμενοι, ἄνδρες ἔστιν ὅτε καὶ πεντακισχίλιοι [p. 281] φέροντες, ὅσα παρὰ τῶν ἡγεμόνων ἀριστεῖα ἔλαβον ἐν ταῖς μάχαις, καλὴ καὶ ἀξία τοῦ μεγέθους τῆς ἡγεμονίας ὄψις. ταῦτα μὲν ὑπὲρ τῆς γενομένης ἐπιφανείας τῶν Διοσκούρων λεγόμενά τε καὶ πραττόμενα ὑπὸ Ῥωμαίων ἔμαθον· [5] ἐξ ὧν τεκμήραιτ᾽ ἄν τις, ὡς θεοφιλεῖς ἦσαν οἱ τότε ἄνθρωποι, σὺν ἄλλοις πολλοῖς καὶ μεγάλοις. ;ΚΕΦΑΛΑΙΟΝ ΙΔ΄ [1] ὁ δὲ Ποστόμιος ἐκείνην μὲν τὴν νύκτα κατεστρατοπέδευσεν ἐν τῷ πεδίῳ, τῇ δ᾽ ἑξῆς ἡμέρᾳ στεφανώσας τοὺς ἀριστεύσαντας ἐν τῇ μάχῃ καὶ τοὺς αἰχμαλώτους φυλάττεσθαι διαδοὺς ἔθυε τὰ νικητήρια τοῖς θεοῖς. ἔτι δ᾽ αὐτῷ τὸν στέφανον ἐπικειμένῳ καὶ τὰς ὑπερπύρους ἀπαρχὰς τοῖς βωμοῖς ἐπιτιθέντι σκοποί τινες ἀπὸ τῶν μετεώρων καταδραμόντες ἀγγέλλουσι πολέμιον ἐπὶ σφᾶς ἐλαύνειν στρατόν. ἦν δ᾽ ἐκ τοῦ Οὐολούσκων ἔθνους ἐπίλεκτος ἀκμὴ σύμμαχος ἀπεσταλμένη Λατίνοις, πρὶν ἢ τὴν μάχην αὐτῶν ἐπιτελεσθῆναι. [2] ὡς δὲ δὴ ταῦτ᾽ ἔγνω, χωρεῖν ἅπαντας ἐκέλευσεν ἐπὶ τὰ ὅπλα καὶ μένειν ἐν τῷ χάρακι παρὰ ταῖς ἰδίαις ἕκαστον σημαίαις σιγὴν καὶ κόσμον φυλάττοντας, ἕως ἂν αὐτὸς ἃ χρὴ πράττειν παραγγείλῃ. οἱ δὲ τῶν Οὐολούσκων ἡγεμόνες ἐξ ἀπόπτου τῶν Ῥωμαίων παρεμβαλόντες ὡς εἶδον μεστὸν μὲν τὸ πεδίον νεκρῶν, ὀρθοὺς δὲ τοὺς χάρακας ἀμφοτέρους, προιόντα δ᾽ ἐκ τῶν ἐρυμάτων οὔτε πολέμιον οὔτε φίλον οὐδένα, τέως μὲν ἐθαύμαζον καὶ τίς ἦν ἡ κατειληφυῖα τύχη τὰ [p. 282] πράγματα ἀπόρως εἶχον συμβάλλειν. ἐπεὶ δὲ παρὰ τῶν ἀνασωζομένων ἐκ τῆς τροπῆς ἅπαντα τὰ περὶ τὸν ἀγῶνα ἔμαθον, ἐσκόπουν μετὰ τῶν ἄλλων ἡγεμόνων, [3] τί χρὴ πράττειν. τοῖς μὲν οὖν θρασυτάτοις αὐτῶν ἐδόκει κράτιστον εἶναι χωρεῖν ἐπὶ τὸν χάρακα τῶν Ῥωμαίων ἐξ ἐφόδου, τέως πολλοὶ μὲν ἔκαμον ὑπὸ τραυμάτων, ἀπειρήκεσάν θ᾽ ἅπαντες ὑπὸ κόπου ὅπλα τε ἄχρηστα τοῖς πλείστοις ἦν, τὰ μὲν ἀπεστομωμένα τὰς ἀκμάς, τὰ δὲ κατεαγότα καὶ βοήθεια παρὰ τῶν οἴκοθεν ἀκραιφνὴς οὔπω παρῆν οὐδεμία αὐτοῖς, ἡ δὲ σφῶν αὐτῶν δύναμις πολλή τε οὖσα καὶ ἀγαθὴ καὶ ὡπλισμένη καλῶς ἐμπειροπόλεμός τε καὶ οὐ προσδεχομένοις ἐξαπιναίως παροῦσα, φοβερὰ καὶ τοῖς εὐτολμοτάτοις φανήσεσθαι ἔμελλε. ;ΚΕΦΑΛΑΙΟΝ ΙΕ΄ [1] τοῖς δὲ σωφρονεστάτοις οὐκ ἀσφαλὲς τὸ κινδύνευμα εἶναι ἐφαίνετο, ἀνδράσιν ἀγαθοῖς τὰ πολέμιά τε καὶ νεωστὶ τὴν Λατίνων τοσαύτην δύναμιν ἀραμένοις ἄνευ συμμάχων ὁμόσε χωρεῖν μέλλοντας τὸν ὑπὲρ τῶν μεγίστων κίνδυνον ἐν ἀλλοτρίᾳ ποιεῖσθαι γῇ, ἔνθα εἴ τι συμβαίη πταῖμα οὐδεμίαν ἕξουσι καταφυγὴν ἀσφαλῆ· τῆς δ᾽ οἴκαδε σωτηρίας προνοεῖσθαι μᾶλλον ἠξίουν οὗτοι διὰ ταχέων καὶ μέγα κέρδος ὑπολαμβάνειν, εἰ μηδὲν ἀπολαύσουσιν ἐκ τῆς στρατείας κακόν. [2] ἑτέροις δὲ τούτων μὲν οὐδέτερον ἐδόκει χρῆναι ποιεῖν, νεανικὸν μὲν ἀποφαίνουσι τὸ πρόχειρον τῆς ἐπὶ τὸν ἀγῶνα ὁρμῆς, αἰσχρὸν δὲ τὸ παράλογον τῆς ἐπὶ τὰ οἰκεῖα φυγῆς, ὡς κατ᾽ εὐχὴν ληψομένων τῶν πολεμίων, ὁπότερον ἂν αὐτῶν ποιήσωσι. γνώμη δὲ [p. 283] τούτων ἦν ἐν μὲν τῷ παρόντι κρατύνασθαι τὸν χάρακα καὶ τὰ πρὸς τὸν ἀγῶνα εὐτρεπίζεσθαι, πέμποντας δὲ πρὸς τοὺς ἄλλους Οὐολούσκους δυεῖν θάτερον ἀξιοῦν ἢ δύναμιν ἑτέραν πέμπειν ἀξιόχρεων ἐπὶ Ῥωμαίους, [3] ἢ καὶ τὴν ἀπεσταλμένην μετακαλεῖν. ἡ δὲ πιθανωτάτη τοῖς πλείστοις φανεῖσα καὶ ὑπὸ τῶν ἐν τέλει κυρωθεῖσα γνώμη ταῦτα παρῄνει, πέμψαι τινὰς εἰς τὸν χάρακα τῶν Ῥωμαίων· κατασκόπους ὀνόματι πρεσβευτῶν ἕξοντας τὸ ἀσφαλές, οἳ δεξιώσονται τὸν ἡγεμόνα καὶ φράσουσιν, ὅτι σύμμαχοι Ῥωμαίων ἥκοντες ἀπὸ τοῦ κοινοῦ τῶν Οὐολούσκων ἄχθονται μὲν ὑστερήσαντες τῆς μάχης, ὡς οὐδεμίαν ἢ μικράν τινα τῆς προθυμίας χάριν οἰσόμενοι, τῇ δ᾽ ἐξ ἐκείνων τύχῃ μέγαν ἀγῶνα δίχα συμμάχων κατωρθωκότων συνήδονται· ἐξαπατήσαντες δ᾽ αὐτοὺς τῇ φιλανθρωπίᾳ τῶν λόγων καὶ πιστεύειν ὡς φίλοις σφίσι κατασκευάσαντες, ἅπαντα κατασκέψονται καὶ δηλώσουσιν ἀφικόμενοι πλῆθός τ᾽ αὐτῶν καὶ ὁπλισμοὺς καὶ παρασκευὰς καὶ εἴ τι κατὰ νοῦν ἔχουσι πράττειν. ὅταν δὲ ταῦτ᾽ ἀκριβῶς σφίσι γένηται φανερά, τότε προθεῖναι βουλήν, εἴτ᾽ ἐπιχειρεῖν αὐτοῖς ἄμεινον εἴη προσμεταπεμψαμένοις δύναμιν ἑτέραν, εἴτε καὶ τὴν παροῦσαν ἀπάγειν. ;ΚΕΦΑΛΑΙΟΝ ΙΣΤ΄ [1] ὡς δὲ ταύτῃ προσέθεντο τῇ γνώμῃ καὶ οἱ προχειρισθέντες ὑπ᾽ αὐτῶν πρέσβεις ἀφικόμενοι πρὸς τὸν δικτάτορα καὶ παραχθέντες ἐπὶ τὴν ἐκκλησίαν διεξῆλθον [p. 284] τοὺς ἐξαπατήσοντας λόγους, ὀλίγον ἐπισχὼν ὁ Ποστόμιος χρόνον πρὸς αὐτοὺς εἶπε· πονηρὰ βουλεύματα, ὦ Οὐολοῦσκοι, χρηστοῖς λόγοις ἀμφιέσαντες ἥκετε· καὶ πολεμίων ἔργα πράττοντες φίλων ἐξενέγκασθαι βούλεσθε δόξαν. [2] ὑμεῖς γὰρ ἀπέσταλθε ὑπὸ τοῦ κοινοῦ Λατίνοις συμμαχήσοντες καθ᾽ ἡμῶν, ἐπεὶ δ᾽ ὕστεροι τῆς μάχης ἥκετε καὶ κρατουμένους αὐτοὺς ὁρᾶτε, παρακρούσασθαι βούλεσθε ἡμᾶς τἀναντία, ὧν ἐμέλλετε πράττειν, λέγοντες. καὶ οὐδ᾽ ἡ φιλανθρωπία τῶν λόγων, ἣν πλάττεσθε πρὸς τὸν παρόντα καιρὸν οὐδὲ τὸ προσποίημα ὑμῶν τῆς δεῦρο ἀφίξεως ὑγιές ἐστιν, ἀλλὰ μεστὸν δόλου καὶ ἀπάτης. οὐ γὰρ συνησθησόμενοι τοῖς ἀγαθοῖς ἡμετέροις ἐξαπέσταλθε, ἀλλὰ κατασκεψόμενοι, πῶς ἡμῖν ἀσθενείας ἢ δυνάμεως τὰ πράγματα ἔχει· καί ἐστε πρεσβευταὶ μὲν λόγῳ, κατάσκοποι δ᾽ ἔργῳ. [3] ἀρνουμένων δὲ πρὸς ἅπαντα τῶν ἀνδρῶν οὐ διὰ μακροῦ τὴν πίστιν ἔφησεν αὐτοῖς παρέξεσθαι· καὶ αὐτίκα τὰς ἐπιστολὰς αὐτῶν, ἃς ἔλαβε πρὸ τῆς μάχης τοῖς ἡγεμόσι τῶν Λατίνων φερομένας, ἐν αἷς ὑπισχνοῦντο αὐτοῖς πέμψειν ἐπικουρίαν, προήνεγκε, καὶ τοὺς φέροντας αὐτὰς προήγαγεν. ἀναγνωσθέντων δὲ τῶν γραμμάτων καὶ τῶν αἰχμαλώτων ἃς ἔλαβον ἐντολὰς διηγησαμένων, τὸ μὲν πλῆθος λίθοις ὥρμησε βαλεῖν τοὺς Οὐολούσκους ὡς ἑαλωκότας ἐπ᾽ [p. 285] αὐτοφώρῳ κατασκόπους, ὁ δὲ Ποστόμιος οὐκ ᾤετο δεῖν ὁμοίους γενέσθαι τοῖς κακοῖς τοὺς ἀγαθοὺς κρεῖττον εἶναι λέγων καὶ μεγαλοψυχότερον εἰς τοὺς ἀποστείλαντας φυλάττειν τὴν ὀργὴν ἢ εἰς τοὺς ἀποσταλέντας, καὶ διὰ τὸ φανερὸν ὄνομα τῆς πρεσβείας ἀφεῖναι τοὺς ἄνδρας μᾶλλον ἢ διὰ τὸ ἀφανὲς τῆς κατασκοπῆς ἔργον ἀπολέσαι· ἵνα μήτε Οὐολούσκοις ἀφορμὴν παράσχωσιν εὐπρεπῆ τοῦ πολέμου πρεσβευτῶν ἀνῃρῆσθαι σώματα σκηπτομένοις παρὰ τὸν ἁπάντων νόμον, μήτε τοῖς ἄλλοις ἔχθρας πρόφασιν αἰτίας εἶναι εἰ καὶ ψευδοῦς, ἀλλ᾽ οὐκ ἀλόγου γε οὐδὲ ἀπίστου. ;ΚΕΦΑΛΑΙΟΝ ΙΖ΄ [1] ἐπισχὼν δὲ τὴν ὁρμὴν τοῦ πλήθους ἀπιέναι τοὺς ἄνδρας ἐκέλευσεν ἀμεταστρεπτὶ φυλακῇ παραδοὺς ἱππέων, οἳ προύπεμψαν αὐτοὺς ἐπὶ τὸν Οὐολούσκων χάρακα. ἐκβαλὼν δὲ τοὺς κατασκόπους εὐτρεπίζεσθαι τὰ εἰς μάχην παρήγγειλε τοῖς στρατιώταις, ὡς ἐν τῇ κατόπιν ἡμέρᾳ παραταξόμενος. ἐδέησε δ᾽ οὐδὲν αὐτῷ μάχης· οἱ γὰρ ἡγεμόνες τῶν Οὐολούσκων πολλῆς ἔτι νυκτὸς οὔσης ἀναστήσαντες τὴν στρατιὰν ᾤχοντο ἐπὶ [2] τὰ σφέτερα. ἁπάντων δὲ χωρησάντων αὐτῷ κατ᾽ εὐχὴν θάψας τοὺς οἰκείους νεκροὺς καὶ τὴν στρατιὰν καθήρας [p. 286] ἀνέστρεψεν εἰς τὴν πόλιν ἐκπρεπεῖ θριάμβῳ κοσμούμενος ὅπλων τε σωρὸν ἐφ᾽ ἁμάξαις πολλαῖς κομίζων καὶ χρημάτων στρατιωτικῶν παρασκευὰς ἀφθόνους εἰσφέρων, καὶ τοὺς ἁλόντας ἐν τῇ μάχῃ πεντακοσίων ἀποδέοντας ἑξακισχιλίους ἐπαγόμενος. ἀπὸ δὲ τῶν λαφύρων ἐξελόμενος τὰς δεκάτας ἀγῶνάς τε καὶ θυσίας τοῖς θεοῖς ἀπὸ τετταράκοντα ταλάντων ἐποίει καὶ ναῶν κατασκευὰς ἐξεμίσθωσε Δήμητρι καὶ Διονύσῳ καὶ Κόρῃ [3] κατ᾽ εὐχήν. ἐσπάνισαν γὰρ αἱ τροφαὶ τοῦ πολέμου κατ᾽ ἀρχὰς καὶ πολὺν αὐτοῖς παρέσχον φόβον ὡς ἐπιλείψουσαι, τῆς τε γῆς ἀκάρπου γενομένης καὶ τῆς ἔξωθεν ἀγορᾶς οὐκέτι παρακομιζομένης διὰ τὸν πόλεμον. διὰ τοῦτο τὸ δέος ἀνασκέψασθαι τὰ Σιβύλλεια τοὺς φύλακας αὐτῶν κελεύσας ὡς ἔμαθεν, ὅτι τούτους ἐξιλάσασθαι τοὺς θεοὺς οἱ χρησμοὶ κελεύουσιν, εὐχὰς αὐτοῖς ἐποιήσατο μέλλων ἐξάγειν τὸν στρατόν, ἐὰν εὐετηρία γένηται κατὰ τὴν πόλιν ἐπὶ τῆς ἰδίας ἀρχῆς, οἵα πρότερον ἦν, ναούς τ᾽ αὐτοῖς καθιδρύσεσθαι καὶ [4] θυσίας καταστήσεσθαι καθ᾽ ἕκαστον ἐνιαυτόν. οἱ δ᾽ ὑπακούσαντες τήν τε γῆν παρεσκεύασαν ἀνεῖναι πλουσίους καρπούς, οὐ μόνον τὴν σπόριμον, ἀλλὰ καὶ τὴν δενδροφόρον, καὶ τὰς ἐπεισάκτους ἀγορὰς ἁπάσας ἐπικλύσαι μᾶλλον ἢ πρότερον· ἅπερ ὁρῶν αὐτὸς ὁ Ποστόμιος ἐψηφίσατο τὰς τῶν ναῶν τούτων κατασκευάς. Ῥωμαῖοι μὲν δὴ τὸν τυραννικὸν ἀπωσάμενοι πόλεμον εὐνοίᾳ θεῶν ἐν ἑορταῖς τε καὶ θυσίαις ἦσαν. [p. 287] ;ΚΕΦΑΛΑΙΟΝ ΙΗ΄ [1] ὀλίγαις δ᾽ ὕστερον ἡμέραις πρέσβεις ἀπὸ τοῦ κοινοῦ τῶν Λατίνων ἧκον ὡς αὐτοὺς ἐξ ἁπασῶν τῶν πόλεων ἐπιλεχθέντες οἱ τὴν ἐναντίαν ἔχοντες περὶ τοῦ πολέμου γνώμην, ἱκετηρίας καὶ στέμματα προεχόμενοι. οὗτοι παραχθέντες ἐπὶ τὴν βουλήν, τὴν μὲν ἀρχὴν τοῦ πολέμου τοὺς δυναστεύοντας ἐν ταῖς πόλεσιν ἀπέφαινον αἰτίους· τὸ δὲ πλῆθος ἓν μόνον τοῦτο ἁμαρτεῖν ἔλεγον, ὅτι πονηροῖς ἐπείσθη δημαγωγοῖς ἴδια κέρδη παρεσκευασμένοις. [2] ταύτης δὲ τῆς ἀπάτης, ἐν ᾗ τὸ πλεῖον ἀνάγκης μέρος ἦν, οὐ μεμπτὰς τετικέναι δίκας ἑκάστην πόλιν ἔλεγον τῆς κρατίστης νεότητος ἀναιρεθείσης, ὥστε μὴ ῥᾴδιον εἶναι πένθους καθαρὰν εὑρεῖν οἰκίαν, ἠξίουν τ᾽ αὐτοὺς παραλαβεῖν σφᾶς ἥκοντας οὔτε περὶ τῆς ἀρχῆς ἔτι διαφερομένους οὔτε περὶ τῶν ἴσων φιλονεικοῦντας συμμάχους τε καὶ ὑπηκόους ἅπαντα τὸν λοιπὸν χρόνον ἐσομένους, καὶ πᾶν ὅσον ὁ δαίμων ἀφείλετο τοῦ Λατίνων ἀξιώματος, [3] τοῦτο τῇ Ῥωμαίων προσθήσοντας εὐποτμίᾳ. τελευτῶντες δὲ τοῦ λόγου συγγένειαν ἐπεκαλοῦντο καὶ συμμαχιῶν ἀπροφασίστων ποτὲ γενομένων ἀνεμίμνησκον καὶ συμφορὰς ἀνέκλαιον τὰς καταληψομένας τοὺς μηδὲν ἡμαρτηκότας, οἳ μακρῷ πλείους ἦσαν τῶν ἡμαρτηκότων, ὀδυρόμενοι παρ᾽ ἕκαστα καὶ τῶν γονάτων ἁπτόμενοι πάσης τῆς γερουσίας καὶ τὰς ἱκετηρίας παρὰ τοῖς ποσὶ τοῦ Ποστομίου τιθέντες· ὥστε παθεῖν τι πρὸς τὰ δάκρυα καὶ τὰς δεήσεις αὐτῶν τὸ συνέδριον ἅπαν. [p. 288] ;ΚΕΦΑΛΑΙΟΝ ΙΘ΄ [1] ὡς δὲ μετέστησαν ἐκ τοῦ βουλευτηρίου καὶ λόγος ἀπεδόθη τοῖς εἰωθόσιν ἀποφαίνεσθαι γνώμας, Τῖτος μὲν Λάρκιος ὁ πρῶτος ἀποδειχθεὶς δικτάτωρ ἐν τῷ παρελθόντι ἐνιαυτῷ ταμιεύεσθαι τὴν τύχην αὐτοῖς συνεβούλευε μέγιστον εἶναι λέγων ἐγκώμιον ὥσπερ ἑνὸς ἀνδρὸς οὕτω καὶ πόλεως ὅλης, εἰ μὴ διαφθαρήσεται ταῖς εὐπραγίαις, ἀλλ᾽ εὐμενῶς καὶ μετρίως φέροι τἀγαθά. [2] πάσας μὲν γὰρ τὰς εὐτυχίας φθονεῖσθαι, μάλιστα δ᾽ ὅσαις πρόσεστιν εἰς τοὺς ταπεινωθέντας καὶ ὑπὸ χεῖρα γενομένους ὕβρις καὶ βαρύτης· τῇ τύχῃ δ᾽ οὐκ ἐῶν τι πιστεύειν πολλάκις αὐτῆς πεῖραν εἰληφότας ἐπ᾽ οἰκείοις κακοῖς τε καὶ ἀγαθοῖς, ὡς ἀβέβαιός ἐστι καὶ ἀγχίστροφος· οὐδ᾽ ἀνάγκην προσάγειν τοῖς διαφόροις τὴν περὶ τῶν ἐσχάτων κινδύνων, δἰ ἣν καὶ παρὰ γνώμην τολμηταὶ γίνονταί [3] τινες καὶ ὑπὲρ δύναμιν μαχηταί· δέος δὲ σφίσιν εἶναι λέγων, μὴ κοινὸν μῖσος ἐπισπάσωνται παρὰ πάντων ὅσων ἀξιοῦσιν ἄρχειν, ἐὰν πικρὰς καὶ ἀπαραιτήτους ἀπὸ τῶν ἁμαρτόντων ἀναπράττωνται δίκας, ὡς ἐκβεβηκότες ἐκ τῶν συνήθων ἐπιτηδευμάτων, ἀφ᾽ ὧν εἰς ἐπιφάνειαν προῆλθον ἐπιλαθόμενοι, καὶ πεποιηκότες τυραννίδα τὴν ἀρχήν, ἀλλ᾽ οὐχ ἡγεμονίαν ὡς πρότερον ἦν καὶ προστασίαν· τά τε ἁμαρτήματα μέτρια καὶ οὐ [p. 289] νεμεσητὰ εἶναι λέγων, εἴ τινες ἐλευθερίας περιεχόμεναι πόλεις καὶ ἄρχειν ποτὲ μαθοῦσαι τῆς παλαιᾶς ἀξιώσεως οὐ μεθίενται. εἰ δ᾽ ἀνιάτως οἱ τῶν κρατίστων ὀρεχθέντες, ἐὰν διαμάρτωσι τῆς ἐλπίδος, ζημιώσονται, οὐδὲν ἔσεσθαι τὸ κωλῦον ἅπαντας ἀνθρώπους ὑπ᾽ ἀλλήλων ἀπολωλέναι· πᾶσι γὰρ εἶναι τὸν τῆς ἐλευθερίας πόθον ἔμφυτον. [4] πολλῷ τε κρείττονα καὶ βεβαιοτέραν ἀποφαίνων ἀρχήν, ἥτις εὐεργεσίαις, ἀλλὰ μὴ τιμωρίαις κρατεῖν βούλεται τῶν ὑπηκόων· τῇ μὲν γὰρ εὔνοιαν ἀκολουθεῖν, τῇ δὲ φόβον, ἀνάγκην δ᾽ εἶναι φύσεως πάντα μάλιστα μισεῖσθαι τὰ φοβερά· τελευτῶν δὲ τοῦ λόγου παραδείγμασιν αὐτοὺς ἠξίου χρῆσθαι τοῖς κρατίστοις τῶν προγόνων ἔργοις, ἐφ᾽ οἷς ἐπαίνων ἐτύγχανον ἐκεῖνοι, ἐπιλεγόμενος ὅσας ἁλούσας κατὰ κράτος πόλεις οὐ κατασκάπτοντες οὐδὲ ἡβηδὸν ἀναιροῦντες οὐδ᾽ ἐξανδραποδιζόμενοι, ἀλλ᾽ ἀποικίας τῆς Ῥώμης ποιοῦντες, καὶ τοῖς βουλομένοις τῶν κρατηθέντων παρὰ σφίσι κατοικεῖν πολιτείας μεταδιδόντες, μεγάλην ἐκ μικρᾶς ἐποιοῦντο τὴν πόλιν. κεφάλαιον δ᾽ αὐτοῦ τῆς γνώμης ἦν ἀνανεώσεσθαι τὰς σπονδὰς πρὸς τὸ κοινὸν τῶν Λατίνων, ἃς ἦσαν πεποιημένοι πρότερον, καὶ μηδενὸς τῶν ἁμαρτημάτων μηδεμιᾷ πόλει μνησικακεῖν. ;ΚΕΦΑΛΑΙΟΝ Κ΄ [1] Σερουίλιος δὲ Σουλπίκιος περὶ μὲν τῆς εἰρήνης καὶ τῆς ἀνανεώσεως τῶν σπονδῶν οὐδὲν ἀντέλεγεν· [p. 290] ἐπειδὴ δὲ πρότεροι τὰς σπονδὰς ἔλυσαν Λατῖνοι, καὶ οὐχὶ τότε πρῶτον, ὥστε συγγνώμης τινὸς αὐτοῖς δεῖν ἀνάγκην καὶ ἀπάτην προβαλλομένοις, ἀλλὰ πολλάκις ἤδη καὶ πρότερον, ὥστε καὶ διορθώσεως σφίσι δεῖν, τὴν μὲν ἄδειαν ἅπασι συγκεχωρῆσθαι καὶ τὴν ἐλευθερίαν διὰ τὸ συγγενές, τῆς δὲ γῆς τὴν ἡμίσειαν αὐτοὺς ἀφαιρεθῆναι καὶ κληρούχους ἀποσταλῆναι Ῥωμαίων εἰς αὐτήν, οἵ τινες ἐκείνην καρπώσονται καὶ [2] τοὺς ἄνδρας μηδὲν ἔτι νεωτερίσαι σπουδάσουσι. Σπόριος δὲ Κάσσιος ἀνελεῖν τὰς πόλεις αὐτῶν συνεβούλευε θαυμάζειν λέγων ἐπὶ ταῖς εὐηθείαις τῶν παραινούντων ἀφεῖναι τὰς ἁμαρτίας αὐτοῖς ἀζημίους, εἰ μηδὲ δύνανται καταμαθεῖν, ὅτι διὰ τὸν φθόνον τὸν ἔμφυτόν τε καὶ ἀναφαίρετον, ὃν ἔχουσι πρὸς τὴν πόλιν αὐτῶν αὐξομένην, ἄλλους ἐπ᾽ ἄλλοις ἐπιτεχνῶνται πολέμους καὶ οὐδέποτε παύσονται τῆς ἐπιβούλου προαιρέσεως ἑκόντες, ἕως αὐτῶν τοῦτ᾽ ἐν ταῖς ψυχαῖς τὸ δύστηνον ἐνοικεῖ πάθος· οἵ γε τελευτῶντες ὑπὸ τυράννῳ ποιήσασθαι, θηρίων ἁπάντων ἀγριωτάτῳ, συγγενῆ σφῶν πόλιν ἐπεχείρησαν ἁπάσας ἀνατρέψαντες τὰς ἐπὶ θεῶν ὁμολογίας, οὐκ ἄλλαις τισὶν ἐλπίσιν ἐπαρθέντες, ἀλλ᾽ ὅτι ἂν μὴ αὐτοῖς κατὰ γνώμην χωρήσῃ τὰ τοῦ πολέμου δίκην οὐδεμίαν ὑφέξουσιν ἤ [3] τινα μικρὰν κομιδῇ. παραδείγμασί τε καὶ αὐτὸς ἠξίου χρῆσθαι τοῖς τῶν προγόνων ἔργοις, οἳ τὴν Ἀλβανῶν πόλιν, ἐξ ἧς αὐτοί τ᾽ ἀπῳκίσθησαν καὶ Λατίνων ἅπασαι πόλεις, ἐπειδὴ φθονοῦσαν ἔγνωσαν τοῖς αὑτῶν [p. 291] ἀγαθοῖς καὶ τὴν ἄδειαν, ἣν ἐπὶ τοῖς πρώτοις ἁμαρτήμασιν εὕρετο, μείζονος ἐπιβουλῆς ἀφορμὴν ποιησαμένην, ἐν ἡμέρᾳ καθελεῖν ἔγνωσαν μιᾷ· ἐν ἴσῳ δόξαντες εἶναι τῷ μηδένα οἰκτείρειν τῶν τὰ μέτρια ἁμαρτανόντων τὸ μηδένα τιμωρεῖσθαι τῶν τὰ μέγιστα καὶ [4] ἀδιόρθωτα ἀδικούντων. μωρίας δὲ πολλῆς εἶναι καὶ ἀναλγησίας ἔργον· οὐ γὰρ δὴ φιλανθρωπίας οὐδὲ μετριότητος· τὸν τῶν ἀποικισάντων σφᾶς φθόνον, ἐπεὶ πέρα τοῦ δέοντος ἔδοξεν εἶναι βαρὺς καὶ ἀφόρητος, οὐκ ἀνασχομένους τὸν τῶν ὁμογενῶν ὑπομένειν τούς τ᾽ ἐν ἐλάττοσι πείραις ἐλεγχθέντας πολεμίους ἀφαιρέσει πόλεως ζημιώσαντας, παρὰ τῶν πολλάκις τὸ μῖσος ἀδιάλλακτον ἀποδειξαμένων μηδεμίαν εἰσπράξασθαι δίκην. [5] ταῦτ᾽ εἰπὼν καὶ τὰς ἀποστάσεις τῶν Λατίνων ἁπάσας ἐξαριθμησάμενος τῶν τ᾽ ἀπολομένων ἐν τοῖς πρὸς αὐτοὺς πολέμοις Ῥωμαίων τὸ πλῆθος ὅσον ἦν ἀναμνήσας, ἠξίου τὸν αὐτὸν τρόπον χρήσεσθαι καὶ τούτοις, ὃν ἐχρήσαντο Ἀλβανοῖς πρότερον· τὰς μὲν οὖν πόλεις αὐτῶν ἀνελεῖν καὶ τὴν χώραν αὐτῶν τῇ Ῥωμαίων προσθεῖναι, τῶν δ᾽ ἀνθρώπων τοὺς μὲν εὔνοιάν τινα· πρὸς αὐτοὺς ἀποδειξαμένους ἔχοντας τὰ σφέτερα πολίτας ποιήσεσθαι, τοὺς δ᾽ αἰτίους τῆς ἀποστάσεως, ὑφ᾽ ὧν αἱ σπονδαὶ διελύθησαν, ὡς προδότας [p. 292] ἀποκτεῖναι· ὅσον δὲ τοῦ δήμου πτωχὸν καὶ ἀργὸν καὶ ἄχρηστον ἐν ἀνδραπόδων ποιήσεσθαι λόγῳ. {{DEFAULTSORT:Ρωμαικη Αρχαιολογια 06 11}} 4q2wlq5oertzz0copyzn3cutpocscc3 Ρωμαϊκή Αρχαιολογία/ς/01 0 23612 148458 100328 2022-08-09T13:03:33Z Αντιγόνη 235 −[[Κατηγορία:Ιστορία]]; −[[Κατηγορία:Αρχαία και Κλασική γραμματεία]] με τη χρήση [[Commons:Help:Gadget-HotCat|HotCat]] wikitext text/x-wiki {{Κεφαλίδα | τίτλος = Κεφάλαια 01–10 | συγγραφέας = Διονύσιος ο Αλικαρνασσεύς | μεταφραστής= | ενότητα = [[Ρωμαϊκή Αρχαιολογία/ς|Ῥωμαϊκὴ Ἀρχαιολογία: Λόγος ς΄]] | προηγούμενο= | επόμενο = [[Ρωμαϊκή Αρχαιολογία/ς/11|Κεφάλαια 11–20]] | σημειώσεις = Dionysii Halicarnasei Antiquitatum Romanarum quae supersunt, Vol I-IV. Dionysius of Halicarnassus. Karl Jacoby. In Aedibus B.G. Teubneri. Leipzig. 1885. }} ;ΚΕΦΑΛΑΙΟΝ Α΄ [1] οἱ δ᾽ ἐν τῷ κατόπιν ἐνιαυτῷ τὴν ὕπατον ἀρχὴν παραλαβόντες, Αὖλος Σεμπρώνιος Ἀτρατῖνος καὶ Μάρκος Μηνύκιος, ἐπὶ τῆς ἑβδομηκοστῆς καὶ πρώτης ὀλυμπιάδος, ἣν ἐνίκα στάδιον Τισικράτης Κροτωνιάτης ἄρχοντος Ἀθήνησιν Ἱππάρχου, ἄλλο μὲν οὐδὲν οὔτε πολεμικὸν οὔτε πολιτικὸν ἱστορίας ἄξιον ἐπὶ τῆς ἑαυτῶν ἀρχῆς ἔπραξαν· αἵ τε γὰρ πρὸς Λατίνους ἀνοχαὶ πολλὴν αὐτοῖς ἀπὸ τῶν ἔξωθεν πολέμων παρέσχον εἰρήνην ἥ τε τῆς ἀναπράξεως τῶν δανείων κώλυσις, ἣν ἐψηφίσατο ἡ βουλή, τέως ἂν ὁ προσδοκώμενος πόλεμος εἰς ἀσφαλὲς ἔλθῃ τέλος, ἔπαυσε τοὺς ἐντὸς τείχους νεωτερισμούς, οὓς ἐποιοῦντο οἱ πένητες ἀφεῖσθαι τῶν χρεῶν ἀξιοῦντες δημοσίᾳ· [2] δόγμα δὲ βουλῆς ἐκύρωσαν ἐπιεικέστατον, Λατίνοις ἀνδράσιν εἴ τινες ἔτυχον [p. 260] ἐκ τοῦ Ῥωμαίων ἔθνους συνοικοῦσαι γυναῖκες ἢ Ῥωμαίοις Λατῖναι, ἑαυτῶν εἶναι κυρίας, ἐάν τε μένειν θέλωσι παρὰ τοῖς γεγαμηκόσιν ἐάν τε μή, εἰς τὰς πατρίδας ἀναστρέφειν· τῶν δ᾽ ἐκγόνων τὰ μὲν ἄρρενα παρὰ τοῖς πατράσι μένειν, τὰς δὲ θηλείας καὶ ἔτι ἀγάμους ταῖς μητράσιν ἕπεσθαι· ἐτύγχανον δὲ πολλαὶ πάνυ γυναῖκες εἰς τὰς ἀλλήλων πόλεις ἐκδεδομέναι καὶ διὰ τὸ συγγενὲς καὶ διὰ φιλίαν, οἳ τυχοῦσαι τῆς ἐκ τοῦ ψηφίσματος ἀδείας ἐδήλωσαν ὅσην εἶχον ἐπιθυμίαν τῆς ἐν Ῥώμῃ διαίτης. [3] αἵ τε γὰρ ἐν ταῖς Λατίνων πόλεσι Ῥωμαῖαι μικροῦ δεῖν πᾶσαι καταλιποῦσαι τοὺς ἄνδρας ὡς τοὺς πατέρας ἀνέστρεψαν, αἵ τε Ῥωμαίοις ἐκδεδομέναι Λατίνων πλὴν δυεῖν, αἱ λοιπαὶ τῶν πατρίδων ὑπεριδοῦσαι παρὰ τοῖς γεγαμηκόσιν ἔμειναν· οἰωνὸς εὐτυχὴς τῆς μελλούσης πόλεως ἐπικρατήσειν τῷ πολέμῳ. [4] ἐπὶ τούτων φασὶ τῶν ὑπάτων τὸν νεὼν καθιερωθῆναι τῷ Κρόνῳ κατὰ τὴν ἄνοδον τὴν εἰς τὸ Καπετώλιον φέρουσαν ἐκ τῆς ἀγορᾶς, καὶ δημοτελεῖς ἀναδειχθῆναι τῷ θεῷ καθ᾽ ἕκαστον ἐνιαυτὸν ἑορτάς τε καὶ θυσίας. τὰ δὲ πρὸ τούτων βωμὸν αὐτόθι καθιδρύσθαι λέγουσι τὸν ὑφ᾽ Ἡρακλέους κατεσκευασμένον, ἐφ᾽ οὗ τὰς ἐμπύρους ἀπαρχὰς ἔθυον Ἑλληνικοῖς ἔθεσιν οἱ τὰ ἱερὰ παρ᾽ ἐκείνου παραλαβόντες· τὴν δ᾽ ἀρχὴν τῆς ἱδρύσεως τοῦ ναοῦ τινὲς μὲν ἱστοροῦσι λαβεῖν [p. 261] Τῖτον Λάρκιον τὸν ὑπατεύσαντα τῷ πρόσθεν ἐνιαυτῷ, οἱ δὲ καὶ βασιλέα Ταρκύνιον τὸν ἐκπεσόντα τῆς ἀρχῆς· τὴν δὲ καθιέρωσιν τοῦ ναοῦ λαβεῖν Πόστομον Κομίνιον κατὰ ψήφισμα βουλῆς. τούτοις μὲν δὴ τοῖς ὑπάτοις εἰρήνης ὥσπερ ἔφην βαθείας ἐξεγένετο ἀπολαῦσαι. ;ΚΕΦΑΛΑΙΟΝ Β΄ [1] μετὰ δὲ τούτους παραλαμβάνουσι τὴν ἀρχὴν Αὖλος Ποστόμιος καὶ Τῖτος Οὐεργίνιος, ἐφ᾽ ὧν αἱ μὲν ἐνιαύσιοι ἀνοχαὶ πρὸς Λατίνους διελέλυντο, παρασκευαὶ δὲ πρὸς τὸν πόλεμον ὑφ᾽ ἑκατέρων ἐγίνοντο μεγάλαι. ἦν δὲ τὸ μὲν Ῥωμαίων πλῆθος ἅπαν ἑκούσιον καὶ σὺν πολλῇ προθυμίᾳ χωροῦν ἐπὶ τὸν ἀγῶνα· τοῦ δὲ Λατίνων τὸ πλέον ἀπρόθυμον καὶ ὑπ᾽ ἀνάγκης κατειργόμενον, τῶν μὲν δυναστευόντων ἐν ταῖς πόλεσιν ὀλίγου δεῖν πάντων δωρεαῖς τε καὶ ὑποσχέσεσιν ὑπὸ Ταρκυνίου τε καὶ Μαμιλίου διεφθαρμένων, τῶν δὲ δημοτικῶν, ὅσοις οὐκ ἦν βουλομένοις ὁ πόλεμος, ἀπελαυνομένων ἀπὸ τῆς περὶ τῶν κοινῶν φροντίδος· [2] οὐδὲ γὰρ λόγος ἔτι τοῖς βουλομένοις ἀπεδίδοτο. ἠναγκάζοντο δὴ χαλεπαίνοντες ἐπὶ τούτῳ συχνοὶ καταλιπεῖν τὰς πόλεις καὶ πρὸς τοὺς Ῥωμαίους αὐτομολεῖν· κωλύειν γὰρ οὐκ ἠξίουν οἱ δι᾽ ἑαυτῶν πεποιημένοι τὰς πόλεις, ἀλλὰ πολλὴν τοῖς διαφόροις, τῆς ἑκουσίου φυγῆς χάριν ᾔδεσαν. ὑποδεχόμενοι δ᾽ αὐτοὺς οἱ Ῥωμαῖοι τοὺς μὲν ἅμα γυναιξὶ καὶ τέκνοις ἀφικνουμένους εἰς τὰς ἐντὸς τείχους κατέταττον στρατιὰς τοῖς πολιτικοῖς ἐγκαταμιγνύντες λόχοις, τοὺς δὲ λοιποὺς εἰς τὰ περὶ τὴν πόλιν ἀποστέλλοντες φρούρια καὶ ταῖς ἀποικίαις [p. 262] ἀπομερίζοντες, ἵνα μή τι νεωτερίσειαν, εἶχον ἐν φυλακῇ. [3] ἁπάντων δὲ τὴν αὐτὴν γνώμην λαβόντων, ὅτι μιᾶς δεῖ πάλιν τοῖς πράγμασιν ἐφειμένης ἅπαντα διοικεῖν κατὰ τὸν αὑτῆς λογισμὸν ἀνυπευθύνου ἀρχῆς, δικτάτωρ ἀποδείκνυται τῶν ὑπάτων ὁ νεώτερος Αὖλος Ποστόμιος ὑπὸ τοῦ συνάρχοντος Οὐεργινίου· ἱππάρχην δ᾽ αὐτὸς ἑαυτῷ προσείλετο κατὰ τὸν αὐτὸν τρόπον τῷ προτέρῳ δικτάτορι Τῖτον Αἰβούτιον Ἔλβαν· καὶ καταγράψας ἐν ὀλίγῳ χρόνῳ τοὺς ἐν ἥβῃ Ῥωμαίους ἅπαντας καὶ διελὼν εἰς τέτταρα μέρη τὴν δύναμιν, μιᾶς μὲν αὐτὸς ἡγεῖτο μοίρας, ἑτέρας δὲ τὸν συνύπατον Οὐεργίνιον ἔταξεν ἄρχειν, τῆς δὲ τρίτης Αἰβούτιον τὸν ἱππάρχην, ἐπὶ δὲ τῆς τετάρτης κατέλιπεν ἔπαρχον Αὖλον Σεμπρώνιον, ᾧ τὴν πόλιν φυλάττειν ἐπέτρεψεν. ;ΚΕΦΑΛΑΙΟΝ Γ΄ [1] παρεσκευασμένῳ δ᾽ αὐτῷ πάντα τἀπιτήδεια πρὸς τὸν πόλεμον ἧκον ἀγγέλλοντες οἱ σκοποὶ πανστρατιᾷ Λατίνους ἐξεληλυθότας· καὶ αὖθις ἕτεροι δηλοῦντες ἐξ ἐφόδου τι καταληφθῆναι πρὸς αὐτῶν χωρίον ἐχυρὸν Κορβιῶνα καλούμενον, ἐν ᾧ φρουρά τις ἦν Ῥωμαίων ἐνοικουροῦσα ὀλίγη· ἣν ἅπασαν διαφθείραντες καὶ τὸ χωρίον αὐτὸ κατασχόντες ὁρμητήριον ἐποιοῦντο τοῦ πολέμου· ἀνδράποδα δὲ καὶ βοσκήματα οὐ κατελάμβανον ἐν τοῖς ἀγροῖς χωρὶς τῶν ἐν τῷ Κορβιῶνι ἐγκαταληφθέντων, προανεσκευασμένων πρὸ πολλοῦ [p. 263] τῶν γεωργῶν εἰς τὰ προσεχέστατα τῶν ἐρυμάτων, ὅσα δύναμις ἦν ἑκάστοις φέρειν τε καὶ ἄγειν· οἰκίας δ᾽ αὐτῶν ἐνεπίμπρασαν ἐρήμους ἀφειμένας καὶ γῆν ἐδῄουν. [2] ἀφίκετο δ᾽ αὐτοῖς ἐξεστρατευμένοις ἤδη ἐξ Ἀντίου πόλεως ἐπιφανεστάτης τοῦ Οὐολούσκων ἔθνους στρατιά τε ἱκανὴ καὶ ὅπλα καὶ σῖτος καὶ ὅσων ἄλλων εἰς τὸν πόλεμον ἐδέοντο. ἐφ᾽ οἷς πάνυ θαρρήσαντες ἐν ἐλπίσι χρησταῖς ἦσαν, ὡς καὶ τῶν ἄλλων Οὐολούσκων συναρουμένων σφίσι τοῦ πολέμου τῆς Ἀντιατῶν πόλεως ἀρξαμένης. [3] ταῦτα μαθὼν ὁ Ποστόμιος ἐξεβοήθει διὰ ταχέων πρὶν ἢ συνελθεῖν τοὺς πολεμίους ἅπαντας· ἀγαγὼν δ᾽ ἐν νυκτὶ τὴν σὺν αὑτῷ στρατιὰν πορείᾳ συντόνῳ πλησίον γίνεται τῶν Λατίνων ἐστρατοπεδευκότων παρὰ λίμνῃ Ῥηγίλλῃ καλουμένῃ ἐν ἐχυρῷ χωρίῳ καὶ τίθεται τὸν χάρακα κατὰ κεφαλῆς τῶν πολεμίων ἐν ὑψηλῷ λόφῳ καὶ δυσβάτῳ, ἔνθ᾽ ὑπομένων πολλὰ πλεονεκτήσειν ἔμελλεν. ;ΚΕΦΑΛΑΙΟΝ Δ΄ [1] οἱ δὲ τῶν Λατίνων ἡγεμόνες, Ὀκταούιός τε ὁ Τυσκλανὸς ὁ Ταρκυνίου τοῦ βασιλέως γαμβρός, ὡς δέ τινες γράφουσιν, υἱὸς τοῦ γαμβροῦ, καὶ Σέξτος Ταρκύνιος· ἐτύγχανον γὰρ δὴ τηνικαῦτα χωρὶς ἀλλήλων ἐστρατοπεδευκότες· εἰς ἓν συνάγουσι τὰς δυνάμεις χωρίον καὶ παραλαβόντες τοὺς χιλιάρχους τε καὶ λοχαγοὺς ἐσκόπουν, ὅστις ἔσται τρόπος τοῦ πολέμου· [2] καὶ [p. 264] πολλαὶ γνῶμαι ἐλέχθησαν. οἱ μὲν γὰρ ἐξ ἐφόδου χωρεῖν ἠξίουν ἐπὶ τοὺς ἅμα τῷ δικτάτορι καταλαβομένους τὸ ὄρος, ἕως ἔτι ἦσαν αὐτοῖς φοβεροί, οὐκ ἀσφαλείας σημεῖον εἶναι νομίζοντες τὴν τῶν ἐχυρῶν κατάληψιν, ἀλλὰ δειλίας· οἱ δὲ τοὺς μὲν ἀποταφρεύσαντας ὀλίγῃ τινὶ κατείργειν φυλακῇ, τὴν δ᾽ ἄλλην δύναμιν ἀναλαβόντας ἐπὶ τὴν Ῥώμην ἄγειν ὡς ῥᾳδίαν ἁλῶναι τῆς κρατίστης νεότητος ἐξεληλυθυίας· οἱ δὲ τὰς Οὐολούσκων τε καὶ τῶν ἄλλων συμμάχων βοηθείας ἀναμένειν συνεβούλευον τὰ ἀσφαλέστερα πρὸ τῶν θρασυτέρων αἱρουμένους· Ῥωμαίους μὲν γὰρ οὐθὲν ἀπολαύσειν ἐκ τῆς τριβῆς τοῦ χρόνου, ἑαυτοῖς δὲ βραδυνόμενα κρείττω γενήσεσθαι τὰ πράγματα. [3] ἔτι δ᾽ αὐτῶν βουλευομένων ἧκεν ἐκ Ῥώμης ὁ ἕτερος τῶν ὑπάτων Τῖτος Οὐεργίνιος ἔχων τὴν σὺν ἑαυτῷ δύναμιν αἰφνίδιος ἐν τῇ κατόπιν νυκτὶ τὴν ὁδὸν διανύσας καὶ στρατοπεδεύεται δίχα τοῦ δικτάτορος ἐφ᾽ ἑτέρας ῥάχεως ὀρεινῆς πάνυ καὶ ἐχυρᾶς· ὥστ᾽ ἀμφοτέρωθεν ἀποκεκλεῖσθαι τοὺς Λατίνους τῶν ἐπὶ τὴν πολεμίαν ἐξόδων, τοῦ μὲν ὑπάτου τῶν ἀριστερῶν προκαθημένου μερῶν, τοῦ δὲ δικτάτορος τῶν δεξιῶν. [4] ἔτι δὲ πλείονος ταραχῆς κατασχούσης τοὺς οὐδὲν πλεῖον τῶν ἀσφαλῶν προελομένους ἡγεμόνας καὶ δέους, μὴ τὰ οἰκεῖα οὐ πολλὰ ὄντα δαπανᾶν ἀναγκάζωνται βραδύνοντες, μαθὼν ὁ Ποστόμιος, ὅσον ἦν ἐν αὐτοῖς τὸ ἄπειρον στρατηγίας, πέμπει τὸν ἱππάρχην [p. 265] Τῖτον Αἰβούτιον ἄγοντα τοὺς ἀκμαιοτάτους ἱππεῖς τε καὶ ψιλούς, καταλαβέσθαι κελεύσας ὄρος τι καλῶς ἐν παρόδῳ κείμενον ταῖς παρακομιζομέναις Λατίνοις ἀγοραῖς οἴκοθεν· καὶ φθάνει πρὶν αἰσθέσθαι τοὺς πολεμίους ἡ σὺν τῷ ἱππάρχῃ πεμφθεῖσα δύναμις νύκτωρ παρενεχθεῖσα καὶ δι᾽ ὕλης ἀτριβοῦς διελθοῦσα καὶ γενομένη ἐγκρατὴς τοῦ λόφου. ;ΚΕΦΑΛΑΙΟΝ Ε΄ [1] μαθόντες δ᾽ οἱ στρατηγοὶ τῶν πολεμίων καταλαμβανόμενα καὶ τὰ κατὰ νώτου σφῶν ἐρυμνὰ καὶ οὐδὲ περὶ τῆς οἴκοθεν ἀγορᾶς χρηστὰς ἔτι ἐλπίδας ἔχοντες ὡς ἀσφαλῶς σφίσι παρακομισθησομένης, ἀπαράξαι τοὺς Ῥωμαίους ἔγνωσαν ἀπὸ τοῦ λόφου, πρὶν ἢ χάρακι καὶ τάφρῳ κρατύνασθαι. [2] ἀναλαβὼν δὲ τὴν ἵππον ἅτερος αὐτῶν Σέξτος ἤλαυνεν ἀνὰ κράτος αὐτήν, ὡς οὐ δεξομένης αὐτὸν τῆς Ῥωμαϊκῆς ἵππου. γενναίως δὲ τῶν Ῥωμαίων ἱππέων τοὺς ἐπιόντας ὑπομεινάντων μέχρι μέν τινος ἀντεῖχεν ὑποστρέφων τε καὶ αὖθις ἐπάγων· ἐπεὶ δ᾽ ἥ τε φύσις τοῦ χωρίου τοῖς μὲν ἤδη κρατοῦσι τῶν ἄκρων μεγάλα πλεονεκτήματα παρεῖχε, τοῖς δὲ κάτωθεν ἐπιοῦσιν οὐδὲν ὅ τι μὴ πολλὰς πάνυ πληγὰς καὶ πόνους ἀνηνύτους ἔφερε, καὶ αὖθις ἑτέρα παρῆν δύναμις τοῖς Ῥωμαίοις ἐπιλέκτων ἀνδρῶν ἐκ τῆς πεζικῆς φάλαγγος ἐπίκουρος, ἣν ὁ Ποστόμιος κατὰ πόδας ἀπέστειλεν, οὐδὲν ἔτι πράττειν δυνάμενος ἀπῆγε τὴν ἵππον ἐπὶ τὸν χάρακα· καὶ οἱ Ῥωμαῖοι βεβαίως κρατοῦντες τὸ χωρίον προφανῶς κρατύνονται τὴν φυλακήν. [3] μετὰ τοῦτο τὸ [p. 266] ἔργον τοῖς περὶ Μαμίλιον καὶ Σέξτον ἐδόκει μὴ πολὺν διὰ μέσου ποιεῖν τὸν χρόνον, ἀλλ᾽ ὀξείᾳ κρῖναι τὰ πράγματα μάχῃ. τῷ δὲ δικτάτορι τῶν Ῥωμαίων καταρχὰς οὕτως ἔχοντι προαιρέσεως, ὡς ἀμαχητὶ καταλύσεσθαι τὸν πόλεμον καὶ παντὸς μάλιστα διὰ τὴν ἀπειρίαν τῶν ἀντιστρατήγων τοῦτο ποιήσειν ἐλπίσαντι, τότ᾽ ἐφάνη χωρεῖν ἐπὶ τὸν ἀγῶνα. ἑάλωσαν γάρ τινες ὑπὸ τῶν φρουρούντων τὰς ὁδοὺς ἱππέων ἄγγελοι γράμματα φέροντες παρ᾽ Οὐολούσκων πρὸς τοὺς στρατηγοὺς τῶν Λατίνων δηλοῦντα, ὅτι πολλαὶ δυνάμεις αὐτοῖς ἐπὶ συμμαχίαν ἥξουσιν εἰς ἡμέραν τρίτην μάλιστα καὶ αὖθις ἕτεραι παρ᾽ Ἑρνίκων. [4] τὰ μὲν δὴ παρασχόντα τοῖς ἡγεμόσιν αὐτῶν ταχεῖαν παρατάξεως ἀνάγκην τέως οὐ προαιρουμένοις ταῦτ᾽ ἦν. ἐπειδὴ δὲ τὰ σημεῖα ἤρθη παρ᾽ ἑκατέρων τῆς μάχης, προῄεσαν εἰς τὸ μεταξὺ χωρίον ἀμφότεροι καὶ ἐξέτασσον τὰς δυνάμεις κατὰ τάδε· Σέξτος μὲν Ταρκύνιος ἐπὶ τοῦ λαιοῦ τῶν Λατίνων ἐτάχθη κέρατος, Ὀκταούιος δὲ Μαμίλιος ἐπὶ τοῦ δεξιοῦ, τὴν δὲ κατὰ μέσον στάσιν εἶχεν ὁ ἕτερος τῶν Ταρκυνίου παίδων Τῖτος, ἔνθα καὶ Ῥωμαίων οἵ τε αὐτόμολοι καὶ οἱ φυγάδες ἐτάχθησαν. ἡ δ᾽ ἵππος ἅπασα τριχῇ διαιρεθεῖσα τοῖς κέρασιν ἀμφοτέροις προσενεμήθη καὶ τοῖς κατὰ μέσην τεταγμένοις [5] τὴν φάλαγγα. τῆς δὲ Ῥωμαίων στρατιᾶς τὸ μὲν ἀριστερὸν κέρας εἶχεν ὁ ἱππάρχης Τῖτος Αἰβούτιος ἐναντίος [p. 267] Ὀκταουΐῳ Μαμιλίῳ, τὸ δὲ δεξιὸν Τῖτος Οὐεργίνιος ὁ ὕπατος Σέξτῳ Ταρκυνίῳ στάσιν ἐναντίαν ἐπέχων· τὰ δὲ μέσα τῆς φάλαγγος αὐτὸς ὁ δικτάτωρ Ποστόμιος ἐξεπλήρου Τίτῳ Ταρκυνίῳ καὶ τοῖς περὶ αὐτὸν φυγάσι χωρήσων ὁμόσε· πλῆθος δὲ τῆς συνελθούσης δυνάμεως εἰς τὴν παράταξιν ἀφ᾽ ἑκατέρου στρατεύματος ἦν Ῥωμαίων μὲν ἐπὶ δισμυρίοις τε καὶ τετρακισχιλίοις πεζοὶ τριακοσίων δέοντες, χίλιοι δ᾽ ἱππεῖς· Λατίνων δὲ σὺν τοῖς συμμάχοις τετρακισμύριοι μάλιστα πεζοὶ καὶ τρισχίλιοι ἱππεῖς. ;ΚΕΦΑΛΑΙΟΝ ΣΤ΄ [1] ὡς δ᾽ εἰς χεῖρας ἥξειν ἔμελλον, οἵ τε τῶν Λατίνων στρατηγοὶ συγκαλέσαντες τοὺς σφετέρους πολλὰ εἰς τὸ ἀνδρεῖον ἐπαγωγὰ καὶ δεήσεις τῶν στρατιωτῶν μακρὰς διεξῆλθον, ὅ τε Ῥωμαῖος ὀρρωδοῦντας ὁρῶν τοὺς σφετέρους, ὅτι πλήθει συνοίσονται μακρῷ προὔχοντι τοῦ σφετέρου, ἐξελέσθαι τὸ δέος αὐτῶν ἐκ τῆς διανοίας βουλόμενος συνεκάλεσεν εἰς ἐκκλησίαν· καὶ παραστησάμενος τοὺς πρεσβυτάτους τῶν ἐκ τοῦ βουλευτικοῦ συνεδρίου καὶ τιμιωτάτους ἔλεξε τοιάδε· [2] θεοὶ μὲν ἡμῖν ὑπισχνοῦνται δι᾽ οἰωνῶν τε καὶ σφαγίων καὶ τῆς ἄλλης μαντικῆς ἐλευθερίαν τῇ πόλει παρέξειν καὶ νίκην εὐτυχῆ, ἀμοιβάς τε ἡμῖν ἀποδιδόντες ἀγαθάς, ἀνθ᾽ ὧν αὐτοὺς σέβοντες καὶ τὰ δίκαια ἀσκοῦντες ἐν παντὶ τῷ βίῳ ἡμῶν διετελέσαμεν, καὶ τοῖς ἐχθροῖς ἡμῶν νεμεσῶντες κατὰ τὸ εἰκός, ὅτι πολλὰ καὶ μεγάλα πεπονθότες ὑφ᾽ ἡμῶν ἀγαθὰ συγγενεῖς τε [p. 268] ὄντες καὶ φίλοι καὶ τοὺς αὐτοὺς ὀμωμοκότες ἕξειν ἐχθροὺς καὶ φίλους, ἁπάντων ὑπεριδόντες τούτων πόλεμον ἐπιφέρουσιν ἡμῖν ἄδικον, οὐχ ὑπὲρ ἀρχῆς καὶ δυναστείας, ὁποτέρους ἡμῶν μᾶλλον αὐτὴν ἔχειν προσῆκεν· ἧττον γὰρ ἂν ἦν δεινόν· ἀλλ᾽ ὑπὲρ τῆς Ταρκυνίων τυραννίδος, ἵνα δούλην ἀντ᾽ ἐλευθέρας τὴν πόλιν αὐτοῖς ποιήσωσι. [3] χρὴ δὲ καὶ ὑμᾶς, ἄνδρες λοχαγοί τε καὶ στρατιῶται, μαθόντας, ὅτι συμμάχους ἔχετε τοὺς θεούς, οἵπερ αἰεὶ τὴν πόλιν σώζουσιν, ἄνδρας ἀγαθοὺς γενέσθαι περὶ τόνδε τὸν ἀγῶνα· ἐπισταμένους, ὅτι τῆς παρὰ θεῶν βοηθείας ὑπάρχει τυγχάνειν τοῖς γενναίως ἀγωνιζομένοις καὶ πάντα τὰ παρ᾽ ἑαυτοῖς εἰς τὸ νικᾶν πρόθυμα παρεχομένοις, οὐ τοῖς φεύγουσιν ἐκ τῶν κινδύνων, ἀλλὰ τοῖς βουλομένοις ὑπὲρ ἑαυτῶν ταλαιπωρεῖν. ὑπάρχει δ᾽ ἡμῖν πολλὰ μὲν καὶ ἄλλα πλεονεκτήματα πρὸς τὸ νικᾶν ὑπὸ τῆς τύχης παρεσκευασμένα, τρία δὲ πάντων κάλλιστα καὶ φανερώτατα. ;ΚΕΦΑΛΑΙΟΝ Ζ΄ [1] πρῶτον μὲν τὸ παρ᾽ ἀλλήλων πιστόν, οὗ μάλιστα δεῖ τοῖς μέλλουσι τῶν ἐχθρῶν κρατήσειν. οὐ γὰρ ἀρξαμένους ὑμᾶς τήμερον ἀλλήλοις εἶναι βεβαίους φίλους δεῖ καὶ πιστοὺς συμμάχους, ἀλλ᾽ ἡ πατρὶς ἐκ πολλοῦ τοῦθ᾽ ἅπασι παρεσκεύακε τἀγαθόν. καὶ γὰρ [p. 269] ἐτράφητε ὁμοῦ καὶ παιδείας ἐτύχετε κοινῆς καὶ θεοῖς ἐπὶ τῶν αὐτῶν βωμῶν ἐθύετε καὶ πολλῶν μὲν ἀγαθῶν ἀπολελαύκατε, πολλῶν δὲ κακῶν πεπείρασθε κοινῇ, ἐξ ὧν ἰσχυραὶ καὶ ἀδιάλυτοι πεφύκασι συγκεράννυσθαι πᾶσιν ἀνθρώποις φιλίαι· ἔπειτα δ᾽ ὁ περὶ τῶν μεγίστων κοινὸς ἅπασιν ὑπάρχων ἀγών. [2] εἰ γὰρ ὑποχείριοι γενήσεσθε τοῖς ἐχθροῖς, οὐχὶ τοῖς μὲν ὑμῶν ὑπάρξει μηδενὸς πειραθῆναι δεινοῦ, τοῖς δὲ τὰ ἔσχατα παθεῖν, ἀλλὰ τὸ μὲν ἀξίωμα καὶ τὴν ἡγεμονίαν καὶ τὴν ἐλευθερίαν ἅπασιν ὁμοίως ἀπολωλεκέναι, καὶ μήτε γυναικῶν μήτε παίδων μήτ᾽ οὐσίας μήτ᾽ ἄλλου τινὸς ὧν ἔχετε ἀπολαύσειν ἀγαθῶν, τοῖς δ᾽ ἡγουμένοις τῆς πόλεως καὶ τὰ κοινὰ διοικοῦσι τὸν οἴκτιστον μόρον ἀποθανεῖν σὺν αἰκίαις καὶ βασάνοις. [3] ὅπου γὰρ οὐδὲν πεπονθότες ὑφ᾽ ἡμῶν κακὸν οὔτε μεῖζον οὔτ᾽ ἔλαττον πολλὰ καὶ παντοδαπὰ ἐξύβρισαν εἰς ὑμᾶς ἅπαντας, τί χρὴ προσδοκᾶν ποιήσειν αὐτούς, ἂν νῦν κρατήσωσι τοῖς ὅπλοις, μνησικακοῦντας, ὅτι τῆς πόλεως μὲν αὐτοὺς ἀπεστήσατε καὶ τὰς οὐσίας ἀφείλεσθε καὶ οὐδ᾽ [4] ἐπιβῆναι τῆς πατρῴας γῆς ἐᾶτε; τελευταῖον δὲ τῶν εἰρημένων οὐδενὸς ἑτέρου φήσαιτ᾽ ἂν εἶναι πλεονεκτημάτων ἔλασσον, ἐὰν ὀρθῶς σκοπῆτε, τὸ μὴ τοιαῦτα ἡμῖν ἀπηντῆσθαι παρὰ τῶν πολεμίων, οἷα ὑπελάβομεν, ἀλλὰ πολλῷ τῆς δόξης ἐνδεέστερα. ἔξω γὰρ τῆς Ἀντιατῶν [p. 270] ἐπικουρίας οὐδένας ἄλλους ὁρᾶτε κοινωνοὺς παρόντας αὐτοῖς τοῦ πολέμου· ἡμεῖς δ᾽ ἅπαντας Οὐολούσκους ἥξειν αὐτοῖς ὑπελαμβάνομεν συμμάχους καὶ Σαβίνων τε καὶ Ἑρνίκων συχνοὺς καὶ μυρίους ἄλλους διὰ κενῆς ἀνεπλάττομεν ἡμῖν αὐτοῖς φόβους. πάντα δ᾽ ἦν ἄρα ταῦτα Λατίνων ὀνείρατα, ὑποσχέσεις ἔχοντα κενὰς καὶ ἐλπίδας ἀτελεῖς. οἱ μὲν γὰρ ἐγκαταλελοίπασιν αὐτῶν τὴν ἐπικουρίαν καταφρονήσαντες τῶν στρατηγῶν ἐπὶ τῆς στρατολογίας, οἱ δὲ μελλήσουσι μᾶλλον ἢ βοηθήσουσι τρίβοντες ἐν ταῖς ἐλπίσι τὸν χρόνον, οἱ δὲ νῦν ὄντες ἐν παρασκευαῖς ὑστερήσαντες τῆς μάχης οὐδὲν ἔτι αὐτοῖς χρήσιμοι γενήσονται. ;ΚΕΦΑΛΑΙΟΝ Η΄ [1] εἰ δέ τινες ὑμῶν ταῦτα μὲν ὀρθῶς εἰρῆσθαι νομίζουσιν, ὀρρωδοῦσι δὲ τὸ τῶν ἀντιπολεμίων πλῆθος, βραχείᾳ διδαχῇ μαθέτωσαν τὰ μὴ δεινὰ δεδιότες, μᾶλλον δ᾽ ἀναμνήσει· πρῶτον μὲν ἐνθυμηθέντες, ὅτι πλεῖόν ἐστιν ἐν αὐτοῖς τὸ ἠναγκασμένον τὰ ὅπλα καθ᾽ ἡμῶν ἀναλαβεῖν, ὡς ἐκ πολλῶν ἡμῖν ἔργων τε καὶ λόγων ἐδήλωσε, τὸ δ᾽ ἑκούσιόν τε καὶ ἐκ προθυμίας ὑπὲρ τῶν τυράννων ἀγωνιζόμενον πάνυ ὀλίγον, μᾶλλον δὲ πολλοστὸν μέρος τι τοῦ ἡμετέρου· ἔπειθ᾽ ὅτι τοὺς πολέμους ἅπαντας οὐχ οἱ πλείους τοῖς ἀριθμοῖς κατορθοῦσιν, ἀλλ᾽ οἱ κρείττους ἀρετῇ. [2] πολὺ ἂν ἔργον εἴη παραδείγματα φέρειν, ὅσα βαρβάρων τε καὶ Ἑλλήνων στρατεύματα ὑπερβαλόντα πλήθει μικραὶ [p. 271] πάνυ κατηγωνίσαντο δυνάμεις, οὕτως ὥστε μηδὲ πιστοὺς εἶναι τοῖς πολλοῖς τοὺς περὶ αὐτῶν λόγους. ἐῶ τἆλλα· ἀλλ᾽ ὑμεῖς αὐτοὶ πόσους κατωρθώκατε πολέμους μετ᾽ ἐλάττονος ἢ ὅσης νῦν ἔχετε δυνάμεως μείζοσιν ἢ τοσαύταις παρασκευαῖς πολεμίων ἀντιταχθέντες; φέρε, ἀλλὰ τοῖς μὲν ἄλλοις φοβεροὶ διατελεῖτε ὄντες ὧν ἐκρατεῖτε μαχόμενοι, Λατίνοις δ᾽ ἄρα τούτοις καὶ τοῖς συμμάχοις αὐτῶν Οὐολούσκοις εὐκαταφρόνητοι, διὰ τὸ μὴ πειραθῆναί ποτε αὐτοὺς τῆς ὑμετέρας μάχης; ἀλλὰ πάντες ἴστε, ὅτι ταῦτ᾽ ἀμφότερα τὰ ἔθνη πολλαῖς ἐνίκων μάχαις οἱ πατέρες ἡμῶν. [3] ἆρ᾽ οὖν λόγον ἔχει τὰ μὲν τῶν κρατηθέντων πράγματα ἐπὶ ταῖς τοιαύταις συμφοραῖς κρείττονα εἶναι, τὰ δὲ τῶν κεκρατηκότων ἐπὶ ταῖς τηλικαύταις εὐπραγίαις χείρονα; καὶ τίς ἂν τοῦτο φήσειε νοῦν ἔχων; θαυμάσαιμι δ᾽ ἄν, εἴ τις ὑμῶν τὸ μὲν τῶν πολεμίων πλῆθος, ἐν ᾧ βραχὺ τὸ γενναῖόν ἐστιν, ὀρρωδεῖ, τῆς δ᾽ οἰκείας δυνάμεως οὕτω πολλῆς καὶ ἀγαθῆς οὔσης καταφρονεῖ, ἧς οὔτ᾽ ἀρετῇ κρείττων οὔτ᾽ ἀριθμῷ πλείων συνηνέχθη ποτὲ ἡμῖν ἐν οὐδενὶ τῶν πρὸ τούτου πολέμων δύναμις. ;ΚΕΦΑΛΑΙΟΝ Θ΄ [1] καὶ τόδε, ὦ πολῖται, τοῦ μήτ᾽ ὀρρωδεῖν μήτ᾽ ἐκτρέπεσθαι τὰ δεινὰ μέγιστον παρακέλευσμα, ὅτι πάντες οἱ πρωτεύοντες τοῦ βουλευτικοῦ συνεδρίου πάρεισιν, ὥσπερ ὁρᾶτε, κοινὰς ὑμῖν ποιησόμενοι τὰς τοῦ πολέμου τύχας, οἷς ἀφεῖσθαι στρατείας ὅ τε χρόνος [p. 272] [2] ὁ τῆς ἡλικίας ἀποδέδωκε καὶ ὁ νόμος. οὐκοῦν αἰσχρὸν μὲν ὑμᾶς τοὺς ἐν ἀκμῇ φεύγειν τὰ δεινά, τούτους δὲ τοὺς ὑπὲρ ἡλικίαν διώκειν, καὶ τὸ μὲν τῶν γερόντων πρόθυμον, ἐπεὶ οὐκ ἀποκτεῖναί τινα δύναται τῶν πολεμίων, ἀποθνήσκειν γε ὑπὲρ τῆς πατρίδος ἐθέλειν, τὸ δ᾽ ὑμέτερον ἀκμάζον, οἷς ἔξεστιν εὐτυχήσασι μὲν ἀμφότερα σῶσαι καὶ νικᾶν ἀσφαλῶς, εἰ δὲ καὶ μὴ μετὰ τοῦ δρᾶσαί τι γενναῖον καὶ παθεῖν, μήτε τῆς τύχης πεῖραν λαβεῖν, μήτε τὴν τῆς ἀρετῆς δόξαν καταλιπεῖν; [3] οὐ πρὸς ὑμῶν, ὦ ἄνδρες Ῥωμαῖοι, τὰ μὲν πολλὰ ὑπάρχειν καὶ θαυμαστὰ ἔργα παρ᾽ ἑτέροις, οὓς οὐδεὶς ὑμνήσει λόγος ἀξίως; πολλὰς δὲ καὶ περιβοήτους πράξεις οἰκείας τὸ ἐξ ὑμῶν καρπώσεται γένος, ἢν τοῦτον ἔτι κατορθώσητε τὸν πόλεμον. ἵνα δὲ καὶ τοῖς τὰ κράτιστα ὑμῶν ἐγνωκόσι τὸ γενναῖον μὴ ἀκερδὲς γένηται καὶ τοῖς πέρα τοῦ δέοντος τὰ δεινὰ πεφοβημένοις μὴ ἀζήμιον ᾖ, πρὶν εἰς ταῦτα ἐλθεῖν, οἵων ἑκατέροις συμβήσεται τυχεῖν, ἀκούσατέ μου. [4] ᾧ μὲν [p. 273] ἄν τι καλὸν ἢ γενναῖον ἐν τῇ μάχῃ διαπραξαμένῳ μαρτυρήσωσιν οἱ τὰ ἔργα συνειδότες τάς τ᾽ ἄλλας ἀποδώσω παραχρῆμα τιμάς, ἃς ἐκ τῶν πατρίων ἑκάστοις ἐθισμῶν ὑπάρχει φέρεσθαι, καὶ γῆς ἔτι προσθήσω κλῆρον, ἐξ ἧς κέκτηται τὸ δημόσιον, ἱκανὸν ποιῆσαι ὡς μηδενὸς τῶν ἀναγκαίων δεηθῆναι· ᾧ δ᾽ ἂν ἡ κακὴ καὶ θεοβλαβὴς διάνοια φυγῆς ἀσχήμονος ἐπιθυμίαν ἐμβάλῃ, τούτῳ τὸν φευγόμενον ἀγχοῦ παραστήσω θάνατον· κρείττων γὰρ ἂν ἑαυτῷ τε καὶ τοῖς ἄλλοις γένοιτο ὁ τοιοῦτος πολίτης ἀποθανών· καὶ περιέσται τοῖς οὕτως ἀποθανοῦσι μήτε ταφῆς μήτε τῶν ἄλλων νομίμων μεταλαβεῖν, ἀλλ᾽ ἀζήλοις ἀκλαύστοις ὑπ᾽ οἰωνῶν τε καὶ θηρίων διαφορηθῆναι. [5] ταῦτα δὴ προεγνωκότες ἴτε προθύμως ἅπαντες ἐπὶ τὸν ἀγῶνα, λαβόντες καλὰς ἐλπίδας ἔργων καλῶν ἡγεμόνας, ὡς ἐν ἑνὶ τῷδε κινδύνῳ τὸ κράτιστον καὶ κατ᾽ εὐχὴν ἅπασι τέλος λαβόντι τὰ μέγιστα ἕξοντες ἀγαθά, φόβου τυράννων ὑμᾶς αὐτοὺς ἐλευθερώσοντες, πόλει τῇ γειναμένῃ τροφείων δικαίας ἀπαιτούσῃ χάριτας ἀποδώσοντες, παῖδας, ὅσοις εἰσὶν ὑμῶν ἔτι νήπιοι, καὶ γαμετὰς γυναῖκας οὐ περιοψόμενοι παθεῖν πρὸς ἐχθρῶν ἀνήκεστα, γηραιούς τε πατέρας τὸν ὀλίγον ἔτι χρόνον ἥδιστον βιῶναι παρασκευάσοντες. [6] ὦ μακάριοι μέν, οἷς ἂν ἐκγένηται τὸν ἐκ τοῦδε τοῦ πολέμου θρίαμβον καταγαγεῖν, ὑποδεχομένων ὑμᾶς τέκνων καὶ γυναικῶν καὶ πατέρων· εὐκλεεῖς δὲ καὶ ζηλωτοὶ τῆς ἀρετῆς οἱ τὰ σώματα [p. 274] χαριούμενοι τῇ πατρίδι. ἀποθανεῖν μὲν γὰρ ἅπασιν ἀνθρώποις ὀφείλεται, κακοῖς τε καὶ ἀγαθοῖς· καλῶς δὲ καὶ ἐνδόξως μόνοις τοῖς ἀγαθοῖς. ;ΚΕΦΑΛΑΙΟΝ Ι΄ [1] ἔτι δ᾽ αὐτοῦ λέγοντος τὰ εἰς τὸ γενναῖον ἐπαγωγὰ θάρσος τι δαιμόνιον ἐμπίπτει τῇ στρατιᾷ, καὶ ὥσπερ ἐκ μιᾶς ψυχῆς ἅπαντες ἀνεβόησαν ἅμα· θάρσει τε καὶ ἄγε. καὶ ὁ Ποστόμιος ἐπαινέσας τὸ πρόθυμον αὐτῶν καὶ τοῖς θεοῖς εὐξάμενος, ἐὰν εὐτυχὲς καὶ καλὸν τέλος ἀκολουθήσῃ τῇ μάχῃ, θυσίας τε μεγάλας ἀπὸ πολλῶν ἐπιτελέσειν χρημάτων καὶ ἀγῶνας καταστήσεσθαι πολυτελεῖς, οὓς ἄξει ὁ Ῥωμαίων δῆμος ἀνὰ [2] πᾶν ἔτος, ἀπέλυσεν ἐπὶ τὰς τάξεις. ὡς δὲ τὸ σύνθημα τὸ παρὰ τῶν ἡγεμόνων παρέλαβον καὶ τὰ παρακλητικὰ τῆς μάχης αἱ σάλπιγγες ἐνεκελεύσαντο, ἐχώρουν ἀλαλάξαντες ὁμόσε, πρῶτον μὲν οἱ ψιλοί τε καὶ ἱππεῖς ἀφ᾽ ἑκατέρων, ἔπειθ᾽ αἱ πεζαὶ φάλαγγες ὁπλισμούς τε καὶ τάξεις ὁμοίας ἔχουσαι· καὶ γίνεται πάντων ἀναμὶξ μαχομένων καρτερὸς ἀγὼν καὶ ἐν χερσὶ πᾶσα ἡ μάχη. [3] ὡς δὲ πολὺ τὸ παράλογον ἀμφοτέροις τῆς δόξης ἦν· οὐδέτεροι γὰρ ἐλπίσαντες μάχης δεήσειν σφίσιν, ἀλλὰ τῇ πρώτῃ ἐφόδῳ τοὺς πολεμίους ὑπολαβόντες φοβήσειν, Λατῖνοι μὲν τῷ πλήθει τῆς σφετέρας ἵππου πιστεύσαντες, ἧς οὐδὲ τὸ ῥόθιον ᾤοντο τοὺς Ῥωμαίους ἱππεῖς ἀνέξεσθαι, Ῥωμαῖοι δὲ τῷ τολμηρῶς· καὶ ἀπερισκέπτως ἐπὶ τὰ δεινὰ χωροῦντες καταπλήξεσθαι [p. 275] τοὺς πολεμίους· ταῦτα ὑπὲρ ἀλλήλων καταδοξάσαντες ἐν ἀρχαῖς τἀναντία ἑώρων γινόμενα. οὐκέτι δὲ τὸ τῶν ἀντιπολεμίων δέος, ἀλλὰ τὸ ἴδιον θάρσος ἑκάτεροι τοῦ τε σωθήσεσθαι καὶ τοῦ νικήσειν αἴτιον σφίσι νομίσαντες ἀγαθοὶ μαχηταὶ καὶ ὑπὲρ δύναμιν ἐφάνησαν. ἐγίνοντο δὲ ποικίλαι καὶ ἀγχίστροφοι περὶ αὐτοὺς αἱ τοῦ ἀγῶνος τύχαι. {{DEFAULTSORT:Ρωμαικη Αρχαιολογια 06 01}} 9w8r1ny99o8u8awwiwwmhpuwnlfjdqs Σελίδα:ΦΕΚ A 87 - 07.06.2010.pdf/65 100 45313 148457 2022-08-09T12:02:45Z Texniths 8915 /* Έχει γίνει τυπογραφικός έλεγχος */ Νέα σελίδα: Ο αριθμός των έγκυρων ψηφοδελτίων του συνδυασμού αυτού στην περιφέρεια διαιρείται με τον αριθμό των εδρών που δικαιούται και το ακέραιο πηλίκο της διαίρεσης, προσαυξημένο κατά μία μονάδα, αποτελεί το εκλογικό μέτρο. Ο αριθμός των έγκυρων ψηφοδελτίων του συν... proofread-page text/x-wiki <noinclude><pagequality level="3" user="Texniths" />{{κβ||'''ΕΦΗΜΕΡΙΣ ΤΗΣ ΚΥΒΕΡΝΗΣΕΩΣ (ΤΕΥΧΟΣ ΠΡΩΤΟ)'''|1849}} {{rule}}</noinclude>Ο αριθμός των έγκυρων ψηφοδελτίων του συνδυασμού αυτού στην περιφέρεια διαιρείται με τον αριθμό των εδρών που δικαιούται και το ακέραιο πηλίκο της διαίρεσης, προσαυξημένο κατά μία μονάδα, αποτελεί το εκλογικό μέτρο. Ο αριθμός των έγκυρων ψηφοδελτίων του συνδυασμού αυτού διαιρείται σε κάθε εκλογική περιφέρεια με το εκλογικό του μέτρο και ο συνδυασμός καταλαμβάνει τόσες έδρες σε κάθε περιφέρεια όσο είναι το ακέραιο πηλίκο της διαίρεσης. Εάν ο συνδυασμός εξακολουθεί να δικαιούται έδρες στο περιφερειακό συμβούλιο, ο αριθμός τους συμπληρώνεται με τη διάθεση ανά μίας από κάθε εκλογική περιφέρεια, όπου διατηρεί το μεγαλύτερο, κατά φθίνουσα σειρά, αδιάθετο υπόλοιπο ψηφοδελτίων. 3. Εάν στην πρώτη κατά σειρά εκλογική περιφέρεια υπάρχουν τόσες διαθέσιμες έδρες όσες δικαιούται ο συνδυασμός εκεί, τις καταλαμβάνει όλες και ο αριθμός τους αφαιρείται από τις διαθέσιμες της περιφέρειας. Εάν δεν υπάρχει επαρκής αριθμός, στο συνδυασμό κατακυρώνονται μόνο οι διαθέσιμες. Εάν μετά την ολοκλήρωση της διαδικασίας αυτής παραμένουν αδιάθετες για το συνδυασμό έδρες, κατανέμονται ανά μία κατά σειρά στις εκλογικές περιφέρειες, όπου ο συνδυασμός διατηρεί το μεγαλύτερο, κατά φθίνουσα σειρά, αδιάθετο υπόλοιπο ψηφοδελτίων. 4. Οι έδρες που κατανέμονται σύμφωνα με τις παραγράφους 1 και 2 αφαιρούνται από τις διαθέσιμες της εκλογικής περιφέρειας. 5. Με την ίδια διαδικασία κατανέμονται οι έδρες σε κάθε εκλογική περιφέρεια για καθέναν από τους άλλους επιλαχόντες συνδυασμούς κατά αύξουσα σειρά εκλογής. 6. Οι έδρες που παραμένουν αδιάθετες σε κάθε εκλογική περιφέρεια μετά την ολοκλήρωση της παραπάνω διαδικασίας και για όλους τους επιλαχόντες συνδυασμούς καταλαμβάνονται από τον επιτυχόντα συνδυασμό. {{c|'''Άρθρο 141'''}} {{c|'''Παραίτηση ή θάνατος υποψήφιου περιφερειάρχη σε περίπτωση επαναληπτικής ψηφοφορίας'''}} 1. Πριν από την επαναληπτική ψηφοφορία ο υποψήφιος περιφερειάρχης μπορεί να παραιτηθεί από την υποψηφιότητά του. Η παραίτηση γίνεται με γραπτή δήλωσή του που επιδίδεται με δικαστικό επιμελητή ή παραδίδεται με απόδειξη στον πρόεδρο του πρωτοδικείου την τρίτη ημέρα, το αργότερο, πριν από την επαναληπτική ψηφοφορία. 2. Αν ένας υποψήφιος περιφερειάρχης παραιτηθεί ή αποβιώσει, τότε η πλειοψηφία των υποψηφίων του συνδυασμού του επιλέγει άλλον υποψήφιο περιφερειάρχη. 3. Αν εκείνος που έχει επιλεγεί ως υποψήφιος περιφερειάρχης είναι υποψήφιος σύμβουλος του συνδυασμού, η θέση του ως συμβούλου μένει κενή. 4. Η δήλωση της επιλογής του νέου υποψήφιου περιφερειάρχη επιδίδεται με δικαστικό επιμελητή ή παραδίδεται με απόδειξη στον πρόεδρο του πρωτοδικείου το αργότερο τη δεύτερη ημέρα πριν από την ψηφοφορία. Το αρμόδιο δικαστήριο ανακηρύσσει το νέο υποψήφιο σε δημόσια συνεδρίαση ακόμη και την παραμονή της ψηφοφορίας. 5. Αν δεν υποβληθεί δήλωση επιλογής, δεν ανακηρύσσεται κανένας υποψήφιος και εκλέγεται περιφερειάρχης ο σύμβουλος του επιτυχόντος συνδυασμού που έχει λάβει κατά την πρώτη εκλογή τους περισσότερους σταυρούς προτίμησης. 6. Η επαναληπτική ψηφοφορία γίνεται από τις ίδιες εφορευτικές επιτροπές και τους ίδιους δικαστικούς αντιπροσώπους. {{c|'''Άρθρο 142'''}} {{c|'''Τακτικοί και αναπληρωματικοί περιφερειακοί σύμβουλοι - Ισοψηφία'''}} 1. Τακτικοί περιφερειακοί σύμβουλοι εκλέγονται, από τους υποψηφίους καθενός από τους συνδυασμούς του άρθρου 137, κατά σειρά, αυτοί που έλαβαν τους περισσότερους σταυρούς προτίμησης, με την επιφύλαξη των διατάξεων του άρθρου 141 του παρόντος. 2. Οι υποψήφιοι περιφερειάρχες των επιλαχόντων συνδυασμών θεωρούνται πρώτοι επιτυχόντες σύμβουλοι των συνδυασμών τους. Αν ο συνδυασμός καταλαμβάνει έδρες σε περισσότερες εκλογικές περιφέρειες, ο υποψήφιος περιφερειάρχης λαμβάνει την έδρα της εκλογικής περιφέρειας, όπου ο συνδυασμός έλαβε τις περισσότερες έδρες. Σε περίπτωση ίσου αριθμού εδρών σε περισσότερες περιφέρειες, τότε λαμβάνει την έδρα αυτής στην οποία ο συνδυασμός έλαβε τις περισσότερες ψήφους. Σε περίπτωση όπου σε περισσότερες περιφέρειες ο συνδυασμός έλαβε ίσο αριθμό ψήφων, διενεργείται κλήρωση. 3. Οι υποψήφιοι αντιπεριφερειάρχες των επιλαχόντων συνδυασμών θεωρούνται επιτυχόντες σύμβουλοι του συνδυασμού τους στην εκλογική περιφέρεια στην οποία ήταν υποψήφιοι, εφόσον ο συνδυασμός τους έλαβε έδρα. Ειδικά για τις περιφέρειες Βορείου και Νοτίου Αιγαίου, οι υποψήφιοι αντιπεριφερειάρχες των επιλαχόντων συνδυασμών καταλαμβάνουν θέση περιφερειακού συμβούλου στην εκλογική περιφέρεια που ήταν υποψήφιοι και ο συνδυασμός τους έλαβε τις περισσότερες έδρες. Σε περίπτωση ίσου αριθμού εδρών σε περισσότερες εκλογικές περιφέρειες, τότε λαμβάνει την έδρα αυτής στην οποία ο συνδυασμός έλαβε τις περισσότερες ψήφους. 4. Οι λοιποί υποψήφιοι του επιτυχόντος και των επιλαχόντων συνδυασμών είναι αναπληρωματικοί των τακτικών συμβούλων της εκλογικής τους περιφέρειας, με τη σειρά των σταυρών προτίμησης. 5. Εάν οι υποψήφιοι του ίδιου συνδυασμού ισοψηφήσουν το αρμόδιο πρωτοδικείο διενεργεί κλήρωση. {{c|'''Άρθρο 143'''}} {{c|'''Περιπτώσεις ισοψηφίας συνδυασμών'''}} 1. Αν έχουν ανακηρυχθεί δύο μόνο συνδυασμοί και ισοψηφήσουν το πρωτοδικείο διενεργεί κλήρωση για ανάδειξη του επιτυχόντος συνδυασμού. Στην περίπτωση αυτή οι έδρες των συμβούλων κατανέμονται κατά τα τρία πέμπτα (3/5) στον επιτυχόντα συνδυασμό και κατά τα δύο πέμπτα (2/5) στον επιλαχόντα. 2. Κατά τα λοιπά εφαρμόζονται οι διατάξεις της παραγράφου 3 του άρθρου 138 και του άρθρου 142 του παρόντος.{{nop}}<noinclude></noinclude> frhd6wew08jb9unwbflh8frx3uf9otx Σελίδα:Xenophon II. Libri Socratici (1921).pdf/182 100 45315 148523 2022-08-09T23:01:30Z Αντιγόνη 235 /* Δεν έχει γίνει τυπογραφικός έλεγχος */ Νέα σελίδα: πρέποι ἂν μάλιστα ἐπιμελομένῳ, ταύτας μοι καὶ αὐτὰς ἐπιδείκνυε καὶ τοὺς πράττοντας αὐτάς, καὶ αὐτὸς δὲ ὅ τι δύνασαι συνωφέλει εἰς ταῦτα διδάσκων. {{εδάφιο|4|2}}Ἀλλὰ καλῶς, ἔφη, λέγεις, ὦ Κριτόβουλε. καὶ γὰρ αἵ γε βαναυσικαὶ καλούμεναι καὶ ἐπίρρητοί... proofread-page text/x-wiki <noinclude><pagequality level="1" user="Αντιγόνη" />{{κβ|iv|ΞΕΝΟΦΩΝΤΟΣ}}</noinclude>πρέποι ἂν μάλιστα ἐπιμελομένῳ, ταύτας μοι καὶ αὐτὰς ἐπιδείκνυε καὶ τοὺς πράττοντας αὐτάς, καὶ αὐτὸς δὲ ὅ τι δύνασαι συνωφέλει εἰς ταῦτα διδάσκων. {{εδάφιο|4|2}}Ἀλλὰ καλῶς, ἔφη, λέγεις, ὦ Κριτόβουλε. καὶ γὰρ αἵ γε βαναυσικαὶ καλούμεναι καὶ ἐπίρρητοί εἰσι καὶ εἰκότως μέντοι πάνυ ἀδοξοῦνται πρὸς τῶν πόλεων. καταλυμαίνονται γὰρ τὰ σώματα τῶν τε ἐργαζομένων καὶ τῶν ἐπιμελομένων, ἀναγκάζουσαι καθῆσθαι καὶ σκιατραφεῖσθαι, ἔνιαι δὲ καὶ πρὸς πῦρ ἡμερεύειν. τῶν δὲ σωμάτων θηλυνομένων καὶ αἱ ψυχαὶ πολὺ ἀρρωστότεραι γίγνονται. {{εδάφιο|4|3}}καὶ ἀσχολίας δὲ μάλιστα ἔχουσι καὶ φίλων καὶ πόλεως συνεπιμελεῖσθαι αἱ βαναυσικαὶ καλούμεναι. ὥστε οἱ τοιοῦτοι δοκοῦσι κακοὶ καὶ φίλοις χρῆσθαι καὶ ταῖς πατρίσιν ἀλεξητῆρες εἶναι. καὶ ἐν ἐνίαις μὲν τῶν πόλεων, μάλιστα δὲ ἐν ταῖς εὐπολέμοις δοκούσαις εἶναι, οὐδ’ ἔξεστι τῶν πολιτῶν οὐδενὶ βαναυσικὰς τέχνας ἐργάζεσθαι. {{εδάφιο|4|4}}Ἡμῖν δὲ δὴ ποίαις συμβουλεύεις, ὦ Σώκρατες, χρῆσθαι; Ἆρ’, ἔφη ὁ Σωκράτης, μὴ αἰσχυνθῶμεν τὸν Περσῶν βασιλέα μιμήσασθαι; ἐκεῖνον γάρ φασιν ἐν τοῖς καλλίστοις τε καὶ ἀναγκαιοτάτοις ἡγούμενον εἶναι ἐπιμελήμασι γεωργίαν τε καὶ τὴν πολεμικὴν τέχνην τούτων ἀμφοτέρων ἰσχυρῶς ἐπιμελεῖσθαι. καὶ ὁ Κριτόβουλος ἀκούσας ταῦτα εἶπε· {{εδάφιο|4|5}}Καὶ τοῦτο, ἔφη, πιστεύεις, ὦ Σώκρατες, βασιλέα τὸν Περσῶν γεωργίας τι συνεπιμελεῖσθαι; Ὧδ’ ἄν, ἔφη ὁ Σωκράτης, ἐπισκοποῦντες, ὦ Κριτόβουλε, ἴσως ἂν καταμάθοιμεν εἴ τι συνεπιμελεῖται. τῶν μὲν γὰρ πολεμικῶν ἔργων ὁμολογοῦμεν αὐτὸν ἰσχυρῶς ἐπιμελεῖσθαι, ὅτι ἐξ ὁπόσωνπερ ἐθνῶν λαμβάνει {{Angbr|τι}}, τέταχε τῷ ἄρχοντι ἑκάστῳ<noinclude></noinclude> nl4n7kfkn194i8jntww1xhxpzhoq39x Επιτομή Ιστοριών/4 0 45316 148524 2022-08-10T01:22:06Z Tintero21 17528 Νέα σελίδα: {{Κεφαλίδα| | τίτλος = Επιτομή Ιστοριών | συγγραφέας = Ιωάννης Ζωναράς | μεταφραστής= | ενότητα = Βιβλίο 4 | επόμενο = [[Επιτομή Ιστοριών/4|Βιβλίο 5]] | προηγούμενο= [[Επιτομή Ιστοριών/2|Βιβλίο 3]] |βικιπαίδεια = Ιωάννης Ζωναράς | σημειώσεις = ed. Ludwig Dindorf. Teubner. 1868-187... wikitext text/x-wiki {{Κεφαλίδα| | τίτλος = Επιτομή Ιστοριών | συγγραφέας = Ιωάννης Ζωναράς | μεταφραστής= | ενότητα = Βιβλίο 4 | επόμενο = [[Επιτομή Ιστοριών/4|Βιβλίο 5]] | προηγούμενο= [[Επιτομή Ιστοριών/2|Βιβλίο 3]] |βικιπαίδεια = Ιωάννης Ζωναράς | σημειώσεις = ed. Ludwig Dindorf. Teubner. 1868-1871. [https://archive.org/details/cuaioanniszonara01zona/page/n208/mode/1up vol. 1., pp. 261-333]}} === Κεφάλαιο 1 ===    Οὕτω δὲ ζήσας ὁ Κῦρος καὶ μάλα πρεσβύτης γενόμενος ἀφικνεῖται εἰς Πέρσας τὸ ἕβδομον, πάλαι τῶν τοκέων τετελευτηκότων αὐτῷ. καὶ κοιμωμένῳ [261] κατὰ τὰ βασίλεια ἔδοξεν αὐτῷ κατ' ὄναρ τις προσελθεῖν κρείττων ἢ κατὰ ἄνθρωπον, λέγων "συσκευάζου, ὦ Κῦρε· ἤδη γάρ σε μεταπέμπονται οἱ θεοί." ἐκ τούτου δ' εἴκαζεν ὅτι παρείη τοῦ βίου ἡ τελευτή, καὶ τριταῖος τοὺς παῖδας ἐκάλεσε, συνείποντο γὰρ αὐτῷ, καὶ τοὺς φίλους καὶ τὰς Περσῶν ἀρχάς, καὶ εἶπεν "ἐμοὶ μὲν τοῦ βίου τὸ τέλος ἤδη πάρεστι, δεῖ δὲ σαφηνίσαι περὶ τῆς βασιλείας τίνι ἔσται μετ' ἐμέ, ἵνα μὴ πράγματα ὑμῖν παράσχῃ γενομένη ἀμφίλογος. σὺ μὲν οὖν, ὦ Καμβύση, πρεσβύτερος ὢν τὴν βασιλείαν ἔχε, θεῶν διδόντων κἀμοῦ· σοὶ δέ, ὦ Ταναοξάρη, εἶναι σατράπῃ δίδωμι Μήδων τε καὶ Ἀρμενίων καὶ Καδουσίων." ταῦτα τοῖς παισὶν ἐντειλάμενος καὶ παραινέσας πολλά, καὶ προσειπὼν τοὺς παρόντας καὶ πάντας δεξιωσάμενος, συνεκαλύψατο καὶ οὕτως ἐξέλιπεν. ἐπεὶ δ' ἐκεῖνος ἀπῄει, εὐθὺς οἱ παῖδες αὐτοῦ ἐστασίαζον, πόλεις δὲ καὶ ἔθνη ἀφίσταντο, πάντα δ' ἐπὶ τὸ χεῖρον ἐτράπετο.    Ταῦτα μὲν οὖν τῷ Ξενοφῶντι περὶ Κύρου ἱστόρηται· ὁ δ' Ἁλικαρνασσεὺς Ἡρόδοτος ἄλλα περὶ τῆς Κύρου φησὶν ἀγωγῆς τε καὶ τελευτῆς καὶ τῆς λοιπῆς βιοτῆς, ἃ μακρὸν ἂν εἴη διηγεῖσθαι. ἐμοὶ δ' ἐπιτομὴν ἱστορίας πεποιημένῳ οὐκ ἐπέοικε τὴν πραγματείαν θέσθαι πολύστιχον, ἀλλ' αὐτὸς μὲν τὰ πιθανώτερα ἔγραψα, ὅτῳ δ' εἰδέναι βούλημα καὶ ἅπερ Ἡρόδοτος περὶ αὐτοῦ συνεγράψατο, τὴν ἐκείνου μεταχειρισάμενος βίβλον εὑρήσει ταῦτα κατὰ τὸν πρῶτον λόγον, ᾧ τὴν πρώτην τῶν Μουσῶν ἐπέγραψε τὴν Κλειώ.    Κῦρος μὲν οὖν οὕτω τὴν τῶν Ἀσσυρίων ἀρχὴν [262] καταλέλυκε. τῷ δὲ πρώτῳ ἔτει τῆς βασιλείας αὐτοῦ, ἑβδομηκοστῷ ὄντι ἐξ ὅτου Ἑβραῖοι εἰς Βαβυλῶνα ἐξ Ἱερουσαλὴμ μετηνέχθησαν, ἐπέτρεψε τοῖς ἐν Βαβυλῶνι οὖσιν Ἰουδαίοις ἀπελθεῖν εἰς Ἱεροσόλυμα καὶ ἀνοικοδομῆσαι τήν τε πόλιν καὶ τὸν ναόν, ὡς ὁ προφήτης Ἱερεμίας προανεφώνησε, καὶ πρὸ ἐκείνου ὁ Ἠσαΐας προείρηκεν. ὁ μὲν γὰρ ἦν ὅτε ἡ πόλις ἥλω καὶ ὁ ναὸς κατεσκάφη, ὁ δ' Ἠσαΐας ἔτεσιν ἑκατὸν καὶ τεσσαράκοντα πρότερον ἦν ἢ τὴν πόλιν ἁλῶναι καὶ κατασκαφῆναι τὸ ἱερόν. οὐ μόνον δ' ἐφῆκε τοῖς αἰχμαλώτοις τὴν ἐπάνοδον καὶ τὴν τῆς πόλεως καὶ τοῦ ναοῦ ἐξανάστασιν, ἀλλὰ καὶ τὰ σκεύη τὰ τοῦ ναοῦ, ἃ Ναβουχοδονόσορ εἰς Βαβυλῶνα ἐκόμισε, συνέπεμψε, παραδοὺς ταῦτα φέρειν Μιθριδάτῃ τῷ αὐτοῦ γαζοφύλακι καὶ τῷ Ζοροβάβελ. ἐπέστειλε δὲ καὶ τοῖς ἐν Συρίᾳ σατράπαις συναίρεσθαι αὐτοῖς ἐπὶ τῇ τῶν ἔργων οἰκοδομῇ καὶ τὴν δαπάνην αὐτοὺς χορηγεῖν πᾶσαν ἐκ τῶν βασιλικῶν χρημάτων. ταῦτα τοῦ Κύρου θεσπίσαντος ἐξώρμησαν οἱ τῶν δύο φυλῶν ἄρχοντες τῆς τε τοῦ Ἰούδα καὶ τῆς Βενιαμίτιδος, οἵ τε Λευῖται καὶ οἱ ἱερεῖς· πολλοὶ δὲ ἐν τῇ Βαβυλῶνι κατέμειναν, τὰς κτήσεις καταλιπεῖν οὐχ αἱρούμενοι. παραγενομένοις δὲ εἰς Ἱεροσόλυμα οἱ τοῦ Κύρου πάντες συνήργουν αὐτοῖς εἰς τὰς οἰκοδομὰς καὶ συνέπραττον. ἦσαν δ' οἱ ἐπανελθόντες μυριάδες τέσσαρες δισχίλιοί τε καὶ ἑξακόσιοι.    Ἤδη δὲ περὶ τὴν οἰκοδομὴν τῆς πόλεως σπευδόντων καὶ τοῦ ναοῦ, τὰ πέριξ ἔθνη, καὶ μάλιστα τὸ Χουθαίων, οὓς Σαλμανασὰρ μετῴκισεν εἰς Σαμάρειαν, ὅτε τοὺς Ἰσραηλίτας ἐξῃχμαλώτισε, φθονοῦντες τοὺς σατράπας ἐδεξιώσαντο πρότερον μὴ ἐπαρήγειν τοῖς Ἰουδαίοις εἰς τὴν οἰκοδομήν. εἶτα τοῦ Κύρου [263] τὴν ζωὴν καταλύσαντος, Καμβύσου δὲ τοῦ παιδὸς ἐκείνου τὴν ἀρχὴν διαδεξαμένου, γράφουσι τῷ Καμβύσῃ διαβάλλοντες τοὺς Ἑβραίους ὡς ἔθνος ἀποστατικόν τε καὶ ἀνυπότακτον, καί "εἰ τὴν πόλιν καὶ τὸν ναὸν ἐκτελέσουσι" λέγοντες "οὔτε φόρους δώσουσιν οὔθ' ὑπακούσονται." ταῦτα καὶ πλείω τοιαῦτα γράψαντες ἔπεισαν αὐτὸν κωλῦσαι τὴν τῆς πόλεως καὶ τοῦ ναοῦ ἀνοικοδόμησιν· καὶ ἐπεσχέθη τὰ ἔργα μέχρι τοῦ δευτέρου ἔτους τῆς βασιλείας Δαρείου τοῦ Ὑστάσπου ἐπ' ἔτη ἐννέα. Καμβύσης γὰρ ἑπτὰ βασιλεύσας ἔτη, καὶ καταστρεψάμενος ἐν τούτοις τὴν Αἴγυπτον, ὑποστρέψας ἐν Δαμασκῷ ἐτελεύτησε, τῶν μάγων τῆς βασιλείας ἐγκρατῶν γενομένων. καλὸν δὲ καὶ τὰ περὶ τούτων ἐν ἐπιτομῇ διηγήσασθαι. === Κεφάλαιο 2 ===    Τῷ Καμβύσῃ ἦν ἀδελφός, κατὰ μὲν τὸν Ξενοφῶντα Ταναοξάρης, κατὰ δὲ τὸν Ἡρόδοτον Σμέρδης ὀνομαζόμενος. ἔδοξεν οὖν ἐν Αἰγύπτῳ τῷ Καμβύσῃ τυγχάνοντι καθ' ὕπνους τις ἐπιστὰς λέγειν ὡς ἐς τὸν βασιλικὸν καθίσας θρόνον ὁ Σμέρδης τῇ κεφαλῇ τοῦ πόλου προσψαύσειε. δείσας οὖν περὶ τῇ βασιλείᾳ, τὸν Πρηξάσπην αὐτίκα πέμπει ἐς Σοῦσα, κτενοῦντα λάθρᾳ τὸν ἀδελφόν. καὶ ὁ μὲν οὕτω διέφθαρτο, ὁ δὲ Καμβύσης τὸ χρεὼν οὐκ ἐξέφυγε. δύο γὰρ ἦσαν ἀδελφοὶ Μῆδοι, μάγοι κεκλημένοι, ὧν τῷ μὲν Κατιζίθης, τῷ δὲ Σμέρδης ἦν τὰ ὀνόματα. ὁ δὲ Σμέρδης οὐ τοῦ ὀνόματος ἐκοινώνει μόνον Σμέρδῃ τῷ τοῦ Κύρου παιδί, ἀλλὰ καὶ τοῦ εἴδους. τούτων τὸν ἕτερον φροντιστὴν τῶν ἑαυτοῦ πραγμάτων ὁ Καμβύσης ἐκέκτητο. χρονίζοντος δ' ἐν Αἰγύπτῳ αὐτοῦ, γνοὺς τὸν φόνον τοῦ Σμέρδου τοῦ τοῦ Κύρου παιδὸς ὁ Κατιζίθης, καὶ ὡς ὀλίγοις ὁ ἐκείνου θάνατος ἔγνωσται, ἐπιθέσθαι τῇ βασιλείᾳ ἐσκέψατο· καὶ τὸν ἀδελφὸν [264] ὁμωνυμοῦντα τῷ Σμέρδῃ καὶ πολλὴν πρὸς ἐκεῖνον ἐμφέρειαν ἔχοντα εἰς τὸν θρόνον ἐκάθισε τὸν βασίλειον, οὐχ ὡς οἰκεῖον ὁμαίμονα, ἀλλ' ὡς τοῦ Κύρου υἱὸν καὶ τοῦ Καμβύσου ὁμόγνιον· καὶ κήρυκας διέπεμψε πανταχοῦ βασιλέα τὸν Κύρου Σμέρδην ἀγγέλλοντας. μαθὼν οὖν ταῦτα καὶ ὁ Καμβύσης τὸν Πρηξάσπην ἀνέκρινεν ὡς μὴ πληρώσαντά οἱ τὸ κελευσθέν. ὁ δὲ διεβεβαίου μὴ τὸν ἀδελφὸν ἐπαναστῆναι αὐτῷ. "ἐκεῖνον γὰρ ἐγώ" ἔλεγεν, "ὡς σὺ ἐνετείλω, ἔκτανόν τε καὶ ἔθαψα." συλληφθῆναι τοίνυν κελεύει Καμβύσης τὸν ἐν τῷ στρατῷ κηρύσσοντα τὸν τοῦ Κύρου Σμέρδην βασιλεῦσαι Περσῶν. καὶ συλληφθεὶς ἠρωτᾶτο εἰ αὐτὸς τὸν Σμέρδην ἑώρακε, καὶ εἰ ἐκεῖνος αὐτῷ ἐνετείλατο λέγειν ἅπερ φησίν· ὁ δὲ μὴ θεάσασθαι τὸν Σμέρδην ἀνταπεκρίνατο, παρὰ δὲ τοῦ μάγου τοῦ τῶν βασιλείων ἐπιτροπεύοντος ταῦτα λέγειν ἐπιταχθῆναι. γνοὺς οὖν ἐντεῦθεν ὁ Καμβύσης τὸ ἀληθὲς ἐθρήνησε μὲν ὡς μάτην κτείνας τὸν ἀδελφόν, ὥρμησε δ' αὐτίκα κατὰ τῶν μάγων στρατεύεσθαι. ἀναθρώσκοντι δέ οἱ ἐπὶ τὸν ἵππον τοῦ κουλεοῦ τοῦ ξίφους ὁ μύκης ἐξέπεσε, καὶ γυμνωθὲν τὸ ξίφος παίει αὐτοῦ τὸν μηρὸν καιρίως. ἤρετο οὖν ὅπως ἡ πόλις καλοῖτο, καὶ μαθὼν ὡς Ἐκβάτανα, εἶπεν ὡς "ἐνταῦθά μοι πέπρωται τελευτᾶν." ἐκέχρηστο γὰρ αὐτῷ ἐν Ἐκβατάνοις μέλλειν θανεῖν· καὶ ὁ μὲν παρὰ τοῖς ἐν Μηδίᾳ Ἐκβατάνοις ἐδόκει πρῴην τὸ τέλος αὐτὸν καταλήψεσθαι, ὁ δὲ χρησμὸς οὐκ ἐκεῖνα ἐδήλου, ἀλλὰ τὰ ἐν Συρίᾳ Ἐκβάτανα.    Ὁ μὲν οὖν μεθ' ἡμέρας τινὰς τελευτᾷ ἄπαις, βασιλεύσας ἐπ' ἔτη ἑπτὰ ἐπὶ πέντε μησίν, ὁ δὲ μάγος [265] τοῦ Καμβύσου θανόντος ἀδεῶς ἐβασίλευσεν, ἑαυτῷ τὸν τοῦ Κύρου Σμέρδην ἐπιγραφόμενος. καὶ πέμψας εἰς πᾶν ἔθνος ὧν ἦρχεν ἀτέλειαν πᾶσιν ἐπ' ἔτη τρία ἐκήρυξεν. ἤδη δὲ μῆνας ἄρξας ἑπτὰ ὅστις ἦν ἐγνώσθη· ἐγνώσθη δ' οὕτως. Ὀτάνης ἦν γένει καὶ πλούτῳ Περσῶν τοῖς πρώτοις ἐνάμιλλος. τούτου θυγατέρα Καμβύσης ἔσχεν, ἣ Φαιδυμίη ἐκέκλητο. ταύτῃ καὶ ὁ μάγος ἐκέχρητο ὥσπερ καὶ ταῖς λοιπαῖς ἃς εὗρεν εἰς τὰ βασίλεια. πέμψας οὖν ὁ πατὴρ ἠρώτα λάθρᾳ αὐτὴν εἰ τῷ τοῦ Κύρου Σμέρδῃ εἴθ' ἑτέρῳ τινὶ συνευνάζοιτο. ἡ δὲ μήτ' ἰδέσθαι τὸν Κύρου Σμέρδην ἀνταπεκρίνατο μήτ' εἰδέναι ᾧτινι συγκοιτάζοιτο. ὁ δὲ καὶ πάλιν στέλλει παρ' αὐτήν, κινδυνεύειν αὐτῇ ἐντελλόμενος, εἰ δεήσειεν, ἵνα πληρώσῃ πατρικὴν ἐντολήν, καὶ ὑποτιθείς, ὁπηνίκα συγκοιμῷτο τῷ βασιλεῖ καὶ ὑπνώττοντα αὐτὸν γνῷ, ψαῦσαι τῶν ὤτων αὐτοῦ, καὶ εἰ μὲν ἔχοντα ὦτα γνοίη, εἰδέναι ὡς τῷ Κύρου Σμέρδῃ συγγίνεται· εἰ δὲ μὴ ἔχοι, τὸν μάγον Σμέρδην αὐτὸν νομίζειν. πείθεται τῷ πατρὶ ἡ Φαιδυμίη, καὶ γνοῦσα τὸν αὐτῇ συγγινόμενον ὦτα μὴ ἔχοντα, ἐσήμηνε τῷ πατρί. οὐκ εἶχε δ' ὦτα ὅτι ὁ Κῦρός ποτε ταῦτα δι' ἁμάρτημά τι ἀπέτεμεν. ὁ δὲ Ὀτάνης Ἀσπαθίνῃ καὶ Γωβρύᾳ πρωτεύουσι τῶν Περσῶν καὶ αὐτῷ φιλουμένοις κοινοῦται δὴ τὸ ἀπόρρητον. οἱ δὲ καὶ πρῴην ἐν ὑποψίᾳ ὄντες τοῦ πράγματος εὐθὺς τοὺς λόγους ἐδέξαντο. ἔδοξεν οὖν αὐτοῖς καὶ ἑτέρους προσεταιρίσασθαι. καὶ Ὀτάνης μὲν ἐπάγεται Ἰνταφέρνην, Γωβρύας δὲ Μεγάβυζον, Ὑδάρνην δὲ Ἀσπαθίνης· καὶ Δαρείῳ δὲ τῷ Ὑστάσπου υἱῷ ἄρτι πρὸς Σοῦσα ἐκ Περσίδος ἐλθόντι τὸ ἀπόρρητον ἐκοινώσαντο. ὁ δὲ καὶ ἐδέξατο τὸν λόγον, καὶ πρὸς τὴν πρᾶξιν αὐτίκα ὁρμᾶν συνεβούλευεν, ἢ τῆς παρούσης ἡμέρας διακενῆς [266] παρερχομένης αὐτὸς ἔλεγε γενέσθαι τῷ μάγῳ μηνυτὴς τῆς ἐπιβουλῆς. ἐπείσθησαν τῇ συμβουλῇ τοῦ Δαρείου καὶ οἱ λοιποί, καὶ τοῦ ἔργου εἴχοντο.    Συνέβη δέ τι καὶ ἕτερον ὃ ἐπισπεῦσαι αὐτοὺς ἠρέθισε τὴν ἐγχείρησιν. εἰδότες γὰρ οἱ μάγοι ὅτι Πρηξάσπης ἐχειρούργησε τοῦ Σμέρδου τὸν φόνον τοῦ Κύρου παιδός, καὶ ὅτι διὰ τοῦτο καὶ ἐν αἰτίᾳ τοῖς Πέρσαις ἐστίν, προσκαλεσάμενοι αὐτὸν φίλον τε ἐποιοῦντο καὶ ὅρκοις προκατελάμβανον καὶ λαμπραῖς ὑποσχέσεσι μή τινι αὐτῶν ἐκφῆναι τὸ σόφισμα. καταθεμένου δ' ἐκείνου ποιήσειν ταῦτα, προσεπῆγον συγκαλέσειν τὸ πλῆθος ὑπὸ τὸ τεῖχος τῶν βασιλείων, αὐτὸν δ' ἐπὶ πύργον ἀναβάντα εἰς ἐπήκοον ἅπασιν ἐκβοῆσαι ὡς ὑπὸ Σμέρδου τοῦ Κύρου υἱέος, οὐχ ὑφ' ἑτέρου δὲ βασιλεύονται· φείσασθαι γὰρ αὐτοῦ, καὶ μὴ κτεῖναι αὐτὸν ὡς ὁ Καμβύσης αὐτῷ ἐνετείλατο. συνθεμένου δὲ καὶ ταῦτα ποιήσειν, συνῆκτο μὲν τὸ πλῆθος, Πρηξάσπης δὲ ἐπὶ τὸν πύργον ἀνῄει, καὶ ἔλεξεν ὅσα τοῖς Πέρσαις ἀγαθὰ παρὰ Κύρου γεγόνασι, προσετίθει δὲ ὡς τὸν ἐκείνου παῖδα τὸν Σμέρδην αὐτὸς ἀνέλοι, τοῦ Καμβύσου βιάσαντος. τοὺς μάγους δὲ τὴν βασιλείαν ἔχειν ἐπληροφόρει, καὶ ἐπηρᾶτο Πέρσαις, εἰ μὴ αὐτοὺς τίσαιντο. ταῦτα εἰπὼν ἑαυτὸν κατεκρήμνισε καὶ ἀπέθανεν.    Οἱ δὲ ἑπτὰ ἄνδρες ἐν τῇ ὁδῷ τὰ κατὰ τὸν Πρηξάσπην μαθόντες ὥρμησαν εὐθὺς ἐπὶ τὰ βασίλεια καὶ εἰσῄεσαν, παρὰ τῶν φυλάκων μὴ κωλυόμενοι· ᾐδοῦντο γὰρ τὴν ὑπεροχὴν τῶν ἀνδρῶν. παρελθόντες δ' εἰς τὴν αὐλὴν ἐνέτυχον τοῖς ἀγγελιαφόροις εὐνούχοις, οἳ σφᾶς ἠρώτων ὅτου χρῄζοντες ἥκοιεν, ἐκώλυόν τε προσωτέρω ἰέναι. οἱ δὲ τοὺς μὲν ἐκεῖ διεχειρίσαντο, αὐτοὶ δὲ δρομαίως εἰσῄεσαν. οἱ μάγοι δ' ὄντες ἐντός, [267] καὶ τῶν εὐνούχων γνόντες τὸν θόρυβον, ἐτράποντο πρὸς ἀλκήν, καὶ ὁ μὲν τὴν αἰχμήν, ὁ δὲ τὸ τόξον μετεχειρίσαντο. καὶ θάτερος μὲν τῇ αἰχμῇ Ἀσπαθίνην παίει κατὰ μηρόν, τὸν δ' Ἰνταφέρνην κατ' ὄψιν, ὅθεν ἐκεῖνος ἐβλάβη τὸν ὀφθαλμόν· τὰ τόξα δ' ἦν ἄπρακτα χερσὶν ἐγγύθεν αὐτοῖς χρωμένοις. καὶ ὁ ταῦτα κατέχων εἰσέδυ πρὸς θάλαμον, συνεισπίπτουσι δ' αὐτῷ Δαρεῖός τε καὶ Γωβρύας. καὶ ὁ μὲν συνεπλάκη τῷ μάγῳ, Δαρεῖος δὲ ἀπορῶν διὰ σκότος καὶ δεδιὼς μὴ τὸν ἑταῖρον πλήξῃ, ἵστατο ἄπρακτος. Γωβρύας δὲ ἤρετο ὅτου χάριν ἀργὸς ἵσταται· ὁ δ' εἶπε τὸ αἴτιον. καὶ ὅς "ὤθει τὸ ξίφος καὶ δι' ἀμφοῖν" ἔφησε. καὶ ὁ Δαρεῖος ὦσε τὸ ἐγχειρίδιον, καὶ τοῦ μάγου ἐπέτυχε. κτείναντες οὖν καὶ τὸν ἕτερον οἱ λοιποὶ ἔτεμον τὰς κεφαλὰς καὶ ἀμφοῖν, καὶ τοὺς μὲν δύο τοὺς τραυματίας αὐτῶν διά τε τὰ τραύματα καὶ τὴν τῆς ἀκροπόλεως φυλακὴν κατέλιπον ἐν αὐτῇ, οἱ λοιποὶ δὲ τὰς κεφαλὰς ἐπιφερόμενοι τῶν μάγων ἐξέθεον καὶ Πέρσαις ταύτας ἐδείκνυον καὶ ἐξηγοῦντο τὸ γεγονός. οἱ δὲ τὴν ἀπάτην μαθόντες ἔκτεινον ᾧ ἂν τῶν μάγων ἐνέτυχον. === Κεφάλαιο 3 ===    Ἐπεὶ δὲ κατέστη ὁ θόρυβος καὶ ἤδη τινὲς ἡμέραι παρήλθοσαν, ἐβουλεύοντο περὶ τῆς τῶν πραγμάτων οἰκονομίας. καὶ Ὀτάνης μὲν δημοκρατίαν ἑλέσθαι παρῄνει, ἀριστοκρατίαν δὲ ὁ Μεγάβυζος, ὁ δέ γε Δαρεῖος βασιλείαν καὶ αὖθις αἱρήσεσθαι συνεβούλευε. συνέθεντο οὖν τῇ τούτου γνώμῃ καὶ οἱ τέσσαρες οἱ λοιποί· καὶ ἔδοξεν αὐτοῖς ἐπιβῆναι τῶν ἵππων, καὶ ὅτου ἂν ὁ ἵππος ἡλίου ἀνατείλαντος χρεμετίσῃ ἐν τῷ προαστείῳ γενομένων, τοῦτον ἔχειν τὴν βασιλείαν. [268] Δαρεῖος δὲ τὴν βουλὴν τῷ ἱπποκόμῳ αὐτοῦ ἐξηγήσατο. ἦν δὲ σοφὸς ὁ ἀνὴρ καί "θάρρει, ὦ δέσποτα" ἔφη "ὡς σὴ ἔσται ἡ βασιλεία." γενομένης οὖν νυκτὸς θήλειαν ἵππον λαβών, ἣν ὁ Δαρείου ἔστεργεν ἵππος, καὶ δήσας εἰς τὸ προάστειον ἐπήγαγε τὸν ἵππον καὶ περιῆγεν αὐτὸν ἀγχοῦ τῇ θηλείᾳ, καὶ τέλος ἐφῆκεν ὀχεῦσαι τὴν ἵππον. ἕωθεν δὲ τῶν ἑπτὰ παραγενομένων εἰς τὸ προάστειον καὶ διεξελαυνόντων ἐν αὐτῷ, ὡς ἐκεῖσε γεγόνασιν ἔνθαπερ ἡ θήλεια ἵππος ἐδέδετο, εἰς μνήμην ταύτης ὁ Δαρείου ἵππος ἰὼν ἐχρεμέτισεν· κἀκ τούτου τῷ Δαρείῳ ἡ βασιλεία προσγέγονεν. οἱ μὲν οὖν τοῦτό φασι μηχανήσασθαι τὸν Οἰβάρεα, τοῦτο γὰρ τῷ τοῦ Δαρείου ἱπποκόμῳ ὄνομα ἦν, οἱ δ' ἑτεροῖον εἶναί φασι τὸ τούτου μηχάνημα. τῆς γὰρ ἵππου ἐκείνης, ἣν ὁ Δαρείου ἵππος ἐφίλει, τῶν ἄρθρων ἐπιψαῦσαι τῇ χειρί, καὶ τὴν χεῖρα κρύπτειν ἐν τῇ ἀναξυρίδι. ἤδη δὲ τοῦ ἡλίου ἀνίσχοντος, καὶ τοὺς ἵππους ἀναβαινόντων τῶν ἑπτὰ ἐκείνων ἀνδρῶν, προσαγαγεῖν αὐτὸν τὴν χεῖρα τοῖς τοῦ ἵππου τοῦ Δαρείου μυκτῆρσι, καὶ τὸν αὐτίκα αἰσθόμενον φριμάξασθαί τε καὶ χρεμετίσαι. εἴτ' οὖν οὕτως εἴτ' ἐκείνως ὁ Δαρεῖος τῆς βασιλείας ἐπέτυχεν.    Οὗτος οὖν ἰδιώτης ὢν ηὔξατο τῷ θεῷ, εἰ γένοιτο βασιλεύς, πάντα τὰ σκεύη τοῦ θεοῦ ὅσα ἦν ἔτι ἐν Βαβυλῶνι πέμψειν εἰς τὸν ἐν Ἱεροσολύμοις ναόν. ἦν δὲ αὐτῷ πάλαι καὶ πρὸς τὸν Ζοροβάβελ φιλία, δι' ἣν καὶ σωματοφυλακεῖν μεθ' ἑτέρων δύο ἠξίωτο ἄρτι ἐξ Ἱεροσολύμων πρὸς αὐτὸν ἀφικόμενος. τῷ δὲ πρώτῳ ἔτει τῆς αὐτοῦ βασιλείας πότον τοῖς μεγιστᾶσιν αὐτοῦ Δαρεῖος ἡτοίμασεν· ὡς δ' εὐωχηθέντες ἀνέλυσαν, καὶ αὐτὸς παρὰ τῇ κοίτῃ κατέδαρθε. μικρὸν οὖν ὑπνώσας ἀφύπνωσε καὶ μετὰ τῶν σωματοφυλάκων [269] ὡμίλει. καὶ τούτων ἑκάστῳ ἀγῶνα λόγου προτίθησι· τῷ πρώτῳ μὲν εἰ ὁ οἶνος πάντων κρατεῖ, τῷ δευτέρῳ δὲ εἰ οἱ βασιλεῖς, τῷ δέ γε λοιπῷ, οὗτος δ' ὁ Ζοροβάβελ ἦν, εἰ αἱ γυναῖκες καὶ αὐτῶν ἡ ἀλήθεια· καὶ τῷ νικήσαντι γέρας δώσειν ὑπέσχετο νικητήριον πορφύραν φορεῖν καὶ κίδαριν βυσσίνην καὶ περιαυχένιον χρύσεον, καὶ ἐν ἐκπώμασι πίνειν χρυσοῖς καὶ ἐπὶ χρυσίου καθεύδειν καὶ ἅρμα χρυσοχάλινον ἔχειν καὶ μετ' αὐτὸν προεδρεύειν καὶ συγγενῆ καλεῖσθαι αὐτοῦ. ὄρθρου τοίνυν τοὺς μεγιστᾶνας μεταπεμψάμενος τῶν σωματοφυλάκων ἕκαστον ἐκέλευσε περὶ τοῦ προβλήματος ἀποφαίνεσθαι. καὶ ὁ μὲν τὴν ἰσχὺν ἐξῆρε τοῦ οἴνου, ὡς τὴν τῶν καταχρωμένων ἀπατῶντος διάνοιαν καὶ τὰς τῶν ψυχῶν διαθέσεις μεταποιοῦντος καὶ ἄλλους ἐξ ἄλλων ἐργαζομένου τοὺς οἰνωθέντας· ὁ δὲ τὸν βασιλέα πάντων ὑπερισχύειν ἐφιλοσόφησεν, ὡς τῶν ἀνθρώπων κρατούντων τῶν ἄλλων ἁπάντων διὰ σοφίας, τούτων δ' αὖ οἷς ἅπαντα ὑποτάσσεται κυριευόντων τῶν βασιλέων· ὁ δέ γε Ζοροβάβελ τὰς γυναῖκας κρειττονεύειν τὴν ἰσχὺν ἀπεφήνατο, ὡς καὶ τῶν βασιλέων δι' αὐτῶν γενομένων καὶ τῶν τὰς ἀμπέλους φυτευόντων, καὶ πάντων αὐτὰς γονέων τε προτιμώντων καὶ τῶν πατρίδων καὶ τῶν φιλτάτων αὐτῶν· καὶ τῶν βασιλέων δ' αὐτῶν κρατεῖν τὰς γυναῖκας κολακευόντων αὐτὰς καὶ ταπεινουμένων, εἰ κατά τι δυσχεραινούσας γνοῖεν αὐτάς· μᾶλλον δὲ τούτων δύνασθαι τὴν ἀλήθειαν, ἐπεὶ καὶ ὁ θεὸς ἀληθής ἐστι καὶ οὕτω καλεῖται, καὶ τὰ μὲν ἄλλα θνητά, ἀθάνατον δὲ χρῆμά ἐστιν ἡ ἀλήθεια καὶ ἀΐδιον. πάντων δὲ τῇ γνώμῃ τούτου θεμένων ὡς ἄριστα περὶ τῆς ἀληθείας φιλοσοφήσαντος, ὁ Δαρεῖος αἰτήσασθαι ὃ βούλεται πάρεξ τῶν ὑπεσχημένων [270] ἐπέτρεψεν. ὁ δὲ τῆς εὐχῆς αὐτὸν ἀνέμνησεν, ἥν, εἰ λάβοι τὴν βασιλείαν, πεποίητο. αὕτη δὲ ἦν, τὸν ἐν Ἱεροσολύμοις τοῦ θεοῦ κατασκευάσαι ναόν, ἀποκαταστῆσαι δὲ καὶ τὰ σκεύη ὅσα ἔτι ἐν Βαβυλῶνι περιελέλειπτο. καί "τοῦτο" ἔφη "τὸ αἴτημα τὸ ἐμόν." ἡσθεὶς δ' ἐπὶ τούτοις ὁ βασιλεὺς γράφει τοῖς σατράπαις κέδρινα ξύλα χορηγεῖν εἰς τὴν οἰκοδομὴν τοῦ ναοῦ, καὶ συγκατασκευάζειν τὴν πόλιν τῷ Ζοροβάβελ, καὶ πάντας τοὺς εἰς τὴν Ἰουδαίαν ἀπελθόντας αἰχμαλώτους τῶν Ἰσραηλιτῶν ἐλευθέρους εἶναι καὶ ἀτελεῖς, καὶ τάλαντα δοθῆναι πεντήκοντα εἰς τὴν ἀνέγερσιν τοῦ ναοῦ. καὶ τὰ σκεύη δὲ πάντα ὅσα ἔτι ἦν παρ' αὐτῷ ἔπεμψε· καὶ ὅσα Κῦρος περὶ τῶν Ἰουδαίων ἐθέσπισε, ταῦτα καὶ Δαρεῖος προσδιετάξατο. === Κεφάλαιο 4 ===    Ἧκεν οὖν τούτων γεγονότων εἰς Βαβυλῶνα ὁ Ζοροβάβελ καὶ τοῖς ὁμοφύλοις τὰ παρὰ τοῦ βασιλέως εὐηγγελίσατο· καὶ ὅσοι προτεθύμηντο ἐπανελθεῖν εἰς Ἱεροσόλυμα, ἀπῄεσαν. τὸ δὲ κεφάλαιον τῶν ἀπιόντων ἦν μυριάδες τετρακόσιαι ἑξήκοντα δύο καὶ ὀκτακισχίλιοι, ἄτερ Λευιτῶν τε καὶ πυλωρῶν καὶ δούλων ἱερῶν καὶ θεραπόντων, οἳ τοῖς ἀναβαίνουσιν εἵποντο. ἡγεμὼν δὲ τούτων ἦν ὁ Ζοροβάβελ, Σαλαθιὴλ παῖς ἐκ τῆς Ἰούδα φυλῆς, ἀπόγονος τοῦ Δαβίδ, καὶ Ἰησοῦς υἱὸς Ἰωσεδὲκ τοῦ ἀρχιερέως· πρὸς τούτοις δὲ Μαρδοχαῖος καὶ Σερὲβ ἐκ τοῦ πλήθους κεχρισμένοι ἄρχοντες ἦσαν. ἀπελθόντες δ' εἰς Ἱεροσόλυμα ἔθυσαν καὶ τῆς οἰκοδομῆς ἀπήρξαντο τοῦ ναοῦ. καὶ ὁ μὲν ναὸς θᾶττον ἔλαβε τέλος· ἀπαρτισθέντος δ' ἤδη τοῦ ἱεροῦ οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ Ἀσὰφ παῖδες ὕμνουν τὸν θεόν. τῶν δὲ πατριῶν οἱ πρεσβύτεροι [271] τὸν πρὶν ναὸν ταῖς μνήμαις ἀναπολοῦντες, καὶ τὸν ἄρτι γεγενημένον ἐνδεέστερον ὁρῶντες τοῦ πάλαι, εἰς δάκρυα καὶ θρήνους προήγοντο, καὶ ἡ τούτων οἰμωγὴ ὑπερεφώνει τὴν τῶν σαλπίγγων ἠχήν.    Προσίασι δ' οἱ Σαμαρεῖται τῷ Ζοροβάβελ ἔτι τοῦ ναοῦ ἀνεγειρομένου, ἀξιοῦντες συγκοινωνῆσαι αὐτοῖς τῆς οἰκοδομῆς τοῦ ναοῦ. ὁ δὲ τῆς μὲν οἰκοδομῆς αὐτοὺς μετασχεῖν οὐ προσήκατο, προσκυνεῖν δ' ἐν τῷ ναῷ ἔλεγεν αὐτοῖς ἐφιέναι. πρὸς ταῦτα οἱ Σαμαρεῖται ἠχθέσθησαν, καὶ πείθουσι τὰ ἐν Συρίᾳ ἔθνη δεηθῆναι τῶν σατραπῶν ἐπισχεῖν τοῦ ναοῦ τὴν ἀνέγερσιν. ἀναβάντες δὲ εἰς Ἱεροσόλυμα οἱ Συρίας ἐπάρχοντες καὶ Φοινίκης ἠρώτων τίνος συγχωρήσαντος ὡς φρούριον τὸν ναὸν ἀνεγείρουσι καὶ τῇ πόλει τείχη σφόδρα περιβάλλουσιν ἰσχυρά. Ζοροβάβελ δὲ καὶ ὁ ἀρχιερεὺς Ἰησοῦς ἐκ Κύρου πρῶτον ἐπιτραπῆναι τὴν οἰκοδομὴν ἔφασαν, εἶτ' αὖθις ἐκ τοῦ Δαρείου. οἱ δ' ἔπαρχοι τῶν τῆς Συρίας καὶ Φοινίκης χωρῶν τὴν μὲν τῶν ἔργων οἰκοδομὴν ἐπισχεῖν οὐκ ἔκριναν, Δαρείῳ δὲ παραχρῆμα ἔγραψαν. τῶν δὲ Ἰουδαίων κατεπτηχότων μὴ μεταδόξῃ τῷ βασιλεῖ περὶ ὧν ᾠκονόμησεν, Ἀγγαῖος καὶ Ζαχαρίας οἱ προφῆται θαρρεῖν αὐτοὺς παρώρμων καὶ μηδὲν ὑφορᾶσθαι ἀβούλητον. πιστεύοντες οὖν τοῖς προφήταις ἐντεταμένως εἴχοντο τῆς οἰκοδομῆς. Δαρεῖος δὲ τὰς ἐπιστολὰς δεξάμενος καὶ τὰς τῶν Σαμαρειτῶν κατηγορίας, ὅτι τήν τε πόλιν ὀχυροῦσιν Ἰουδαῖοι καὶ τὸν ναὸν οἰκοδομοῦσιν ὡς φρούριον, καὶ ὅτι Καμβύσης τὴν τούτων ἐκώλυσεν οἰκοδομήν, προσέταξεν ἐν τοῖς βασιλικοῖς ὑπομνήμασι ζητηθῆναι τὰ περὶ τούτου. καὶ εὑρέθη ἐν Ἐκβατάνοις τῇ βάρει τῇ ἐν Μηδίᾳ γεγραμμένον ὡς τῷ πρώτῳ ἔτει τῆς αὐτοῦ βασιλείας [272] Κῦρος ἐκέλευσε τὸν ναὸν οἰκοδομηθῆναι τὸν ἐν Ἱεροσολύμοις καὶ τὸ θυσιαστήριον, καὶ τὴν εἰς ταῦτα δαπάνην ἐκ τῶν βασιλικῶν διετάξατο γίνεσθαι, καὶ τὰ τοῦ ναοῦ σκεύη ἀποδοθῆναι, καὶ συλλαβέσθαι πρὸς τὸ ἔργον τοῖς ἐκεῖσε ἄρχουσιν ἐκέλευσε καὶ τελεῖν τοῖς Ἰουδαίοις εἰς θυσίαν ταύρους καὶ κριοὺς καὶ ἄρνας καὶ ἐρίφους σεμίδαλίν τε καὶ οἶνον καὶ ἔλαιον. ταῦτα ἐν τοῖς ὑπομνήμασι Δαρεῖος εὑρὼν ἀντέγραψε τοῖς ἐπεσταλκόσι "τὸ ἀντίγραφον ὑμῖν τῆς ἐπιστολῆς ἐν τοῖς ὑπομνήμασιν εὑρὼν τοῖς Κύρου ἀπέσταλκα, καὶ βούλομαι γενέσθαι πάντα ὡς αὐτὴ περιέχει. ἔρρωσθε." γνόντες δὲ τὴν τοῦ βασιλέως προαίρεσιν οἱ τῶν χωρῶν ἐκείνων ἐπιτροπεύοντες συνήργουν τοῖς Ἰουδαίοις. καὶ ᾠκοδομήθη ἐν ἔτεσιν ἑπτὰ ὁ ναός, καὶ ἔθυσαν οἱ Ἰσραηλῖται θυσίας ἀνανεωτικὰς τῶν προτέρων ἀγαθῶν. τῆς δὲ τῶν ἀζύμων ἑορτῆς ἐνστάσης συνερρύη πᾶς ὁ λαὸς ἐκ τῶν κωμῶν εἰς τὴν πόλιν, καὶ τὴν ἑορτὴν ἤγαγον καὶ τὴν πάσχα προσαγορευομένην θυσίαν ἐτέλεσαν.    Κατῴκησαν δ' ἐν Ἱεροσολύμοις πολιτείᾳ χρώμενοι ἀριστοκρατικῇ μετὰ ὀλιγαρχίας. οἱ γὰρ ἱερεῖς προεστήκεσαν τῶν πραγμάτων ἄχρις οὗ τοὺς Ἀσαμωναίου συνέβη βασιλεύειν ἐκγόνους. πρὸ μὲν γὰρ τῆς αἰχμαλωσίας ἐβασιλεύοντο ἐπὶ ἔτη πεντακόσια τριάκοντα δύο, μῆνας ἕξ, ἡμέρας δέκα· πρὸ δὲ τῶν βασιλέων ἄρχοντες αὐτοὺς διεῖπον οἱ προσαγορευόμενοι κριταὶ καὶ μόναρχοι. καὶ τοῦτον πολιτευόμενοι τὸν τρόπον ἐπ' ἔτεσι πλείοσιν ἢ πεντακοσίοις διήγαγον μετὰ Μωυσῆν τε καὶ Ἰησοῦν.    Οἱ δέ γε Σαμαρεῖς ἀπεχθῶς πρὸς αὐτοὺς διακείμενοι πολλὰ κακὰ τοὺς Ἰουδαίους εἰργάζοντο. πρέσβεις οὖν ἐξ Ἱεροσολύμων πρὸς Δαρεῖον ἐστάλησαν [273] Ζοροβάβελ καὶ τῶν ἀρχόντων ἕτεροι τέσσαρες. μαθὼν δὲ ὁ βασιλεὺς τὰ κατὰ τῶν Σαμαρέων αἰτιάματα, ἔγραψε πρὸς τοὺς ἱππάρχους τῆς Σαμαρείας καὶ τὴν βουλὴν μήτι ἐνοχλεῖν Ἰουδαίοις, ἀλλὰ καὶ χορηγεῖν αὐτοῖς ἐκ τοῦ βασιλικοῦ γαζοφυλακίου τῶν φόρων τῆς Σαμαρείας πάνθ' ὅσα πρὸς τὰς θυσίας αὐτοῖς ἐστι χρήσιμα. === Κεφάλαιο 5 ===    Δαρείου δὲ τελευτήσαντος παραλαβὼν τὴν βασιλείαν ὁ παῖς αὐτοῦ Ξέρξης καὶ τὴν πρὸς θεὸν εὐσέβειαν διεδέξατο, καὶ πρὸς τοὺς Ἰουδαίους ἔσχε φιλοτιμότατα. ἦν δ' ἐν Βαβυλῶνι τότε Ἔζρας ἀνὴρ ἀγαθὸς καὶ τῶν νόμων Μωυσέως εἰς ἐμπειρίαν ἀκριβέστατος. οὗτος φίλος τῷ Ξέρξῃ γίνεται, καὶ ἀναβῆναι θελήσας εἰς Ἱεροσόλυμα καί τινας ἐπαγαγέσθαι τῶν ἐν Βαβυλῶνι Ἑβραίων, ἐδεήθη τοῦ βασιλέως διὰ γραμμάτων αὐτοῦ γνωρίσαι τοῖς σατράπαις αὐτόν. ὁ δὲ γράφει ταῦτα. "τῆς ἐμαυτοῦ φιλανθρωπίας ἔργον εἶναι νομίσας τὸ τοὺς βουλομένους τῶν Ἰσραηλιτῶν συναπαίρειν εἰς Ἱεροσόλυμα, Ἔζρᾳ ἱερεῖ καὶ ἀναγνώστῃ τοῦ θείου νόμου τοῦτο προσέταξα, καὶ ὁ βουλόμενος ἀπίτω. καὶ ἄργυρος καὶ χρυσὸς ὅσος ἂν εὑρεθείη ἐν τῇ χώρᾳ τῶν Βαβυλωνίων ὠνομασμένος τῷ θεῷ, τοῦτον πάντα κελεύω εἰς Ἱεροσόλυμα κομισθῆναι. καὶ ὅσα ἂν ἐννοήσῃς, ὦ Ἔζρα, καὶ ταῦτα ἔργασαι, τὴν εἰς αὐτὰ δαπάνην ἐκ τοῦ βασιλικοῦ γαζοφυλακίου ποιούμενος. καὶ τοῖς ἱερεῦσι δὲ καὶ Λευίταις καὶ πᾶσι τοῖς τοῦ ἱεροῦ δουλευταῖς μήτε φόρους μήτε ἄλλο τι φορτικὸν ἐπιταγῆναι κελεύω. καὶ σὺ δέ, Ἔζρα, κατὰ τὴν τοῦ θεοῦ σοφίαν ἀπόδειξον κριτάς, ὅπως δικάζωσιν ἐν Συρίᾳ καὶ Φοινίκῃ πάσῃ, τοὺς ἐπισταμένους [274] τὸν νόμον· καὶ τοῖς ἀγνοοῦσι παρέξεις αὐτὸν μαθεῖν." λαβὼν δὲ ταύτην Ἔζρας τὴν ἐπιστολὴν ἀνέγνω ἐν Βαβυλῶνι τοῖς ἐκεῖ Ἰουδαίοις, καὶ τὸ ἀντίγραφον αὐτῆς παρὰ πάντας ἔπεμψε τοὺς ὁμοεθνεῖς· οἳ ἅπαντες ὑπερήσθησαν. πολλοὶ δὲ αὐτῶν καὶ τὰς κτήσεις ἀναλαβόντες ἦλθον εἰς Βαβυλῶνα, ἵν' ἐπανέλθωσιν εἰς Ἱεροσόλυμα· ὁ δὲ πᾶς λαὸς τῶν Ἰσραηλιτῶν κατὰ χώραν ἔμεινε. διὸ καὶ δύο φυλὰς ἐπί τε τῆς Ἀσίας καὶ τῆς Εὐρώπης Ῥωμαίοις ὑπηκόους εἶναί φησιν ὁ Ἰώσηπος, τὰς δὲ δέκα φυλὰς πέραν εἶναι τοῦ Εὐφράτου, μυριάδας οὔσας ἀπείρους καὶ ἀριθμῷ γνωσθῆναι μὴ δυναμένας. πρὸς Ἔζραν δὲ πολλοὶ τὸν ἀριθμὸν ἀφικνοῦνται καὶ σὺν αὐτῷ παραγίνονται εἰς Ἱεροσόλυμα. καὶ παραδέδωκεν ὁ Ἔζρας τοῖς γαζοφύλαξιν ἃ ὁ Ξέρξης καὶ οἱ σύμβουλοι αὐτοῦ καὶ οἱ ἐν Βαβυλῶνι Ἰσραηλῖται τῷ θεῷ ἐδωρήσαντο, εἰς πολλὰ τάλαντα ἀργυρίου καὶ χαλκοῦ συμποσούμενα, καὶ τοῖς τῶν χωρῶν ἐπιτροπεύουσι τὰ γράμματα τοῦ βασιλέως ἐπέδωκεν. οἱ δὲ τὸ ἔθνος ἐτίμησαν καὶ πρὸς πᾶσαν χρείαν συνήργησαν. γνοὺς δ' ἔπειτα ὥς τινες τοῦ πλήθους καὶ τῶν ἱερέων καὶ τῶν Λευιτῶν ἀλλοεθνεῖς γυναῖκας ἠγάγοντο, ἔπεισεν αὐτοὺς δάκρυσι πολλοῖς καὶ πυκναῖς παραινέσεσιν ἐκβαλεῖν τὰς ἀλλοεθνεῖς καὶ τὰ ἐξ αὐτῶν γεννηθέντα. τῆς ἑορτῆς δὲ τῆς σκηνοπηγίας ἐπιστάσης σχεδὸν ἅπαν τὸ τοῦ λαοῦ πλῆθος συνεληλυθὸς εἰς αὐτὴν ἠξίωσαν τὸν Ἔζραν τοὺς νόμους ἀναγνωσθῆναι τοῦ Μωυσέως. καὶ ἀκούσαντες τούτων εἰς δάκρυα προήχθησαν, δυσφοροῦντες περὶ τῶν παρελθόντων. Ἔζρας δὲ μὴ δεῖν ἔφη θρηνεῖν ἑορτῆς οὔσης, ἑορτάζειν δὲ καὶ εὐωχεῖσθαι καὶ τηρεῖν τοὺς νόμους εἰς τὸ μέλλον.    Καὶ ὁ μὲν γηραιὸς ἐτελεύτησεν· τῶν δ' αἰχμαλώτων [275] τις Νεεμίας τὴν κλῆσιν, οἰνοχόος ὢν τοῦ Ξέρξου, πρὸ τῶν Σούσων περιπατῶν ξένους εἶδέ τινας εἰσιόντας τὴν πόλιν, καὶ ἀκούσας αὐτῶν ἑβραϊστὶ ὁμιλούντων, προσελθὼν ἐπυνθάνετο πόθεν εἶεν. ἥκειν δ' ἐκ τῶν Ἱεροσολύμων εἰπόντων, πῶς αὐτῶν ἔχει τὸ πλῆθος καὶ ἡ μητρόπολις Ἱεροσόλυμα προσηρώτησεν. ἀποκριναμένων δὲ κακῶς ἔχειν, πολλὰ γὰρ δεινὰ τὰ πέριξ ἔθνη αὐτοῖς ἐπάγειν, ἐδάκρυσεν ὁ Νεεμίας· καὶ τῆς ὥρας ἐπιστάσης, ὡς εἶχε διακονήσων τῷ βασιλεῖ εἰσελήλυθεν. ὁ δὲ βασιλεὺς σκυθρωπὸν αὐτὸν θεασάμενος ἤρετο διότι κατηφιᾷ. ὁ δὲ τῆς λύπης αἴτια εἶπε τὰ τῆς πατρίδος αὐτοῦ δυστυχήματα, καὶ ἐδέετο συγχωρηθῆναι αὐτῷ πορευθῆναι καὶ τό τε τεῖχος ἀνεγεῖραι καὶ τοῦ ἱεροῦ τὸ λεῖπον ἀναπληρῶσαι. καὶ ὁ βασιλεὺς κατένευσε πρὸς τὴν αἴτησιν καὶ δίδωσιν αὐτῷ τῇ ἐπιούσῃ ἐπιστολὴν πρὸς τὸν τῆς Φοινίκης καὶ Συρίας καὶ Σαμαρείας ἐπίτροπον, ἐντελλομένην αὐτῷ τιμῆσαι τὸν Νεεμίαν καὶ χορηγῆσαι τὰς εἰς τὴν οἰκοδομίαν δαπάνας. ἧκεν οὖν εἰς Ἱεροσόλυμα, πολλῶν αὐτῷ ἐκ τῶν ὁμοφύλων συνεπομένων, πέμπτον καὶ εἰκοστὸν ἔτος βασιλεύοντος Ξέρξου, καὶ τὴν ἐπιστολὴν τῷ ἐπιτρόπῳ τῶν ῥηθεισῶν χωρῶν ἐπιδέδωκε. τὴν δὲ τοῦ τείχους οἰκοδομὴν διένειμε τῷ λαῷ κατὰ κώμας καὶ πόλεις, ἵν' ὅτι τάχιστα ἀνυσθῇ. καὶ Ἰουδαῖοι μὲν πρὸς τὸ ἔργον παρεσκευάζοντο, οὕτω κληθέντες ἐξ ἧς ἡμέρας ἐκ Βαβυλῶνος ἀνέβησαν, ἀπὸ γὰρ τῆς Ἰούδα φυλῆς πρώτης ἐλθούσης εἰς ἐκείνους τοὺς τόπους αὐτοί τε Ἰουδαῖοι καὶ ἡ χώρα ὁμοίως ἐξ αὐτῶν μετωνόμαστο, Ἀμμανῖται δὲ καὶ Μωαβῖται καὶ Σαμαρεῖται τῇ τῶν τειχῶν οἰκοδομῇ ἤχθοντο, καὶ αὐτοῖς ἐπετίθεντο καὶ πλείστους ἐκτίννυον, καὶ αὐτῷ τῷ Νεεμίᾳ ἐπεβούλευον. [276] καὶ τὸ μὲν πλῆθος τούτοις ἐκταραττόμενον μικροῦ τῆς οἰκοδομῆς ἂν ἀπέστη. Νεεμίας δὲ στῖφός τι φυλακῆς ἕνεκα τοῦ σώματος προστησάμενος ἀτρύτως ἐπέμενε νύκτωρ τε καὶ μεθ' ἡμέραν τῆς πόλεως τὸν κύκλον περιιών· καὶ ταύτην τὴν ταλαιπωρίαν ὑπέμεινεν ἐπὶ διετίαν καὶ μῆνας τέσσαρας. ἐν τοσούτῳ γὰρ χρόνῳ τοῖς Ἱεροσολύμοις τὸ τεῖχος ἀπήρτιστο, ὀγδόῳ καὶ εἰκοστῷ τῆς Ξέρξου βασιλείας ἔτει, μηνὶ ἐνάτῳ. Νεεμίας δὲ τὴν πόλιν ὀλιγανδροῦσαν ὁρῶν, παρεκάλεσε τοὺς ἱερεῖς καὶ Λευίτας τὴν χώραν ἐκλιπόντας εἰς τὴν πόλιν μεταναστεῦσαι. ἐτελεύτησε δὲ Νεεμίας γηραιός, ἀνὴρ χρηστὸς τὸν τρόπον καὶ δίκαιος καὶ φιλοτιμότατος πρὸς τοὺς ὁμοεθνεῖς. === Κεφάλαιο 6 ===    Τελευτήσαντος δὲ Ξέρξου ἡ βασιλεία εἰς τὸν υἱὸν αὐτοῦ Κῦρον, ὃν καὶ Ἀρταξέρξην καλοῦσι, μετέπεσε. τῷ γοῦν τρίτῳ ἔτει τῆς βασιλείας αὐτοῦ τοὺς ἡγεμόνας καὶ τοὺς σατράπας τῶν οἰκείων καλέσας ἐθνῶν ἐφ' ἡμέρας πολλὰς εἱστία τούτους πολυτελῶς· καὶ ἡ βασίλισσα δὲ Οὐάστη ταῖς γυναιξὶν ὁμοίως συνεκρότει συμπόσιον. ἣν κάλλει πάσας νικῶσαν ἠθέλησεν ὁ βασιλεὺς τοῖς αὐτῷ συμποσιάζουσιν ἐπιδεῖξαι, καὶ πέμψας ἥκειν αὐτὴν ἐκέλευε παρὰ τὸ συμπόσιον· ἡ δὲ οὐκ ἐπείθετο, καὶ πολλάκις στείλαντος ἀνένδοτος ἦν. ὠργίσθη οὖν ὁ βασιλεὺς διὰ τὴν ἀπείθειαν. καὶ κοινοῦται τοῖς ἑπτὰ τῶν Περσῶν συμβούλοις τῆς γυναικὸς τὴν ἀπείθειαν· οἱ δ' ἐκβαλεῖν αὐτὴν δεῖν ἔκριναν. καὶ ἡ μὲν ἐκβέβλητο· ὁ δ' ἤχθετο, πρὸς αὐτὴν ἐρωτικῶς διακείμενος. οὕτω δ' ἔχοντι συνεβούλευον οἱ φίλοι παρθένους εὐπρεπεῖς πανταχόθεν συναγαγεῖν καὶ τὴν προκριθεῖσαν ἕξειν γυναῖκα. [277] πείθεται τῇ συμβουλῇ ταύτῃ, καὶ πολλῶν παρθένων ἀθροισθεισῶν εὑρέθη τις ἐν Βαβυλῶνι κόρη Ἰουδαία τὸ γένος ἐκ φυλῆς τῆς Βενιαμίτιδος, ὀρφανὴ καὶ ἀμφοῖν τῶν γονέων, παρὰ τῷ θείῳ Μαρδοχαίῳ τρεφομένη, τῶν πρώτων παρὰ τοῖς Ἰουδαίοις· Ἐσθὴρ ἦν τῇ κόρῃ τὸ ὄνομα. ἡσθεὶς οὖν ταύτῃ ὁ βασιλεὺς εἰς γυναῖκα ταύτην ἠγάγετο, καὶ περιτίθησιν αὐτῇ τὸ διάδημα. καὶ ὁ θεῖος αὐτῆς ἐκ Βαβυλῶνος εἰς Σοῦσα μετῴκησε, περὶ τὰ βασίλεια διατρίβων καὶ περὶ τῆς ἀδελφιδῆς πυνθανόμενος. οὔτε γὰρ ἐκείνη δῆλον τὸ ἔθνος ἐξ οὗπερ ἐτύγχανεν ἔθετο οὔτε ὁ Μαρδοχαῖος τὴν πρὸς αὐτὴν ὡμολόγει συγγένειαν.    Ἔθετο δὲ νόμον ὁ βασιλεὺς ὥστε μηδένα οἱ ἐπὶ τοῦ θρόνου καθημένῳ ἄκλητον προσιέναι, ἢ θνήσκειν τὸν οὕτω προσιόντα ὑπὸ τῶν αὐτῷ παρισταμένων πελεκυφόρων, εἰ μὴ ἐκεῖνος ὃν ἐν χερσὶ κατεῖχε λύγον ἐξέτεινε πρὸς αὐτόν· ὁ γὰρ τοῦ λύγου ἁπτόμενος ἀκίνδυνος ἦν. ἐπιβουλευσάντων δὲ τῷ βασιλεῖ Ἀρταξέρξῃ δύο εὐνούχων αὐτοῦ, Βαρνάβαζος οἰκέτης τοῦ ἑτέρου, τὸ γένος ὢν Ἰουδαῖος, συνεὶς τὴν ἐπιβουλὴν τῷ Μαρδοχαίῳ ἀπήγγειλε, καὶ ὃς διὰ τῆς Ἐσθὴρ τῷ βασιλεῖ τοὺς ἐπιβούλους ἐμήνυσεν. ὁ δὲ τοὺς μὲν εὐνούχους ἀνεσταύρωσε, τοῦ δὲ Μαρδοχαίου τὸ ὄνομα ἐκέλευσεν ἐγγραφῆναι τοῖς ὑπομνήμασι καὶ προσμένειν τοῖς βασιλείοις αὐτόν.    Ἀμὰν δὲ φίλον ὄντα τῷ βασιλεῖ ἐς τὰ μάλιστα ἅπαντες προσεκύνουν. Μαρδοχαίου δὲ μὴ προσκυνοῦντος διὰ τὸν νόμον αὐτόν, μαθὼν ὡς Ἰουδαῖός ἐστιν ἠγανάκτησε καὶ εἶπεν αὐτῷ ὡς οἱ μὲν ἐλεύθεροι Πέρσαι προσκυνοῦσιν αὐτόν, ὁ δὲ δοῦλος ὢν ἀπαξιοῖ τοῦτο ποιεῖν. προσελθὼν οὖν τῷ βασιλεῖ κατηγόρει τοῦ ἔθνους παντός, καὶ ᾔτει κελεῦσαι [278] πρόρριζον ἀπολέσθαι αὐτὸ καὶ μή τι λείψανον αὐτοῦ καταλιπεῖν· ἵνα μέντοι μὴ ζημιωθῇ τοὺς φόρους αὐτῶν, αὐτὸς ἐπηγγείλατο δώσειν μυριάδας ἀργυρίου τέσσαρας. ὁ μὲν οὖν Ἀμὰν ᾔτει ταῦτα· ὁ δὲ βασιλεὺς καὶ τὸ ἀργύριον αὐτῷ χαρίζεται καὶ τοὺς ἀνθρώπους, ὥστε χρῆσθαι τούτοις ὡς βούλεται. αὐτίκα οὖν διάταγμα παρὰ τοῦ Ἀμὰν ἐπέμφθη εἰς πάντα τὰ ἔθνη ὡς ἐκ τοῦ βασιλέως, περιέχον ταῦτα. "τοὺς δηλουμένους ὑπὸ τοῦ δευτέρου μου πατρὸς Ἀμὰν κελεύω πάντας σὺν γυναιξὶ καὶ τέκνοις ἀπολέσθαι, καὶ τοῦτο γενέσθαι βούλομαι τῇ τετάρτῃ καὶ δεκάτῃ τοῦ δωδεκάτου μηνὸς τοῦ ἐνεστῶτος ἔτους." τούτου κομισθέντος τοῦ γράμματος εἰς τὰς πόλεις καὶ τὰς χώρας, ἡ τῶν Ἰουδαίων ἀπώλεια ἡτοιμάζετο. εἶχον δὲ καὶ οἱ ἐν τοῖς Σούσοις ὁμοίως.    Ὁ δὲ Μαρδοχαῖος μαθὼν τὸ γενόμενον, σάκκον ἐνδὺς καὶ καταχεάμενος σποδιὰν ἐβόα ὅτι μηδὲν ἀδικῆσαν ἔθνος ἀναιρεῖται. καὶ πρὸς τὰ βασίλεια ἐλθὼν ἐκτὸς ἵστατο· οὐ γὰρ ἐξῆν μετὰ τοιούτου σχήματος εἰσελθεῖν. γνοῦσα δὲ τοῦτο Ἐσθὴρ ἡ βασίλισσα, εὐνοῦχον πρὸς Μαρδοχαῖον ἀπέστειλε γνωσόμενον ὅτου χάριν πενθεῖ· ὁ δὲ τὰ συμβάντα τῷ εὐνούχῳ ἐγνώρισε, καὶ περὶ τούτων δεηθῆναι τοῦ βασιλέως τῇ Ἐσθὴρ ἐνετέλλετο. ἡ δὲ μαθοῦσα ταῦτα δηλοῖ αὐτῷ ὅτι, μὴ κληθεῖσα παρὰ τοῦ βασιλέως, δέδοικεν ὡς ἀποθανεῖται, εἰ ἄκλητος αὐτῷ προσέλθοι. Μαρδοχαῖος δὲ ἐδήλου αὐτῇ μὴ τὴν ἰδίαν σωτηρίαν σκοπεῖν, ἀλλὰ τὴν τοῦ ἔθνους· εἰ δ' οὔ, ἔσεσθαι μὲν πάντως ἐκείνῳ βοήθειαν ἐκ θεοῦ, αὐτὴν δὲ καὶ τὸν πατρῷον οἶκον αὐτῆς διαφθαρήσεσθαι. ἡ δὲ ἐνετέλλετο αὐτῷ εἰς Σοῦσα πορευθέντι παρασκευάσαι τοὺς ἐκεῖ Ἰουδαίους νηστεῦσαι τρεῖς ἡμέρας [279] ὑπὲρ αὐτῆς. καὶ Μαρδοχαῖος μὲν οὕτως ἐποίησεν, ἡ δ' Ἐσθὴρ ῥίψασα κατὰ γῆς ἑαυτὴν μετὰ πενθίμου ἐσθῆτος καὶ ἄτροφος ἐπὶ τρισὶν ἡμέραις διαμείνασα ἐδέετο τοῦ θεοῦ. μετὰ δὲ τὰς τρεῖς ἡμέρας κόσμον μεταμφιασαμένη βασίλειον, σὺν δυσὶ θεραπαινίσιν, ὧν τῇ μὲν κούφως ἦν ἐπερειδομένη, ἡ δὲ τὸ βαθὺ τοῦ χιτῶνος καὶ μέχρι τῆς γῆς κεχυμένον ἄκροις ἀπῃώρει δακτύλοις, ἧκε πρὸς τὸν κρατοῦντα, εἰσῄει δὲ μετὰ δέους. ὡς δὲ κατὰ πρόσωπον αὐτοῦ ἐπὶ τοῦ θρόνου βασιλικῶς καθεζομένου ἐγένετο, προσιδόντος αὐτὴν βλοσυρῶς, πάρεσις ὑπὸ δέους λαμβάνει αὐτήν, καὶ τῇ παρὰ πλευρὰν ἰούσῃ ἐπέπεσεν ἀχανής. ὁ δὲ βασιλεὺς δείσας περὶ τῇ γυναικί, τοῦ θεοῦ προμηθευσαμένου τοῦτο, ἀνεπήδησεν ἐκ τοῦ θρόνου, καὶ ταῖς ἀγκάλαις αὐτὴν ὑπολαβὼν ἀνεκτᾶτο κατασπαζόμενος καὶ θαρρεῖν ἐγκελευόμενος καὶ τὴν ῥάβδον ἐκτείνας αὐτοῦ τὴν χρυσῆν καὶ τὸ σκῆπτρον ἐνθέμενος ταῖς χερσὶν αὐτῆς. ἡ δὲ ἐντεῦθεν ἀναθαρσήσασα ἐφ' ἑστίασιν αὐτὸν μετὰ τοῦ Ἀμὰν πρὸς αὐτὴν ἠξίου ἐλθεῖν. ὡς δὲ ἐπένευσε, καὶ παρῆσαν, ἐκέλευεν ἐκείνῃ ὁ βασιλεὺς δηλοῦν ὅ,τι βούλεται· μηδενὸς γὰρ ἀτευκτήσειν. ἡ δὲ εἰς τὴν ἐπιοῦσαν φράζειν αὐτῷ τὴν βούλησιν ἔλεγεν, εἰ πάλιν πρὸς αὐτὴν μετὰ τοῦ Ἀμὰν ἐφ' ἑστίασιν ἔλθοι. τοῦ δὲ βασιλέως ὑποσχομένου περιχαρὴς ὁ Ἀμὰν ἐξῄει· καὶ ἰδὼν τὸν Μαρδοχαῖον ἐν τῇ αὐλῇ ἠγανάκτησεν ὅτι μὴ αὐτῷ προσεκύνησε. καὶ οἴκοι ἐλθὼν πρὸς τὴν γυναῖκα καὶ τοὺς φίλους διηγεῖτο οἵας καὶ παρὰ τῆς βασιλίσσης ἀπολαύει τιμῆς καὶ ὡς ἄχθεται τὸν Μαρδοχαῖον βλέπων ἐν τῇ αὐλῇ. τῆς δὲ γυναικὸς αὐτοῦ φησάσης κελεῦσαι κοπῆναι ξύλον πεντήκοντα πήχεων, καὶ πρωὶ παρὰ τοῦ βασιλέως αἰτησάμενον ἀνασταυρῶσαι [280] τὸν Μαρδοχαῖον, τὴν γνώμην ἀποδεξάμενος προσέταξε τοῖς οἰκέταις ξύλον ἑτοιμάσαι καὶ στῆσαι τοῦτο ἐν τῇ αὐλῇ πρὸς τιμωρίαν Μαρδοχαίου.    Καὶ τὸ μὲν ἦν ἕτοιμον· ὁ δὲ θεὸς τῆς νυκτὸς ἐκείνης ἀφαιρεῖται τὸν ὕπνον τοῦ βασιλέως. ὁ δὲ ἀγρυπνῶν τὸν γραμματέα κομίσαντα τῶν ἰδίων πράξεων τὰ ὑπομνήματα ἀναγινώσκειν ἐκέλευσε. καὶ ἀναγινωσκομένων εὑρέθη μηνυτὴς Μαρδοχαῖος γενόμενος τῷ βασιλεῖ ἐπιβουλῆς εὐνούχων. φράσαντος δὲ τοῦτο μόνον τοῦ γραμματέως καὶ μεταβάντος ἐφ' ἑτέραν πρᾶξιν, ἐπέσχεν ὁ βασιλεύς, πυθόμενος εἰ ἔχει γέρας αὐτῷ δοθὲν ἀναγεγραμμένον. ὡς δ' ἤκουσε μηδὲν εἶναι, τίς εἴη τῆς νυκτὸς ὥρα ἤρετο· μαθὼν δὲ ὡς ὄρθρος ἤδη ἐστίν, ἐκέλευσε τῶν φίλων ὃν ἂν πρὸ τῆς αὐλῆς εὕρωσιν εἰσκαλεῖν. εὑρέθη δὲ ὁ Ἀμάν, ταχύνας ἵνα τὸν Μαρδοχαῖον αἰτήσηται. κληθέντι δὲ εἶπεν ὁ βασιλεύς "συμβούλευσόν μοι πῶς ἂν τιμήσαιμί τινα στεργόμενον ὑπ' ἐμοῦ." ὁ δὲ λογισάμενος, ἣν ἂν δῷ γνώμην, ὑπὲρ ἑαυτοῦ ταύτην δώσειν, στέργεσθαι γὰρ αὐτὸν ὑπὸ τοῦ βασιλέως τῶν ἄλλων μᾶλλον, "εἰ βούλοιο" ἔφη "τοῦτον δοξάσαι, ποίησον ἐφ' ἵππου βαδίζειν τὴν αὐτήν σοι ἐσθῆτα φοροῦντα καὶ περιαυχένιον χρυσοῦν ἔχοντα, καὶ προϊόντα τῶν ἀναγκαίων σου φίλων ἕνα κηρύσσειν δι' ὅλης τῆς πόλεως ὅτι ταύτης τυγχάνει τῆς τιμῆς ὃν ἂν βασιλεὺς τιμήσῃ." ἡσθεὶς οὖν τῇ παραινέσει ὁ βασιλεύς "ἐπιζήτησον" φησί "Μαρδοχαῖον τὸν Ἰουδαῖον, καὶ δοὺς ἐκείνῳ τὸν ἵππον καὶ τὴν στολὴν καὶ τὸ στρεπτόν, προάγων αὐτοῦ κήρυττε· σὺ γάρ μοι φίλος ἀναγκαιότατος. ταῦτα δὲ αὐτῷ παρ' ἐμοῦ ἔσται σώσαντί μου τὴν ψυχήν." τούτων ἀκούσας συνεχύθη, καὶ πληγεὶς ὑπὸ ἀμηχανίας ὅμως [281] ἔξεισιν ἄγων τὸν ἵππον καὶ τὴν πορφύραν καὶ τὸ στρεπτόν. καὶ τὸν Μαρδοχαῖον πρὸ τῆς αὐλῆς εὑρὼν σάκκον ἐνδεδυμένον ἐκέλευεν ἐνδύσασθαι τὴν πορφύραν. ὁ δέ "κάκιστε" εἶπεν "ἀνθρώπων, οὕτως ἡμῶν ταῖς συμφοραῖς ἐγγελᾷς;" γνοὺς δὲ ὡς γέρας αὐτῷ ταῦτα ἀντὶ τῆς σωτηρίας παρέσχεν ὁ βασιλεύς, μηνύσαντι τὴν τῶν εὐνούχων ἐπιβουλήν, ἐνδύεται τὴν πορφύραν καὶ περιτίθεται τὸ περιαυχένιον, καὶ ἐπιβὰς τὸν ἵππον ἐν κύκλῳ περιῄει τὴν πόλιν, προϊόντος Ἀμὰν καὶ κηρύσσοντος ὅτι οὕτως τιμᾷ βασιλεὺς ὃν ἂν στέρξῃ. === Κεφάλαιο 7 ===    Ὁ μὲν οὖν τὴν πόλιν περιελθὼν πρὸς τὸν βασιλέα ἐπάνεισιν, Ἀμὰν δὲ οἴκοι ὑπέστρεψε καὶ τὰ συμβάντα κλαίων τῇ γυναικὶ διηγεῖτο. ἐν τούτοις ἧκον ἐκ τῆς Ἐσθὴρ εὐνοῦχοι, ἐπὶ τὸ δεῖπνον τὸν Ἀμὰν ἐπισπεύδοντες. εἷς δὲ τούτων ἰδὼν τὸν σταυρὸν ἐν τῇ οἰκίᾳ αὐτοῦ, καὶ μαθὼν παρά του τῶν οἰκετῶν ὡς ἐπὶ Μαρδοχαῖον τοῦτον ἡτοίμασαν πρὸς τιμωρίαν αἰτηθησόμενον, τότε μὲν ἀπῆλθεν, ὡς δ' ἡ εὐωχία πρὸς τέλος ἦν, ἐπέτρεπε τῇ βασιλίσσῃ λέγειν ὁ βασιλεὺς τίνα αἰτεῖ, ἡ δὲ τὸν τοῦ λαοῦ κίνδυνον ἀπωδύρετο, καὶ μετὰ τοῦ ἔθνους ἔλεγεν ἐκδεδόσθαι καὶ αὐτὴ πρὸς ἀπώλειαν, καὶ τὸν Ἀμὰν ταῦτα ἐπῆγεν αἰτήσασθαι. ταραχθέντος δὲ πρὸς τοῦτο τοῦ βασιλέως καὶ ἐκπεπηδηκότος τοῦ συμποσίου, τῆς Ἐσθὴρ ὁ Ἀμὰν ἐδέετο· καὶ ἐπὶ τῆς κλίνης πεσόντος καὶ ἱκετεύοντος τὴν βασίλισσαν, ἐπεισελθὼν ὁ βασιλεύς "ὦ κάκιστε" εἶπε, "καὶ βιάζεσθαί μου τὴν γυναῖκα ἐπιχειρεῖς;" ἐν τούτοις παρὼν ὁ εὐνοῦχος περὶ τοῦ σταυροῦ εἶπεν ὃν εἶδεν ἐπὶ Μαρδοχαῖον ἡτοιμασμένον. [282] καὶ ὁ βασιλεὺς αὐτίκα κελεύει τὸν Ἀμὰν ἐπ' ἐκείνου τοῦ σταυροῦ κρεμασθῆναι. καὶ ὁ μὲν οὕτως ἀπώλετο, τὴν δὲ οὐσίαν αὐτοῦ δῶρον ἔσχηκεν ἡ βασίλισσα. γνοὺς δὲ τὴν πρὸς Ἐσθὴρ τοῦ Μαρδοχαίου συγγένειαν ὁ βασιλεὺς δίδωσιν αὐτῷ τὸν δακτύλιον ὃν ἔδωκε πρὶν τῷ Ἀμάν. καὶ ἡ βασίλισσα τὴν ἐκείνου κτῆσιν τῷ Μαρδοχαίῳ παρέσχετο, καὶ τοῦ κινδύνου ἀπαλλάξαι τὸ τῶν Ἑβραίων ἔθνος τοῦ βασιλέως ἐδέετο. καὶ ὃς γράφειν ἃ βούλεται ἐξ ὀνόματος αὐτοῦ ἐφῆκε περὶ τοῦ ἔθνους. τὰ δὲ γραφέντα ἦσαν τοιαῦτα. τοῦ μὲν Ἀμὰν κατηγόρουν ὡς πονηροῦ καὶ ἀγνώμονος καὶ αἰτησαμένου ἔθνους ἀπώλειαν μηδὲν ἀδικήσαντος, τὸν δέ γε Μαρδοχαῖον σωτῆρα ἐκάλουν, καὶ τοὺς Ἰουδαίους τὸν ἄριστον πολιτευομένους τρόπον καὶ τὸν θεὸν σεβομένους, καὶ οὐ μόνον σφᾶς τῆς τιμωρίας ἀπέλυον εἰς ἣν ὁ Ἀμὰν αὐτοὺς ἐξῃτήσατο, ἀλλὰ καὶ τιμῆς ἠξίουν καὶ τοῖς ἰδίοις νόμοις χρωμένους ζῆν μετ' εἰρήνης ἐπέτρεπον, καὶ ἐδίδουν ἀμύνεσθαι τῇ τρισκαιδεκάτῃ ἡμέρᾳ τοῦ δωδεκάτου μηνός, ὅς ἐστιν Ἄδαρ, τοὺς αὐτοὺς ἀδικήσαντας, καὶ τοῖς τῶν χωρῶν σατράπαις ἐκέλευον βοηθεῖν αὐτοῖς, ἵνα τοὺς ἐχθροὺς μετελεύσονται.    Οἱ δὲ ἐν Σούσοις Ἰουδαῖοι τὰ κατὰ τὸν Μαρδοχαῖον γνόντες, κοινὴν τὴν εὐπραγίαν ἡγήσαντο, καὶ κατὰ τὴν τρισκαιδεκάτην τοῦ Ἄδαρ μηνός, ὃς κατὰ Μακεδόνας Δύστρος ὠνόμασται, οἵ τε ἐν Σούσοις Ἰουδαῖοι περὶ πεντακοσίους ἀπέκτειναν τῶν ἐχθρῶν, καὶ οἱ ἐν ταῖς ἄλλαις πόλεσί τε καὶ χώραις ἑπτακισμυρίους καὶ πεντακισχιλίους ἀπώλεσαν. οἱ δ' ἐν Σούσοις καὶ τῇ ἑξῆς ἡμέρᾳ τριακοσίους διέφθειραν, τοῦτο αἰτησαμένης Ἐσθήρ· καὶ οἱ δέκα τοῦ Ἀμὰν [283] παῖδες ἀνεσταυρώθησαν, χαρισαμένου καὶ τοῦτο τοῦ βασιλέως αὐτῇ. τὴν δὲ τεσσαρεσκαιδεκάτην τοῦ μηνὸς ἑορτάσιμον τὸ ἔθνος ἅπαν ἐποίησε. καὶ ἔκτοτε τὰς ἡμέρας καὶ ἄμφω ἑορτάζουσι, φρουραίας ταύτας προσαγορεύοντες. ὁ δὲ Μαρδοχαῖος μέγας τε ἦν καὶ συνδιεῖπε τῷ βασιλεῖ τὴν ἀρχήν.    Τῆς δ' ἀρχιερωσύνης εἰς Ἰωάνναν μεταπεσούσης τὸν υἱὸν Ἰωδαέ, ὁ ἀδελφὸς αὐτοῦ Ἰησοῦς, φίλος ὢ Βαγώα τοῦ στρατηγοῦ τῆς Ἀρταξέρξου δυνάμεως, ὑπόσχεσιν ἔσχε τὴν ἀρχιερωσύνην λαβεῖν. διὰ ταύτην γοῦν τὴν αἰτίαν ὁ Ἰωάννας παροξυνθεὶς ἐν τῷ ναῷ ἀνεῖλε τὸν ἀδελφόν. καὶ ὁ Βαγώας εὐθὺς ἐπιστὰς εἰς τὸν ναόν τε εἰσῆλθεν εἰπὼν ὡς "εἰ οἱ τὸν φόνον ἐν τῷ ναῷ τολμήσαντες εἰσέρχονται ἐν αὐτῷ, κἀγὼ εἰσελεύσομαι καθαρώτερος τυγχάνων αὐτῶν," καὶ ἐπ' ἔτεσιν ἑπτὰ τοὺς Ἰουδαίους ἐκάκωσε. τοῦ Ἰωάννα δὲ τὴν ζωὴν καταστρέψαντος διαδέχεται τὴν ἀρχιερωσύνην ὁ υἱὸς αὐτοῦ Ἰωάδ. ἦν δὲ καὶ τούτῳ ἀδελφὸς Μανασσῆς, ᾧ Σαναβαλέτης σατράπης Δαρείου τοῦ τελευταίου βασιλέως Περσῶν τὴν ἑαυτοῦ θυγατέρα συνῴκισε, Νικασὼ καλουμένην. οἱ δὲ τῶν Ἱεροσολυμιτῶν λογάδες ἐστασίαζον, ὅτι ἀλλοφύλῳ συνῴκησεν ὁ τοῦ ἀρχιερέως ἀδελφός, καὶ ἢ διαζεύγνυσθαι ταύτης ἐκέλευον ἢ τοῦ θυσιαστηρίου ἀπέχεσθαι. ὁ δὲ πρὸς τὸν πενθερὸν ἀφικόμενος διηγήσατο ταῦτα. τοῦ δὲ Σαναβαλέτου καὶ τὴν ἱερωσύνην αὐτῷ τηρήσειν ὑπισχνουμένου καὶ ἀρχιερέα ἀποδείξειν καὶ ἡγεμόνα ὧν αὐτὸς ἦρχε τόπων, εἰ τῆς αὐτοῦ θυγατρὸς μὴ ἀπόσχοιτο, καὶ ναὸν οἰκοδομήσειν ἐπὶ τοῦ Γαριζὶν ὄρους, ὃ τῶν κατὰ Σαμάρειαν ὀρῶν ἐστιν ὑψηλότατον, τοῦ ἐν Ἱεροσολύμοις κρείττονα ἐπαγγελλομένου μετὰ γνώμης τοῦ βασιλέως Δαρείου, [284] ἐπαρθεὶς τούτοις ὁ Μανασσῆς κατέμενε παρὰ τῷ Σαναβαλέτῃ. πολλῶν δὲ καὶ ἄλλων ἱερέων καὶ Ἰσραηλιτῶν τοιούτοις γάμοις ἐμπεπλεγμένων πάντες συνῄεσαν πρὸς τὸν Μανασσῆν. ὁ μὲν οὖν Σαναβαλέτης τῷ βασιλεῖ Δαρείῳ τὴν περὶ τῆς οἰκοδομῆς τοῦ ναοῦ ἐν Γαριζὶν ἀξίωσιν προσάγειν ἡτοίμαστο, ὁ δὲ τῷ Ἀλεξάνδρῳ συμβαλὼν ἐν Ἰσσῷ τῆς Κιλικίας καὶ ἡττηθεὶς ἔφυγεν. ἀπογνοὺς οὖν ὁ Σαναβαλέτης Δαρεῖον τῷ Ἀλεξάνδρῳ πρόσεισι σὺν ὀκτακισχιλίοις τῶν ὑπ' αὐτόν, καὶ ἑαυτὸν καὶ τοὺς τόπους ὧν ἦρχεν ἔλεγε παραδιδόναι αὐτῷ. προσδεξαμένου δὲ τοῦ Ἀλεξάνδρου αὐτόν, θαρρῶν ἤδη περὶ τοῦ γαμβροῦ καὶ τῆς τοῦ ναοῦ ἀνεγέρσεως ἐν τῷ Γαριζὶν προσῆγεν ἀξίωσιν. καὶ ἐπιτραπεὶς τὴν οἰκοδομήν, σὺν πάσῃ σπουδῇ τὸν ναὸν ᾠκοδόμησε, καὶ Μανασσῆν τὸν γαμβρὸν ἀρχιερέα κατέστησεν. === Κεφάλαιο 8 ===    Ἐπεὶ δὲ μνείαν τοῦ Ἀλεξάνδρου ὁ τῆς ἱστορίας λόγος πεποίηται, καλὸν καὶ τούτου τὰς πράξεις τε καὶ τὰ ἤθη καὶ ὅθεν κἀκ τίνων ἔφυ κατ' ἐπιδρομὴν διηγήσασθαι, καὶ οὕτως αὖθις ἐπαναγαγεῖν τὸν λόγον πρὸς τὴν συνέχειαν· καὶ μᾶλλον ὅτι καὶ τοῖς Ἱεροσολύμοις οὗτος ὁ βασιλεὺς ἐπεδήμησε, καί τι θαύματος ἄξιον γέγονε πρὸς τὸν ἀρχιερέα καὶ τὸν λαὸν ἐξ αὐτοῦ, καὶ αὐτός τι θεῖον ὅραμα διηγήσατο, ὡς Ἰώσηπος ἱστορεῖ· ἃ προϊὼν ὁ λόγος μετὰ τὴν περὶ αὐτοῦ ἱστορίαν διδάξει.    Οὗτος Φιλίππου μὲν ἦν τοῦ Μακεδόνων βασιλέως υἱὸς ἐξ Ὀλυμπιάδος αὐτῷ γεννηθείς, μυθεύεται δὲ Ἄμμωνος εἶναι υἱός, ἐν εἴδει δράκοντος τῇ Ὀλυμπιάδι [285] συνευνασθέντος· Ἄμμωνα δὲ τὸν Δία φασίν. ἀλλὰ τοῦτο μὲν μῦθος· λέγεται δὲ τὴν μητέρα αὐτοῦ πρὸ τῆς νυκτὸς ᾗ τῷ Φιλίππῳ συγκατηυνάσθη ἐν ὀνείρῳ δόξαι κεραυνὸν ἐμπεσεῖν αὐτῆς τῇ γαστρί, κἀκ τούτου πῦρ ἐξαφθῆναι πολύ, καὶ τοῦτο πάντῃ φερόμενον διαλυθῆναι. μετὰ δὲ τὸν γάμον ὁ Φίλιππος καθ' ὕπνους ἐδόκει σφραγῖδα τῇ γαστρὶ τῆς γυναικὸς ἐπιβαλεῖν, ἐγγεγλύφθαι δὲ τῇ σφραγῖδι λέοντα. οἱ μὲν οὖν ἄλλοι μάντεις ἄλλως τὸν ὄνειρον ἔκρινον, Ἀρίστανδρος δὲ κύειν ἔφη τὴν σφραγισθεῖσαν· μὴ γὰρ δὴ σφραγίζεσθαι τὰ κενά· θυμοειδῆ δ' ἀποβήσεσθαι καὶ λεοντώδη τὸν τεχθησόμενον. ἐγεννήθη δὲ καθ' ἣν ἡμέραν ἐν Ἐφέσῳ ὁ ναὸς τῆς Ἀρτέμιδος ἐνεπέπρηστο· ὅτε καί τινες ἐκεῖ παρόντες τῶν μάγων διαθέοντες ἄτην καὶ συμφορὰν βαρεῖαν τῆν ἡμέραν ἐκείνην τῇ Ἀσίᾳ τεκεῖν ἔλεγον.    Ἦν δὲ τὴν χρόαν λευκὸς ὁ Ἀλέξανδρος, ἡ λευκότης δ' ἐφοινίσσετο περὶ τὸ στῆθος μάλιστα καὶ τὸ πρόσωπον, καὶ ἡδεῖά τις ἐκ τοῦ χρωτὸς αὐτοῦ ἀπέπνει ἀποφορὰ κἀκ τοῦ στόματος. τούτου δ' αἴτιον ἡ θερμότης ἂν εἴη τοῦ σώματος· πυρῶδες γὰρ ὂν καὶ πολύθερμον ἀνήλισκε τὰ ὑγρὰ καὶ οὐδὲν ἐπιπολάζειν αὐτοῦ τῷ σώματι σηπεδονῶδες εἴα. παρενέφαινε δὲ παιδόθεν τὴν ἐμβρίθειαν τοῦ φρονήματος. ποδώκης γὰρ ὤν, πρὸς τοὺς ἐρομένους εἰ Ὀλυμπίασιν ἀγωνίσεται στάδιον εἶπεν "εἰ βασιλεῦσιν ἀνταγωνίσασθαι ἔμελλον." εἰ δὲ πόλις τις τῶν ἐπιφανῶν ἁλοῦσα παρὰ τοῦ πατρὸς αὐτῷ ἀπηγγέλη ἢ ἐν μάχῃ νίκη γεγονυῖα περιφανής, ὥσπερ ἀχθόμενος τοῖς ἥλιξιν ἔλεγεν ὡς "οὐδὲν ἐμοὶ σὺν ὑμῖν ὁ πατὴρ ἀπολείψει λαμπρόν τι ἔργον ἐνδείξασθαι." τοῦ Βουκεφάλα δ' ἵππου κομισθέντος Φιλίππῳ τρισκαίδεκα [286] ταλάντων τιμῆς, καὶ μήτε ἀναβάτην προσιεμένου, ὡς τῷ Φιλίππῳ ἐδείκνυτο, μήτε φωνὴν ὑπομένοντος, κἀντεῦθεν δυσχρήστου δόξαντος κομιδῇ, "οἷον ἵππον" ὁ Ἀλέξανδρος ἔφη "μὴ εἰδότες χρήσασθαι ἀποπέμπονται." καὶ ὁ πατὴρ ἐπιτιμῶν αὐτῷ εἶπε "σὺ δὲ χρήσασθαι δυνήσῃ αὐτῷ;" ὁ δ' ἀπεκρίθη "βέλτιον ἂν ἑτέρου τούτῳ χρησαίμην." καὶ χρήσασθαι τῷ ἵππῳ ἐπιτραπείς, παραλαβὼν τὴν ἡνίαν ἐπέστρεψε πρὸς τὸν ἥλιον, συνεὶς ἴσως ὅτι τῇ σκιᾷ πρὸ αὐτοῦ σαλευομένῃ ἐταράττετο. βραχὺ δὲ καταψήσας αὐτὸν ἀνέθορε καὶ ἐπέβη αὐτοῦ, καὶ παρακαλπάσας μικρὸν ἀφῆκε πρὸς δρόμον· ἠγωνίων δ' οἱ βλέποντες. ἤδη δ' ἐπιστραφέντος σὺν φρονήματι καὶ χαρᾷ, οἱ μὲν περὶ Φίλιππον ἀνεβόησαν, ἐκεῖνος δὲ χαρμόσυνα προήνεγκε δάκρυα, καὶ φιλήσας τὸν παῖδα "ζήτει, τέκνον" ἔφη, "σοὶ βασιλείαν ἀνάλογον· Μακεδονία γάρ σε οὐ χωρεῖ." ἦν δὲ ἡ φύσις αὐτῷ δυσκίνητος μὲν ἐπιτασσομένῳ, εἰ δὲ λόγῳ τις αὐτὸν καὶ πειθοῖ μετῄει, πειθήνιος. ὡμίλησε δὲ τῷ Ἀριστοτέλει, μετασχὼν οὐ μόνον τοῦ ἠθικοῦ καὶ πολιτικοῦ λόγου, ἀλλὰ καὶ τῶν ἀπορρητοτέρων, οὓς οὐκ ἐκοινοῦντο πολλοῖς, ἐποπτικοὺς καὶ ἀκροαματικοὺς καλοῦντες αὐτούς. φέρεται γὰρ πρὸς Ἀριστοτέλην αὐτοῦ ἐπιστόλιον οὕτως ἔχον "οὐκ ὀρθῶς ἐποίησας ἐκδοὺς τοὺς ἀκροαματικοὺς τῶν λόγων· τίνι γὰρ τῶν ἄλλων διοίσομεν, εἰ καθ' οὓς ἐπαιδεύθημεν λόγους οὗτοι πάντων ἔσονται κοινοί;" ὁ δὲ ἀντεπέστειλεν ὡς "ἐκδέδονται καὶ οὐκ ἐκδέδονται," διὰ τούτων δηλῶν τὴν ἀσάφειαν καὶ τὸ δυσκατάληπτον. καὶ τῆς ἰατρικῆς δὲ οὐ τὸ θεωρητικὸν μετῄει μόνον, ἀλλὰ καὶ τὴν πρᾶξιν αὐτήν. ἑξκαιδεκέτης δὲ γεγονώς, καὶ τοῦ φρονήματος καὶ τῆς ἀνδρείας ἀπόπειραν ἤδη διδούς, [287] ὑπερηγαπᾶτο πρὸς τοῦ πατρός· διὰ δὲ τοὺς παρ' ἡλικίαν ἔρωτας τοῦ Φιλίππου καὶ τὸ τῆς μητρὸς ζηλότυπον καὶ βαρύθυμον ὁ Ἀλέξανδρος ἔσχε πρὸς τὸν πατέρα διαφοράς. === Κεφάλαιο 9 ===    Παυσανίου δὲ τὸν Φίλιππον κτείναντος παρέλαβε τὴν βασιλείαν εἴκοσι τυγχάνων ἐτῶν. καὶ τεταραγμένων πάντοθεν τῇ ἀρχῇ τῶν πραγμάτων, τόλμῃ καὶ βάρει φρονήματος αὐτὰ ταχὺ κατεστήσατο, τὰς μὲν Θήβας ἑλὼν καὶ κατασκάψας καὶ τοὺς ἁλόντας τῶν Θηβαίων ἀποδόμενος, Ἀθηναίοις δέ γε σπεισάμενος. ὅτε καὶ Τιμόκλειαν γυναῖκα Θηβαίαν καὶ τῶν ἐπιφανῶν Θρᾷξ τις τῶν ἡγεμόνων κατῄσχυνε βιασάμενος, εἶτα περὶ χρημάτων ἀνέκρινεν. ἡ δὲ μόνον αὐτὸν ἀπολαβοῦσα εἰς φρέαρ ἀπήγαγεν, ἐν τούτῳ φαμένη τῶν κειμηλίων κατακρύψαι τὰ κάλλιστα. τοῦ δ' ἡγεμόνος ἐπικλιθέντος τῷ στομίῳ τοῦ φρέατος, ὦσεν αὐτὸν ἡ γυνὴ κατ' αὐτοῦ καὶ λίθους ἄνωθεν βαλοῦσα ἔκτεινεν. ἣν δέσμιον πρὸς αὐτὸν ἀχθεῖσαν ἠρώτησεν ὁ Ἀλέξανδρος ἥτις εἴη. ἡ δὲ ἀτρέστως "Θεαγένους εἰμὶ ἀδελφή" ἀπεκρίνατο, "ὃς πρὸς Φίλιππον ᾑρέθη στρατηγὸς καὶ ὑπὲρ τῆς Ἑλλήνων ἐλευθερίας ἀγωνιζόμενος ἔπεσεν." ἀγάμενος οὖν τήν τε μεγαλοφροσύνην τῆς γυναικὸς ὁ Ἀλέξανδρος καὶ τὸ παράστημα τῆς ψυχῆς ἐλευθέραν σὺν τοῖς τέκνοις ἀπέλυσε. πρὸς Διογένην δὲ τὸν Σινωπέα περὶ Κόρινθον διατρίβοντα ἀπελθών, καὶ ἡλίῳ θαλπόμενον εὑρηκώς, ἠσπάσατό τε τὸν ἄνδρα καὶ εἴ τινος δέοιτο ἤρετο. ὁ δὲ τῆς τοῦ ἡλίου εἶπεν ἀλέας δεῖσθαι, καὶ μεταστῆναι αὐτὸν ἠξίου. ἀπιόντος δὲ τοῦ Ἀλεξάνδρου οἱ περὶ αὐτὸν κατεγέλων τοῦ Διογένους· ὁ δὲ πρὸς [288] αὐτοὺς ἔφη, θαυμάζων τὸ ὑπεροπτικὸν τοῦ ἀνδρός, ὡς "εἰ μὴ Ἀλέξανδρος ἤμην, Διογένης ἂν ἤμην."    Ὁρμήσας δὲ εἰς τὴν ἐν τῇ Ἀσίᾳ στρατείαν οὐ πρότερον τῆς νηὸς ἐπέβη πρὶν τῷ μὲν τῶν ἑταίρων ἀγρὸν ἀπονεῖμαι, τῷ δὲ κώμην, τῷ δὲ πρόσοδον ἄλλην. τοῦ δὲ Περδίκκου "τί δ', ὦ βασιλεῦ, σεαυτῷ καταλείπεις;" εἰπόντος, "τὰς ἐλπίδας" ἐκεῖνος ἀντέφησε. διαβάντι δὲ τὸν Ἑλλήσποντον οἱ τοῦ Δαρείου σατράπαι μετὰ βαρείας δυνάμεως περὶ τὴν τοῦ Γρανίκου διάβασιν αὐτῷ συνηντήκεισαν. τῶν δὲ περὶ αὐτὸν τὸ βάθος δεδιότων τοῦ ποταμοῦ, τοῦ ῥοθίου τε τὴν φορὰν καὶ τὴν ἐπὶ τούτοις τῶν πολεμίων ἐπίθεσιν, ἐκεῖνος σὺν ἴλαις ἱππέων τρισκαίδεκα ἐμβάλλει τῷ ῥεύματι, πρὸς αὐτὸ ἀποκινδυνεύων καὶ πρὸς τοὺς ἐναντίους καὶ πρὸς ἀποβάσεις ὀχθώδεις καὶ ἀπορρῶγας. διὸ καὶ μανικῶς μᾶλλον, ἀλλ' οὐ στρατηγικῶς ἔδοξε τότε ποιήσασθαι τὴν διάβασιν. οὕτω δὲ διαβὰς φύρδην ἠναγκάζετο μάχεσθαι. καὶ πολλῶν πρὸς αὐτὸν ὡρμηκότων, ἦν γὰρ ἐκ τῶν ὅπλων διάδηλος, ἀκοντισθεὶς μὲν οὐκ ἐτρώθη, κοπίδι δὲ τὸ κράνος αὐτοῦ πλήξαντός τινος, μέχρι τοσούτου τοῦ κράνους καθίκετο ἡ πληγὴ ὡς καὶ τῶν τριχῶν αὐτοῦ παραψαῦσαι τὴν κοπίδα. τῆς μάχης δ' οὕτω συνισταμένης τὸν Γράνικον αἱ Μακεδονικαὶ δυνάμεις διαβεβήκασι· καὶ οἱ τοῦ Δαρείου οὐκέτι ἀντεῖχον, ἀλλ' ἔκλιναν εἰς φυγήν. ἐκ γοῦν τῆς μάχης ταύτης πολλή τις ἐγένετο πρὸς εὐτυχίαν τῷ Ἀλεξάνδρῳ φορά· αἵ τε γὰρ Σάρδεις οἱ προσεχώρησαν καὶ τἄλλα προσέθεντο. ἐντεῦθεν εἰς τὴν παραλίαν ἐτράπετο, καὶ τήν τε Παμφυλίαν ἔσχε καὶ Κιλικίαν τε καὶ Φοινίκην Πισιδίαν τε καὶ Φρυγίαν· εἶτα Παφλαγόνας καὶ Καππαδόκας ἐχειρώσατο. [289]    Δαρεῖος δὲ ἐκ Σούσων σὺν ἑξήκοντα μυριάσιν ὥρμησε, τῷ τε πλήθει τῆς στρατιᾶς ἐπηρμένος καὶ θράσος ἔχων ὡς δειλιῶντος Ἀλεξάνδρου, ὅτι ἐπὶ μακρὸν ἐκεῖνος ἐν Κιλικίᾳ διέτριβε. τὸ δὲ διὰ νόσον ἦν, ὅτε πρὸς τῶν ἄλλων μὲν ἀπέγνωστο ἰατρῶν, Φίλιππος δὲ μόνος ὁ Ἀκαρνὰν ἐθάρσησε φαρμακεῦσαι αὐτόν. τοῦ δὲ Παρμενίωνος φθάσαντος ἐπιστεῖλαι αὐτῷ ὑπὸ Δαρείου διεφθάρθαι τὸν Φίλιππον δωρεαῖς μεγάλαις καὶ ὑποσχέσεσιν, εἰ αὐτὸν ἀνέλοι, τὴν ἐπιστολὴν ἐπῆλθε καὶ μηδενὶ περὶ αὐτῆς ἐκφήνας εἶχε παρ' ἑαυτῷ. ἄρτι δὲ τοῦ Φιλίππου τὴν κύλικα τοῦ φαρμάκου προσαγαγόντος αὐτῷ, αὐτὸς μὲν θαρρῶν ἐδέξατο ταύτην, ἐκείνῳ δὲ τὴν ἐπιστολὴν ἐνεχείρισε. καὶ ὁ μὲν ἔπινεν, ὁ δὲ ἀνεγίνωσκεν, ἐνορῶντες ἀλλήλοις, ὁ μὲν Ἀλέξανδρος ἐν ὄψει χαριέσσῃ καὶ ἱλαρᾷ, ὁ δὲ Φίλιππος ἐν περιδεεῖ καὶ τεθορυβημένῃ. τοῦ δὲ Δαρείου σπεύδοντος ἐπ' Ἀλέξανδρον, ἵν', ὡς ἔλεγε, μὴ ἀποδράσωσιν οἱ πολέμιοι, Μακεδὼν Ἀμύντας ὢν αὐτόμολος παρ' αὐτῷ "θάρρει" ἔφη, "ὦ βασιλεῦ· οὐ γὰρ φεύξεται ὁ Ἀλέξανδρος, ἀλλ' ὅσον ἤδη βαδιεῖται πρὸς σέ."    Ἐν Ἰσσῷ δὲ τῆς Κιλικίας τῆς μάχης συγκροτηθείσης, πολλὴν μὲν καὶ ὁ τόπος διὰ τὴν στένωσιν παρέσχε τῷ Ἀλεξάνδρῳ ῥοπήν, πλείω δ' αὐτὸς ἑαυτῷ δεξιῶς στρατηγήσας. ὅτε καὶ τὸν μηρὸν ἐπλήγη ξίφει, ἐν τοῖς προμάχοις ἀγωνιζόμενος. περιφανῶς δὲ νικήσας Δαρεῖον μὲν οὐχ εἷλε φυγόντα, τὸ ἅρμα δὲ καὶ τὸ τόξον αὐτοῦ ἔλαβε. τὸ δὲ Δαρείου στρατόπεδον διηρπάγη παρὰ τῶν Μακεδόνων, ἡ μέντοι τοῦ Δαρείου σκηνὴ τῷ Ἀλεξάνδρῳ ἐξῄρητο μετὰ τῆς θεραπείας καὶ τοῦ πλούτου καὶ τῆς ἄλλης παρασκευῆς. εἶτα τὴν μητέρα καὶ τὴν γυναῖκα Δαρείου καὶ δύο [290] θυγατέρας αἰχμαλώτους ἄγεσθαί τις ἀγγέλλει αὐτῷ, ὀλολυζούσας ὡς τεθνηκότος Δαρείου, ἐπεὶ τὸ ἅρμα ἐκείνου καὶ τὰ τόξα ληφθέντα τεθέανται. περιπαθήσας δὲ πρὸς τὴν ἀγγελίαν διὰ τὸ τῆς τύχης ἀστάθμητον, πέμπει τινὰ πρὸς τὰς γυναῖκας ἐροῦντα ὅτι τε ζῇ Δαρεῖος καὶ ὅτι αὐταῖς οὐδὲν ἀηδὲς ἀπαντήσεται· οὐ γὰρ ἐχθρὸν ἡγεῖσθαι Δαρεῖον, ἀλλ' ὑπὲρ τῆς βασιλείας αὐτῷ διαφέρεσθαι. οὔτε δὲ τῆς θεραπείας ἧς εἶχον ἀφείλετό τι οὔτε εἰς ὄψιν ἦλθεν αὐταῖς οὔτε παρά του ἀνάξιόν τι ταύτας παθεῖν ἢ προσδοκῆσαι ἠνέσχετο. === Κεφάλαιο 10 ===    Ἤδη δὲ νενικηκὼς ἐν Ἰσσῷ γέγονεν ἐγκρατὴς καὶ τῆς Δαμασκοῦ, ἔνθα οἱ Πέρσαι καὶ Δαρεῖος αὐτὸς τά τε χρήματα καὶ τῆς ἀποσκευῆς τὰ πλείω κατέλιπον. μετὰ δὲ ταῦτα ἥ τε Κύπρος καὶ ἡ Φοινίκη, τῆς Τύρου χωρίς, αὐτῷ ἐγκεχείριστο. ἡ δὲ Τύρος πολιορκίᾳ ἑάλω, διττοὺς ὀνείρους ἐν τῷ ταύτην πολιορκεῖν τοῦ Ἀλεξάνδρου θεασαμένου· ἐδόκει γὰρ ὁ Ἡρακλῆς καλῶν αὐτὸν ἐκ τοῦ τείχους καὶ δεξιούμενος· ὁ δ' ἕτερος ὄνειρος Σάτυρον αὐτῷ ἐδείκνυ προσπαίζοντα, καὶ βουλομένου συσχεῖν διαφεύγοντα, ὀψὲ δὲ εἰς χεῖρας ἐλθόντα αὐτῷ. ἐκρίθη δ' οὗτος ὁ ὄνειρος δηλοῦν αὐτῷ κατὰ διαίρεσιν τοῦ ὀνόματος ὡς "σὰ Τύρος ἔσται." εἶτα τὴν Γάζαν πολιορκῶν, πόλιν τῆς Συρίας μεγάλην, ἐπλήγη τὸν ὦμον λίθῳ, τὴν δὲ πόλιν κατέσχε. κυριεύσας δὲ τῆς Αἰγύπτου ἠβουλήθη πόλιν ἐν αὐτῇ Ἑλληνίδα εἰς ὄνομα οἰκεῖον ἱδρύσασθαι, καί τινα τόπον ἤδη τῇ πόλει ἀφώρισε. κοιμωμένῳ δὲ ἀνὴρ ἔδοξεν ἐπιστῆναι πολιός τε καὶ γεραρός, εἶναι δὲ τὸν φανέντα τὸν Ὅμηρον, καὶ λέγειν τὰ ἔπη ταῦτα, [291] νῆσος ἔπειτά τις ἔστι πολυκλύστῳ ἐνὶ πόντῳ    Αἰγύπτου προπάροιθε· Φάρον δέ ἑ κικλήσκουσιν. ἀναθορὼν οὖν αὐτίκα πρὸς τὴν Φάρον ἀφίκετο, καὶ τῇ τοῦ τόπου ἀρεσθεὶς εὐφυΐᾳ ἐκεῖ τὴν πόλιν ἱδρύσατο, ἠπειρώσας αὐτὴν διὰ χώματος, νῆσον οὖσαν τὸ πρότερον. λέγεται δὲ ὡς ἡσθεὶς τῇ τοῦ τόπου φυσικῇ ἐπιτηδειότητι ἔφη ὡς Ὅμηρος ἄρα τἄλλα τε μέγας ἦν καὶ ἀρχιτέκτων σοφός. εἰς Ἄμμωνος δὲ ἱερὸν ἀπιὼν δι' ἀνύδρου καὶ ἀμμώδους τόπου, τὴν αὐτῷ παρομαρτοῦσαν ἐν ἅπασιν εὐτυχίαν εὗρε κἀκεῖ τὸ ἐργῶδες τῆς πορείας ἐκείνης ἐπικουφίζουσαν. ὑετοὶ γὰρ γενόμενοι τὸν ἐκ τῆς ἀνυδρίας κίνδυνον διεκρούσαντο καὶ τὸν ἀέρα εὐκραῆ πεποιήκασιν, ὑγρανθείσης τῆς ἄμμου καὶ συμπιληθείσης ἐκ τῆς ὑγρότητος. τῶν δὲ τῆς ὁδοῦ γνωρισμάτων συγχυθέντων οἱ ταύτης ἡγεμόνες πεπλάνηντο· κόρακες δὲ ὑπεριπτάμενοι τῆς πορείας ἡγοῦντο τοῖς μετ' αὐτοῦ, καὶ εἴ τινες βραδυποροῦντες ὑπελιμπάνοντο, νυκτὸς ἐκείνους ταῖς κλαγγαῖς ἀνεκόμιζον. οὕτω δὲ διελθόντι τῆς πορείας τὸ δύσεργον, καὶ εἰς Ἄμμωνος φθάσαντι, ὁ ἐκεῖ προφήτης Ἕλληνι φωνῇ θέλων προσφωνῆσαι αὐτῷ, ἐβαρβάρισε περὶ τὸ τέλος τὸ πρόσρημα, ὦ παιδίος ἀντὶ τοῦ παιδίον εἰπών. καὶ ὁ βαρβαρισμὸς δόξαν πολλοῖς παρέσχε τοῦ ἐκ θεῶν τοῦ Ἀλεξάνδρου γεγονέναι τὴν γένεσιν, διαδοθέντος λόγου ὅτι παῖ Διὸς ὁ προφήτης εἶπεν αὐτῷ. κἀκεῖνος πρὸς μὲν τοὺς βαρβάρους ἐμεγαλαύχει τὴν γένεσιν τὴν ἐκ τοῦ θεοῦ, ὡς καὶ τὴν Ὀλυμπιάδα λέγειν "οὐ παύσεται διαβάλλων με πρὸς τὴν Ἥραν ὁ Ἀλέξανδρος;" πρὸς δὲ τοὺς Ἕλληνας τοῦ λόγου ἐφείδετο. [292] βέλει δέ ποτε τρωθείς, αἵματος ἐκ τῆς πληγῆς καταρρέοντος "τὸ ῥέον" εἶπεν "αἷμα καὶ οὐκ    ἰχὼρ οἷός πέρ τε ῥέει μακάρεσσι θεοῖσιν." ὡς δὲ ὁ Δαρεῖος ἐπέστειλεν αὐτῷ, μύρια μὲν τάλαντα διδοὺς λύτρον τῶν φιλτάτων αὐτοῦ καὶ τῆς ἐντὸς Εὐφράτου πάσης αὐτῷ ἐξιστάμενος καὶ φίλον αὐτὸν ποιούμενος μίαν τῶν θυγατέρων αὐτοῦ γήμαντα, ὁ Παρμενίων "εἰ Ἀλέξανδρος" εἶπεν "ἤμην, ἔλαβον ἂν ταῦτα·" "κἀγώ" ἔφη "νὴ Δία, εἰ Παρμενίων." ἀντεπέστειλε δὲ τῷ Δαρείῳ, εἰ πρὸς αὐτὸν ἀφίκηται, μή τινος ἀτυχῆσαι τῶν φιλανθρώπων. ἀποδρὰς δέ τις τῶν εὐνούχων τῆς γυναικὸς Δαρείου, καὶ πρὸς ἐκεῖνον διασωθείς, τὸν θάνατον τῆς βασιλίσσης ἀπήγγειλεν· ἔφθη γὰρ θανοῦσα ἐκ τοκετοῦ. Δαρεῖος δὲ ἀνεκλαύσατο, φήσας ὅτι οὐ μόνον αἰχμάλωτος ἡ βασίλισσα γέγονεν, ἀλλὰ καὶ ταφῆς βασιλικῆς οὐ τετύχηκε. καὶ ὁ εὐνοῦχος "ἀλλὰ θάρρει, ὦ δέσποτα," ἔφη. οὔτε γὰρ ζῶσά μου ἡ δέσποινα καὶ ἡ μήτηρ ἡ σὴ καὶ τὰ τέκνα κακοῦ τινος ἐπειράθησαν, οὔτ' ἀποθανοῦσα ταφῆς ἐκείνη πρεπούσης ἠμοίρησεν, ἀλλὰ καὶ πολεμίων τετίμηται δάκρυσι." τούτοις ὁ Δαρεῖος εἰς ὑποψίας ἀτόπους ἐνέπεσε, καὶ τὸν εὐνοῦχον ἰδίᾳ παραλαβών, ὅρκοις προκατελάμβανεν εἰπεῖν, εἴ τις περὶ τὴν γυναῖκα γέγονε τῷ Ἀλεξάνδρῳ ἐμπάθεια. "πῶς γάρ" ἔλεγε "παρ' ἐχθροῦ καὶ νέου ἀνδρὸς πολεμίου γυνή, ὡς ἔφης, οὕτω τετίμηται;" ὁ δ' εὐνοῦχος τὸν λόγον ἐγκόψας "εὐφήμει, δέσποτα," ἔφη "καὶ μήτε τὴν γυναῖκα καταίσχυνε μήτ' αὖ κακηγόρει Ἀλέξανδρον, ὃς πλέον ταῖς Περσίσι τὸ σῶφρον ἢ τοῖς Πέρσαις τὸ γενναῖον ἐνέφηνε·" καὶ [293] ὅρκοις τοὺς λόγους ἐβεβαίου, περὶ τῆς ἐγκρατείας Ἀλεξάνδρου καὶ τῆς ἄλλης ἀρετῆς διηγούμενος. καὶ ὁ Δαρεῖος ηὔχετο δυνηθῆναι ἀμείψασθαι τὸν Ἀλέξανδρον ὧν εἰς τὰ φίλτατα καλῶν ἐνεδείξατο, ἢ μὴ ἄλλον εἰς τὸν Κύρου καθίσαι θρόνον ἢ τὸν Ἀλέξανδρον. === Κεφάλαιο 11 ===    Ἤδη δὲ τὴν ἐντὸς Εὐφράτου χώραν παρειληφὼς ὁ Ἀλέξανδρος ἐπὶ Δαρεῖον ἀπῄει ἑκατὸν μυριάδας στρατοῦ ἐπαγόμενον. ὡς δ' ἐν ὄψει ἀλλήλων ἐγένοντο τὰ στρατεύματα, καὶ νὺξ ἦν, καὶ τὸ μεταξὺ πεδίον τὰ πυρὰ τῶν βαρβάρων κατέλαμπον, καὶ θόρυβος ἐκ τοῦ στρατοπέδου προσήχει πολύς, Παρμενίων καὶ ἄλλοι τῶν ἑταίρων τινὲς ἐκπλαγέντες τὸ πλῆθος συνεβούλευον Ἀλεξάνδρῳ νυκτὸς ἐπιθέσθαι τοῖς πολεμίοις· μὴ γὰρ ἂν δυνηθῆναι κατὰ συστάδην ἀντιστῆναι τοσούτῳ στρατεύματι. ὁ δέ "οὐ κλέπτω τὴν νίκην" εἶπε· τῇ δ' ἐπιούσῃ τῆς μάχης συγκροτηθείσης, ὡς μέν τινές φασιν, ἐν Ἀρβήλοις, ὡς δ' ἕτεροι, ἐν Γαυσαμήλοις, οἱ βάρβαροι ἐνέκλιναν, καὶ ἦν αὐτῶν διωγμός. Ἀλέξανδρος δὲ πόρρωθεν τὸν Δαρεῖον ἰδὼν ἐφ' ἅρματος ὑψηλοῦ, ἱππόταις πλείστοις καὶ λαμπρῶς ὡπλισμένοις περικυκλούμενον, ἐκεῖ συνώθει τοὺς φεύγοντας, ὥστε τούτοις συνταράξαι τοὺς μένοντας καὶ πολλοὺς σκεδάσαι αὐτῶν. πολλῶν δὲ πεσόντων τοῦ Δαρείου ἐνώπιον, ὡς οὐκ ἦν ἐξελάσαι τὸ ἅρμα τοῖς πτώμασι συνεχόμενον, τούτου μὲν ἀπέβη Δαρεῖος, θήλειαν δ' ἵππον ἀναβεβηκὼς ἔφυγεν. ἑάλω δ' ἄν, εἰ μὴ Παρμενίων τὸν Ἀλέξανδρον μετεπέμψατο ἐπαρήξοντα τῷ κατ' αὐτὸν κέρατι πονουμένῳ. [294]    Ἡ μὲν οὖν νίκη λαμπρὰ τῷ Ἀλεξάνδρῳ προσγέγονεν, ἡ δὲ Περσῶν βασιλεία ἐντεῦθεν καθῄρητο, Ἀλέξανδρος δὲ τῆς Ἀσίας βασιλεὺς ἀνηγόρευτο καὶ ἐπ' αὐτῷ ἡ Βαβυλωνία πᾶσα ἐγένετο. Σούσων δὲ κρατήσας τετρακισμύρια τάλαντα νομίσματος κατὰ τὰ βασίλεια εὕρηκε καὶ ἄλλων χρημάτων ἀμυθήτων πολυτέλειαν. κυριεύσας δὲ καὶ τῆς Περσίδος νομίσματος εὗρε πλῆθος ὅσον ἐν Σούσοις. τὸν ἄλλον δὲ πλοῦτον ἱστοροῦσιν ἐκκομισθῆναι μυρίοις ὀρικοῖς ζεύγεσι καὶ πεντακισχιλίαις καμήλοις. ἐμπρήσας δὲ τὰ βασίλεια, ταχὺ μετεμελήθη καὶ κατασβεσθῆναι ταῦτα προσέταξε. μεγαλόδωρος δὲ τυγχάνων, ἔτι μᾶλλον ἐπεδίδου πρὸς τοῦτο τῶν πραγμάτων αὐξομένων αὐτῷ. ὁρῶν δὲ τοὺς περὶ αὐτὸν τρυφῶντας καὶ ταῖς διαίταις πολυτελεῖς, καθήψατο πρᾴως αὐτῶν, θαυμάζειν εἰπὼν εἰ μὴ ἔμαθον ἐκ συγκρίσεως τοῦ Περσῶν βίου πρὸς τὸν σφέτερον ὅτι δουλικώτατον μέν ἐστι τὸ τρυφᾶν, τὸ δὲ πονεῖν ἀρχικώτατον. αὐτὸς μέντοι οὐκ ἐνεδίδου καὶ στρατείαις καὶ θήραις πονῶν. οἱ δ' ἑταῖροι αὐτοῦ διὰ πλοῦτον τρυφᾶν βουλόμενοι, συνέπεσθαι δέ οἱ ἀναγκαζόμενοι, εἰς τὸ βλασφημεῖν αὐτὸν προῄεσαν. ὁ δὲ πρᾴως ἔφερε τὴν ἀρχὴν τὰς βλασφημίας, λέγων βασιλικὸν εἶναι τὸ κακῶς ἀκούειν εὐεργετοῦντα. ὕστερον μέντοι αὐτὸν αἱ πολλαὶ διαβολαὶ ἐξετράχυναν καὶ πρὸς τοὺς βλασφημοῦντας αὐτὸν χαλεπὸν γενέσθαι καὶ ἀπαραίτητον παρεσκεύασαν. καίτοι πρῴην, ὅτε θανατικῶν ἠκροᾶτο δικῶν, εἰώθει τῷ ἑνὶ τῶν ὤτων τὴν χεῖρα ἐπιτιθέναι, ὡς ἄψαυστον αὐτὸ τῷ κατηγορουμένῳ τηρῶν καὶ τῆς κατηγορίας ἀμέθεκτον.    Ἐξελαύνων δ' ἐπὶ Δαρεῖον μετὰ τρισχιλίων ἐφ' ἡμέρας πλείους ἐδίωκεν, ὡς ἀπαγορεῦσαι τοὺς πλείονας [295] διά τε τὴν χαλεπότητα τῆς ὁδοῦ καὶ τὴν ἀνυδρίαν. ὅτε Μακεδόνες τινὲς ἐν ἀσκοῖς ὕδωρ κομίζοντες αὐτῷ συνήντησαν, καὶ πλήσαντες κράνος προσήνεγκαν αὐτῷ κακῶς ὑπὸ δίψους διακειμένῳ· ὁ δὲ τὸ κράνος λαβών, καὶ τοὺς περὶ αὐτὸν πρὸς αὐτὸν ἰδὼν ἀποβλέποντας, οὐκ ἔπιεν, ἀλλ' ἐπέδωκε τοῖς δοῦσιν αὐτό, εἰπὼν ὡς "εἰ ἐγὼ πίομαι μόνος, ἀθυμήσουσιν οὗτοι." ἐμβαλὼν δὲ ἤδη τοῖς πολεμίοις, τὸ μὲν στρατόπεδον αὐτῶν παρῆλθε, τὸν δὲ Δαρεῖον ἠπείγετο καταλήψεσθαι. ὁ δ' ἔκειτο ἐν ἁρμαμάξῃ τραυμάτων κατάπλεως καὶ ἤδη ἐκλείπων. αἰτήσας δὲ ὕδωρ καὶ πιὼν εἶπε πρὸς τὸν δόντα Πολύστρατον "τοῦτό μοι πέρας δυστυχίας ἁπάσης, ὅτι εὖ παθὼν ἀμείψασθαί σε οὐ δύναμαι· Ἀλέξανδρος δέ σοι τὴν χάριν ἀνταποδοίη, Ἀλεξάνδρῳ δὲ οἱ θεοὶ τῆς εἰς μητέρα καὶ γυναῖκα καὶ παῖδας τοὺς ἐμοὺς ἐπιεικείας." καὶ ἐπὶ τούτοις ἐξέλιπεν. ἐπιστὰς δὲ αὐτῷ θανόντι Ἀλέξανδρος τῇ ἑαυτοῦ χλαμύδι τὸν ἐκείνου νεκρὸν περιέστειλε καὶ πρὸς τὴν μητέρα βασιλικῶς κεκοσμημένον ἀπέστειλε. τὸν δὲ Βῆσσον, ὃς ἐκεῖνον ἀνεῖλε, διεσφενδόνησε, δυσὶ βίᾳ κλιθεῖσι δένδροις προσαρτηθῆναι κελεύσας αὐτόν, εἶτα μεθεῖναι τὰ δένδρα καὶ οὕτω διασπασθῆναι τὸν ἄνθρωπον, ἑκάστου τῶν δένδρων μετὰ σφοδρότητος εἰς τὴν κατὰ φύσιν ὡρμηκότος ἀνάτασιν. εἰς Ὑρκανίαν δὲ ἀπιὼν περὶ τὸ Ὑρκάνιον πέλαγος, ὃ καὶ Κάσπιον λέγεται, βαρβάρων τινῶν τὸν ἵππον αὐτοῦ τὸν Βουκεφάλαν ἀφελομένων ἐβαρυθύμησε, καὶ πέμψας ἠπείλησε πάντας ἀποκτενεῖν, εἰ μὴ τὸν ἵππον αὐτῷ ἀναπέμψειαν· οἱ δὲ καὶ τὸν ἵππον ἐκόμισαν καὶ ἑαυτοὺς αὐτῷ ἐνεχείρισαν. === Κεφάλαιο 12 ===    Ἐντεῦθεν εἰς τὴν Παρθικὴν ἀναζεύγνυσιν, ἔνθα [296] πρῶτον βαρβαρικὴν στολὴν ἐνεδύσατο, τῆς μὲν Μηδικῆς ἀτυφοτέραν, τῆς δὲ Περσικῆς σοβαρωτέραν· ἐδόκει δὲ τοῖς Μακεδόσι τὸ θέαμα φορτικόν. ἐπιλεξάμενος δὲ τρισμυρίους παῖδας τῶν αἰχμαλώτων ἐκέλευσε γράμματα σφᾶς Ἑλληνικὰ ἐκδιδάσκεσθαι καὶ κατὰ Μακεδόνας ὁπλίζεσθαι. τῆς Ῥωξάνης δὲ ὡραίας ἐρασθεὶς γυναικὸς οὐκ ἄλλως αὐτῇ προσῆλθεν ἢ κατὰ νόμον. τῶν δὲ φίλων αὐτοῦ τὸν μὲν Ἡφαιστίωνα, ἐπαινοῦντα τὴν στολὴν ἣν ἐνέδυ καὶ ὁμοίως αὐτῷ μεταμφιασάμενον, φιλαλέξανδρον ἐκάλει, τὸν δὲ Κρατερόν, μὴ παρεξιόντα τὰ πάτρια, φιλοβασιλέα· καὶ τῷ μὲν πρὸς τοὺς βαρβάρους ἐκέχρητο, διὰ δὲ τοῦ Κρατεροῦ τοῖς Μακεδόσι καὶ τοῖς Ἕλλησιν ἐχρημάτιζε. Φιλώταν δὲ τὸν υἱὸν Παρμενίωνος, μεγαλαυχοῦντα ὡς παρ' αὐτοῦ καὶ τοῦ πατρὸς αὐτοῦ τῶν κατορθωμάτων γινομένων, καὶ μειράκιον τὸν Ἀλέξανδρον ὀνομάζοντα, εἶτα καὶ ἐπιβουλεύοντα γνοὺς ἀνεῖλε. πέμψας δὲ εἰς Μηδίαν καὶ τὸν πατέρα αὐτοῦ, ἐκεῖ γὰρ ἦν, προσαπέκτεινε. καὶ τὸν Κλεῖτον δὲ τῶν ἑταίρων ἕνα τυγχάνοντα, παρὰ πότον ᾀδομένων ποιημάτων εἴς τινας στρατηγοὺς πεποιημένων ἔναγχος ἡττηθέντας ὑπὸ βαρβάρων, καὶ τοῦ Ἀλεξάνδρου ἡδέως αὐτῶν ἀκούοντος, τραχυνόμενον καὶ ἀγανακτοῦντα καὶ μεγαλαυχοῦντα ὑπ' αὐθαδείας καὶ μέθης καὶ κατ' αὐτοῦ βλασφημοῦντα πρῶτον μὲν μήλῳ ἔβαλεν, ἔτι δ' ἀναιδευόμενόν τε καὶ θρασυνόμενον καὶ τὰ τοῦ Εὐριπίδου ἰαμβεῖα λέγοντα    οἴμοι, καθ' Ἑλλάδ' ὡς κακῶς νομίζεται καὶ τὰ λοιπὰ ὑπερζέσας θυμῷ ὁ Ἀλέξανδρος αἰχμῇ διελάσας ἀπέκτεινεν. αὐτίκα δὲ τοῦ θυμοῦ παυθέντος [297] μεταμεληθεὶς ὥρμησε καὶ ἑαυτὸν ἀνελεῖν, ἐπεσχέθη μέντοι παρὰ τῶν σωματοφυλάκων, καὶ εἰσηνέχθη πρὸς θάλαμον, ἔνθα τὴν νύκτα καὶ τὴν μετ' αὐτὴν ἡμέραν ἐν θρήνοις διαγαγὼν ἀπειρηκὼς ἔκειτο ἄναυδος, στένων μόνον βαρύτατα. καὶ τῶν φίλων εἰσιόντων πρὸς αὐτὸν οὐ προσίετο τοὺς λόγους αὐτῶν. Ἀριστάνδρου δὲ τοῦ μάντεως ὄψεως αὐτὸν ἀναμνήσαντος ἣν εἶδε περὶ τοῦ Κλείτου καί τινων σημείων ἐκείνῳ γενομένων, καὶ εἱμαρτὸν εἶναι τὸ γενόμενον λέγοντος, ἤρξατο ἐνδιδόναι.    Μέλλων δὲ εἰς τὴν Ἰνδικὴν ἐμβάλλειν, συνεσκευασμένων τῶν ἁμαξῶν πρώταις μὲν ταῖς οἰκείαις ἐνῆκε πῦρ, εἶτα καὶ ταῖς τῶν φίλων, καὶ μετὰ ταῦτα καὶ τὰς τῶν Μακεδόνων καταπρῆσαι ἐκέλευσε. τοῦτο δὲ γεγονὸς ὀλίγους μὲν ἐλύπησεν, οἱ δὲ λοιποὶ βοῇ καὶ ἐνθουσιασμῷ πρὸς τὸ ἔργον ὡρμήκασι καὶ τὸν Ἀλέξανδρον προθυμίας πρὸς τὴν στρατείαν ἐνέπλησαν. ἤδη δὲ καὶ φοβερὸς ἦν καὶ ἀπαραίτητος κολαστὴς τῶν πλημμελούντων. πολλοὶ μὲν οὖν κατὰ τὰς μάχας αὐτῷ συνέπεσον κίνδυνοι καὶ νεανικοῖς ἀπήντησε τραύμασι, τὴν δὲ πλείστην φθορὰν τῆς στρατιᾶς ἀπορίαι τῶν ἀναγκαίων καὶ δυσκρασίαι τοῦ περιέχοντος ἀπειργάσαντο. αὐτὸς δὲ διὰ τόλμαν οὐδὲν ᾤετο τοῖς θαρσαλέοις ἀνάλωτον οὐδέ τι ὀχυρὸν τοῖς ἀτόλμοις. πέτρᾳ δέ τινι ἀποτόμῳ προσβαλὼν σὺν τοῖς νεωτέροις τῶν Μακεδόνων, Ἀλέξανδρόν τινα ἐν τούτοις καλούμενον προσαγορεύσας "ἀλλὰ σοί γε" εἶπε "καὶ διὰ τὴν κλῆσιν ἀνδραγαθεῖν προσήκει." ποταμὸν δὲ βαθὺν τῶν Μακεδόνων περᾶν ὀκνούντων "τί γάρ" εἶπεν "ὁ κάκιστος ἐγὼ νεῖν οὐκ ἔμαθον;" ὡς δὲ παρῆσαν ἀπὸ τῶν πολιορκουμένων πόλεων πρέσβεις πρὸς αὐτόν, ὁ πρεσβύτατος αὐτῶν [298] Ἄκουφις τοὔνομα ἠρώτησε τί ἂν ποιοῦντες φίλοι αὐτοῦ λογίζοιντο· ὁ δὲ Ἀλέξανδρος "εἰ σὲ μέν" εἶπεν "αἱρήσονται ἄρχοντα, ἐμοὶ δὲ πέμψουσιν ἄνδρας ἑκατὸν τοὺς ἀρίστους." γελάσας οὖν πρὸς ταῦτα ὁ Ἄκουφις "ἀλλὰ βέλτιον" εἶπεν "ἄρξω, ὦ βασιλεῦ, εἰ τοὺς κακίστους σοι καὶ μὴ τοὺς ἀρίστους στελῶ." === Κεφάλαιο 13 ===    Ὁ μέντοι Ταξίλης μοίρας ἄρχων τῆς Ἰνδικῆς παμφόρου τε καὶ εὐδαίμονος, οὐκ ἀποδεούσης Αἰγύπτου, σοφὸς δὲ ὢν ἀνήρ, πέμψας ἠσπάσατο τὸν Ἀλέξανδρον καί "τί δεῖ πολέμων ἡμῖν" ἔφη, "εἰ μήτε ὕδωρ ἀφαιρησόμενος ἡμῶν ἀφῖξαι μήτε τροφὴν ἀναγκαίαν; τοῖς δ' ἄλλοις εἰ μὲν κρείττων ὦ, ἕτοιμός εἰμι εὖ ποιεῖν, εἰ δὲ ἥττων, οὐ φεύγω χάριν ἔχειν εὖ παθών." ἡσθεὶς οὖν ἐπὶ τούτοις ὁ Ἀλέξανδρος "ἐγώ" φησίν "ἀγωνιοῦμαι πρὸς σὲ καὶ διαμαχοῦμαι ταῖς χάρισιν, ὥς μου χρηστὸς ὢν μὴ περιγένῃ." λαβὼν δὲ δῶρα πολλὰ καὶ πλείονα παρασχὼν τέλος χίλια τάλαντα νομίσματος αὐτῷ ἐδωρήσατο. σπεισάμενος δέ τινι πόλει τῶν Ἰνδικῶν, ἀπιόντας ἐκεῖθεν τοὺς ἐν αὐτῇ μισθοφοροῦντας τῶν μαχιμωτάτων Ἰνδῶν ἀπέκτεινεν ἅπαντας· ὃ τοῖς αὐτοῦ πολεμικοῖς ἔργοις οἷά τις κηλὶς πρόσεστιν. εἶτα πρὸς Πῶρον ἐμαχέσατο, καὶ τοῦτον χώρας Ἰνδικῆς βασιλεύοντα, τὸ μέγεθος τοῦ σώματος ἔχοντα εἰς τέσσαρας πήχεις ἀνατρέχον καὶ σπιθαμήν. τοῦτον νικήσας καὶ ζῶντα λαβὼν ὁ Ἀλέξανδρος ἠρώτησε πῶς ἂν αὐτῷ χρήσαιτο, ὁ δέ "βασιλικῶς" ἀπεκρίνατο· πυνθανομένου δ' ἔτι τοῦ Ἀλεξάνδρου εἴ τι καὶ ἕτερον λέγει, ὁ Πῶρος "πάντα" ἔφη "τῷ βασιλικῶς ἔνεστιν." ἀφῆκεν οὖν αὐτὸν καὶ ἄρχειν δέδωκε, σατράπην ὀνομαζόμενον, οὐ μόνον [299] ὧν ἦρχε πρῴην, ἀλλὰ καὶ ἄλλων πολλῶν. ἐν ταύτῃ τῇ μάχῃ καὶ ὁ Βουκεφάλας τρωθεὶς μετὰ καιρὸν ἐτελεύτησεν, ἤδη ὑπέργηρως γεγονώς. ὁ δὲ Ἀλέξανδρος ἤλγησεν ὥς τινα φίλον ἀποβαλών.    Οἱ μέντοι Μακεδόνες ἐν τῇ πρὸς Πῶρον μάχῃ πεπονηκότες οὐκ ἐπείθοντο Ἀλεξάνδρῳ καὶ τὸν Γάγγην ποταμὸν περᾶσαι βιαζομένῳ, εὖρος μὲν ἔχοντα σταδίους τριάκοντα πρὸς δυσί, βάθος δὲ ὀργυιὰς ἑκατόν. ὁ δὲ δυσθυμήσας ἀπρόϊτος ἐν τῇ σκηνῇ ἔμενεν, ἥττης λογιζόμενος συγκατάθεσιν τὸ τὸν Γάγγην μὴ παρελθεῖν. τῶν δὲ φίλων παρακαλούντων καὶ τῶν στρατιωτῶν ἀντιβολούντων μετὰ κλαυθμοῦ, ἐνδέδωκέ τε καὶ ἀνεζεύγνυε. πολλὰ δὲ πορθμεῖα καὶ σχεδίας πηξάμενος ἐκομίζετο διὰ τῶν ποταμῶν, θέλων τὴν ἔξω θάλασσαν ἐπιδεῖν· καὶ παραπλέων ἀπέβαινε καὶ πόλεις ἐχειροῦτο. ἐν δὲ Μαλλοῖς γεγονώς, μαχιμωτάτοις οὖσιν Ἰνδῶν, μικροῦ ἐκινδύνευσε. πρῶτος γὰρ διὰ κλίμακος ἐπὶ τὸ τεῖχος ἀναβάς, τῆς κλίμακος συντριβείσης καὶ τῶν πολεμίων ἐπιτιθεμένων καὶ βαλλόντων αὐτόν, συστρέψας ἑαυτὸν εἰς μέσους ἄνωθεν ἀφῆκε τοὺς ἐναντίους· καὶ κατὰ τύχην ὀρθὸς ἔστη. καὶ τὸ μὲν πρῶτον οἱ βάρβαροι ἐσκεδάσθησαν, ἰδόντες δὲ αὐτὸν καὶ δύο μόνους ὑπασπιστάς, ἐπαναστραφέντες ἠμύνοντο καὶ ἀγχεμάχοις ὅπλοις ἐτίτρωσκον. εἷς δ' ἀποστὰς βέλει ἐκ τόξου βαλὼν αὐτὸν τοῖς περὶ τὸν μαζὸν ὀστέοις τὸ βέλος ἐνέπειρε, καὶ οὕτως αὐτοῦ καθίκετο ἡ πληγὴ ὡς ἐνδοῦναί τε καὶ καμφθῆναι· ὅθεν ὁ βαλὼν αὐτὸν μετὰ ξίφους ἐπέδραμε. Πευκέστας δὲ καὶ Λιμναῖος ὑπερασπίσαντες καὶ ἄμφω ἐτρώθησαν· καὶ ὁ μὲν τέθνηκε, Πευκέστας δὲ ἔτι ἠμύνετο, τὸν δὲ τρώσαντα αὐτὸν βάρβαρον ἀνεῖλεν Ἀλέξανδρος. πολλαχοῦ [300] δὲ τρωθείς, εἶτα καὶ κατὰ τοῦ τένοντος ὑπέρῳ βληθείς, τῷ τείχει προσερεισθεὶς πρὸς τοὺς βαρβάρους ἀπέβλεπεν. ἐν τοσούτῳ δ' ἀθροισθέντων τῶν Μακεδόνων ἁρπασθεὶς εἰς τὴν σκηνὴν ἀναισθητῶν ἐκομίζετο. ἑνὶ δὲ τῶν ὀστέων τῆς ἀκίδος ἐμπαγείσης τοῦ οἰστοῦ ἑλκομένου ὀδύναι δριμεῖαι καὶ λιποθυμίαι ἐγίνοντο, ὡς καὶ θανεῖν ἐκεῖνον ἐλπίζεσθαι. ὅμως μέντοι τὸν κίνδυνον διαδρὰς καὶ χρόνον πλείω θεραπευόμενος εἰς θόρυβον τοὺς Μακεδόνας ἐνέβαλε ποθοῦντας ἰδεῖν αὐτόν· καὶ προῆλθεν. === Κεφάλαιο 14 ===    Ἀναρρωσθεὶς δὲ αὖθις παρεκομίζετο χώραν τε πολλὴν καὶ πόλεις χειρούμενος. τῶν δὲ γυμνοσοφιστῶν τινας συλλαβὼν καὶ ἐρωτήσεις αὐτοῖς ἀπόρους προθέμενος ἐδωρήσατο καὶ ἀφῆκεν. ἕνα δὲ τῶν ἐν δόξῃ παρ' αὐτοῖς ὄντων Κάλανον κεκλημένον ἔπεισεν ὁ Ταξίλης πρὸς Ἀλέξανδρον ἀφικέσθαι. οὗτος βύρσαν ξηρὰν ἐνώπιον τοῦ βασιλέως καταβαλὼν περιῄει τὰ ἄκρα ταύτης πατῶν. ἡ δὲ ἐν μέρει τῶν ἄκρων πιεζομένη τῇ συμπατήσει τοῖς ἄλλοις ᾔρετο μέρεσιν. εἶτα μέσον αὐτὴν πατήσαντος καὶ συσχόντος ἡ ὅλη βύρσα ἠτρέμει καὶ ἀκίνητος ἦν. παρῄνει δὲ διὰ τοῦ ὑποδείγματος τὸν Ἀλέξανδρον μὴ τοῖς ἄκροις τῆς ἀρχῆς ἐμφιλοχωρεῖν, τὰ μέσα δὲ κατέχειν, ἵν' οὕτω καὶ τὰ πέριξ ἠρέμα ᾖ.    Ἑπτὰ δὲ μησὶ διὰ τῶν ποταμῶν εἰς τὴν θάλασσαν ὑπαχθεὶς λέγεται ταῖς ναυσὶν εἰς τὸν ὠκεανὸν ἐμβαλεῖν. εἶτα ἀναστρέφων τὰς μὲν ναῦς παραπλεῖν ἐν δεξιᾷ τὴν Ἰνδικὴν ἐχούσας ἐκέλευσεν, αὐτὸς δὲ πεζῇ πορευόμενος εἰς ἐσχάτην ἀπορίαν κατήντησε καὶ [301] πλῆθος τοσοῦτον ἀπώλεσεν ὥστε τῆς στρατιᾶς μηδὲ τὸ τέταρτον ἐκ τῆς Ἰνδικῆς ἀνακομισθῆναι διὰ νόσους καὶ πονηρὰς διαίτας καὶ καύματα καὶ λιμόν. ἄπορον γὰρ διῄει χώραν, ὀλίγα πρόβατα ἔχουσαν, καὶ ταῦτα θαλαττίοις ἰχθύσι τρεφόμενα καὶ σάρκα μοχθηρὰν ἔχοντα καὶ δυσώδη. ἐν ἑξήκοντα δ' ἡμέραις διελθὼν τὴν χώραν ἐκείνην καὶ τῆς Γεδρωσίας ἁψάμενος ἐν ἀφθόνοις ἐγένετο, καὶ τήν τε δύναμιν ἀνεκτᾶτο καὶ αὐτὸς ἐκώμαζε. καταβαίνων δ' ἐπὶ θάλασσαν ἐκόλαζε τοὺς πονηροὺς τῶν στρατηγῶν. ἡ γὰρ ἄνω στρατεία καὶ τὸ περὶ Μαλλοὺς τραῦμα καὶ ἡ τοῦ πλήθους φθορὰ ἀπιστεῖν τῇ σωτηρίᾳ αὐτοῦ παρεσκεύασε, καὶ τοὺς στρατηγοὺς καὶ σατράπας εἰς ὕβριν καὶ ἀδικίαν ἠρέθισεν· οἱ δὲ πρὸς ἀποστασίαν τοὺς ὑποφόρους ἐκίνησαν. Ἀβουλήτου δὲ τῶν σατραπευόντων ἑνὸς μή τι τῶν ζωαρκῶν ἑτοιμάσαντος, νομίσματος δὲ προσαγαγόντος αὐτῷ τρισχίλια τάλαντα, παραθεῖναι ταῦτα τοῖς ἵπποις ἐκέλευσε, μὴ ἐσθιόντων δέ "τί ὄφελος" ἔφη "τούτων ἡμῖν;" ἐν δὲ Πέρσαις γενόμενος καὶ τὸν Κύρου τάφον ὀρωρυγμένον ἰδών, ἀπέκτεινε τὸν ὀρύξαντα, Πελλαῖον ὄντα καὶ οὐδὲ τῶν ἀσήμων. εἶχε δὲ ὁ τάφος Κύρου ἐπιγεγραμμένα ταυτί "ὦ ἄνθρωπε ὅστις εἶ καὶ πόθεν ἥκεις, ὅτι γὰρ ἥξεις οἶδα, ἐγὼ Κῦρός εἰμι ὁ Πέρσαις κτησάμενος τὴν ἀρχήν. μὴ οὖν τῆς ὀλίγης μοι ταύτης γῆς φθονήσῃς, ἣ τοὐμὸν σῶμα περικαλύπτει." ταῦτα δ' ἀναγνωσθέντα τὸν Ἀλέξανδρον περιπαθῆ πεποιήκασι λογισάμενον τὸ τῶν πραγμάτων ἀστάθμητον.    Τὴν δὲ Δαρείου θυγατέρα τὴν Στάτειραν ἑαυτῷ μνηστευσάμενος καὶ τοὺς γάμους τελῶν ἑκάστῳ τῶν ἑστιωμένων ἐνακισχιλίων ὄντων φιάλην χρυσῆν ἐδωρήσατο, [302] καὶ τἄλλα τε ἐλαμπρύνατο καὶ τὰ χρέα ὑπὲρ τῶν ὀφειλόντων κατέβαλεν, ὀλίγῳ δέοντα μυρίων ταλάντων. ὅτε καὶ Ἀντιγένης τῶν ἡγεμόνων εἷς ὀφείλειν πλασάμενος καί τινα παραγαγὼν ψευδῶς δανειστὴν καὶ λαβὼν τὸ ἀργύριον ἐφωράθη. ὀργισθεὶς οὖν ὁ βασιλεὺς ἀπήλασεν αὐτὸν τῆς αὐλῆς καὶ τὴν ἡγεμονίαν ἀφείλετο. τοῦ δὲ ὑπὸ λύπης ἑαυτὸν ὑποπτευομένου διαχειρίσεσθαι, δείσας ὁ Ἀλέξανδρος καὶ τὴν ὀργὴν ἀνῆκεν αὐτῷ καὶ ἀφῆκε τὰ χρήματα.    Τῶν δὲ παίδων τῶν τρισμυρίων, οὓς διδάσκεσθαι ἐκέλευσε, καὶ γενναίων ἀποβάντων καὶ εὐπρεπῶν καὶ οὐκ ἀφυῶν ταῖς ἀσκήσεσιν, ὁ μὲν Ἀλέξανδρος ἥδετο, οἱ δὲ Μακεδόνες ἐδάκνοντο. καταπέμποντος δὲ τοὺς ἀσθενεῖς καὶ πεπηρωμένους ὡς εἰς θάλασσαν, ὕβριν ἡγεῖσθαι τοῦτ' ἔλεγον καὶ προπηλακισμόν, καὶ πάντας ἐκέλευον ἀφιέναι καὶ τοῖς νέοις ἀρκεῖσθαι πυρριχισταῖς. ὀργισθεὶς δ' ἐπὶ τούτοις Ἀλέξανδρος τοῖς Πέρσαις τὰς φυλακὰς παραδέδωκε. ταπεινωθέντας δ' αὖθις τοὺς Μακεδόνας προσήκατο, καὶ ἀπέλυσε τοὺς ἀχρήστους δωρησάμενος μεγαλοπρεπῶς, καὶ τῷ Ἀντιπάτρῳ ἐπέστειλε παρὰ τοὺς ἀγῶνάς τε καὶ τὰ θέατρα προεδρεύειν αὐτοὺς καὶ ἐστεφανωμένους καθέζεσθαι.    Ἐν Ἐκβατάνοις δὲ γενομένου αὐτοῦ Ἡφαιστίων ἐπύρεττε καὶ ἐξ ἀκολάστου διαίτης τῆς νόσου κρατυνθείσης ἐξέλιπεν. οὐκ ἤνεγκεν οὖν λογισμῷ τὸ πάθος Ἀλέξανδρος, ἀλλὰ τὸν μὲν ἰατρὸν ἀνεσταύρωσεν, ἵππους δὲ κεῖραι καὶ ἡμιόνους ἐκέλευσε, καὶ τὰς ἐπάλξεις περιεῖλε τῶν πόλεων, καὶ μουσικὴν καὶ αὐλοὺς ἐν τῷ στρατοπέδῳ πολὺν χρόνον κατέπαυσεν. ἀπιόντος δὲ εἰς Βαβυλῶνα Νέαρχος ἐπανῆλθεν, εἰσπλεύσας αὖθις εἰς τὸν Εὐφράτην ἐκ τῆς μεγάλης [303] θαλάσσης, λέγων Χαλδαίους αὐτῷ συγγενέσθαι βουλεύοντας ἀπέχεσθαι τῆς Βαβυλῶνος Ἀλέξανδρον. ὁ δὲ μὴ προσσχὼν τῷ λόγῳ ἀπῄει. καὶ πρὸς τοῖς τείχεσι γενομένου κόρακες ἀλλήλοις μαχόμενοι ἐνώπιον αὐτοῦ ἔπεσον. ἠγγέλη δ' αὐτῷ ὡς Ἀπολλόδωρος ὁ στρατηγὸς Βαβυλῶνος εἴη περὶ αὐτοῦ θύσας· τοῦ δὲ θύσαντος μάντεως, ὃς Πυθαγόρας ὠνόμαστο, μὴ ἀρνησαμένου, ἠρώτησε τὸν τρόπον τοῦ θύματος. τοῦ δὲ φήσαντος ἄλοβον εἶναι τὸ ἧπαρ, "παπαῖ" εἶπεν, "ἰσχυρὸν τὸ σημεῖον," καὶ τὸν μάντιν ἀθῷον ἀφῆκε. σημεῖα δ' αὐτῷ καὶ ἄλλα γεγόνασι καὶ τοῦτο δέ· ἀποδυσαμένου γὰρ πρὸς ἄλειμμα καὶ σφαῖραν αὐτοῦ, οἱ νεανίσκοι οἱ σφαιρίζοντες ἐνδύεσθαι μέλλοντες ὁρῶσί τινα ἐν τῷ τοῦ βασιλέως θρόνῳ καθήμενον σιωπῇ, ἐνδεδυμένον τὴν στολὴν τὴν βασίλειον καὶ τὸ διάδημα περικείμενον. ὃς ἀνακρινόμενος ὅστις εἴη ἐπὶ πολὺ μὲν ἄφωνος ἦν, μόλις δέ ποτε Διονύσιος ἔφη καλεῖσθαι, τὸ δὲ γένος εἶναι Μεσσήνιος, δέσμιος δ' ἀχθῆναι διὰ κατηγορίαν, λῦσαι δέ οἱ τὸν Σάραπιν τὰ δεσμά, καὶ ἀγαγόντα δεῦρο κελεῦσαι τὴν στολὴν καὶ τὸ διάδημα περιθέσθαι καὶ καθέζεσθαι σιωπῇ. τὸν μὲν οὖν ἄνθρωπον ὁ Ἀλέξανδρος, ὡς οἱ μάντεις ὑπετίθουν, ἠφάνισεν, αὐτὸς δὲ ἠθύμει καὶ περιδεὴς καὶ ταραχώδης γενόμενος οὐδὲν ἦν ὃ μὴ τέρας πεποίητο. λουσάμενος δέ, καὶ πρὸς Μηδίαν πορευθεὶς κωμασόμενος, κἀκεῖ τὴν νύκτα διαγαγὼν ἐν τῷ κώμῳ καὶ τὴν ἐπιοῦσαν ἡμέραν, ἤρξατο πυρέσσειν. πυρέττων δὲ καὶ διψήσας σφοδρῶς, ἔπιεν οἶνον, καὶ φρενιτιάσας ἀπέθανεν. εἷς μὲν οὖν ὁ τῆς ἐκείνου τελευτῆς λόγος οὗτος· ἕτερος δ' ἔχει ἐφ' ἡμέρας αὐτὸν πυρέττειν πλείους καὶ λούεσθαι, οὕτω δὲ κραταιωθῆναι τὸν πυρετὸν ὡς ἄφωνον κεῖσθαι [304] αὐτόν· τοὺς δὲ Μακεδόνας θορυβεῖσθαι ὡς θανόντος αὐτοῦ, καὶ καταβοᾶν τῶν ἡγεμόνων, ἕως αὐτοῖς αἱ θύραι ἠνοίχθησαν καὶ τὸν Ἀλέξανδρον ἐν τῇ κλίνῃ κατεῖδον· καὶ μετὰ ταῦτα ἐξέλιπε. φασὶ δέ τινες μετέπειτα λόγον γενέσθαι ὡς ὑπὸ φαρμάκου διέφθαρτο, καὶ τὸν Ἀριστοτέλην Ἀντιπάτρῳ σύμβουλον γενέσθαι τῆς πράξεως, καὶ δι' ἐκείνου κομισθῆναι τὸ φάρμακον. τὸ δὲ ὕδωρ εἶναι ψυχρὸν καὶ παγετῶδες ἀπὸ πέτρας τινὸς ἐν Νωνάκριδι οὔσης, ὃ δρόσον ὥσπερ λεπτὴν ἀναλαμβάνοντες εἰς ὄνου χηλὴν ἀποτίθενται· οὐδὲν γὰρ ἕτερον ἀγγεῖον στέγει αὐτό, ἀλλ' ὑπὸ ψυχρότητος καὶ δριμύτητος διακόπτεται. οἱ δὲ πλείους πεπλάσθαι φασὶ τὸ φαρμάκῳ θανεῖν τὸν Ἀλέξανδρον, καὶ τοῦτο τεκμηριοῦνται ἐκ τοῦ τὸ σῶμα ἐφ' ἡμέρας πλείονας κείμενον ἐν τόποις θερμοῖς ἀτημέλητον, τῶν ἡγεμόνων πρὸς ἀλλήλους στασιασάντων, μηδὲν ἐμφῆναι τοιαύτης φθορᾶς σημεῖον, ἀλλὰ καθαρὸν διαμεῖναι καὶ δοκεῖν πρόσφατον.    Λέγεται δὲ ὡς γνοὺς ἤδη ἐκλείπειν αὐτῷ τὸ βιώσιμον ἠβουλήθη ἐς τὸν Εὐφράτην καταποντῶσαι λαθρηδὸν ἑαυτόν, ἵνα γενόμενος ἀφανὴς παράσχῃ δόξαν ὡς εἰς θεοὺς μετελήλυθεν, ἐξ ἐκείνων γενόμενος, ἡ δὲ Ῥωξάνη τοῦτο γνοῦσα εἶργεν αὐτῷ τὸ ἐγχείρημα, ὁ δὲ μετ' οἰμωγῆς ἔφη ὡς "ἐφθόνησας ἄρα, γύναι, μοι δόξης τοῦ θεωθῆναι καὶ μὴ θανεῖν." === Κεφάλαιο 15 ===    Ὁ μὲν οὖν Ἀλέξανδρος οὕτως εἰς μέγα τύχης προαχθεὶς ἐτελεύτησεν. ὅτε δὲ τὴν Τύρον ἐπολιόρκει, ἐπιστείλας τῷ τῶν Ἰουδαίων ἀρχιερεῖ ἠξίου συμμαχίαν αὐτῷ πέμπειν καὶ ἀγορὰν τῷ στρατεύματι καὶ [305] ὅσα Δαρείῳ ἐδασμοφόρουν αὐτῷ διδόναι. τοῦ δὲ ἀρχιερέως ὅρκους Δαρείῳ δοῦναι φήσαντος μὴ ἆραι κατ' αὐτοῦ ὅπλα, καὶ τούτους ζῶντος Δαρείου μὴ παραβήσεσθαι, ὠργίσθη Ἀλέξανδρος καὶ ἠπείλησε στρατεύσειν κατὰ τῆς Ἰουδαίας. ἄρτι δὲ τὴν Τύρον παρειληφὼς ἐπὶ τὰ Ἱεροσόλυμα ὥρμησεν. ὁ δὲ ἀρχιερεὺς Ἰωὰδ ἐν ἀγωνίᾳ ἦν διὰ τὴν τοῦ βασιλέως ὀργήν, καὶ τοῦ θεοῦ ἐδεῖτο προστῆναι τοῦ ἔθνους. ὁ δὲ θεὸς καθ' ὕπνους αὐτῷ ἐχρημάτισε θαρρεῖν, καὶ κοσμήσαντας τὴν πόλιν ἀνοῖξαι τὰς πύλας, καὶ αὐτὸν μὲν μετὰ τῶν ἱερέων ταῖς συνήθεσι στολαῖς ὑπαντῆσαι τῷ βασιλεῖ, τὸ δὲ πλῆθος ἐσθῆσι λευκαῖς. καὶ ὁ μὲν ἐποίησεν ὡς αὐτῷ κεχρημάτιστο, καὶ ἤδη τοῦ Ἀλεξάνδρου τῇ πόλει προσάγοντος πρόεισι μετὰ τῶν ἱερέων καὶ τοῦ πλήθους τῆς πόλεως εἰς τόπον τινὰ ὅθεν ἡ πόλις καὶ ὁ ναὸς καθωρᾶτο· τῶν δ' ἑπομένων τῷ βασιλεῖ διαρπάζειν κελεῦσαι αὐτὸν τὴν πόλιν λογιζομένων καὶ τὸν ἀρχιερέα διαφθεῖραι, ὁ Ἀλέξανδρος πόρρωθεν ἰδὼν τὸ πλῆθος καὶ τοὺς ἱερεῖς κεκοσμημένους ὡς εἴρηται, τὸν δὲ ἀρχιερέα ἐνδεδυμένον τὴν ὑακίνθινον στολὴν καὶ διάχρυσον καὶ ἐπὶ τῆς κεφαλῆς τὴν κίδαριν ἔχοντα καὶ τὸ χρυσοῦν ἐπ' αὐτῆς ἔλασμα ᾧ τὸ τοῦ θεοῦ ὄνομα ἐπεγέγραπτο, μόνος προσελθὼν προσεκύνησε καὶ τὸν ἀρχιερέα ἠσπάσατο. ἐπὶ τούτῳ οἱ μὲν ἄλλοι ξύμπαντες κατεπλάγησαν, Παρμενίων δὲ καὶ ἠρώτησε τί δήποτε τὸν τῶν Ἰουδαίων προσεκύνησεν ἀρχιερέα. ὁ δέ "οὐ τοῦτον" εἶπε, "τὸν δὲ θεὸν προσεκύνησα, οὗ τῇ ἀρχιερωσύνῃ οὗτος τετίμηται. τοῦτον γὰρ ἐν τοῖς ὕπνοις εἶδον, ἐγγὺς ὢν ἔτι Μακεδονίας, ἐν τῇ στολῇ ταύτῃ· καί μοι φροντίζοντι πῶς ἂν τῆς Ἀσίας κρατήσαιμι μὴ μέλλειν παρεκελεύετο, καὶ αὐτὸς ἡγεῖσθαί μοι [306] τῆς στρατιᾶς ἐπηγγέλλετο καὶ τὴν Περσῶν παραδώσειν ἀρχήν. οὐδένα οὖν ἐν τοιαύτῃ στολῇ θεασάμενος ἀλλ' ἢ τοῦτον, ἄρτι τῆς ὄψεώς τε τοῦ ἐνυπνίου ἐμνήσθην, καὶ σὺν θεῷ τὴν στρατείαν νομίζω πεποιημένος τὸν Δαρεῖον ἡττήσειν καὶ τὴν Περσῶν ἀρχὴν κατακτήσασθαι." ταῦτα εἰπὼν καὶ τὸν ἀρχιερέα δεξιωσάμενος τὴν πόλιν εἰσελήλυθε· καὶ εἰς τὸ ἱερὸν ἀναβὰς ἔθυσε τῷ θεῷ ὡς ὑφηγεῖτο ὁ ἀρχιερεύς. καὶ τὴν Δανιὴλ εἶδε βίβλον, ἐν ᾗ τινα τῶν Ἑλλήνων τὴν Περσῶν βασιλείαν καταλύσειν ἐγγέγραπται, καὶ ἥσθη ἐπ' αὐτῇ· καὶ ὅσα ᾐτήσαντο Ἰουδαῖοι ἐπλήρωσε.    Ταῦτα ἰδόντες οἱ Σαμαρεῖται, καὶ αὐτοὶ οὐ πόρρω τῶν Ἱεροσολύμων τῷ Ἀλεξάνδρῳ ὑπήντησαν ἐσκευασμένοι λαμπρῶς, καὶ παρεκάλουν τιμῆσαι αὐτὸν τῇ παρουσίᾳ καὶ τὸ παρ' αὐτοῖς ἱερόν. ὁ δέ "ἥξω" ἔφη "ὅθ' ὑποστρέφω." αἰτουμένων δὲ χαρίσασθαι αὐτοῖς ὅσα τοῖς Ἰουδαίοις, τίνες εἰσὶν ἐπυνθάνετο. οἱ δὲ Ἑβραῖοι ἔφασαν εἶναι, χρηματίζειν δὲ οἱ ἐν Σικίμοις Σιδώνιοι. καὶ ὃς εἰ Ἰουδαῖοι εἶεν πάλιν ἠρώτησεν. ὡς δ' οὐκ εἶναι κατέθεντο, "ἔγωγε" εἶπεν "Ἰουδαίοις ἐχαρισάμην ἃ αἰτεῖσθε ὑμεῖς." τὸ δὲ ἐν τῷ Γαριζὶν ὄρει ἱερὸν εἰς καταφύγιον τῶν παρανομούντων ἐγένετο· εἰ γάρ τις κοινοφαγήσας ἢ ἄλλο τι παρανομήσας ὑπὸ αἰτίαν ἐγίνετο, παρὰ τοὺς Σικιμίτας κατέφευγε. τοῦ δὲ ἀρχιερέως Ἰωδαὲ τελευτήσαντος Ὀνίας ὁ παῖς αὐτοῦ τὴν ἀρχιερωσύνην παρείληφε. === Κεφάλαιο 16 ===    Θανόντος δὲ Ἀλεξάνδρου εἰς τέσσαρας ἀρχὰς ἡ ἐκείνου βασιλεία διῄρητο, καὶ τῆς μὲν Ἀσίας Ἀντίγονος [307] ἦρξε, τῶν δὲ λοιπῶν οἱ προγεγραμμένοι. τούτων δὲ πρὸς ἀλλήλους στασιαζόντων πόλεμοί τε συνεχεῖς ἦσαν καὶ ἐκακοῦντο αἱ πόλεις. ὁ δὲ Πτολεμαῖος ὁ Λάγου ὁ τῆς Αἰγύπτου βασιλεύων, ὃς καὶ σωτὴρ ἐχρημάτιζε, τῇ τε Συρίᾳ τἀναντία τῇ ἐπικλήσει αὐτοῦ γέγονε, καὶ τὰ Ἱεροσόλυμα δόλῳ κατέσχεν. εἰσελθὼν γὰρ εἰς τὴν πόλιν σαββάτῳ ὡς θύσων, ἀπόνως ταύτης ἐκράτησεν· οἱ γὰρ Ἰουδαῖοι μήτε τὴν διάνοιαν εἰδότες αὐτοῦ καὶ διὰ τὴν ἡμέραν ἐν ἀργίᾳ ὄντες, οὐκ ἀντέστησαν. κρατήσας δ' οὕτω τοῦ ἔθνους πικρότατα ἦρχε, καὶ πολλοὺς λαβὼν αἰχμαλώτους εἰς Αἴγυπτον ἀπήγαγε καὶ κατῴκισε. τοῖς δ' ἐν Ἱεροσολύμοις στάσεις πρὸς τοὺς Σαμαρείτας ἐγένοντο, τῶν μὲν Ἱεροσολυμιτῶν τὸ παρ' αὐτοῖς ἱερὸν καλούντων ἅγιον καὶ τὰς θυσίας ἐν αὐτῷ γίνεσθαι δεῖν λεγόντων, τῶν δὲ Σικιμιτῶν τὸν ἐν τῷ Γαριζὶν ὄρει σεμνυνόντων ναόν.    Τεσσαράκοντα δ' ἔτη τοῦ Λάγου Πτολεμαίου βασιλεύσαντος τῆς Αἰγύπτου καὶ τελευτήσαντος ὁ παῖς αὐτοῦ Πτολεμαῖος ὁ Φιλάδελφος διεδέξατο τὴν ἀρχήν. ὃς τάς τε γραφὰς τὰς Ἑβραϊκὰς ἐκ τῆς πατρίου γλώττης εἰς Ἑλλάδα μεταβληθῆναι διάλεκτον ἔσπευσε, καὶ τοὺς δουλεύοντας ἐν Αἰγύπτῳ τῶν Ἱεροσολυμιτῶν ἠλευθέρωσε. συλλογὴν γὰρ βιβλίων ποιήσασθαι βουληθεὶς καὶ περὶ ταύτην φιλοτιμούμενος, τὸν Φαληρέα Δημήτριον ἐπὶ τῶν βιβλιοθηκῶν εἶχε. καί ποτε τοῦ Πτολεμαίου τὸν Δημήτριον ἐρωτήσαντος πόσας ἤδη ἔχει μυριάδας βιβλίων, περὶ εἴκοσιν εἶπεν εἶναι τὰ συνειλεγμένα ἐκεῖνος· εἶναι δὲ καὶ παρ' Ἑβραίοις τῶν παρ' αὐτοῖς νομίμων συγγράμματα σπουδῆς ἄξια, καὶ δεῖν καὶ ταῦτα κτήσασθαι. γράφει τοίνυν ὁ βασιλεὺς τῷ ἀρχιερεῖ περὶ τούτων. [308] Ἀρισταῖος δὲ φίλος τυγχάνων τῷ βασιλεῖ "τοὺς τῶν Ἰουδαίων νόμους" εἶπεν "οὐ μεταγράψαι μόνον, ἀλλὰ καὶ ἑρμηνεῦσαι διεγνωκότες, πῶς ἂν τοῦτο διαπραξώμεθα, πολλῶν Ἰουδαίων ἐν τῇ σῇ βασιλείᾳ δούλων ὄντων; ἀπόλυσον οὖν αὐτούς, βασιλεῦ, τῆς δουλείας, καὶ οὕτω πρόθυμον τὸ ἔθνος ποιήσεις εἰς τὸ τὰς γραφὰς καὶ μεταγράψασθαι καὶ ἑρμηνεῦσαι." ὁ γοῦν βασιλεὺς τῷ λόγῳ τοῦ Ἀρισταίου πεισθεὶς ἐκέλευσε πάντας τοὺς ἐν Αἰγύπτῳ δουλεύοντας Ἰουδαίους ἐλευθέρους ἀπολυθῆναι, πριάμενος ἕκαστον ἐκ τῶν δεσποτῶν αὐτῶν δραχμῶν ἑκατὸν εἴκοσι. τὸ δὲ τῶν ἐλευθερωθέντων πλῆθος εἰς μυριάδας ἠρίθμητο ὑπὲρ δέκα. τὰ δὲ ὑπὲρ τιμήματος αὐτῶν δοθέντα τετρακόσια καὶ ἑξήκοντα γεγόνασι τάλαντα.    Γράφει γοῦν Πτολεμαῖος πρὸς Ἐλεάζαρ τὸν ἀρχιερέα. τελευτήσαντος γὰρ τοῦ ἀρχιερέως Ὀνίου ὁ παῖς αὐτοῦ Σίμων αὐτὸν διεδέξατο, ὃς καὶ δίκαιος ἐπεκέκλητο, τούτου δὲ θανόντος ἐπὶ νηπίῳ υἱῷ Ὀνίᾳ καλουμένῳ ὁ τοῦ Σίμωνος ἀδελφὸς Ἐλεάζαρ τὴν ἀρχιερωσύνην εἶχε. τούτῳ τοίνυν ὁ Πτολεμαῖος ἐπέστειλε, τήν τε τῶν δουλευόντων Ἰουδαίων ἐλευθερίαν καταγγέλλων καὶ τὴν εἰς τὸ ἔθνος διάθεσιν, καὶ ἀξιῶν τούς τε νόμους αὐτοὺς πεμφθῆναι καὶ ἄνδρας ἓξ ἀφ' ἑκάστης φυλῆς τήν τε πάτριον ἠσκημένους διάλεκτον εἰς ἀκρίβειαν καὶ τὴν Ἑλληνίδα φωνήν, ἵνα παρ' ἐκείνων εἰς τὴν Ἑλλάδα γλῶτταν μεταβληθεῖεν αἱ παρ' αὐτοῖς γραφαί. ἔστειλε δὲ καὶ εἰς τὸ ἱερὸν ἀναθήματα, ἀργυρίου τάλαντα ἑκατόν, φιάλας χρυσᾶς εἴκοσι καὶ ἀργυρᾶς τριάκοντα, καὶ κρατῆρας πέντε καὶ τράπεζαν χρυσῆν. ὁ οὖν Ἐλεάζαρ τὴν ἐπιστολὴν τοῦ Πτολεμαίου καὶ τὰ ἀναθήματα κομισάμενος, ἐπελέξατο ἄνδρας ἐκ φυλῆς ἑκάστης ἕξ, καὶ [309] πέπομφε φέροντας καὶ τὸν νόμον. ὧν εἰς Ἀλεξάνδρειαν παραγενομένων, καὶ τῷ βασιλεῖ τάς τε διφθέρας χρυσοῖς γράμμασι τὸν νόμον ἐχούσας ἐγγεγραμμένον καὶ τὰ παρὰ τοῦ ἀρχιερέως αὐτῷ σταλέντα δῶρα προσκεκομικότων, ὁ βασιλεὺς ἥσθη διαφερόντως, καὶ ἠσπάσατο τοὺς ἄνδρας, καὶ συνειστιάθη αὐτοῖς, καὶ ἀνὰ τρία δέδωκε τάλαντα, καὶ καταλύσεις αὐτοῖς ἡτοίμασε καλλίστας. εἶτα παραλαβὼν αὐτοὺς ὁ Δημήτριος, καὶ εἰς ἕνα οἶκον ἀπαγαγὼν ἤρεμον ἔργου ἔχεσθαι παρεκάλει. οἱ δὲ ὡς ἐνῆν φιλοτίμως ἀκριβῆ τὴν ἑρμηνείαν ἐτίθεντο. τοῦ δ' ἔργου ἐν ἑβδομήκοντα καὶ δυεῖν ἡμέραις τετελεσμένου, καὶ τῶν μεταγραφέντων ἀναγνωσθέντων τῷ βασιλεῖ, ἐκεῖνος καὶ ἔχαιρεν ὅτι εἰς ἔργον ἤχθη τὸ αὐτοῦ βούλημα καὶ τὴν διάνοιαν τοῦ νομοθέτου καὶ τὴν σοφίαν ὑπερεθαύμαζε. καὶ ἠπόρει πῶς οὐδεὶς οὔτε τῶν ἱστορικῶν οὔτε τῶν ἄλλων σοφῶν αὐτῆς ἐπεμνήσθη. ἔφη δὲ αὐτῷ ὁ Δημήτριος μηδένα τολμῆσαι τῆς τῶν νόμων τούτων ἀναγραφῆς ἅψασθαι διὰ τὸ θείαν αὐτὴν εἶναι, καὶ ὅτι τινὲς ἐγχειρήσαντες τούτοις ἐβλάβησαν ὑπὸ τοῦ θεοῦ. Θεόπεμπτός τε γὰρ βουληθεὶς περὶ τούτων συγγράψασθαι ἐβλάβη τὰς φρένας ἐφ' ἡμέραις πλείοσι τῶν τριάκοντα· καὶ συνεὶς ὅθεν αὐτῷ ἡ παραφροσύνη ἐγένετο, ἐν τοῖς διαλείμμασιν ἐξιλάσκετο τὸν θεόν· ὄναρ τε εἶδεν ὡς αὐτῷ τὸ πάθος συμβέβηκε περιεργαζομένῳ τὰ θεῖα καὶ εἰς κοινοὺς ἀνθρώπους ἐκφέρειν ταῦτα θελήσαντι. ἀποσχόμενος οὖν τοῦ ἔργου κατέστη τὸν νοῦν. "ἀλλὰ καὶ Θεόδεκτος" εἶπεν "ὁ τῶν τραγῳδιῶν ποιητής, θέλων ἔν τινι δράματι τῶν ἐν τῇ ἱερᾷ βίβλῳ γεγραμμένων μνησθῆναι, ἀλγήσας τὰ ὄμματα ἐπηρώθη· καὶ τὸ αἴτιον γνοὺς ἀπηλλάγη τῆς συμφορᾶς, [310] δεηθεὶς τοῦ θεοῦ." λαβὼν οὖν τὰς βίβλους ὁ βασιλεὺς καὶ προσκυνήσας αὐταῖς, καὶ δωρησάμενος τοῖς ἀνδράσι φιλοτιμότατα, καὶ ἀναθήματα στείλας ἐν τῷ ναῷ καὶ δῶρα κάλλιστα τῷ ἀρχιερεῖ, ἐπανελθεῖν ἀφῆκεν εἰς Ἱερουσαλήμ.    Οὕτω μὲν τὴν ἑρμηνείαν τῶν Ἑβραϊκῶν γραφῶν γενέσθαι ἱστόρησεν ὁ Ἰώσηπος· ἕτεροι δὲ μὴ ὁμοῦ συνελθόντας φασὶ τοὺς ἑρμηνεῖς τῶν γραφῶν ποιήσασθαι τὴν παράφρασιν, ἀλλ' ἀνὰ δύο διαιρεθῆναι αὐτοὺς καὶ ἐν ἰδιαζούσαις διαίταις ὄντας ἐκθέσθαι τὴν ἑρμηνείαν, καὶ μετὰ τὸ τέλος ὁμοῦ συνελθεῖν, καὶ τὰς ἑκάστων συγγραφὰς παραβληθείσας ἀλλήλαις εὑρεθῆναι μήτε κατὰ νοῦν μήτε μὴν κατὰ λέξεις διαφωνούσας, ἀλλὰ συμφώνους ἐν ἅπασιν. === Κεφάλαιο 17 ===    Ἡ μὲν οὖν ἑρμηνεία ἐπὶ Πτολεμαίου τοῦ Φιλαδέλφου οὕτως ἢ ἐκείνως ἐγένετο. οἱ δὲ Ἰουδαῖοι, Ἀντιόχου τοῦ μεγάλου βασιλεύοντος τῆς Ἀσίας καὶ μαχομένου πρὸς τὸν Εὐπάτορα Πτολεμαῖον καὶ πρὸς τὸν ἐκείνου υἱὸν τὸν Ἐπιφανῆ Πτολεμαῖον, σφοδρῶς ἐκακώθησαν. νικήσας δὲ ὁ Ἀντίοχος τὴν Ἰουδαίαν προσάγεται. τοῦ δ' Ἐπιφανοῦς Πτολεμαίου μετὰ θάνατον τοῦ πατρὸς αὐτοῦ ἐπὶ τὴν Κοίλην Συρίαν μεγάλην στείλαντος δύναμιν καὶ πολλὰς λαβόντος πόλεις, καὶ τὸ τῶν Ἰουδαίων ἔθνος πολεμούμενον προσέθετο τῷ Ἐπιφανεῖ. αὖθις δὲ τοῦ Ἀντιόχου νικήσαντος, ἑκουσίως Ἰουδαῖοι πρὸς αὐτὸν μετετέθησαν, καὶ εἰς τὴν πόλιν αὐτὸν εἰσεδέξαντο, καὶ τοὺς ἐν τῇ ἀκροπόλει φυλάσσοντας τοῦ Πτολεμαίου στρατιώτας πολιορκοῦντι συνεμάχησαν· κἀντεῦθεν φίλιον αὐτῷ τὸ ἔθνος ἐγένετο. εἶτα σπένδεται μὲν τῷ [311] Πτολεμαίῳ Ἀντίοχος καὶ κῆδος τίθεται πρὸς αὐτόν, τὴν θυγατέρα δοὺς αὐτῷ Κλεοπάτραν, καὶ εἰς φερνὴν παρέσχε τήν τε Κοίλην Συρίαν καὶ Φοινίκην καὶ Ἰουδαίαν, ἀλλὰ μὴν καὶ Σαμάρειαν. ταῦτα δὲ συνέβη ἐπὶ ἀρχιερέως Ὀνίου. τὸν γὰρ Ἐλεάζαρ θανόντα ὁ θεῖος αὐτοῦ διεδέξατο Μανασσῆς, μεθ' ὃν τῆς ἀρχιερωσύνης Ὀνίας ἠξίωτο Σίμωνος ὢν υἱὸς τοῦ δικαίου. Σίμων δὲ τοῦ Ἐλεάζαρ ἦν ἀδελφός, ὡς ἱστόρηται.    Ὁ γοῦν εἰρημένος Ὀνίας, διὰ φιλοχρηματίαν καὶ διανοίας ἀσθένειαν μὴ δοὺς τῷ Πτολεμαίῳ τὸν δασμὸν τὸν ἐτήσιον ὃν οἱ πρὸ αὐτοῦ τοῖς βασιλεῦσιν ἐδασμοφόρουν, ἠρέθισεν αὐτὸν εἰς ὀργήν. πέμψας οὖν ὁ Πτωλεμαῖος ἠπείλει κακῶς διαθήσειν καὶ τὸ ἔθνος καὶ τὴν πόλιν· ὁ δὲ ἀρχιερεὺς ἡττώμενος χρημάτων ἀδυσώπητος ἦν. Ἰωσὴφ δὲ υἱὸς Τωβίου, τοῦ δ' ἀρχιερέως ἀδελφιδοῦς, ἠρώτησε τὸν θεῖον εἰ δίδωσιν αὐτῷ πρὸς τὸν Πτολεμαῖον πρεσβεῦσαι. τοῦ δὲ ἐπιτρέψαντος, τὸν ἐκ τοῦ Πτολεμαίου σταλέντα ξενίζει φιλοτιμότατα, καὶ δωρεὰς αὐτῷ πολυτελεῖς παρασχὼν προέπεμψεν, ἕψεσθαι καὶ αὐτὸς ὑποσχόμενος. καὶ ὁ μὲν ἐπανῆλθε πρὸς Πτολεμαῖον, τὰ γεγονότα μηνύων καὶ τὴν τοῦ Ἰωσὴφ χρηστότητα διηγούμενος, καὶ λέγων τὸν ἄνδρα ἀφίξεσθαι πρεσβευσόμενον, καὶ πολλὰ τούτου πρὸς τὸν βασιλέα καὶ τὴν βασίλισσαν διεξιὼν ἐγκώμια· ὁ δὲ Ἰωσὴφ παρασκευασάμενος μετὰ ταῦτα εἰς Ἀλεξάνδρειαν παραγέγονεν. ἀκούσας δὲ ἐν Μέμφει τὸν Πτολεμαῖον εἶναι, ἀπῄει ὑπαντήσων αὐτῷ. ἔτυχε δὲ ὁ βασιλεὺς ἐπὶ ὀχήματος μετὰ τῆς γυναικὸς καθεζόμενος, παρῆν δὲ καὶ ὁ παρ' αὐτοῦ τοῦ Ἰωσὴφ ξενισθείς. ὃς ἰδὼν αὐτόν "οὗτος" ἔφη τῷ βασιλεῖ "περὶ οὗ σοι ἀπήγγειλα [312] ὡς ἀγαθός ἐστι καὶ φιλότιμος νεανίας." καὶ ὁ Πτολεμαῖος ἀκούσας πρῶτός τε αὐτὸν προσηγόρευσε καὶ ἀναβῆναι ἐπὶ τὸ ὄχημα παρεκέλευσεν. αἰτιωμένου δὲ τὸν ἀρχιερέα τοῦ βασιλέως "συγγίνωσκε" ἔλεγε "διὰ τὸ γῆρας αὐτῷ· τοῖς τε γὰρ πρεσβύταις καὶ τοῖς νηπίοις ὁμοία ἐστὶν ἡ διάνοια· ἡμεῖς δέ σοι οἱ νέοι πᾶσαν τὴν ὀφειλὴν καταθήσομεν." ἐκ τούτων ἐπὶ πλέον ἡ πρὸς αὐτὸν ἐπέδωκε τοῦ βασιλέως διάθεσις. γενομένου δὲ ἐν Ἀλεξανδρείᾳ τοῦ βασιλέως, ἰδόντες οἱ πρῶτοι τῆς Συρίας, ἔτυχον γὰρ ἐλθόντες ἵνα τὰ τέλη τῶν πόλεων ἐξωνήσωνται, κατ' ἔτος τοῦ βασιλέως ταῦτα τοῖς τῶν πόλεων πιπράσκοντος δυνατοῖς, τὸν Ἰωσὴφ αὐτῷ συγκαθήμενον, ἐδυσχέραινον. εἰς ὀκτακισχίλια δὲ τάλαντα τὰ τῆς Κοίλης Συρίας τέλη καὶ τὰ τῆς Φοινίκης καὶ Ἰουδαίας καὶ Σαμαρείας ὠνουμένων τῶν ἐν ταῖς πόλεσι δυνατῶν, ὁ Ἰωσὴφ διπλασίονα δώσειν ὑπισχνεῖτο. τοῦ δὲ βασιλέως κατανεύσαντος, ἐρομένου δὲ εἰ τοὺς ἐγγυησομένους αὐτὸν ἔχει, "δώσω" εἶπεν "ἀνθρώπους οἷς οὐκ ἀπιστήσετε." καί "τίνες οὗτοι" προσερομένου, "σέ" εἶπεν, "ὦ βασιλεῦ, καὶ τὴν γυναῖκα τὴν σὴν ἐγγυησομένους δίδωμι." γελάσας δὲ ὁ Πτολεμαῖος συνεχώρησεν αὐτῷ τῶν φόρων τὴν εἴσπραξιν. λαβὼν οὖν στρατιώτας ὡς δισχιλίους εἰς Συρίαν ἐξώρμησε. γενόμενος δ' ἐν Ἀσκάλωνι, ὡς οὐδὲν ἐδίδουν αὐτῷ, ἀλλὰ καὶ προσύβριζον, συλλαβὼν τοὺς πρωτεύοντας ἔκτεινε, καὶ τὰς οὐσίας δημεύσας αὐτῶν τῷ βασιλεῖ ἔπεμψεν ὡς χίλια τάλαντα. ὁ δὲ τὰ πεπραγμένα ἐπαινέσας ἐφίησιν αὐτῷ ποιεῖν ὅ τι βούλεται. τοῦτο φόβον τοῖς Σύροις ἐνέβαλε, καὶ ἐδέχοντο προθύμος τὸν Ἰωσήφ, καὶ τοὺς φόρους ἐδίδουν. κερδήσας δ' ἐκ τούτων πολλά, μεγάλα τῷ βασιλεῖ καὶ τῇ Κλεοπάτρᾳ ἔστελλε [313] δῶρα καὶ πᾶσι τοῖς περὶ αὐτούς, ὅθεν ἐπὶ ἔτη δύο καὶ εἴκοσι τῆς εὐτυχίας ταύτης ἀπήλαυσε. === Κεφάλαιο 18 ===    Γυναιξὶ δὲ δυεῖν συνοικήσας, ἐκ μὲν τῆς μιᾶς παῖδας ἔσχεν ἑπτά, ἐκ δὲ τῆς λοιπῆς ἕνα. ἦν δ' αὕτη ἀδελφόπαις αὐτοῦ· ᾗπερ οὕτως συνῴκησε. ὀρχηστρίδος ἠράσθη τινὸς καὶ τῷ ταύτης ἔκαμνεν ἔρωτι. μηνύει δὲ τὸ πάθος τῷ ἀδελφῷ. ὁ δὲ διακονήσασθαί οἱ πρὸς τὸν ἔρωτα ἐπηγγείλατο, καὶ νυκτὸς τὴν ἑαυτοῦ θυγατέρα πρὸς τὸν ἀδελφὸν ἀγαγὼν συγκατέκλινε. καὶ τούτου γενομένου πολλάκις, ἤρα σφοδρότερον. τοῦ δὲ ἀδελφοῦ τὸ κεκρυμμένον αὐτῷ φανερώσαντος, συνῴκησε τῇ ἀδελφιδῇ, καὶ ἐξ αὐτῆς υἱὸν ἔσχεν, Ὑρκανὸν καλέσας αὐτόν. τρισκαίδεκα δὲ γεγονὼς ἐτῶν οὗτος τήν τε σύνεσιν ἐδείκνυ καὶ τὴν ἐντρέχειαν. δοὺς γὰρ αὐτῷ ὁ πατὴρ ζεύγη βοῶν τριακόσια ἐξέπεμψεν εἰς χώραν δυεῖν ἡμέραιν ἀπέχουσαν τὴν γῆν ἐργασόμενον, τοὺς ἱμάντας τῶν ζυγῶν παρακατασχών. ὁ δὲ γενόμενος ἐκεῖ καὶ μὴ ἔχων ἱμάντας, τῶν βοηλατῶν στέλλειν πρὸς τὸν πατέρα τοὺς αἰτήσοντας αὐτοὺς δεῖν λεγόντων, τῇ μὲν ἐκείνων συμβουλῇ οὐ προσέσχεν, αὐτὸς δὲ δέκα ζεύγη καταθύσας τὰ μὲν κρέα τοῖς ἐργάταις διένειμε, τὰς δὲ δορὰς κατατεμὼν τούτοις προσέδησε τοὺς ζυγούς, καὶ οὕτω τὴν ἐργασίαν ποιήσας ἐπανελήλυθεν. ὁ δὲ πατὴρ τὴν ἐπίνοιαν αὐτοῦ γνοὺς καὶ ἐθαύμασεν αὐτὸν καὶ ἠγάπησε καὶ τῶν ἄλλων προετίμα υἱῶν· οἱ δὲ ἤχθοντο. τῷ δὲ Πτολεμαίῳ γεννηθέντος υἱοῦ οἱ πρῶτοι τῶν ὑπ' αὐτὸν χωρῶν ἑώρταζον τὰ γενέθλια ἀπιόντες εἰς Ἀλεξάνδρειαν, Ἰωσὴφ δὲ τῷ γήρᾳ δυσκόμιστος γεγονὼς τῶν παίδων ἕνα ἐκεῖ ἀπελθεῖν προετρέπετο. τῶν [314] δὲ πρεσβυτέρων παραιτουμένων ὁ Ὑρκανὸς κατέθετο ἀπελθεῖν. καὶ συνεβούλευε τῷ πατρὶ μὴ πέμπειν αὐτόθεν δῶρα τῷ βασιλεῖ, ἐπιστεῖλαι δὲ τῷ ἐν Ἀλεξανδρείᾳ οἰκονόμῳ παρασχεῖν αὐτῷ χρυσίον, ἵνα δι' αὐτοῦ πρίηται δῶρα. ὁ δὲ τὸν υἱὸν ἐπαινέσας τῆς συμβουλῆς, γράφει τῷ οἰκονόμῳ τῶν ἐν Ἀλεξανδρείᾳ χρημάτων οὐκ ἐλαττόνων ὄντων τρισχιλίων ταλάντων, δοῦναι τῷ υἱῷ χρήματα ὅσων ἂν δεηθῇ, ἐλπίσας μὴ πλείω δέκα ἔσεσθαι ταλάντων τὴν ἐπὶ τῇ δωρεᾷ τοῦ βασιλέως δαπάνην. λαβὼν οὖν τὴν ἐπιστολὴν Ὑρκανὸς ἀπῄει πρὸς Ἀλεξάνδρειαν. οἱ δὲ λοιποὶ τοῦ Ἰωσὴφ παῖδες γράφουσι τοῖς πατρικοῖς ἑταίροις ἐπιβουλεῦσαι τῷ Ὑρκανῷ καὶ διαφθεῖραι αὐτόν. γενόμενος δ' ἐν Ἀλεξανδρείᾳ τὴν ἐπιστολὴν τοῦ πατρὸς τῷ οἰκονόμῳ ἐπέδωκεν. ὁ δὲ ἤρετο πόσων χρῄζει ταλάντων· καὶ ὅς "χιλίων" ἔφη. ὁ δ' οἰκονόμος οὐ πλείω δέκα παρεῖχεν. ὀργισθεὶς δὲ ὁ παῖς τὸν οἰκονόμον ἐδέσμησε. καὶ ὁ Πτολεμαῖος στείλας πρὸς Ὑρκανόν, θαυμάζειν ἔλεγε πῶς οὔτε ὤφθη αὐτῷ καὶ τὸν τοῦ πατρὸς ἔδησεν οἰκονόμον. ὁ δὲ μὴ ἐλθεῖν ἔφη περιμένων ἑτοιμάσαι τὰ δῶρα, τὸν δὲ δοῦλον κολάσαι οἷς ἐπέταξεν ἀπειθήσαντα. διὰ ταῦτα ὁ βασιλεὺς καὶ ἐγέλασε καὶ τὴν τοῦ παιδὸς μεγαλοφροσύνην ἐθαύμασεν. ὁ δὲ Ἀρίων ὁ οἰκονόμος γνοὺς ὡς οὐκ ἔστιν αὐτῷ ἀρωγή, δοὺς τὰ χίλια τάλαντα τῶν δεσμῶν ἐλύθη. ὁ Ὑρκανὸς δὲ παῖδας ἑκατὸν ἀκμαιοτάτους καὶ γράμματα εἰδότας ὠνήσατο, ταλάντου πριάμενος ἕκαστον, καὶ παρθένους τοσαύτας ἰσοταλάντου τιμῆς. τῶν γοῦν ἄλλων ἁπάντων τῶν μὲν ἀνὰ δέκα τάλαντα προσαγόντων τῷ βασιλεῖ, τῶν δὲ μείζω δωρουμένων οὐχ ὑπερβάντων τὰ εἴκοσιν, ὁ Ὑρκανὸς τοὺς παῖδας καὶ τὰς παρθένους [315] τῷ βασιλεῖ καὶ τῇ Κλεοπάτρᾳ προσήνεγκεν, ὧν ἕκαστος καὶ τάλαντον ἔφερε· καὶ τοῖς φίλοις δὲ τοῦ βασιλέως καὶ τοῖς περὶ τὴν θεραπείαν αὐτοῦ πολλῶν ταλάντων δῶρα παρέσχετο. θαυμάσας δὲ Πτολεμαῖος τὸν παῖδα αἰτεῖν ἃ βούλεται προετρέπετο. ὁ δὲ οὐδὲν ᾔτησεν ἢ τῷ πατρὶ καὶ τοῖς ἀδελφοῖς γράψαι περὶ αὐτοῦ. ὃ ποιήσας ὁ βασιλεύς, καὶ βασιλικῶς αὐτῷ δωρησάμενος, ἐξέπεμψεν. οἱ δὲ ἀδελφοὶ μαθόντες ἐπανιόντα μετὰ τιμῆς, ἐξῆλθον ὑπαντήσοντες αὐτῷ καὶ διαφθεροῦντες, μηδὲ τοῦ πατρὸς κωλύσαντος ὑπ' ὀργῆς τῆς διὰ τὴν τῶν χρημάτων δαπάνην. ἐπιθεμένων δέ οἱ τῶν ἀδελφῶν πολλοί τε τῶν σὺν αὐτοῖς ἔπεσον, καὶ ἐξ αὐτῶν δύο. δείσας οὖν διὰ ταῦτα εἰς τὸ πέραν ἀπῆλθε τοῦ Ἰορδάνου καὶ ἐπολέμει τοῖς Ἄραψι, καὶ βᾶριν ἐκεῖ πολυτελῆ ᾠκοδόμησε, καὶ κατέσχε τὰ ἐκεῖ μέρη ἐπὶ ἔτη ἑπτά, ἐφ' ὅσον ὁ τοῦ μεγάλου Ἀντιόχου υἱὸς Σέλευκος τῆς Συρίας ἐκράτησε. τούτου δὲ θανόντος, καὶ τοῦ ἀδελφοῦ αὐτοῦ Ἀντιόχου τὴν ἀρχὴν διαδεξαμένου τοῦ Ἐπιφανοῦς καλουμένου, φοβηθεὶς ὁ Ὑρκανὸς αὐτὸν αὐτόχειρ ἑαυτοῦ γίνεται· καὶ τὰ χρήματα αὐτοῦ ὁ Ἀντίοχος ἔλαβε. === Κεφάλαιο 19 ===    Τελευτᾷ δὲ καὶ ὁ Ἐπιφανὴς Πτολεμαῖος ὁ τῆς Αἰγύπτου κρατῶν, δύο παῖδας νεωτάτους πάνυ καταλιπών, ὧν ὁ μὲν Φιλομήτωρ ἐκέκλητο, Φύσκων δέ γε ὁ ἕτερος. τούτων καταφρονήσας Ἀντίοχος στρατεύει ἐπ' Αἴγυπτον· ἀλλ' ἀπεκρούσθη ταύτης, τῶν Ῥωμαίων ἀπέχεσθαι τῆς χώρας ἐντειλαμένων αὐτῷ. ἐκεῖθεν δ' ἐπανιὼν ἐπὶ τὰ Ἱεροσόλυμα ὥρμησε, καὶ κατέσχε τὴν πόλιν ἀμαχητί, ἀνοιξάντων αὐτῷ τὰς [316] πύλας ὅσοι τῆς ἐκείνου γνώμης ἐτύγχανον. θανόντος γὰρ Ὀνίου τοῦ ἀρχιερέως τῷ ἀδελφῷ αὐτοῦ Ἰησοῦ Ἀντίοχος τὴν τιμὴν παρέσχεν. ὀργισθεὶς δὲ αὐτῷ αὖθις τῷ νεωτέρῳ τὴν ἀρχιερωσύνην ἀπένειμεν ἀδελφῷ Ὀνίᾳ καλουμένῳ. Σίμωνι γὰρ τριῶν γενομένων παίδων, καὶ εἰς τοὺς τρεῖς ἡ ἀρχιερωσύνη περιελήλυθε. καὶ ὁ μὲν Ἰησοῦς Ἰάσωνα μετωνόμασεν ἑαυτόν, ὁ δὲ Ὀνίας Μενέλαον. στασιάσαντος οὖν τοῦ Ἰησοῦ πρὸς τὸν Ὀνίαν τὸν καὶ Μενέλαον καὶ ὁ λαὸς ἐμερίσθη· καὶ οἱ μὲν πλείους τῷ Ἰάσωνι προσετίθεντο, οἱ δ' ἄλλοι τῷ Μενελάῳ, ᾧ καὶ οἱ Τωβίου παῖδες ἦσαν συνεπαρήγοντες. καταπονούμενοι δὲ τοῖς πλείοσιν οὗτοί τε καὶ ὁ Μενέλαος πρὸς Ἀντίοχον ἀνεχώρησαν, καὶ τοὺς πατρίους νόμους λιπόντες ἡλλήνισαν, καὶ τὴν τῶν αἰδοίων περιτομὴν ἐπεκάλυψαν ἐπισπάσαντες. τῶν γοῦν τῆς τούτων μοίρας ἀνοιξάντων τὰς πύλας τῆς πόλεως τῷ Ἐπιφανεῖ Ἀντιόχῳ, ἐγκρατὴς ἐκεῖνος τῆς πόλεως γέγονε, καὶ πολλοὺς μὲν ἀπέκτεινε, χρήματα δὲ πολλὰ συλήσας εἰς Ἀντιόχειαν ἐπανέξευζε.    Μετὰ δὲ δύο ἔτη αὖθις εἰς Ἱεροσόλυμα ἀνέβη Ἀντίοχος, καὶ ἀπάτῃ κρατήσας τῆς πόλεως οὐδὲ τῶν εἰσδεξαμένων αὐτὸν ἐφείσατο, ἀλλὰ καὶ τὸν ναὸν συλήσας καὶ τοὺς ἀποκρύφους θησαυροὺς ἀφελόμενος, τάς τε νομίμους θυσίας κωλύσας, καὶ τὴν πόλιν διαρπάσας, καὶ τοὺς μὲν τοῦ λαοῦ κτείνας, τοὺς δ' αἰχμαλώτους ἀπαγαγών, καὶ ἐμπρήσας τὰ τῆς πόλεως κάλλιστα, καὶ σύας θύσας ἐν τῷ ναῷ, τέλος καὶ τὰ τείχη καθεῖλε, καὶ τὴν ἐν τῇ κάτω πόλει ἄκραν οἰκοδομήσας φρουρὰν Μακεδόνων ἐν ταύτῃ κατέστησεν. ἠνάγκαζε δὲ καὶ τὸ πλῆθος τοὺς ὑπ' αὐτοῦ νομιζομένους θεοὺς σέβεσθαι καὶ τὰ τέκνα μὴ [317] περιτέμνειν, καὶ τοὺς βιαζομένους ταῦτα πράττειν κατέλιπεν. ὅτε καὶ Ἐλεάζαρ ὁ ἱερεὺς καὶ οἱ τούτου φοιτηταὶ οἱ Μακκαβαῖοι δηλαδὴ σὺν τῇ σφετέρᾳ μητρὶ τῆς τῶν θείων νόμων φυλακῆς ὑπερήθλησαν. οἱ μὲν οὖν τῇ βίᾳ νικώμενοι τοῖς ἐπιτεταγμένοις ἐπείθοντο, ὅσοι δὲ τὰς ψυχὰς ἐτύγχανον εὐγενεῖς, μὴ ὑπείκοντες ταῖς παρανόμοις ἐπιταγαῖς, πικρῶς ἐν βασάνοις ἀπέθνησκον ἢ ἔτι μικρὸν ἐμπνέοντες ἀνεσταυροῦντο· τὰς δὲ γυναῖκας αὐτῶν καὶ τοὺς παῖδας, οὓς περιέτεμνον, ἐκ τῶν τραχήλων αὐτῶν ἐξαρτῶντες ἀπῆγχον οἱ τοῦ τυράννου ὑπηρέται. καὶ εἴ που βίβλος εὑρέθη τῆς Ἑβραϊκῆς γραφῆς, αὐτήν τε ἠφάνιζον καὶ τοὺς ἔχοντας οἰκτρῶς ἀπώλλυον. διὰ ταῦτα οἱ Σαμαρεῖται οὐκέτι ἑαυτοὺς τῶν Ἰουδαίων συγγενεῖς ὡμολόγουν, ἀλλὰ Σιδωνίους ὠνόμαζον ἑαυτούς, καὶ τὸ ἐν τῷ Γαριζὶν παρ' αὐτοῖς ἱερὸν Ἑλληνίου Διὸς προσηγόρευσαν.    Ἦν δέ τις τότε ἱερεὺς ὀνόματι Ματταθίας, υἱὸς Ἰωάννου τοῦ Συμεὼν τοῦ Ἀσαμωναίου, ᾧ ἦσαν υἱοὶ πέντε, Ἰωάννης ὁ καλούμενος Γαδδής, Σίμων ὁ κληθεὶς Θαθής, Ἰούδας ὁ καλούμενος Μακκαβαῖος, Ἐλεάζαρ ὁ λεγόμενος Αὔραν, καὶ Ἰωνάθας ὁ κεκλημένος Ἀφφούς. ἐλθόντων οὖν εἰς τὴν κώμην αὐτῶν τῶν βασιλικῶν καὶ θύειν κελευόντων καθ' Ἕλληνας τὸν Ματταθίαν πρῶτον ὡς τῶν ἄλλων πρωτεύοντα, ἐκεῖνος ἀνένευεν. ὡς δ' ἕτερος ἔθυσεν, ζήλου πλησθεὶς ὁ Ματταθίας σὺν τοῖς υἱέσι τὸν θύσαντά τε ἀπέκτεινε καὶ τὸν στρατηγὸν Ἀπελλῆν, ὃς θύειν ἠνάγκαζε, καὶ τὸν βωμὸν καθελὼν μετὰ τῶν υἱῶν ἐξώρμησεν εἰς τὴν ἔρημον. πολλοὶ δὲ καὶ ἄλλοι τούτους ζηλώσαντες μετὰ τῶν γυναικῶν καὶ τῶν τέκνων ἔφυγον εἰς τὴν ἔρημον καὶ ἐν σπηλαίοις διῆγον. οἱ [318] τοῦ Ἀντιόχου δὲ στρατηγοὶ δύναμιν ἀθροίσαντες ἐπῆλθον αὐτοῖς, καὶ προσβάλλουσιν ἐν σαββάτῳ, καὶ πολλοὺς ἐν τοῖς σπηλαίοις κατέφλεξαν οὐδὲ ἀμυνομένους διὰ τὸ τῆς ἡμέρας ἀργόν· οἱ δὲ διασωθέντες τῷ Ματταθίᾳ προσέθεντο. ὁ δὲ καὶ ἐν σαββάτοις αὐτοὺς παρῄνει μάχεσθαι, ἵνα μὴ ἀπόνως αὐτοὺς διαφθείρωσιν οἱ πολέμιοι ἐπιόντες κατὰ τὰ σάββατα. συναγαγὼν οὖν δύναμιν ὁ Ματταθίας τούς τε βωμοὺς καθεῖλε καὶ τοὺς ἀσεβήσαντας ἔκτεινε καὶ τοὺς μὴ περιτμηθέντας τῶν παίδων ἐκέλευσε περιτέμνεσθαι. ἄρξας δὲ ἐπ' ἐνιαυτὸν καὶ νοσήσας τοῖς παισὶ τὸν αὐτοῦ ζῆλον μιμεῖσθαι παρῄνεσε καὶ ὑπὲρ τῶν νόμων, εἰ δεήσει, θανεῖν καὶ ἀλλήλοις ὁμονοεῖν. ταῦτα αὐτοῖς ἐντειλάμενος ἐτελεύτησε. === Κεφάλαιο 20 ===    Τὴν δὲ τῶν πραγμάτων προστασίαν ὁ παῖς αὐτοῦ Ἰούδας ὁ καὶ Μακκαβαῖος περιεζώσατο, καὶ συναραμένων αὐτῷ τῶν τε συγγόνων καὶ ἄλλων τοὺς πολεμίους ἐκ τῆς χώρας ἀπώσατο καὶ τοὺς παρανομήσαντας τῶν ὁμοφύλων ἐκόλασεν. Ἀπολλώνιος δὲ ὁ τῆς Σαμαρείας στρατηγὸς κατὰ τοῦ Ἰούδα στρατεύσας αὐτός τε πίπτει καὶ πλεῖστοι τῶν σὺν αὐτῷ. ἅπερ ὁ τῆς Κιλικίας μαθὼν στρατηγὸς ἐπῆλθε κατὰ τοῦ Μακκαβαίου, καὶ συμβαλὼν τρέπεται καὶ θνήσκει, οἱ δ' ὑπ' αὐτὸν ἔφυγον· ἐπιδιώξας δὲ ὁ Ἰούδας πολλοὺς αὐτῶν ἔκτεινε. διὰ ταῦτα τοίνυν ὀργισθεὶς ὁ Ἀντίοχος Λυσίᾳ τῷ τῶν πραγμάτων αὐτοῦ ἐπιτρόπῳ καταστρέψασθαι τὴν Ἰουδαίαν ἐκέλευσε καὶ τὸ ἔθνος ἀνδραποδίσασθαι καὶ κατασκάψαι τὴν Ἱερουσαλήμ. ὁ δὲ τρεῖς ἐπιλεξάμενος στρατηγοὺς ἔπεμψε μετὰ βαρείας δυνάμεως. Ἰούδας δὲ τὸ πλῆθος [319] τῶν ἐναντίων ἰδὼν ἐπὶ τὸν θεὸν τιθέναι τὰς ἐλπίδας παρῄνει τοῖς μετ' αὐτοῦ. καὶ δειπνήσας ἑσπέρας πυρά τε πολλὰ ἐν τῷ στρατοπέδῳ λιπών, διὰ τῆς νυκτὸς ὁδεύσας ἐπιτίθεται τοῖς τοῦ Ἀντιόχου περὶ τὸν ὄρθρον· καὶ πολλοὺς μὲν μαχόμενος ἀπέκτεινε, τοὺς δὲ λοιποὺς διώκων, ὡς ὑπὲρ τρισχιλίους πεσεῖν. καὶ μετὰ τὴν ἧτταν τῶν ἐναντίων ἐπανελθὼν ὁ Ἰούδας ἐσκύλευσε τὸ τούτων στρατόπεδον, καὶ λείαν πολλὴν πλοῦτόν τε λαβὼν ἄφθονον εἰς τὴν οἰκείαν ὑπέστρεψε χαίρων. τῷ δ' ἐπιόντι ἐνιαυτῷ στράτευμα πλεῖον ὁ Λυσίας ἀθροίσας ἐνέβαλεν εἰς τὴν Ἰουδαίαν. καὶ τοῖς προδρόμοις τούτου συμμίξας ὁ Ἰούδας νικᾷ. διὸ τὴν λοιπὴν δύναμιν ὁ Λυσίας ἀναλαβὼν εἰς Ἀντιόχειαν ἐπανέζευξε, καὶ παρεσκευάζετο μετὰ μείζονος στρατιᾶς εἰς τὴν Ἰουδαίαν ἐμβαλεῖν. ὅ γε μὴν Ἰούδας εἰς Ἱεροσόλυμα ἀναβὰς ὥστε τὸν ναὸν ἐκκαθᾶραι, καὶ ἔρημον αὐτὸν εὑρηκὼς καὶ ἔν τισι καταπεπρησμένον, ἐθρήνησε. καθάρας δὲ αὐτὸν σκεύη καινὰ εἰσεκόμισε λυχνίαν, τράπεζαν, βωμὸν χρύσεα, καὶ θυσιαστήριον καινὸν ἐκ λίθων οὐ σιδήρῳ τετμημένων ἀνῳκοδόμησεν, ἐθυμίασέ τε καὶ ὡλοκαύτωσε καὶ ἄρτους ἐπὶ τὴν τράπεζαν ἔθηκε. γέγονε δὲ ταῦτα κατὰ τὴν ἡμέραν καθ' ἣν ὁ ναὸς ἐμιάνθη καὶ ἡ θρησκεία ἐβεβηλώθη, τριῶν παρελθόντων ἐνιαυτῶν, κατὰ τὴν τοῦ Δανιὴλ πρόρρησιν πρὸ τετρακοσίων καὶ ὀκτὼ γενομένην ἐτῶν. καὶ ἔκτοτε ἑορτάζουσιν οἱ Ἰουδαῖοι τὴν ἀνάκτησιν τῆς θρησκείας, φῶτα καλοῦντες αὐτήν. τειχίσας δὲ τὴν πόλιν φύλακας ἐγκατέστησεν. ὡς δὲ τὰ πέριξ ἔθνη πολλοὺς τῶν Ἰουδαίων διέφθειρεν, ἐνεδρεύοντα διὰ βασκανίαν, πολέμοις αὐτοὺς ὁ Ἰούδας ἠμύνετο καὶ ἀνέστελλεν. [320]    Ὁ δ' Ἀντίοχος μαθὼν πόλιν εἶναι ἐν τῇ Περσίδι πλούτῳ κομῶσαν Ἐλυμαΐδα ὠνομασμένην, καὶ ἱερὸν Ἀρτέμιδος ἐν αὐτῇ πλῆρες ἀναθημάτων πολυτελῶν, ὥρμησεν ἐπ' αὐτὴν καὶ ἐπολιόρκει. ἀποκρουσθεὶς δὲ παρὰ τῶν ἐν τῇ πόλει ἐπεξελθόντων φεύγων ἧκεν εἰς Βαβυλῶνα καὶ τῆς στρατιᾶς πλείστους ἀπέβαλεν. ἀλγοῦντι δὲ διὰ τοῦτο τῷ Ἀντιόχῳ ἀγγέλλεται ἡ τῶν στρατηγῶν ἧττα ἡ ὑπὸ Ἰουδαίων. καὶ τοῦ ἀλγήματος προστεθέντος ἐνόσησε· καὶ γνοὺς ὡς ἀποβιώσεται τοὺς ὑπ' αὐτὸν συνεκάλεσε, καὶ πάσχειν οὕτως εἶπεν ὅτι τὸ τῶν Ἰουδαίων ἔθνος ἐκάκωσε καὶ ἐσύλησε τὸν ναόν. ταῦτα λέγων ἐξέπνευσε, Φίλιππον τῶν φίλων ἕνα καταλιπὼν τῆς βασιλείας ἐπίτροπον, καὶ δοὺς αὐτῷ τὸ διάδημα καὶ τὸν δακτύλιον, ἵνα ταῦτα κομίσῃ τῷ υἱῷ Ἀντιόχῳ. ὁ δὲ Λυσίας θανόντα μαθὼν τὸν Ἀντίοχον, τὸν ἐκείνου υἱὸν ἀπέδειξε βασιλέα, καλέσας Εὐπάτορα. === Κεφάλαιο 21 ===    Οἱ δ' ἐν τῇ ἄκρᾳ τῶν Ἱεροσολύμων Μακεδόνες ἐκάκουν τοὺς Ἰουδαίους ἀνιόντας εἰς τὸ ἱερὸν ἐπὶ τῷ θῦσαι. διὸ ἐξελεῖν ἔσπευδε τὴν φρουρὰν ὁ Ἰούδας καὶ καρτερῶς ἐπολιόρκει αὐτήν. ὃ μαθὼν ὁ παῖς Ἀντίοχος ὠργίσθη, καὶ μετὰ μεγάλης δυνάμεως ἐξώρμησε κατὰ τῆς Ἰουδαίας καὶ Ἱερουσαλήμ. Ἰούδας δὲ ἀπαντήσας αὐτῷ τῶν προδρόμων περὶ ἑξακοσίους ἀναιρεῖ. καὶ Ἐλεάζαρ ὁ τοῦ Ἰούδα ὁμαίμων ὁ καὶ Αὔραν καλούμενος, τῶν ἐλεφάντων τὸν ὑψηλότατον ἰδὼν ὡπλισμένον θώραξι βασιλικοῖς, καὶ οἰηθεὶς αὐτῷ ἐποχεῖσθαι τὸν βασιλέα, μετὰ σφοδρᾶς ὁρμῆς ἐπῆλθεν αὐτῷ, καὶ ὑπὸ τὴν γαστέρα τοῦ θηρίου γενόμενος ἔπληξεν αὐτὸν καὶ ἀπέκτεινεν. ὁ δ' ἐπικατασεισθεὶς [321] τῷ Ἐλεαζάρῳ καὶ πιέσας αὐτὸν τῷ βάρει τοῦ σώματος ἔφθειρεν. ὁρῶν δὲ τὴν τῶν πολεμίων ἰσχὺν ὁ Ἰούδας εἰς Ἱεροσόλυμα ἐπανῆλθε καὶ πρὸς πολιορκίαν παρεσκευάζετο. Ἀντίοχος δὲ εἰς Ἱεροσόλυμα ἐλθὼν ἐπολιόρκει τὸ ἱερόν, καρτερῶς τῶν ἔνδον ἀμυνομένων, ἀλλὰ τροφῆς ἐπιλιπούσης αὐτοῖς πολλοὶ ἀπεδίδρασκον. τοῦ μέντοι Φιλίππου, ὃν ἐπίτροπον τῆς βασιλείας θνήσκων ὁ Ἀντίοχος εἴασε, σφετεριζομένου τὴν βασιλείαν, Λυσίας ὁ στρατηγὸς καὶ Ἀντίοχος γνόντες τοῦτο τοῖς πολιορκουμένοις ἐσπείσαντο ὥστε αὐτοὺς τοῖς πατρῴοις κεχρῆσθαι νόμοις. εἰσδεχθεὶς οὖν εἰς τὴν πόλιν Ἀντίοχος καὶ ἰδὼν τὸν ναὸν ὀχυρώτατον, τοὺς ὅρκους ἠθέτησε καὶ τὸ τεῖχος κατέσκαψε· καὶ οὕτως ὑπέστρεψε, καὶ τὸν ἀρχιερέα Ὀνίαν ἐπαγόμενος, ὃς καὶ Μενέλαος ἐκαλεῖτο, ὡς πείσαντα τὸν πατέρα αὐτοῦ τοὺς Ἰουδαίους βιάζεσθαι παραβῆναι τὰ ἔθη τὰ πάτρια καὶ πολλῶν κακῶν γενόμενον αἴτιον. ὃν καὶ πέμψας εἰς Βέρροιαν τῆς Συρίας διέφθειρεν, ἔτη δέκα τῆς ἀρχιερωσύνης κρατήσαντα, γεγονότα δὲ ἀσεβῆ. ἀρχιερεὺς δὲ γέγονεν Ἄλκιμος, ὃς καὶ Ἰωακεὶμ ἐκαλεῖτο. ὁ δ' Ἀντίοχος πολεμήσας πρὸς Φίλιππον καὶ χειρωσάμενος αὐτὸν ἔκτεινεν. ἰδὼν δὲ ὁ τοῦ ἀρχιερέως [Σίμωνος τοῦ δικαίου] υἱὸς Ὀνίας, ὃν παιδίον ὁ πατὴρ τελευτῶν, ὡς εἴρηται, καταλέλοιπεν, ὅτι τὴν ἀρχιερωσύνην Ἀλκίμῳ δέδωκεν ὁ Ἀντίοχος, μὴ τῷ γένει τῷ τῶν ἀρχιερέων προσήκοντι, φεύγει πρὸς Πτολεμαῖον εἰς Αἴγυπτον· καὶ τιμηθεὶς λαμβάνει τόπον ἐν τῷ Ἡλιουπολίτῃ νομῷ, καὶ ἱερὸν ἐκεῖ ᾠκοδόμησε τῷ ἐν Ἱεροσολύμοις παρεμφερές.    Δημήτριος δὲ φυγὼν ἐκ Ῥώμης ὁ Σελεύκου υἱός, καὶ καταντήσας τῆς Συρίας εἰς Τρίπολιν, τόν τε [322] Ἀντίοχον καὶ τὸν Λυσίαν συλλαβὼν καὶ ἄμφω διέφθειρεν, ἐπὶ δύο ἐνιαυτοὺς τοῦ Ἀντιόχου βασιλεύσαντος. τούτῳ τῷ Δημητρίῳ ὁ ἀρχιερεὺς Ἄλκιμος προσελθών, καὶ τῶν Ἰουδαίων πολλοὶ φυγάδες καὶ πονηροί, κατηγόρουν Ἰούδα τοῦ Μακκαβαίου καὶ τοῦ ἔθνους παντὸς ὡς τοὺς αὐτοῦ φίλους ἀπεκτονότων. ὁ δὲ παροξυνθεὶς πέμπει Βακχίδην αὐτῷ οἰκειότατον μετὰ μεγίστης δυνάμεως, ἐντειλάμενος αὐτῷ κτεῖναι καὶ τὸν Ἰούδαν καὶ τοὺς σὺν αὐτῷ. ὃς εἰς τὴν Ἰουδαίαν ἐλθὼν ἔπεμψε πρὸς τὸν Ἰούδαν καὶ τοὺς αὐτοῦ ἀδελφούς, ἐπὶ εἰρήνην αὐτοὺς καλῶν. οἱ δὲ οὐκ ἐπίστευσαν αὐτῷ. τινὲς δὲ τῶν τοῦ δήμου λαβόντες ὅρκους παρὰ Βακχίδου προσῆλθον αὐτῷ· ὃς τῶν ὅρκων καταφρονήσας ἑξήκοντα τούτων ἀπέκτεινε καὶ οὕτω τῶν λοιπῶν τὴν ὁρμὴν τοῦ αὐτῷ προσιέναι ἀνέκοψε. τοῖς δ' ἐν τῇ χώρᾳ πᾶσι προσέταξεν ὑπακούειν τοῦ ἀρχιερέως Ἀλκίμου. καὶ ταῦτα διαπραξάμενος εἰς Ἀντιόχειαν ἐπανῆλθε. Ἄλκιμος δὲ πρὸς χάριν ὁμιλῶν ἑκάστῳ, καὶ πάντας ὑποποιούμενος, ταχὺ πολλὴν συνέλεξε δύναμιν, ὧν οἱ πλείους ἐκ τῶν φυγάδων ἦσαν καὶ ἀσεβῶν, δι' ὧν τοὺς τὰ Ἰούδα φρονοῦντας ἐκτίννυε· καὶ Ἰούδας δ' ἑτέρωθεν τοὺς τὰ Ἀλκίμου πράττοντας διέφθειρεν· ὁ δὲ τὸν Δημήτριον κατὰ τοῦ Ἰούδα ἠρέθιζε. πέμπει τοίνυν αὖθις ὁ βασιλεὺς Νικάνορα μετὰ μεγίστης χειρός, ἐντειλάμενος τοῦ ἔθνους μὴ φείσασθαι. κἀκεῖνος ἀπελθὼν δόλῳ κατασχεῖν ἐπεχείρησε τὸν Ἰούδαν καὶ πρὸς εἰρήνην προεκαλεῖτο αὐτόν· ὁ δὲ πίστεις δοὺς καὶ λαβὼν τὸν Νικάνορα μετὰ τῆς δυνάμεως εἰσεδέξατο. καὶ ἀσπασάμενος αὐτὸν ὁ Νικάνωρ καὶ προσομιλῶν σημεῖον τοῖς ἑαυτοῦ δέδωκε συλλαβεῖν τὸν Ἰούδαν. γνοὺς δὲ τὴν ἐπιβουλὴν ὁ ἀνὴρ πρὸς τοὺς Ἰουδαίους ἐκπηδήσας [323] ἐξέφυγε. γνωσθείσης δὲ τῆς ἐνέδρας φανερὰν μάχην συνεκρότησεν ὁ Νικάνωρ, καὶ νενίκηκεν. ἐντεῦθεν Ἰούδας εἰς τὴν τῶν Ἱεροσολύμων ἀκρόπολιν κατέφυγε. Νικάνωρ δὲ ἠπείλησε τῷ λαῷ, εἰ μὴ παραδῴη αὐτῷ τὸν Ἰούδαν, καταβαλεῖν τὸν ναόν. ὁ δὲ Ἰούδας τοῖς μετ' αὐτοῦ χιλίοις οὖσι διαλεχθεὶς παρώρμησε σφᾶς εἰς ἀλκήν, καὶ συμβαλὼν τοῖς πολεμίοις ἐνίκησε, πολλῶν πεσόντων καὶ αὐτοῦ τοῦ Νικάνορος· οἱ δὲ λοιποὶ ἔφευγον, καὶ πάντες ἐφθάρησαν καταλαμβανόμενοι. καὶ οὕτω πρὸς ὀλίγον Ἰουδαῖοι ἐκ τῶν πολέμων ἀνεπαύσαντο. === Κεφάλαιο 22 ===    Τοῦ δὲ ἀρχιερέως Ἀλκίμου τοῦ καὶ Ἰωακεὶμ θεηλάτῳ βληθέντος πληγῇ καὶ οὕτω τὴν ζωὴν ἀπορρήξαντος μετὰ ἔτη τέσσαρα τοῦ ἀρχιερατεῦσαι, τῷ Ἰούδᾳ τὴν ἀρχιερωσύνην ἀπένειμεν ὁ λαός. ἀκούσας δὲ ὁ Ἰούδας μέγα δύνασθαι τοὺς Ῥωμαίους, καὶ χειρώσασθαι Γαλάτας καὶ Ἴβηρας καὶ Καρχηδονίους καὶ Λίβυας καὶ τὴν Ἑλλάδα πᾶσαν καὶ τοὺς βασιλεῖς Περσέα καὶ Φίλιππον καὶ Ἀντίοχον, ἔπεμψε φιλίαν αἰτῶν, καὶ Δημητρίῳ γράψαι ἠξίου μὴ πολεμεῖν Ἰουδαίοις. ἡ δὲ σύγκλητος καὶ φιλίαν ὡμολόγησε καὶ συμμαχεῖν Ἰουδαίοις κατένευσε. Δημήτριος δὲ τὸν θάνατον μαθὼν τοῦ Νικάνορος καὶ τῆς στρατιᾶς τὴν ἀπώλειαν, πάλιν τὸν Βακχίδην ἀπέστειλεν. ὁ δὲ πρὸς τὸν Ἰούδαν ἠπείγετο, ἐστρατοπεδευκότα ἔν τινι κώμῃ μετὰ χιλίων. οἳ τὸ μετὰ Βακχίδου δείσαντες στράτευμα, συνεβούλευον αὐτῷ ἀναχωρεῖν καὶ σώζεσθαι. ὡς δ' ἐκεῖνος "μὴ τοῦτο" εἶπεν "ἴδοι γινόμενον ἥλιος ὥστε με νῶτα δοῦναι τοῖς ἐναντίοις," πολλοὶ τῶν μετ' αὐτοῦ ἔφυγον. συμβαλὼν δὲ τῷ [324] Βακχίδῃ μέχρι πολλοῦ ἀγχωμάλως ἐμάχετο, περὶ δέ γε δυσμὰς ἐπιβρίσας μετὰ τῶν εὐψυχοτάτων ἐν τῷ δεξιῷ κέρατι, ὅπου καὶ ὁ Βακχίδης ἦν, τὴν φάλαγγα διασπᾷ καὶ ἐτρέψατο εἰς φυγήν. ἐπελθόντες δ' οἱ κατὰ τὸ εὐώνυμον ἐκύκλωσαν τὸν Ἰούδαν. ὁ δὲ στὰς ἐμάχετο μετὰ τῶν σὺν αὐτῷ, καὶ πολλοὺς κτείνας τέλος καὶ αὐτὸς ἔπεσεν· οὗ πεσόντος οἱ σὺν αὐτῷ ἔφυγον. ἐπὶ τρίτον δ' ἔτος τῇ ἀρχιερωσύνῃ ἐμπρέψας, καὶ γενναῖος ἀνὴρ γεγονώς, καὶ ὑπὲρ τῆς ἐλευθερίας τοῦ ἔθνους πάντα καὶ δρᾶσαι καὶ παθεῖν ἕτοιμος γεγονώς, ἀπέθανε.    Θανόντος δ' ἐκείνου τοῖς ἀσεβήσασι τῶν Ἰουδαίων καὶ παραβεβηκόσι τὰ πάτρια τὴν τῆς χώρας ἐπιμέλειαν ὁ Βακχίδης ἀνέθετο. οἱ δὲ παντοίως τοὺς ὁμοφύλους ἐκάκουν, καὶ τοὺς Ἰούδα ὁμόφρονας συλλαμβάνοντες τῷ Βακχίδῃ προσῆγον, καὶ ὃς αἰκίζων αὐτοὺς πρότερον εἶτα διέφθειρεν. οἱ οὖν περίλοιποι τῶν ἑταίρων Ἰούδα Ἰωνάθην τὸν ἀδελφὸν ἐκείνου πείσαντες τῶν Ἰουδαίων ἀποδεικνύουσι στρατηγόν. καὶ ὁ Βακχίδης ἀποκτεῖναι δόλῳ τὸν Ἰωνάθην ἐζήτει· ὁ δὲ μετὰ τοῦ ἀδελφοῦ Σίμωνος καὶ τῶν ἑταίρων εἰς ἔρημον ἔφυγε. καὶ ἐπ' αὐτοὺς ὁ Βακχίδης ὡρμήκει· ὁ δ' Ἰωνάθης τὸν ἀδελφὸν Ἰωάννην πρὸς τοὺς Ναβαταίους Ἄραβας ἔπεμψεν, ἦσαν γὰρ φίλοι, παραθησόμενον αὐτοῖς τὴν ἀποσκευήν. ἀπιόντα δὲ τοῦτον οἱ Ἀμαραίου παῖδες λοχήσαντες κτείνουσι σὺν τοῖς ἑπομένοις καὶ τὰ κομιζόμενα διηρπάκασι. Βακχίδης δὲ ἐν σαββάτῳ τῷ Ἰωνάθαν ἐπῆλθεν ὡς τάχα διὰ τὸν νόμον μὴ μαχουμένῳ. ὁ δὲ περὶ ψυχῶν εἶναι φήσας τὸν κίνδυνον, ἀντετάξατο, καὶ πολλοὺς ἀποκτείνας καὶ κατὰ Βακχίδου ὁρμήσας ὡς πλήξων αὐτόν, καὶ ἀποτυχών, εἰς τὸν ποταμὸν ἥλατο μετὰ τῶν [325] ἑταίρων καὶ διενήξατο. καὶ ὁ Βακχίδης εἰς τὴν ἐν Ἱεροσολύμοις ἄκραν ὑπέστρεψε, καὶ τῶν πρώτων τῆς Ἰουδαίας παῖδας ὁμήρους λαβὼν εἰς τὴν ἄκραν ἐνέκλεισεν. Ἰωνάθῃ δ' ἐμέλησε τὸν φόνον τιμωρῆσαι τοῦ ἀδελφοῦ Ἰωάννου. γάμον οὖν τῶν τοῦ Ἀμαραίου παίδων τελούντων, καὶ ἐκ πόλεως εἰς ἑτέραν τὸν νυμφίον καὶ τὴν νύμφην ἀγόντων μετὰ πολυτελοῦς προπομπῆς, ἐνεδρεύσας ἐκεῖνος ἐν ὄρει μετὰ τῶν περὶ αὐτὸν ἐπιτίθεται τοῖς ἐν τῇ πομπῇ, καὶ διέφθειρεν ἅπαντας, καὶ ἃ ἔφερον διήρπασε ξύμπαντα. διῆγον δ' Ἰωνάθης καὶ Σίμων μετὰ τῶν περὶ αὐτοὺς εἰς τὰ ἕλη τοῦ ποταμοῦ. Βακχίδης δὲ φρουρὰν εἰς Ἰουδαίαν καταλιπὼν πρὸς τὸν Δημήτριον ἐπανῆλθεν. ἠρεμοῦντος δ' ἔκτοτε τοῦ ἔθνους ἐπ' ἔτη δύο, Ἰωνάθης καὶ οἱ περὶ αὐτὸν σὺν ἀδείᾳ ἐν τῇ χώρᾳ διέτριβον. οἱ οὖν ἀσεβήσαντες Ἰουδαῖοι πρὸς τὸν βασιλέα Δημήτριον πέμπουσι, δηλοῦντες ἀπόνως τὸν Ἰωνάθαν, εἰ πεμφθείη τις ἐπ' αὐτόν, συλληφθήσεσθαι. καὶ πέμπει τὸν Βακχίδην ὁ βασιλεύς. ὁ δὲ εἰς τὴν Ἰουδαίαν ἐλθὼν καὶ συλλαβέσθαι τὸν Ἰωνάθαν καίτοι σπουδάσας οὐχ οἷός τε ὤν, πεντήκοντα ἐκ τῶν περὶ Ἰωνάθαν τῷ βασιλεῖ τὴν ἀναφορὰν ποιησάντων τοὺς προκρίτους ὡς ψευσαμένους ἀπέκτεινεν. Ἰωνάθης δὲ καὶ Σίμων καὶ οἱ περὶ αὐτοὺς εἰς τὴν ἔρημον ἀνεχώρησαν, ἔνθα πύργους οἰκοδομήσας προσέμενε. καὶ ὁ Βακχίδης ἐλθὼν ἐπολιόρκει αὐτόν. Ἰωνάθης δὲ τὸν ἀδελφὸν ἐκεῖ λιπὼν Σίμωνα, αὐτὸς λάθρᾳ ἐξελθὼν καὶ πολλοὺς ἐκ τῆς χώρας συναγαγὼν νύκτωρ τῷ Βακχίδῃ καὶ τῇ αὐτοῦ προσέβαλε στρατιᾷ. καὶ πολλοὺς μὲν αὐτὸς ἀνεῖλε, πολλοὺς δὲ καὶ ὁ Σίμων, ὑπεξελθὼν κἀκεῖνος ἀπὸ τῶν ἐρυμάτων, ἐμπρήσαντες καὶ τὰς πολιορκητικὰς μηχανάς. ἀθυμήσας [326] δὲ διὰ ταῦτα ὁ Βακχίδης ἤθελεν ἀναζεῦξαι, ἐζήτει δ' αἰτίαν τῆς ἀναζυγῆς εὐπρεπῆ. καὶ ὁ Ἰωνάθης τοῦτο μαθὼν πρεσβεύεται περὶ φιλίας, ἵνα ἑκάτεροι ἀλλήλοις ἀντιδῶσιν οὓς εἶχον αἰχμαλώτους. δεξάμενος οὖν τὴν πρεσβείαν ὁ Βακχίδης σπένδεται. καὶ ὤμοσαν μηκέτι κατ' ἀλλήλων στρατεύειν, καὶ τοὺς αἰχμαλώτους ἠλλάξαντο. καὶ ὁ μὲν Βακχίδης ὑποστρέψας οὐκέτι κατὰ τῆς Ἰουδαίας ἐπῆλθεν, ὁ δ' Ἰωνάθης ἀδείας τυχὼν τὰ τῶν ὁμοεθνῶν διίθυνε πράγματα ἐκόλαζέ τε τοὺς ἀσεβήσαντας. === Κεφάλαιο 23 ===    Ἀλέξανδρος δὲ τοῦ Ἐπιφανοῦς Ἀντιόχου υἱὸς τὴν Πτολεμαΐδα ἐκ προδοσίας παρειληφὼς ἐτάραξε τὸν Δημήτριον, ὥστε καὶ τὰς δυνάμεις ἀθροίζειν καὶ πέμψαι πρὸς Ἰωνάθην περὶ εὐνοίας καὶ συμμαχίας. ἐπέτρεπέ τε αὐτῷ στράτευμα συνιστᾶν, καὶ οὓς ἐν τῇ ἄκρᾳ κατέκλεισεν ὁ Βακχίδης παῖδας ὡς ὁμηρεύοντας παρεχώρει ἀπολαβεῖν. δεξάμενος οὖν τὴν ἐπιστολὴν Ἰωνάθης τοῦ βασιλέως εἰς Ἱεροσόλυμα παραγέγονε, καὶ ταύτην εἰς ἐπήκοον τοῦ λαοῦ καὶ τῶν φυλάκων ἀνέγνω, καὶ τοὺς παῖδας λαβὼν ἐκ τῆς ἀκροπόλεως τοῖς γονεῦσιν ἀπέδωκεν ἑκάστῳ τὸν ἴδιον, καὶ αὐτὸς ἐν Ἱεροσολύμοις διέτριβε καινίζων τὴν πόλιν καὶ τὰ τείχη αὐτῆς ἀνοικοδομῶν. γράφει δὲ καὶ Ἀλέξανδρος Ἰωνάθῃ, εἰς συμμαχίαν καλῶν αὐτὸν καὶ φίλον ποιούμενος καὶ τὴν ἀρχιερωσύνην αὐτῷ παρασχὼν καὶ δῶρα πεπομφώς. ὁ δὲ δεξάμενος τὴν ἐπιστολὴν τὴν ἀρχιερατικὴν στολὴν περιβάλλεται κατὰ τὴν τῆς σκηνοπηγίας ἑορτήν, τεσσάρων ἐκμετρηθέντων ἐνιαυτῶν ἐξ ὅτου τέθνηκεν Ἰούδας ὁ ἀδελφὸς αὐτοῦ, δύναμίν τε συνήγαγε καὶ ὅπλα ἡτοίμασε. συμμίξας [327] δὲ τῷ Δημητρίῳ Ἀλέξανδρος νικᾷ, τοῦ Δημητρίου εἰς τέλμα βαθὺ ἐμπεσόντος μετὰ τοῦ ἵππου καὶ δυσεκπόρευτον, ἔνθα περιστάντων τῶν πολεμίων αὐτὸν κατατρωθεὶς ἔπεσε, πολλοὺς καὶ αὐτὸς ἀνελών. ἔτη δὲ ἐβασίλευσεν ἕνδεκα.    Τὴν δὲ τῆς Συρίας παραλαβὼν βασιλείαν Ἀλέξανδρος τὴν τοῦ Πτολεμαίου τοῦ Φιλομήτορος θυγατέρα ἑαυτῷ εἰς γυναῖκα μνηστεύεται. καὶ τῶν γάμων τελουμένων ἔγραψεν Ἰωνάθῃ εἰς Πτολεμαΐδα παραγενέσθαι. ἀφικόμενος δ' ἐτιμήθη καὶ παρὰ Πτολεμαίου καὶ παρὰ Ἀλεξάνδρου. Δημητρίου δὲ τοῦ υἱοῦ τοῦ τελευτήσαντος Δημητρίου καταπλεύσαντος ἐκ Κρήτης εἰς Κιλικίαν μετὰ βαρείας δυνάμεως, ἐναγώνιος ἦν ὁ Ἀλέξανδρος, καὶ ὁ μὲν εἰς Ἀντιόχειαν ἔσπευσεν ἀσφαλισόμενος τὰ ἐκεῖ, τῆς δὲ Συρίας ἐπίτροπον Ἀπολλώνιον τὸν Δάον κατέλιπεν. ὃς πρὸς Ἰωνάθην στείλας ἄδικον ἔλεγεν εἶναι μόνον αὐτὸν μὴ ὑπείκειν τῷ βασιλεῖ, καὶ πρὸς μάχην προεκαλεῖτο αὐτόν, καὶ εἰς ἀνανδρίαν τὸ ἔθνος ὠνείδιζε. τούτοις παροξυνθεὶς ὁ ἀρχιερεὺς συνάπτει πρὸς Ἀπολλώνιον πόλεμον, καὶ νικᾷ καὶ πολλοὺς τῶν ἐναντίων ἀναιρεῖ καὶ πόλεις τῆς Συρίας αἱρεῖ, καὶ μετὰ λείας πολλῆς ἀναζεύγνυσιν εἰς Ἱεροσόλυμα. ὁ δὲ βασιλεὺς Ἀλέξανδρος ταῦτα μαθὼν πέμπει πρὸς Ἰωνάθαν, χαίρειν λέγων ἐπὶ τῇ ἥττῃ Ἀπολλωνίου, ὡς παρὰ γνώμην αὐτοῦ μαχεσαμένου αὐτῷ φίλῳ καὶ συμμάχῳ ὄντι. ὅ γε μὴν Πτολεμαῖος ὁ Φιλομήτωρ πρὸς συμμαχίαν ἀπιὼν Ἀλεξάνδρου σὺν δυνάμει ναυτικῇ καὶ πεζῇ, καὶ εἰς Πτολεμαΐδα γενόμενος, μικροῦ ἂν ἐκινδύνευσε, τοῦ Ἀλεξάνδρου αὐτῷ διά τινος τῶν φίλων Ἀμμωνίου ἐπιβουλεύσαντος. διαδρὰς δὲ τὴν ἐπιβουλήν, ᾔτει πρὸς κόλασιν τὸν Ἀμμώνιον· οὐκ ἐξεδίδου [328] δὲ αὐτὸν ὁ Ἀλέξανδρος. ὅθεν γνοὺς ὁ Πτολεμαῖος συνίστορα τῆς ἐπιβουλῆς τὸν Ἀλέξανδρον, τῆς τε συμμαχίας ἀπέσχετο καὶ τὴν ἀγχιστείαν διέλυσε. τὴν γὰρ θυγατέρα ἀποσπάσας αὐτοῦ διαπέμπεται πρὸς Δημήτριον, συμμαχήσειν αὐτῷ ὑπισχνούμενος καὶ συζεῦξαι τὴν θυγατέρα καὶ εἰς τὴν πατρῴαν βασιλείαν ἐγκαθιδρῦσαι. καὶ ὁ Δημήτριος ἀσμένως τὸν γάμον καὶ τὴν συμμαχίαν προσίεται. Πτολεμαίῳ δὲ σπούδασμα ἦν πεῖσαι τοὺς Ἀντιοχεῖς δέξασθαι τὸν Δημήτριον. καὶ ἤνυσε ῥᾳδίως τὸ σπουδαζόμενον, τῶν Ἀντιοχέων μισούντων τὸν Ἀλέξανδρον διά τε τὸν πατέρα αὐτοῦ παρανομήσαντα εἰς αὐτοὺς καὶ διὰ τὸν Ἀμμώνιον· οἳ ταχέως αὐτὸν ἐκ τῆς Ἀντιοχείας ἐξέβαλον. καὶ ὁ μὲν ἐκβληθεὶς ἐκεῖθεν εἰς Κιλικίαν ἧκεν, οἱ δ' Ἀντιοχεῖς βασιλέα τὸν Πτολεμαῖον ἀνέδειξαν, καὶ δύο περιθέσθαι ἠνάγκασαν διαδήματα, ἅτε δὴ τῆς Συρίας καὶ τῆς Αἰγύπτου ἄρχοντα. ὁ δὲ λογίσασθαι τὰ μέλλοντα οἷός τε ὢν διὰ σύνεσιν, ἵνα μὴ δόξῃ τοῖς Ῥωμαίοις ἤδη μέγα δυναμένοις ἐπίφθονος, πείθει τοὺς Ἀντιοχεῖς δέξασθαι τὸν Δημήτριον. τοῦ δὲ Ἀλεξάνδρου κατὰ τῆς Συρίας ἐπιόντος σὺν πολλῇ στρατιᾷ καὶ τὴν τῶν Ἀντιοχέων χώραν δῃώσαντος, ὁ Πτολεμαῖος σὺν Δημητρίῳ, ἤδη αὐτῷ τὴν θυγατέρα γαμικῶς ἁρμοσάμενος, ἐστράτευσεν ἐπ' αὐτόν. καὶ ὁ μὲν Ἀλέξανδρος ἡττηθεὶς εἰς Ἀραβίαν προσπέφευγεν, ὁ δέ γε Πτολεμαῖος ἐκ τοῦ ἵππου ἐκπεπτωκὼς δι' ἐλέφαντος βοὴν ταραχθέντος καὶ ἀποσεισαμένου αὐτόν, πολλὰ κατὰ τῆς κεφαλῆς ἐδέξατο τραύματα τῶν πολεμίων περιστάντων αὐτόν, μόλις δ' ὑπὸ τῶν σωματοφυλάκων ἐξαρπασθεὶς ἐφ' ἡμέρας ἔκειτο τέσσαρας, μήτε συνιεὶς μήτε μέντοι φθεγγόμενος. ἀνενεγκὼν δὲ τῇ πέμπτῃ τῶν ἡμερῶν, καὶ [329] τὴν Ἀλεξάνδρου δεξάμενος κεφαλὴν παρὰ τοῦ τῶν Ἀράβων δυνάστου πεμφθεῖσαν αὐτῷ, καὶ ἡδυνθεὶς ἐπὶ τῇ ἐκείνου φθορᾷ, καὶ αὐτὸς μετὰ μικρὸν ἐτελεύτησε. === Κεφάλαιο 24 ===    Παραλαβὼν δὲ τὴν τῆς Ἀσίας βασιλείαν Δημήτριος ὁ Νικάνωρ μετὰ Ἀλέξανδρον ἔτη βασιλεύσαντα πέντε, ἤρξατο διαφθείρειν τὸ τοῦ Πτολεμαίου στρατιωτικόν, τῆς τε συγγενείας καὶ τῆς συμμαχίας ἀμνημονήσας. οἱ μὲν οὖν στρατιῶται τὴν πεῖραν ἐκείνου διακρουσάμενοι εἰς Ἀλεξάνδρειαν ἀνεχώρησαν, τῶν δ' ἐλεφάντων ἐκράτησεν. Ἰωνάθης δὲ ὁ ἀρχιερεὺς ἐπολιόρκει τὴν τῶν Ἱεροσολύμων ἀκρόπολιν, ἔχουσαν ἔνδον Μακεδόνας φρουροὺς καὶ τῶν ἀσεβησάντων Ἰουδαίων τινάς· ὧν τινες νυκτὸς ἐξελθόντες τῷ Δημητρίῳ τὴν πολιορκίαν ἀπήγγειλαν. καὶ ὃς ἧκε σὺν δυνάμει πρὸς Ἰωνάθην, καὶ ἐν Πτολεμαΐδι γενόμενος γράφει αὐτῷ πρὸς αὐτὸν ἀφικέσθαι. ὁ δὲ τὴν πολιορκίαν οὐκ ἔπαυσε, τοὺς ἱερεῖς δὲ καὶ τοὺς τοῦ λαοῦ πρεσβυτέρους παραλαβὼν καὶ χρήματα πολλὰ κομίζων ἧκε πρὸς τὸν Δημήτριον. καὶ τούτοις αὐτὸν θεραπεύσας ἐτιμήθη παρ' αὐτοῦ καὶ τὴν ἀρχιερωσύνην ἐβεβαιώσατο.    Ὡς δὲ μή τινος ἐπικειμένου πολέμου τὸν μισθὸν τῶν στρατιωτῶν ἠλάττωσεν ὁ Δημήτριος, κἀντεῦθεν ἦν αὐτοῖς μισητός, γνοὺς τὸ πρὸς αὐτὸν μῖσος Ἀλεξάνδρου τις στρατηγὸς Τρύφων ἐπικληθείς, πρὸς Μάλχον τὸν Ἄραβα παραγίνεται, καὶ τὸν παῖδα τοῦ Ἀλεξάνδρου Ἀντίοχον τρεφόμενον παρ' αὐτῷ ἐζήτει, λέγων ἀποκαταστήσειν αὐτῷ τὴν πατρῴαν ἀρχήν· καὶ ὃς δίδωσι. Δημήτριος δὲ πρὸς Ἰωνάθην στείλας [330] συμμαχίαν ἐζήτει, πολλὰς αὐτῷ ἐπαγγελλόμενος χάριτας. πέμπει τοίνυν αὐτῷ τρισχιλίους, δι' ὧν ἐπαναστάντας αὐτῷ τοὺς Ἀντιοχεῖς δι' ἀπέχθειαν, ἣν ἔτρεφον ὅτι κακῶς ἔπασχον ὑπ' αὐτοῦ, ἐτρέψατο, καὶ τὴν πόλιν ἐνέπρησε καὶ πολλοὺς αὐτῶν ἔκτεινε, μέχρις ἐβιάσθησαν ἀποθέσθαι τὰ ὅπλα καὶ ἑαυτοὺς αὐτῷ παραδοῦναι. ἡ μὲν οὖν στάσις οὕτως ἐπαύθη, ὁ δὲ τοὺς Ἰουδαίους ἀνέπεμψε πρὸς Ἰωνάθην, αὐτοῖς μὲν δωρησάμενος, ἐκείνῳ δὲ χάριτας ὁμολογῶν. ὕστερον δὲ καὶ τὰς ὑποσχέσεις ἐψεύσατο, καὶ πόλεμον ἠπείλησεν αὐτῷ. καὶ ἤγαγεν ἂν εἰς ἔργον τὰς ἀπειλάς, εἰ μὴ Τρύφων ἐκ τῆς Ἀραβίας εἰς τὴν Συρίαν ἐπανελθὼν τῷ Ἀντιόχῳ μειρακίῳ τότε τυγχάνοντι διάδημα περιέθετο, καὶ πόλεμον πρὸς τὸν Δημήτριον συνεκρότησε, προσχωρησάντων αὐτῷ τῶν στρατιωτῶν ὅσοι διὰ τὴν μείωσιν τοῦ μισθώματος καταλελοίπασι τὸν Δημήτριον. ἐπικρατέστερος οὖν ὁ Τρύφων ἐν τῇ μάχῃ γενόμενος καὶ τὴν Ἀντιόχειαν λαμβάνει καὶ τοὺς ἐλέφαντας. ὁ δὲ Δημήτριος εἰς Κιλικίαν ἀπῆλθε, καὶ ὁ παῖς Ἀντίοχος εἰς συμμαχίαν τὸν Ἰωνάθην μετεκαλέσατο. ὁ δὲ φίλος εἶναι καὶ σύμμαχος ὡμολόγει, καὶ πολεμήσειν τῷ Δημητρίῳ κατέθετο, καὶ ὥρμησε πρὸς ἔργον εὐθύς. καὶ πρῶτον πόλεις πολλὰς προσχωρῆσαι τῷ Ἀντιόχῳ πεποίηκεν ἀποστάσας τοῦ Δημητρίου, εἶτα τὸν ἀδελφὸν Σίμωνα ἐν τῇ Ἰουδαίᾳ καταλιπὼν κατὰ τῶν τοῦ Δημητρίου ἐχώρησε στρατηγῶν. καὶ ὁ Σίμων Βέσουρα ἐπολιόρκει, τῆς Ἰουδαίας χωρίον ὑπὸ τῶν τοῦ Δημητρίου κατεχόμενον, οἳ τῇ πολιορκίᾳ στενοχωρηθέντες, πίστεις λαβόντες ἐξέλιπον τὸ χωρίον· καὶ φρουρὰν ἰδίαν ὁ Σίμων κατέστησεν ἐν αὐτῷ. Ἰωνάθης δὲ τοῖς στρατηγοῖς συμμίξας τοῦ Δημητρίου εἰς φυγήν τε αὐτοὺς [331] τρέπεται καὶ περὶ δισχιλίους ἀνελὼν ὑπέστρεψεν εἰς Ἱεροσόλυμα. καὶ εἰς Ῥώμην πρεσβείαν ἐποιήσατο, τὴν προτέραν φιλίαν ἣν πρὸς τὸ ἔθνος εἶχον ἀνανεώσασθαι. οἱ δὲ τῆς βουλῆς τὰ πρότερον ἐψηφισμένα καὶ αὖθις ἐκύρωσαν. ἐπανερχόμενοι δὲ οἱ πρέσβεις καὶ εἰς τὴν Σπάρτην ἀφίκοντο, καὶ τοῦτο ἐντεταλμένον ἔχοντες παρὰ τοῦ Ἰωνάθου. καὶ οἱ Σπαρτιᾶται δὲ τοὺς πρεσβευτὰς φιλοφρόνως προσήκαντο, καὶ ψήφισμα περὶ φιλίας καὶ συμμαχίας πρὸς Ἰουδαίους ἔθεντο. τοῦ Δημητρίου μέντοι οἱ στρατηγοὶ τὴν ἧτταν ἀναμαχέσασθαι σπεύδοντες μετὰ δυνάμεως πλείονος ἦλθον κατὰ τοῦ Ἰωνάθου. ὁ δὲ αὐτοῖς ὀξέως ἀπήντησεν. ἀποδειλιάσαντες δὲ πρὸς φανερὰν μάχην ἀντικαταστῆναι αὐτῷ, νυκτὸς ἔφυγον. μεθ' ἡμέραν δὲ γνοὺς τὴν φυγὴν Ἰωνάθης, ἐπεδίωξε μέν, οὐ κατέλαβε δέ· ἀλλ' εἰς Ἀραβίαν ἐλθὼν καὶ τοῖς Ναβατηνοῖς ἐπελθὼν καὶ λείαν ἐκεῖθεν ἀπελάσας πολλὴν καὶ αἰχμαλώτους λαβὼν ἐπανῆλθε. συναγαγὼν δὲ τὸν λαὸν συνεβούλευε τὰ τείχη τῶν Ἱεροσολύμων ἀνακαινίσαι καὶ ἀνορθῶσαι ὅσον τοῦ περιβόλου τοῦ ἱεροῦ καθῄρητο. καὶ ἀρεσάσης πᾶσι τῆς συμβουλῆς, αὐτὸς μὲν ἔργου εἴχετο, τὸν δὲ ἀδελφὸν Σίμωνα ἔπεμψε τὴν χώραν ἀσφαλισόμενον.    Ὁ δέ γε Δημήτριος εἰς Μεσοποταμίαν ἧκεν ὡς τὴν Βαβυλῶνα καὶ τὰς ἄνω σατραπείας παραληψόμενος. οἱ γὰρ ταύτας κατοικοῦντες Ἕλληνες καὶ Μακεδόνες παραδώσειν ἑαυτοὺς αὐτῷ ἐπηγγέλλοντο καὶ συγκαταπολεμήσειν Ἀρσάκην τὸν Πάρθων βασιλέα. καὶ ἐδέξαντο τοίνυν αὐτόν. καὶ τῷ Ἀρσάκῃ συμβαλὼν τὴν ἅπασαν ἀπέβαλε στρατιὰν καὶ αὐτὸς ἐλήφθη. Τρύφων δὲ γνοὺς τοιαῦτα τὰ περὶ τὸν Δημήτριον, ἐπεβούλευεν Ἀντιόχῳ, ἀποκτεῖναι αὐτὸν μελετῶν καὶ [332] τὴν ἀρχὴν σφετερίσασθαι. ἐδεδοίκει μέντοι τὸν Ἰωνάθην, ὄντα φίλον τῷ Ἀντιόχῳ. καὶ ἔσπευδεν αὐτὸν πρῶτον ἀπάτῃ ἑλὼν οὕτως ἐπιχειρῆσαι τοῖς κατὰ τὸν Ἀντίοχον. διὸ καὶ εἰς Σκυθόπολιν ἄπεισιν, ἔνθα καὶ Ἰωνάθης αὐτῷ σὺν τέσσαρσι μυριάσι μαχίμων ἀπήντησεν. ὁ δὲ ὑπούλως αὐτὸν ὑπέρχεται, δώροις τε καὶ τιμαῖς δεξιούμενος, πᾶσαν θέλων ὑπόνοιαν ἐξελεῖν, ἵν' αὐτὸν ἀφύλακτον λήψοιτο. καὶ συνεβούλευε τὴν μὲν στρατιὰν ἀπολῦσαι, αὐτὸς δὲ μετ' ὀλίγων εἰς Πτολεμαΐδα συναφικέσθαι αὐτῷ, τὴν πόλιν παραληψόμενος καὶ πάντα τὰ ἐκεῖ ὀχυρώματα. καὶ Ἰωνάθης μηδὲν ὑποτοπήσας τὸ στράτευμα ἔστρεψε, χιλίους δ' ἔχων μόνους ἀπῄει. εἰς δὲ Πτολεμαΐδα κατακλεισθεὶς αὐτὸς μὲν ζωγρεῖται, οἱ δὲ σὺν αὐτῷ διαφθείρονται. ἅπερ οἱ ἐν Ἱεροσολύμοις μαθόντες εἰς δέος ἐνέπεσον διὰ τὰ πέριξ ἔθνη, ἃ γνόντα τὴν Ἰωνάθου σύλληψιν κατὰ τῶν Ἰουδαίων κεκίνηντο. Σίμων δὲ τῷ πλήθει ὡμιληκὼς καὶ παραθαρρύνας αὐτὸ ἡγεμὼν ὑπ' αὐτοῦ αἱρεῖται, καὶ συναθροίσας τὸ μάχιμον τοῦ λαοῦ τῶν τειχῶν ἐπεμελεῖτο τῆς πόλεως, καὶ παντὸς τοῦ πρὸς ἀσφάλειαν τῶν πραγμάτων ἐφρόντιζεν. ὁ μέντοι Τρύφων εἰς Ἰουδαίαν ἀφίκετο, καὶ τὸν Ἰωνάθην δέσμιον ἄγων. καὶ ὁ Σίμων αὐτῷ σὺν δυνάμει ἀπήντησεν· ὁ δὲ πρὸς αὐτὸν ἔπεμψε δηλῶν ἑκατὸν ἀργυρίου τάλαντα δοῦναι καὶ δύο τῶν Ἰωνάθου παίδων ὁμήρους, εἰ βούλεται λυθῆναι τὸν ἀδελφόν. ὁ Σίμων δὲ συνῆκε μὲν τὴν κακουργίαν τοῦ Τρύφωνος, ἵνα δὲ μὴ αἰτίαν σχοίη ὡς μὴ θέλων σῶσαι τὸν ἀδελφόν, καὶ τὰ χρήματα ἔπεμψε καὶ τοὺς παῖδας. ἃ λαβὼν ὁ Τρύφων οὐκ ἐτήρησε τὰς συνθήκας, ἀλλὰ μετὰ τῆς στρατιᾶς ἀνῄει πρὸς τὰ Ἱεροσόλυμα. παρωμάρτει δὲ καὶ ὁ Σίμων, [333] ἀεὶ ἐναντίον καταστρατοπεδευόμενος. χιὼν δὲ πολλὴ πεσοῦσα διεκώλυσεν αὐτῷ τὴν εἰς Ἱεροσόλυμα ἄφιξιν· καὶ εἰς Συρίαν ἐτράπετο, καὶ ἀπιὼν τὸν Ἰωνάθην ἀπέκτεινε.    Σίμων δέ, θανόντος τοῦ ἀδελφοῦ Ἰωνάθου μετὰ τετραετίαν τῆς ἀρχιερωσύνης, αὐτὸς ἀρχιερεὺς ὑπὸ τοῦ πλήθους προυβέβλητο, καὶ οὐκέτι φόρους τοῖς Μακεδόσι παρέσχετο. εὐτύχησε δὲ τὸ ἔθνος ἐπ' αὐτοῦ σφόδρα, καὶ τῶν τε περιοίκων ἐθνῶν ἐκυρίευσαν, καὶ πολλὰς τῶν πόλεων κατεστρέψαντο, ἵνα μὴ εἶεν τοῖς ἐχθροῖς ὁρμητήρια. καὶ τὸ ὄρος ἐφ' οὗ ἡ ἀκρόπολις ᾠκοδόμητο, λίαν ὂν ὑψηλόν, ἐν τρισὶν ἔτεσιν ἐνδελεχῶς πονοῦντες εἰς πεδιάδα μετήνεγκαν, ὡς ἂν εἴη τὸ ἱερὸν ὑπερκείμενον. [[Κατηγορία:Ιστορία]] mjgevln4ekvk573t6urqjvjok1gxjq6 Σελίδα:Xenophon II. Libri Socratici (1921).pdf/183 100 45317 148525 2022-08-10T09:23:26Z Αντιγόνη 235 /* Δεν έχει γίνει τυπογραφικός έλεγχος */ Νέα σελίδα: εἰς ὁπόσους δεῖ διδόναι τροφὴν ἱππέας καὶ τοξότας καὶ σφενδονήτας καὶ γερροφόρους, οἵτινες τῶν τε ὑπ’ αὐτοῦ ἀρχομένων ἱκανοὶ ἔσονται κρατεῖν καὶ ἂν πολέμιοι ἐπίωσιν, {{εδάφιο|4|6}}ἀρήξουσι τῇ χώρᾳ, χωρὶς δὲ τούτων φύλακας ἐν ταῖς ἀκροπόλεσι τρέφ... proofread-page text/x-wiki <noinclude><pagequality level="1" user="Αντιγόνη" />{{κβ||ΟΙΚΟΝΟΜΙΚΟΣ|iv}}</noinclude>εἰς ὁπόσους δεῖ διδόναι τροφὴν ἱππέας καὶ τοξότας καὶ σφενδονήτας καὶ γερροφόρους, οἵτινες τῶν τε ὑπ’ αὐτοῦ ἀρχομένων ἱκανοὶ ἔσονται κρατεῖν καὶ ἂν πολέμιοι ἐπίωσιν, {{εδάφιο|4|6}}ἀρήξουσι τῇ χώρᾳ, χωρὶς δὲ τούτων φύλακας ἐν ταῖς ἀκροπόλεσι τρέφει· καὶ τὴν μὲν τροφὴν τοῖς φρουροῖς δίδωσιν ὁ ἄρχων ᾧ τοῦτο προστέτακται, βασιλεὺς δὲ κατ’ ἐνιαυτὸν ἐξέτασιν ποιεῖται τῶν μισθοφόρων καὶ τῶν ἄλλων οἷς ὡπλίσθαι προστέτακται, καὶ πάντας ἅμα συνάγων πλὴν τοὺς ἐν ταῖς ἀκροπόλεσιν ἔνθα δὴ ὁ σύλλογος καλεῖται· καὶ τοὺς μὲν ἀμφὶ τὴν ἑαυτοῦ οἴκησιν αὐτὸς ἐφορᾷ, τοὺς δὲ πρόσω ἀποικοῦντας πιστοὺς πέμπει ἐπισκοπεῖν· {{εδάφιο|4|7}}καὶ οἳ μὲν ἂν φαίνωνται τῶν φρουράρχων καὶ τῶν χιλιάρχων καὶ τῶν σατραπῶν τὸν ἀριθμὸν τὸν τεταγμένον ἔκπλεων ἔχοντες, καὶ τούτους δοκίμοις ἵπποις τε καὶ ὅπλοις κατεσκευασμένους παρέχωσι, τούτους μὲν τοὺς ἄρχοντας καὶ ταῖς τιμαῖς αὔξει καὶ δώροις μεγάλοις καταπλουτίζει, οὓς δ’ ἂν εὕρῃ τῶν ἀρχόντων ἢ καταμελοῦντας τῶν φρουραρχιῶν ἢ κατακερδαίνοντας, τούτους χαλεπῶς κολάζει καὶ παύων τῆς ἀρχῆς ἄλλους ἐπιμελητὰς καθίστησι. τῶν μὲν δὴ πολεμικῶν ἔργων ταῦτα ποιῶν δοκεῖ ἡμῖν ἀναμφιλόγως ἐπιμελεῖσθαι. {{εδάφιο|4|8}}ἔτι δὲ ὁπόσην μὲν τῆς χώρας διελαύνων ἐφορᾷ αὐτός, καὶ δοκιμάζει, ὁπόσην δὲ μὴ αὐτὸς ἐφορᾷ, πέμπων πιστοὺς ἐπισκοπεῖται. καὶ οὓς μὲν ἂν αἰσθάνηται τῶν ἀρχόντων συνοικουμένην τε τὴν χώραν παρεχομένους καὶ ἐνεργὸν οὖσαν τὴν γῆν καὶ πλήρη δένδρων τε ὧν ἑκάστη φέρει καὶ καρπῶν, τούτοις μὲν χώραν τε ἄλλην προστίθησι καὶ δώροις κοσμεῖ καὶ ἕδραις ἐντίμοις γεραίρει, οἷς δ’ ἂν ὁρᾷ ἀργόν τε τὴν χώραν οὖσαν καὶ ὀλιγάνθρωπον ἢ διὰ χαλεπότητα ἢ δι’ ὕβριν ἢ δι’ ἀμέλειαν, τούτους δὲ κολάζων καὶ παύων τῆς<noinclude></noinclude> 9owlpbyr3zenk657uz7enqd6dxfzzlr Σελίδα:ΦΕΚ A 87 - 07.06.2010.pdf/66 100 45318 148526 2022-08-10T09:53:40Z Texniths 8915 /* Έχει γίνει τυπογραφικός έλεγχος */ proofread-page text/x-wiki <noinclude><pagequality level="3" user="Texniths" />{{κβ|1850|'''ΕΦΗΜΕΡΙΣ ΤΗΣ ΚΥΒΕΡΝΗΣΕΩΣ (ΤΕΥΧΟΣ ΠΡΩΤΟ)'''}} {{rule}}</noinclude>{{c|'''Άρθρο 144'''}} {{c|'''Εξαγωγή και δημοσίευση των αποτελεσμάτων της εκλογής'''}} 1. Οι αντιπρόσωποι της δικαστικής αρχής στέλνουν με ασφαλή τρόπο τα εκλογικά στοιχεία στον πρόεδρο του πρωτοδικείου και στην περιφέρεια. Αφού συγκεντρωθούν τα στοιχεία όλων των εκλογικών τμημάτων της περιφέρειας, ο πρόεδρος του πρωτοδικείου εξάγει το γενικό αποτέλεσμα, το οποίο δημοσιεύει αμέσως με τοιχοκόλληση στο πρωτοδικείο και γνωστοποιεί στον Γενικό Γραμματέα της Αποκεντρωμένης Διοίκησης και το Υπουργείο Εσωτερικών, Αποκέντρωσης και Ηλεκτρονικής Διακυβέρνησης. 2. Ο πίνακας των αποτελεσμάτων της ψηφοφορίας, ο οποίος καταρτίζεται από τον πρόεδρο του πρωτοδικείου, περιέχει: α) τον αριθμό των εγγεγραμμένων εκλογέων, β) το συνολικό αριθμό ψηφισάντων, γ) τον αριθμό των έγκυρων ψηφοδελτίων, δ) τον αριθμό των άκυρων ψηφοδελτίων, ε) τον αριθμό των λευκών ψηφοδελτίων και στ) την εκλογική δύναμη κάθε συνδυασμού, δηλαδή το σύνολο των έγκυρων ψηφοδελτίων τα οποία έλαβε κάθε συνδυασμός. Στον πίνακα προτάσσονται οι συνδυασμοί, σύμφωνα με τη σειρά της εκλογικής τους δύναμης. Κάτω από τον πίνακα συντάσσεται πράξη, στην οποία αναγράφονται ολογράφως τα πιο πάνω στοιχεία για κάθε περίπτωση και υπογράφεται από τον πρόεδρο. Κατά την κατάρτιση του πίνακα μπορεί να παρίσταται ένας αντιπρόσωπος από κάθε συνδυασμό. 3. Οι εφορευτικές επιτροπές και ο πρόεδρος του πρωτοδικείου γνωστοποιούν αμέσως το αποτέλεσμα της ψηφοφορίας στον περιφερειάρχη. {{c|'''Άρθρο 145'''}} {{c|'''Έκθεση πρακτικών'''}} Ο πρόεδρος του Πρωτοδικείου εκθέτει τα πρακτικά της εκλογής και τον πίνακα των αποτελεσμάτων στο κατάστημα του πρωτοδικείου επί πέντε (5) ημέρες και συντάσσει για την έκθεση αυτή πρακτικό, που τοιχοκολλείται επίσης έξω από το δικαστικό κατάστημα. {{c|'''Άρθρο 146'''}} {{c|'''Επικύρωση εκλογής'''}} 1.α. Το πολυμελές πρωτοδικείο μετά τη λήξη του πενθημέρου του προηγούμενου άρθρου ανακηρύσσει, με απόφασή του, τον επιτυχόντα και τους επιλαχόντες συνδυασμούς, τον περιφερειάρχη, τους αντιπεριφερειάρχες και τους τακτικούς και αναπληρωματικούς περιφερειακούς συμβούλους κάθε συνδυασμού που εκλέγονται. Αν ο υποψήφιος περιφερειάρχης του επιτυχόντος συνδυασμού απεβίωσε ή παραιτήθηκε πριν από την εκλογή και δεν έγινε αντικατάστασή του σύμφωνα με το άρθρο 141 παράγραφος 4, περιφερειάρχης ανακηρύσσεται ο πλειοψηφήσας σύμβουλος του επιτυχόντος συνδυασμού. β. Με την ανωτέρω απόφαση του Πολυμελούς Πρωτοδικείου ανακηρύσσονται οι τακτικοί και αναπληρωματικοί σύμβουλοι της κάθε εκλογικής περιφέρειας κάθε συνδυασμού, σύμφωνα με τον αριθμό των σταυρών προτιμήσεως που έχουν λάβει. Σε περίπτωση ισοψηφίας διενεργείται κλήρωση. γ. Στην ίδια απόφαση ανακηρύσσονται οι τακτικοί σύμβουλοι μόνο κάθε συνδυασμού σύμφωνα με τον αριθμό των σταυρών προτίμησης που έχουν λάβει. 2. Ο πρόεδρος του πρωτοδικείου αναρτά αντίγραφο των πράξεων στο κατάστημα του δικαστηρίου επί τρεις (3) συνεχείς ημέρες και αποστέλλει αντίγραφό τους στον περιφερειάρχη και στον Γενικό Γραμματέα της Αποκεντρωμένης Διοίκησης. {{c|'''Άρθρο 147'''}} {{c|'''Δικαίωμα ένστασης'''}} Ένσταση μπορεί να ασκήσει: α) κάθε εκλογέας εγγεγραμμένος στους εκλογικούς καταλόγους της οικείας περιφέρειας, καθώς και β) όποιος υπήρξε υποψήφιος κατά τις εκλογές στην οικεία περιφέρεια. {{c|'''Άρθρο 148'''}} {{c|'''Άσκηση - Αρμόδιο δικαστήριο'''}} 1. Η ένσταση ασκείται με δικόγραφο, το οποίο κατατίθεται, μαζί με τρία αντίγραφα, στο πρωτοδικείο που εξέδωσε την προσβαλλόμενη πράξη. Η προθεσμία για την άσκηση της ένστασης ή η άσκησή της δεν αναστέλλει την εκτέλεση της προσβαλλόμενης πράξης. 2. Το δικόγραφο της ένστασης απαιτείται να περιέχει τα στοιχεία που προβλέπονται στο άρθρο 251 του Κώδικα Διοικητικής Δικονομίας (ν. 2717/1999, ΦΕΚ 97 Α΄), όπως εκάστοτε ισχύει. 3. Οι ενστάσεις εκδικάζονται σε πρώτο και τελευταίο βαθμό από το Διοικητικό Εφετείο, στο οποίο υπάγεται η έδρα της οικείας περιφέρειας. 4. Η διαβίβαση της ένστασης στο αρμόδιο για την εκδίκασή της δικαστήριο γίνεται σύμφωνα με τα όσα ορίζονται στο άρθρο 252 του Κώδικα Διοικητικής Δικονομίας. {{c|'''Άρθρο 149'''}} {{c|'''Περιεχόμενο της ένστασης'''}} 1. Η ένσταση στρέφεται κατά της απόφασης με την οποία ανακηρύσσονται οι επιτυχόντες και οι επιλαχόντες συνδυασμοί και οι υποψήφιοι κάθε συνδυασμού που εκλέγονται ως τακτικοί ή αναπληρωματικοί, βάσει του σχετικού πίνακα των αποτελεσμάτων ο οποίος ενσωματώνεται σε αυτή. 2. Λόγους ένστασης μπορούν να θεμελιώσουν: α) η έλλειψη νόμιμων προσόντων και η συνδρομή κωλυμάτων σε υποψηφίους που έχουν εκλεγεί, ως τακτικά ή αναπληρωματικά μέλη, β) η παράβαση νόμου κατά τη διεξαγωγή της εκλογής ή κατά την εξαγωγή του εκλογικού αποτελέσματος ή κατά την ανακήρυξη των υποψηφίων συνδυασμών ή κατά την ανακήρυξη των επιτυχόντων και επιλαχόντων συνδυασμών και των προσώπων που ανήκουν σε αυτούς, γ) η ακυρότητα ή η εσφαλμένη αρίθμηση των ψηφοδελτίων. {{c|'''Άρθρο 150'''}} {{c|'''Προθεσμία για την άσκηση ένστασης'''}} 1. Η ένσταση ασκείται μέσα σε προθεσμία επτά (7) η-<noinclude></noinclude> n53ea0ugzyky3tmy13y8u4ni79gg4wu Σελίδα:ΦΕΚ A 87 - 07.06.2010.pdf/67 100 45319 148527 2022-08-10T09:58:16Z Texniths 8915 /* Έχει γίνει τυπογραφικός έλεγχος */ proofread-page text/x-wiki <noinclude><pagequality level="3" user="Texniths" />{{κβ||'''ΕΦΗΜΕΡΙΣ ΤΗΣ ΚΥΒΕΡΝΗΣΕΩΣ (ΤΕΥΧΟΣ ΠΡΩΤΟ)'''|1851}} {{rule}}</noinclude>μερών από τη λήξη του χρόνου έκθεσης της πράξης με την οποία ανακηρύσσονται οι επιτυχόντες και οι επιλαχόντες συνδυασμοί, καθώς και οι υποψήφιοι κάθε συνδυασμού που εκλέγονται ως τακτικοί ή αναπληρωματικοί, σύμφωνα με το άρθρο 146 του παρόντος. 2. Η προθεσμία της προηγούμενης παραγράφου δεν παρεκτείνεται σε καμία περίπτωση. {{c|'''Άρθρο 151'''}} {{c|'''Διαδικασία εκδίκασης της ένστασης'''}} 1. Για τα θέματα της προδικασίας, της κύριας διαδικασίας, της παρέμβασης, της αντένστασης, της αποδεικτικής διαδικασίας, του παρεμπίπτοντος ελέγχου, της απόφασης του δικαστηρίου, καθώς και της γνωστοποίησής της εφαρμόζονται οι διατάξεις των άρθρων 253 έως και 260 του Κώδικα Διοικητικής Δικονομίας, όπως κάθε φορά ισχύει, ο οποίος και εφαρμόζεται για κάθε σχετικό θέμα, που δεν ρυθμίζεται, ειδικώς, από τις διατάξεις του παρόντος. Κάθε άλλη διάταξη που ρυθμίζει τα ίδια θέματα διαφορετικά, καταργείται. 2. Ο κατά το άρθρο 258 του Κώδικα Διοικητικής Δικονομίας παρεμπίπτων έλεγχος της εγγραφής, μετεγγραφής ή διαγραφής εκλογέα στους ή από τους εκλογικούς καταλόγους του οικείου δήμου, χωρεί κατά των πράξεων αυτών μόνο αν αυτές έγιναν κατά τη σύνταξη ή αναθεώρηση των εκλογικών καταλόγων κατά τη διάρκεια του έτους, που προηγείται της ημερομηνίας διενέργειας των περιφερειακών εκλογών. 3. Αίτηση αναθεώρησης, τριτανακοπή και αίτηση ερμηνείας ή διόρθωσης ασκούνται κατά τις διατάξεις του άρθρου 261 του Κώδικα Διοικητικής Δικονομίας. {{c|'''Άρθρο 152'''}} {{c|'''Αίτηση αναιρέσεως'''}} 1. Κατά των αποφάσεων που εκδόθηκαν από τα διοικητικά εφετεία χωρεί αίτηση αναιρέσεως ενώπιον του Συμβουλίου της Επικρατείας μέσα σε προθεσμία δέκα (10) ημερών από την παρέλευση του πενθημέρου που ορίζεται στο άρθρο 260 παράγραφος1 του Κώδικα Διοικητικής Δικονομίας. 2. Όταν ασκείται αίτηση αναιρέσεως δεν χορηγείται αναστολή εκτέλεσης της αναιρεσιβαλλόμενης αποφάσεως. 3. Η απόφαση του Συμβουλίου της Επικρατείας εκδίδεται εντός δύο (2) μηνών, το βραδύτερο, από την περιέλευση της αιτήσεως αναιρέσεως σε αυτό. 4. Αν η τελεσίδικη απόφαση, βάσει της οποίας μεταβλήθηκε με οποιονδήποτε τρόπο η αρχική εγκατάσταση των περιφερειακών αρχών, αναιρεθεί και κριθεί κατ’ ουσίαν η διαφορά από το αρμόδιο διοικητικό δικαστήριο, εκείνοι που ανακηρύσσονται ως επιτυχόντες μετά την απόφαση θεωρούνται ότι εγκαταστάθηκαν αναδρομικά, σύμφωνα με όσα ορίζονται στο άρθρο 114. Η αναδρομική αυτή εγκατάσταση δεν θίγει το κύρος των πράξεων που εκδόθηκαν ή δημοσιεύτηκαν από τις αρχές των οποίων η εκλογή ακυρώθηκε από το αρμόδιο διοικητικό δικαστήριο. {{c|'''Άρθρο 153'''}} {{c|'''Επανάληψη της εκλογής σε περίπτωση ακύρωσης'''}} 1. Αν ακυρωθεί η εκλογή για παράβαση νόμου ή για οποιαδήποτε πλημμέλεια, επαναλαμβάνεται η ψηφοφορία ανάμεσα στους ίδιους υποψηφίους, που είχαν ανακηρυχθεί νόμιμα. 2. Ο δήμαρχος εκδίδει χωρίς καθυστέρηση πρόγραμμα, με το οποίο καλεί τους δημότες εκλογείς για την επανάληψη της εκλογής για τον υπολειπόμενο χρόνο της περιόδου. Το πρόγραμμα δημοσιεύεται με τοιχοκόλληση δεκαπέντε (15) τουλάχιστον ημέρες πριν από την ημέρα που έχει οριστεί για την ψηφοφορία και αναρτάται στην ιστοσελίδα του δήμου και της περιφέρειας. {{c|'''Άρθρο 154'''}} {{c|'''Ορκωμοσία των περιφερειακών αρχών'''}} 1. Μετά την επικύρωση της εκλογής και ανακήρυξη του επιτυχόντος και των επιλαχόντων συνδυασμών και πριν από την ημέρα εγκατάστασης και ανάληψης των καθηκόντων τους, ο περιφερειάρχης, οι αντιπεριφερειάρχες περιφερειακών ενοτήτων και οι περιφερειακοί σύμβουλοι δίνουν τον ακόλουθο όρκο: «Ορκίζομαι να είμαι πιστός στην πατρίδα, να υπακούω στο Σύνταγμα και στους νόμους και να εκπληρώνω τίμια και ευσυνείδητα τα καθήκοντά μου.» 2. Η ορκωμοσία γίνεται στο κατάστημα της περιφέρειας σε δημόσια συνεδρίαση, που ορίζεται από τον νεοεκλεγέντα περιφερειάρχη. 3. Για την ορκωμοσία συντάσσεται πρακτικό, το οποίο υπογράφεται από τον περιφερειάρχη και όλους τους συμβούλους που ορκίστηκαν. Το πρακτικό αυτό συντάσσεται σε δύο αντίτυπα, από τα οποία το ένα αντίτυπο παραμένει στην περιφέρεια και το άλλο αποστέλλεται στον οικείο Γενικό Γραμματέα της Αποκεντρωμένης Διοίκησης. Τα προαναφερόμενα πρόσωπα αναλαμβάνουν τα καθήκοντά τους από την ημέρα της εγκατάστασης. 4. Σε όσες περιπτώσεις η ορκωμοσία δεν πραγματοποιήθηκε για λόγους αντικειμενικής αδυναμίας, ο περιφερειάρχης καλεί τον επιτυχόντα προς ορκωμοσία εντός πέντε (5) ημερών, αφότου του γνωστοποιήθηκε η άρση των λόγων. 5. Αν γίνει δεκτή η ένσταση που ασκήθηκε σύμφωνα με το άρθρο 149 και ακυρωθεί από το αρμόδιο δικαστήριο η απόφαση του άρθρου 146, η διαδικασία των προηγούμενων παραγράφων επαναλαμβάνεται με πρωτοβουλία του περιφερειάρχη που εκλέγεται με βάση τη δικαστική αυτή απόφαση. {{c|'''Άρθρο 155'''}} {{c|'''Αποποίηση εκλογής'''}} 1. Ο ανακηρυχθείς περιφερειάρχης ή αντιπεριφερειάρχης περιφερειακής ενότητας ή περιφερειακός σύμβουλος που δεν αποποιείται την εκλογή του με γραπτή δήλωσή του προς τον Γενικό Γραμματέα της οικείας Αποκεντρωμένης Διοίκησης έως την παραμονή εγκατάστασής τους θεωρείται ότι την έχει αποδεχθεί. 2. Ο μη προσερχόμενος να δώσει όρκο, εκπίπτει αυτοδικαίως από το αξίωμά του. Η σχετική διαπιστωτική πράξη εκδίδεται από τον Ελεγκτή Νομιμότητας. {{c|'''Άρθρο 156'''}} {{c|'''Παραίτηση αιρετών'''}} 1. Η παραίτηση περιφερειάρχη υποβάλλεται εγγρά-<noinclude></noinclude> hci43frm2n5zw5ktlqxmffe08eg29gk Σελίδα:Xenophon II. Libri Socratici (1921).pdf/184 100 45320 148528 2022-08-10T10:00:41Z Αντιγόνη 235 /* Δεν έχει γίνει τυπογραφικός έλεγχος */ Νέα σελίδα: ἀρχῆς ἄρχοντας ἄλλους καθίστησι. {{εδάφιο|4|9}}ταῦτα ποιῶν δοκεῖ ἧττον ἐπιμελεῖσθαι ὅπως ἡ γῆ ἐνεργὸς ἔσται ὑπὸ τῶν κατοικούντων ἢ ὅπως εὖ φυλάξεται ὑπὸ τῶν φρουρούντων; καὶ εἰσὶ δ’ αὐτῷ οἱ ἄρχοντες διατεταγμένοι ἐφ’ ἑκάτερον οὐχ οἱ αὐτοί,... proofread-page text/x-wiki <noinclude><pagequality level="1" user="Αντιγόνη" />{{κβ|iv|ΞΕΝΟΦΩΝΤΟΣ}}</noinclude>ἀρχῆς ἄρχοντας ἄλλους καθίστησι. {{εδάφιο|4|9}}ταῦτα ποιῶν δοκεῖ ἧττον ἐπιμελεῖσθαι ὅπως ἡ γῆ ἐνεργὸς ἔσται ὑπὸ τῶν κατοικούντων ἢ ὅπως εὖ φυλάξεται ὑπὸ τῶν φρουρούντων; καὶ εἰσὶ δ’ αὐτῷ οἱ ἄρχοντες διατεταγμένοι ἐφ’ ἑκάτερον οὐχ οἱ αὐτοί, ἀλλ’ οἱ μὲν ἄρχουσι τῶν κατοικούντων τε καὶ τῶν ἐργατῶν, καὶ δασμοὺς ἐκ τούτων ἐκλέγουσιν, οἱ δ’ ἄρχουσι τῶν ὡπλισμένων {{angbr|τε καὶ τῶν}} φρουρῶν. {{εδάφιο|4|10}}κἂν μὲν ὁ φρούραρχος μὴ ἱκανῶς τῇ χώρᾳ ἀρήγῃ, ὁ τῶν ἐνοικούντων ἄρχων καὶ τῶν ἔργων ἐπιμελούμενος κατηγορεῖ τοῦ φρουράρχου, ὅτι οὐ δύνανται ἐργάζεσθαι διὰ τὴν ἀφυλαξίαν, ἂν δὲ παρέχοντος τοῦ φρουράρχου εἰρήνην τοῖς ἔργοις ὁ ἄρχων ὀλιγάνθρωπόν τε παρέχηται καὶ ἀργὸν τὴν χώραν, τούτου αὖ κατηγορεῖ ὁ φρούραρχος. {{εδάφιο|4|11}}καὶ γὰρ σχεδόν τι οἱ κακῶς τὴν χώραν ἐργαζόμενοι οὔτε τοὺς φρουροὺς τρέφουσιν οὔτε τοὺς δασμοὺς δύνανται ἀποδιδόναι. ὅπου δ’ ἂν σατράπης καθιστῆται, οὗτος ἀμφοτέρων τούτων ἐπιμελεῖται. {{εδάφιο|4|12}}ἐκ τούτων ὁ Κριτόβουλος εἶπεν· Οὐκοῦν εἰ μὲν δὴ ταῦτα ποιεῖ βασιλεύς, ὦ Σώκρατες, οὐδὲν ἔμοιγε δοκεῖ ἧττον τῶν γεωργικῶν ἔργων ἐπιμελεῖσθαι ἢ τῶν πολεμικῶν. {{εδάφιο|4|13}}Ἔτι δὲ πρὸς τούτοις, ἔφη ὁ Σωκράτης, ἐν ὁπόσαις τε χώραις ἐνοικεῖ καὶ εἰς ὁπόσας ἐπιστρέφεται, ἐπιμελεῖται τούτων ὅπως κῆποί τε ἔσονται, οἱ παράδεισοι καλούμενοι, πάντων καλῶν τε κἀγαθῶν μεστοὶ ὅσα ἡ γῆ φύειν θέλει, καὶ ἐν τούτοις αὐτὸς τὰ πλεῖστα διατρίβει, ὅταν μὴ ἡ ὥρα τοῦ ἔτους ἐξείργῃ. {{εδάφιο|4|14}}Νὴ Δί’, ἔφη ὁ Κριτόβουλος, ἀνάγκη τοίνυν, ὦ Σώκρατες, ἔνθα γε διατρίβει αὐτός, καὶ ὅπως ὡς κάλλιστα κατεσκευασμένοι ἔσονται οἱ παράδεισοι ἐπιμελεῖσθαι δένδρεσι καὶ τοῖς ἄλλοις ἅπασι καλοῖς ὅσα ἡ γῆ φύει. {{εδάφιο|4|15}}Φασὶ δέ τινες, ἔφη ὁ Σωκράτης, ὦ Κριτόβουλε, καὶ ὅταν δῶρα διδῷ ὁ βασιλεύς, πρῶτον μὲν εἰσκαλεῖν τοὺς πολέμῳ ἀγαθοὺς γεγονότας, ὅτι<noinclude></noinclude> 8ff60ktpo8zyqi7vr42q1qpxkiambtp Σελίδα:ΦΕΚ A 87 - 07.06.2010.pdf/68 100 45321 148529 2022-08-10T10:04:27Z Texniths 8915 /* Έχει γίνει τυπογραφικός έλεγχος */ proofread-page text/x-wiki <noinclude><pagequality level="3" user="Texniths" />{{κβ|1852|'''ΕΦΗΜΕΡΙΣ ΤΗΣ ΚΥΒΕΡΝΗΣΕΩΣ (ΤΕΥΧΟΣ ΠΡΩΤΟ)'''|}} {{rule}}</noinclude>φως στον Γενικό Γραμματέα της οικείας Αποκεντρωμένης Διοίκησης. Η παραίτηση γίνεται οριστική, αφότου ο Γενικός Γραμματέας της οικείας Αποκεντρωμένης Διοίκησης την αποδεχθεί, άλλως από την παρέλευση μηνός από την κατάθεσή της στο οικείο πρωτόκολλο. 2. Η παραίτηση των αιρετών αντιπεριφερειαρχών υποβάλλεται εγγράφως στον οικείο περιφερειάρχη, η οποία γίνεται οριστική, αφότου ο περιφερειάρχης την αποδεχθεί, άλλως από την παρέλευση μηνός από την κατάθεσή της στο οικείο πρωτόκολλο. Η πλήρωση της θέσης που κενώνεται διενεργείται σύμφωνα με τη διαδικασία του άρθρου 162 του παρόντος. 3. Η παραίτηση των περιφερειακών συμβούλων υποβάλλεται εγγράφως στον οικείο περιφερειάρχη. Γίνεται οριστική, αφότου ο περιφερειάρχης την αποδεχθεί, άλλως από την παρέλευση μηνός από την κατάθεσή της στο οικείο πρωτόκολλο. 4. Σε κάθε άλλη περίπτωση η παραίτηση των αιρετών των περιφερειών από τις θέσεις που κατέχουν, ως εκ της ιδιότητάς τους, υποβάλλεται γραπτώς στα όργανα, τα οποία τα εξέλεξαν ή τα διόρισαν. Γίνεται οριστική αφότου τα όργανα αυτά την αποδεχθούν, άλλως από την παρέλευση μηνός από την κατάθεσή της στο πρωτόκολλο της οικείας υπηρεσίας. Η εκλογή ή ο ορισμός αντικαταστατών τους γίνεται για το υπόλοιπο χρονικό διάστημα της περιόδου, για το οποίο θα ασκούσαν καθήκοντα οι παραιτηθέντες. Εξακολουθούν να ισχύουν διατάξεις που ρυθμίζουν διαφορετικά τον τρόπο υποβολής και αποδοχής παραίτησης, καθώς και αντικατάστασης των παραιτουμένων. {{c|'''Άρθρο 157'''}} {{c|'''Αντικατάσταση και αναπλήρωση συμβούλων'''}} 1. Τις θέσεις περιφερειακών συμβούλων που για οποιονδήποτε λόγο μένουν κενές, καταλαμβάνουν οι αναπληρωματικοί του ίδιου συνδυασμού. Ο περιφερειάρχης καλεί αμέσως τους αναπληρωματικούς συμβούλους, με τη σειρά της εκλογής τους. Αυτοί οφείλουν να παρουσιαστούν για ορκωμοσία μέσα σε πέντε (5) μέρες από την επίδοση της πρόσκλησης. Η ορκωμοσία γίνεται ενώπιον του περιφερειάρχη. Αν δεν παρουσιαστούν μέσα στην προθεσμία αυτή, αποβάλλουν, αυτοδικαίως, την ιδιότητα του αναπληρωματικού. 2. Αν εξαντληθεί ο αριθμός των αναπληρωματικών του συνδυασμού αυτού, καλούνται να καταλάβουν τις θέσεις, που έμειναν κενές, για οποιονδήποτε λόγο, αναπληρωματικοί από άλλους συνδυασμούς, με τη σειρά της εκλογικής δύναμης των συνδυασμών και με τη σειρά που έχουν ανακηρυχθεί οι αναπληρωματικοί του κάθε συνδυασμού. 3. Στην περίπτωση θέσης σε αργία μελών περιφερειακών συμβουλίων, εάν ο αριθμός των μελών που απομένουν είναι μικρότερος από τον αριθμό των μελών που απαιτείται για την απαρτία, ο περιφερειάρχης για το μέχρι λήξης της αργίας χρόνο, καλεί αναπληρωματικούς συμβούλους από το συνδυασμό στον οποίο ανήκουν αυτοί που έχουν τεθεί σε αργία, με τη σειρά της εκλογής τους. 4. Αν δεν υπάρχουν αναπληρωματικοί κανενός συνδυασμού, που να συμπληρώσουν κενές θέσεις συμβούλων, ο Γενικός Γραμματέας της οικείας Αποκεντρωμένης Διοίκησης προκηρύσσει, σε δύο (2) μήνες το αργότερο, την εκλογή τόσων συμβούλων όσες είναι οι κενές θέσεις και ισάριθμων αναπληρωματικών. 5. Στην αναπληρωματική εκλογή εφαρμόζονται, αναλόγως, οι διατάξεις του παρόντος, που αφορούν την υποβολή υποψηφιότητας και την κατάρτιση συνδυασμών. Οι κενές θέσεις κατανέμονται ανάμεσα στους συνδυασμούς που συγκέντρωσαν ποσοστό δέκα τοις εκατό (10%) τουλάχιστον του συνόλου των έγκυρων ψηφοδελτίων, αναλόγως με την εκλογική δύναμη του καθενός από αυτούς. 6. Στο τελευταίο έτος της περιφερειακής περιόδου, εκλογή γίνεται μόνο αν οι σύμβουλοι που έχουν απομείνει δεν αρκούν για την ύπαρξη απαρτίας. 7. Τα περιφερειακά συμβούλια λειτουργούν νόμιμα, έστω και με ελλιπή σύνθεση, που δεν μπορεί πάντως να είναι κατώτερη από τον αριθμό των μελών που απαιτείται για την απαρτία, σε όλες τις περιπτώσεις, που μέλη περιφερειακού συμβουλίου αποποιηθούν την εκλογή τους, παραιτηθούν, αποβιώσουν, εκπέσουν ή τεθούν σε αργία ή αν οι έδρες μείνουν κενές για οποιονδήποτε άλλο λόγο και μέχρι οι κενές θέσεις να συμπληρωθούν. 8. Η απαρτία και οι πλειοψηφίες υπολογίζονται με βάση τον αριθμό των περιφερειακών συμβούλων, που έχουν ορκισθεί και εγκατασταθεί, σύμφωνα με τις διατάξεις των άρθρων 154 και 113 του παρόντος. 9. Όταν το περιφερειακό συμβούλιο δεν μπορεί να λειτουργήσει νόμιμα, επειδή υπάρχει έλλειψη μελών του, αναστέλλονται κάθε είδους προθεσμίες, των οποίων η τήρηση εξαρτάται από απόφαση του συμβουλίου, μέχρι να καταστεί δυνατή η νόμιμη λειτουργία του. {{c|'''Άρθρο 158'''}} {{c|'''Εκλογή εξαιτίας διάλυσης συμβουλίων'''}} 1. Αν ένα περιφερειακό συμβούλιο διαλυθεί σύμφωνα με το άρθρο 237, ο Γενικός Γραμματέας της οικείας Αποκεντρωμένης Διοίκησης προκηρύσσει εκλογές ένα (1) μήνα το αργότερο από τη διάλυση. Κατά την εκλογή αυτή εκλέγονται και αναπληρωματικοί. 2. Ο Γενικός Γραμματέας της οικείας Αποκεντρωμένης Διοίκησης αναθέτει σε υψηλόβαθμο δημόσιο υπάλληλο τα καθήκοντα του περιφερειάρχη, τα σχετικά με τη διεξαγωγή της εκλογής, καθώς και τη διεκπεραίωση των επειγουσών υπηρεσιακών υποθέσεων. {{c|'''ΚΕΦΑΛΑΙΟ Γ΄'''}} {{c|'''ΣΥΣΤΗΜΑ ΔΙΑΚΥΒΕΡΝΗΣΗΣ'''}} {{vgap|2em}} {{c|'''Άρθρο 159'''}} {{c|'''Αρμοδιότητες του Περιφερειάρχη'''}} 1. Ο περιφερειάρχης προασπίζει το δημόσιο συμφέρον, κατευθύνει την υλοποίηση του σχεδίου περιφερειακής ανάπτυξης και ασκεί τα καθήκοντά του με γνώμονα τις αρχές της διαφάνειας και της αποτελεσματικότητας. Ο περιφερειάρχης έχει επίσης τις κατωτέρω αρμοδιότητες: α) εκδίδει όλες τις πράξεις μη κανονιστικού χαρακτήρα, σύμφωνα με την κείμενη νομοθεσία, β) εκτελεί τις αποφάσεις του περιφερειακού συμβουλίου, της εκτελεστικής επιτροπής και της οικονομικής επιτροπής, γ) συγκαλεί και προεδρεύει της εκτελεστικής επιτροπής και συντονίζει την υλοποίηση των αποφάσεών της, δ) εκπροσωπεί την περιφέρεια δικαστικώς και εξωδίκως,{{nop}}<noinclude></noinclude> 0rudovwc62ojqb8w9d840kl2m648aht Σελίδα:ΦΕΚ A 87 - 07.06.2010.pdf/69 100 45322 148530 2022-08-10T10:09:06Z Texniths 8915 /* Έχει γίνει τυπογραφικός έλεγχος */ proofread-page text/x-wiki <noinclude><pagequality level="3" user="Texniths" />{{κβ||'''ΕΦΗΜΕΡΙΣ ΤΗΣ ΚΥΒΕΡΝΗΣΕΩΣ (ΤΕΥΧΟΣ ΠΡΩΤΟ)'''|1853}} {{rule}}</noinclude>ε) είναι προϊστάμενος των υπηρεσιών της περιφέρειας. Ως προϊστάμενος όλου του προσωπικού της περιφέρειας εκδίδει τις πράξεις που προβλέπουν οι σχετικές διατάξεις για το διορισμό, τις κάθε είδους υπηρεσιακές μεταβολές και την άσκηση του πειθαρχικού ελέγχου, στ) διατάσσει την είσπραξη των εσόδων της περιφέρειας και αποφασίζει για τη διάθεση των πιστώσεων του προϋπολογισμού, ι) υπογράφει τις συμβάσεις που συνάπτει η περιφέρεια, ια) συνιστά ομάδες εργασίας και ομάδες διοίκησης έργου από μέλη του περιφερειακού συμβουλίου, υπαλλήλους της περιφέρειας, υπάλληλους του δημόσιου τομέα ή ιδιώτες για τη μελέτη και επεξεργασία θεμάτων της περιφέρειας, καθορίζοντας τον τρόπο οργάνωσης και λειτουργίας τους. ιβ) συγκροτεί συλλογικά όργανα, εφόσον η συγκρότησή τους δεν ανατίθεται από το νόμο σε άλλα όργανα και ιγ) μπορεί να μεταβιβάζει την άσκηση αρμοδιοτήτων του σε μέλη του περιφερειακού συμβουλίου, καθώς και να παρέχει εξουσιοδότηση υπογραφής με εντολή του σε προϊσταμένους υπηρεσιών της περιφέρειας, με εξαίρεση χρηματικά εντάλματα πληρωμών. 2. Ο περιφερειάρχης μπορεί, κατ’ εξαίρεση, να αποφασίσει για θέματα που ανήκουν στην αρμοδιότητα της οικονομικής επιτροπής όταν δημιουργείται άμεσος κίνδυνος βλάβης των συμφερόντων της περιφέρειας από την αναβολή λήψης απόφασης. Στην περίπτωση αυτή ο περιφερειάρχης οφείλει να υποβάλει προς έγκριση τη σχετική απόφασή του κατά την επόμενη συνεδρίαση της οικονομικής επιτροπής. 3. Σε περίπτωση όπου τα ιδιωτικά συμφέροντα του περιφερειάρχη ή συγγενή του έως το δεύτερο βαθμό εξ αίματος ή εξ αγχιστείας συγκρούονται με τα συμφέροντα της περιφέρειας, ο περιφερειάρχης υποχρεούται να απέχει και τα αντίστοιχα καθήκοντα ασκεί αντιπεριφερειάρχης που ορίζεται από το περιφερειακό συμβούλιο. Η μη τήρηση της υποχρέωσης αυτής συνιστά σοβαρή πειθαρχική παράβαση καθήκοντος. 4. Ο περιφερειάρχης προσέρχεται μια φορά κατ’ έτος στην Επιτροπή Θεσμών και Διαφάνειας της Βουλής σύμφωνα με τον Κανονισμό αυτής, όπου παρουσιάζει τον ετήσιο απολογισμό πεπραγμένων του περιφερειάρχη και της εκτελεστικής επιτροπής σύμφωνα με το άρθρο 185, συνοδευόμενο με τα πρακτικά της συνεδρίασης του περιφερειακού συμβουλίου, την ετήσια έκθεση του περιφερειακού συμπαραστάτη, καθώς και την ετήσια έκθεση του οικείου ελεγκτή νομιμότητας για την περιφέρειά του. Ο ανωτέρω ετήσιος απολογισμός κοινοποιείται και στον Υπουργό Εσωτερικών, Αποκέντρωσης και Ηλεκτρονικής Διακυβέρνησης. 5. Ο περιφερειάρχης παρουσιάζει τον προϋπολογισμό της περιφέρειας στην αρμόδια επιτροπή της Βουλής σύμφωνα με τα οριζόμενα σε σχετικές διατάξεις του Κανονισμού της. {{c|'''Άρθρο 160'''}} {{c|'''Αντιπεριφερειάρχες'''}} 1. Τον περιφερειάρχη επικουρούν οι αντιπεριφερειάρχες που εκλέγονται άμεσα καθώς και τρεις (3) επιπλέον αντιπεριφερειάρχες, οι οποίοι ορίζονται με απόφαση του περιφερειάρχη που δημοσιεύεται στην Εφημερίδα της Κυβερνήσεως. 2. Με όμοια απόφαση ο περιφερειάρχης αναθέτει σε όλους τους αντιπεριφερειάρχες την άσκηση τομέων αρμοδιοτήτων της περιφέρειας και μπορεί, επίσης, να τους μεταβιβάζει την άσκηση συγκεκριμένων αρμοδιοτήτων του. Στις νησιωτικές περιφέρειες του άρθρου 205 παράγραφος 1 και για την αντιμετώπιση ειδικών προβλημάτων σε ορισμένα νησιά, ο περιφερειάρχης μπορεί να αναθέτει την άσκηση συγκεκριμένων αρμοδιοτήτων στους αντιπεριφερειάρχες που ορίζονται από αυτόν. 3. Οι άμεσα εκλεγόμενοι αντιπεριφερειάρχες έχουν και τις ακόλουθες αρμοδιότητες: α) συντονίζουν και εποπτεύουν τις υπηρεσίες της περιφέρειας που λειτουργούν στα όρια της περιφερειακής ενότητας, β) εκτελούν τις αποφάσεις του περιφερειάρχη, του περιφερειακού συμβουλίου και της οικονομικής επιτροπής, που αφορούν την περιφερειακή ενότητα όπου είναι κατά τόπο αρμόδιοι, γ) ασκούν όλες τις αρμοδιότητες που τους μεταβιβάζει ο περιφερειάρχης, δ) διατυπώνουν εισήγηση προς το περιφερειακό συμβούλιο για το σχεδιασμό μέτρων πολιτικής προστασίας της περιφερειακής ενότητας, ε) έχουν την ευθύνη της διάθεσης και του συντονισμού δράσης του απαραίτητου δυναμικού και μέσων για την πρόληψη, ετοιμότητα, αντιμετώπιση και αποκατάσταση των φυσικών και άλλων καταστροφών στην περιφερειακή ενότητά τους, σύμφωνα με τις οδηγίες και τις κατευθύνσεις που τους παρέχει ο περιφερειάρχης, στ) προεδρεύουν του Συντονιστικού Οργάνου Πολιτικής Προστασίας της περιφερειακής ενότητας. 4. Η θητεία των αντιπεριφερειαρχών που ορίζονται σύμφωνα με τις διατάξεις της παραγράφου 1 είναι ίση με το ήμισυ της θητείας των περιφερειακών αρχών. 5. Σε περίπτωση απουσίας ή κωλύματος αντιπεριφερειάρχη οι αρμοδιότητές του ασκούνται από τον περιφερειάρχη ή άλλον αντιπεριφερειάρχη που ορίζει ο περιφερειάρχης με την πράξη της παραγράφου 2. {{c|'''Άρθρο 161'''}} {{c|'''Αναπλήρωση και αντικατάσταση Περιφερειάρχη ή αιρετού Αντιπεριφερειάρχη'''}} 1. Τον περιφερειάρχη όταν απουσιάζει ή κωλύεται ή έχει τεθεί σε αργία ή για οποιονδήποτε λόγο η θέση είναι κενή, στα καθήκοντά του τον αναπληρώνει ένας από τους αντιπεριφερειάρχες με τη σειρά αναπλήρωσης που αυτός έχει ορίσει. 2. Αν ο περιφερειάρχης παραιτηθεί, εκπέσει, αποβιώσει ή ακυρωθεί η εκλογή του, τα καθήκοντά του ασκεί, ώσπου να εκλεγεί νέος περιφερειάρχης, ένας από τους αντιπεριφερειάρχες με τη σειρά αναπλήρωσης, που αυτός έχει ορίσει. 3. Αν δεν έχει οριστεί αντιπεριφερειάρχης, η αναπλήρωση του περιφερειάρχη γίνεται από τον περιφερειακό σύμβουλο του επιτυχόντος συνδυασμού, που έχει εκλεγεί με τις περισσότερες ψήφους στην πολυπληθέστερη περιφερειακή ενότητα και, σε περίπτωση ισοψηφίας, διενεργείται κλήρωση. 4. Αν ο αιρετός αντιπεριφερειάρχης παραιτηθεί, εκπέσει, αποβιώσει ή ακυρωθεί η εκλογή του, τη θέση του καταλαμβάνει περιφερειακός σύμβουλος της πλειοψηφίας<noinclude></noinclude> jf39f72k6ccy3u4k1klmxmo0up23gik Σελίδα:ΦΕΚ A 87 - 07.06.2010.pdf/70 100 45323 148531 2022-08-10T10:15:27Z Texniths 8915 /* Έχει γίνει τυπογραφικός έλεγχος */ proofread-page text/x-wiki <noinclude><pagequality level="3" user="Texniths" />{{κβ|1854|'''ΕΦΗΜΕΡΙΣ ΤΗΣ ΚΥΒΕΡΝΗΣΕΩΣ (ΤΕΥΧΟΣ ΠΡΩΤΟ)'''}} {{rule}}</noinclude>που έχει εκλεγεί στην ίδια περιφερειακή ενότητα. Η εκλογή του διενεργείται με ανάλογη εφαρμογή της διαδικασίας του επόμενου άρθρου. {{c|'''Άρθρο 162'''}} {{c|'''Εκλογή νέου Περιφερειάρχη'''}} 1. Στις περιπτώσεις της παραγράφου 2 του άρθρου 161, μέσα σε προθεσμία δεκαπέντε (15) ημερών αφότου κενώθηκε η θέση, οι σύμβουλοι του επιτυχόντος συνδυασμού συνέρχονται σε ειδική συνεδρίαση, ύστερα από πρόσκληση του συμβούλου του συνδυασμού αυτού, που έχει εκλεγεί με τους περισσότερες σταυρούς προτίμησης στην πολυπληθέστερη περιφερειακή ενότητα και, σε περίπτωση ισοψηφίας, εκείνου που είναι γραμμένος πρώτος, κατά σειρά, στην απόφαση του δικαστηρίου και εκλέγουν, με μυστική ψηφοφορία και με την απόλυτη πλειοψηφία του συνολικού αριθμού των συμβούλων του συνδυασμού, έναν από αυτούς, ως περιφερειάρχη. Στη συνεδρίαση προεδρεύει εκείνος που συγκάλεσε το συμβούλιο. Η πρόσκληση επιδίδεται με οποιοδήποτε δημόσιο όργανο ή όργανο της περιφέρειας, ακόμη και την παραμονή της συνεδρίασης. 2. Αν ύστερα από δύο διαδοχικές ψηφοφορίες κανείς δε συγκεντρώνει την πλειοψηφία που απαιτεί η παράγραφος 1, γίνεται τρίτη ψηφοφορία, κατά την οποία εκλέγεται όποιος συγκεντρώνει τη σχετική πλειοψηφία. Όλες οι ψηφοφορίες γίνονται στην ίδια συνεδρίαση. Αν στην τρίτη ψηφοφορία δύο ή περισσότεροι έλαβαν ίσο αριθμό ψήφων, γίνεται κλήρωση ανάμεσά τους. Για την εκλογή αυτή γίνεται λεπτομερής μνεία στα πρακτικά. 3. Αν δεν επιτευχθεί εκλογή για οποιονδήποτε λόγο ή αν η συνεδρίαση ματαιωθεί, η διαδικασία επαναλαμβάνεται την επόμενη Κυριακή και εφαρμόζονται όσα ορίζονται στις παραγράφους 1 και 2. 4. Αν και στη συνεδρίαση αυτή δεν επιτευχθεί εκλογή ή η συνεδρίαση ματαιωθεί, επειδή δεν υπήρξε απαρτία, θεωρείται ότι εκλέγεται απευθείας ο σύμβουλος του επιτυχόντος συνδυασμού που έχει εκλεγεί με τους περισσότερους σταυρούς προτίμησης και, σε περίπτωση ισοψηφίας, εκείνος που είναι γραμμένος πρώτος κατά σειρά στην απόφαση του δικαστηρίου. 5. Η απόφαση για την εκλογή του περιφερειάρχη υποβάλλεται μέσα σε προθεσμία δύο (2) ημερών στον οικείο Ελεγκτή Νομιμότητας, ο οποίος αυτεπαγγέλτως ή ύστερα από προσφυγή δημότη της περιοχής της περιφέρειας ελέγχει τη νομιμότητά της και εκδίδει απόφαση μέσα σε πέντε (5) ημέρες το αργότερο, αφότου την έλαβε. Αν ο Ελεγκτής Νομιμότητας ακυρώσει την εκλογή του περιφερειάρχη, οι σύμβουλοι συνέρχονται πάλι για να εκλέξουν περιφερειάρχη την πρώτη Κυριακή μετά πάροδο τριών (3) ημερών από την περιέλευση της ακυρωτικής απόφασης στην περιφέρεια και τηρείται η προβλεπόμενη κατά τα ανωτέρω διαδικασία. 6. Αν αυτός που έχει εκλεγεί περιφερειάρχης αποποιηθεί την εκλογή του, αποβιώσει ή ακυρωθεί η εκλογή του ή η θέση του μείνει κενή για οποιονδήποτε λόγο, στο διάστημα που μεσολαβεί μέχρι την εγκατάσταση των αρχών της περιφέρειας, τα καθήκοντά του εκτελεί, μέχρι να εκλεγεί νέος περιφερειάρχης, σύμφωνα με τις διατάξεις των παραγράφων 1 έως 4, ο αιρετός αντιπεριφερειάρχης της περιφερειακής ενότητας της έδρας της περιφέρειας. Η προθεσμία της παραγράφου 1 για την εκλογή νέου περιφερειάρχη αρχίζει από την ημερομηνία εγκατάστασης των αρχών της περιφέρειας. Σε όλες τις περιπτώσεις της παρούσας ο Ελεγκτής Νομιμότητας εκδίδει διαπιστωτική πράξη. {{c|'''Άρθρο 163'''}} {{c|'''Αρμοδιότητες του Περιφερειακού Συμβουλίου'''}} Το περιφερειακό συμβούλιο ασκεί όλες τις αρμοδιότητες που ανήκουν στην περιφέρεια, εκτός από εκείνες που έχουν ανατεθεί με ρητή διάταξη σε άλλο όργανο της περιφέρειας ή έχουν μεταβιβαστεί από το ίδιο το συμβούλιο σε επιτροπή του. To περιφερειακό συμβούλιο είναι αρμόδιο ιδίως για: α) την έγκριση και παρακολούθηση του επιχειρησιακού προγράμματος της περιφέρειας, β) την έγκριση και παρακολούθηση αναπτυξιακών προγραμμάτων κατά την κείμενη νομοθεσία, γ) την έγκριση του προϋπολογισμού και του απολογισμού της περιφέρειας, δ) την επιβολή τελών, εισφορών και δικαιωμάτων, ε) την απαλλοτρίωση ακινήτων, στ) την εκποίηση, ανταλλαγή και δωρεά ακινήτων, καθώς και τη σύσταση εμπράγματων δικαιωμάτων, ζ) την αγορά, παραχώρηση χρήσης, μίσθωση και εκμίσθωση κινητών και ακινήτων, η) τη σύναψη δανείων, θ) την έγκριση του κανονισμού των εργασιών του, του κανονισμού των εργασιών της οικονομικής επιτροπής και των επιτροπών του άρθρου 164, καθώς και του οργανισμού των υπηρεσιών της περιφέρειας, ι) την πλήρωση των κενών οργανικών θέσεων προσωπικού της περιφέρειας, ια) το πρόγραμμα των εκτελεστέων έργων και προμηθειών, ιβ) τη σύσταση επιτροπών στις οποίες μεταβιβάζει αρμοδιότητές του κατά τις διατάξεις του επόμενου άρθρου. {{c|'''Άρθρο 164'''}} {{c|'''Επιτροπές Περιφερειακού Συμβουλίου'''}} 1. Με απόφαση του περιφερειακού συμβουλίου μπορεί να συστήνονται μέχρι δύο (2) επιτροπές, στις οποίες το συμβούλιο μεταβιβάζει αρμοδιότητές του για συγκεκριμένους τομείς περιφερειακής πολιτικής που ορίζονται από αυτό ανάλογα με τα χαρακτηριστικά και τις ιδιαιτερότητες της οικείας περιφέρειας. Μέλη των επιτροπών αυτών ορίζονται περιφερειακοί σύμβουλοι ανάλογα της δύναμης των περιφερειακών παρατάξεων. Δεν αποτελεί ασυμβίβαστο η ταυτόχρονη συμμετοχή των περιφερειακών συμβούλων στην οικονομική επιτροπή και στις επιτροπές του άρθρου αυτού. Ο αριθμός των μελών της κάθε επιτροπής καθορίζεται με απόφαση του περιφερειακού συμβουλίου. 2. Πρόεδρος της κάθε επιτροπής είναι ο αρμόδιος σχετικά με το αντικείμενο της επιτροπής αντιπεριφερειάρχης. Αντιπρόεδρος εκλέγεται στην πρώτη συνεδρίαση ένα από τα μέλη της επιτροπής που προέρχεται από τη μειοψηφία. 3. Το περιφερειακό συμβούλιο μπορεί, για θέματα ιδιαίτερα σοβαρά, με ειδική αιτιολογία, και με την απόλυτη πλειοψηφία του συνόλου των μελών του, να αποφασίζει ότι θα ασκήσει το ίδιο αρμοδιότητες που είχε μεταβιβάσει στις περιφερειακές επιτροπές. Οι επιτροπές, με από-<noinclude></noinclude> nh0mtgisbu3mn9kykuyc7aleg8i5av8 Σελίδα:Xenophon II. Libri Socratici (1921).pdf/185 100 45324 148532 2022-08-10T10:19:55Z Αντιγόνη 235 /* Δεν έχει γίνει τυπογραφικός έλεγχος */ Νέα σελίδα: οὐδὲν ὄφελος πολλὰ ἀροῦν, εἰ μὴ εἶεν οἱ ἀρήξοντες· δεύτερον δὲ τοὺς κατασκευάζοντας τὰς χώρας ἄριστα καὶ ἐνεργοὺς ποιοῦντας, λέγοντα ὅτι οὐδ’ ἂν οἱ ἄλκιμοι δύναιντο ζῆν, εἰ μὴ εἶεν οἱ ἐργαζόμενοι. {{εδάφιο|4|16}}λέγεται δὲ καὶ Κῦρός ποτε, ὅσπερ... proofread-page text/x-wiki <noinclude><pagequality level="1" user="Αντιγόνη" />{{κβ||ΟΙΚΟΝΟΜΙΚΟΣ|iv}}</noinclude>οὐδὲν ὄφελος πολλὰ ἀροῦν, εἰ μὴ εἶεν οἱ ἀρήξοντες· δεύτερον δὲ τοὺς κατασκευάζοντας τὰς χώρας ἄριστα καὶ ἐνεργοὺς ποιοῦντας, λέγοντα ὅτι οὐδ’ ἂν οἱ ἄλκιμοι δύναιντο ζῆν, εἰ μὴ εἶεν οἱ ἐργαζόμενοι. {{εδάφιο|4|16}}λέγεται δὲ καὶ Κῦρός ποτε, ὅσπερ εὐδοκιμώτατος δὴ βασιλεὺς γεγένηται, εἰπεῖν τοῖς ἐπὶ τὰ δῶρα κεκλημένοις ὅτι αὐτὸς ἂν δικαίως τὰ ἀμφοτέρων δῶρα λαμβάνοι· κατασκευάζειν τε γὰρ ἄριστος εἶναι ἔφη χώραν καὶ ἀρήγειν τοῖς κατεσκευασμένοις. {{εδάφιο|4|17}}Κῦρος μὲν τοίνυν, ἔφη ὁ Κριτόβουλος, ὦ Σώκρατες, καὶ ἐπηγάλλετο οὐδὲν ἧττον, εἰ ταῦτα ἔλεγεν, ἐπὶ τῷ χώρας ἐνεργοὺς ποιεῖν καὶ κατασκευάζειν ἢ ἐπὶ τῷ πολεμικὸς εἶναι. {{εδάφιο|4|18}}Καὶ ναὶ μὰ Δί’, ἔφη ὁ Σωκράτης, Κῦρός γε, εἰ ἐβίωσεν, ἄριστος ἂν δοκεῖ ἄρχων γενέσθαι· καὶ τούτου τεκμήρια ἄλλα τε πολλὰ παρέσχηται καὶ ὁπότε περὶ τῆς βασιλείας τῷ ἀδελφῷ ἐπορεύετο μαχούμενος, παρὰ μὲν Κύρου οὐδεὶς λέγεται αὐτομολῆσαι πρὸς βασιλέα, παρὰ δὲ βασιλέως πολλαὶ μυριάδες πρὸς Κῦρον. {{εδάφιο|4|19}}ἐγὼ δὲ καὶ τοῦτο ἡγοῦμαι μέγα τεκμήριον ἄρχοντος ἀρετῆς εἶναι, ᾧ ἂν ἑκόντες πείθωνται καὶ ἐν τοῖς δεινοῖς παραμένειν ἐθέλωσιν. ἐκείνῳ δὲ καὶ οἱ φίλοι ζῶντί τε συνεμάχοντο καὶ ἀποθανόντι συναπέθανον πάντες περὶ τὸν νεκρὸν μαχόμενοι πλὴν Ἀριαίου· Ἀριαῖος δ’ ἔτυχεν ἐπὶ τῷ εὐωνύμῳ κέρατι τεταγμένος. {{εδάφιο|4|20}}οὗτος τοίνυν ὁ Κῦρος λέγεται Λυσάνδρῳ, ὅτε ἦλθεν ἄγων αὐτῷ τὰ παρὰ τῶν συμμάχων δῶρα, ἄλλα τε φιλοφρονεῖσθαι, ὡς αὐτὸς ἔφη ὁ Λύσανδρος ξένῳ ποτέ τινι ἐν Μεγάροις διηγούμενος, καὶ τὸν ἐν Σάρδεσι παράδεισον ἐπιδεικνύναι αὐτὸν ἔφη. {{εδάφιο|4|21}}ἐπεὶ δὲ ἐθαύμαζεν αὐτὸν ὁ Λύσανδρος ὡς καλὰ μὲν τὰ δένδρα εἴη, δι’ ἴσου δὲ τὰ πεφυτευμένα, ὀρθοὶ δὲ οἱ στίχοι τῶν<noinclude></noinclude> 4egt6o5d6ytfsb605b3yjxpv7vlfehs Σελίδα:Xenophon II. Libri Socratici (1921).pdf/186 100 45325 148533 2022-08-10T10:38:34Z Αντιγόνη 235 /* Δεν έχει γίνει τυπογραφικός έλεγχος */ Νέα σελίδα: δένδρων, εὐγώνια δὲ πάντα καλῶς εἴη, ὀσμαὶ δὲ πολλαὶ καὶ ἡδεῖαι συμπαρομαρτοῖεν αὐτοῖς περιπατοῦσι, καὶ ταῦτα θαυμάζων εἶπεν· Ἀλλ’ ἐγώ τοι, ὦ Κῦρε, πάντα μὲν {{angbr|ταῦτα}} θαυμάζω ἐπὶ τῷ κάλλει, πολὺ δὲ μᾶλλον ἄγαμαι τοῦ καταμετρήσαντός σοι καὶ... proofread-page text/x-wiki <noinclude><pagequality level="1" user="Αντιγόνη" />{{κβ|iv|ΞΕΝΟΦΩΝΤΟΣ}}</noinclude>δένδρων, εὐγώνια δὲ πάντα καλῶς εἴη, ὀσμαὶ δὲ πολλαὶ καὶ ἡδεῖαι συμπαρομαρτοῖεν αὐτοῖς περιπατοῦσι, καὶ ταῦτα θαυμάζων εἶπεν· Ἀλλ’ ἐγώ τοι, ὦ Κῦρε, πάντα μὲν {{angbr|ταῦτα}} θαυμάζω ἐπὶ τῷ κάλλει, πολὺ δὲ μᾶλλον ἄγαμαι τοῦ καταμετρήσαντός σοι καὶ διατάξαντος ἕκαστα τούτων· {{εδάφιο|4|22}}ἀκούσαντα δὲ ταῦτα τὸν Κῦρον ἡσθῆναί τε καὶ εἰπεῖν· Ταῦτα τοίνυν, ὦ Λύσανδρε, ἐγὼ πάντα καὶ διεμέτρησα καὶ διέταξα, ἔστι δ’ αὐτῶν, φάναι, ἃ καὶ ἐφύτευσα αὐτός. {{εδάφιο|4|23}}καὶ ὁ Λύσανδρος ἔφη, ἀποβλέψας εἰς αὐτὸν καὶ ἰδὼν τῶν τε ἱματίων τὸ κάλλος ὧν εἶχε καὶ τῆς ὀσμῆς αἰσθόμενος καὶ τῶν στρεπτῶν καὶ τῶν ψελίων τὸ κάλλος καὶ τοῦ ἄλλου κόσμου οὗ εἶχεν, εἰπεῖν· Τί λέγεις, φάναι, ὦ Κῦρε; ἦ γὰρ σὺ ταῖς σαῖς χερσὶ τούτων τι ἐφύτευσας; {{εδάφιο|4|24}}καὶ τὸν Κῦρον ἀποκρίνασθαι· Θαυμάζεις τοῦτο, [ἔφη,] ὦ Λύσανδρε; ὄμνυμί σοι τὸν Μίθρην, ὅτανπερ ὑγιαίνω, μηπώποτε δειπνῆσαι πρὶν ἱδρῶσαι ἢ τῶν πολεμικῶν τι ἢ τῶν γεωργικῶν ἔργων μελετῶν ἢ ἀεὶ ἕν γέ τι φιλοτιμούμενος. {{εδάφιο|4|25}}καὶ αὐτὸς μέντοι ἔφη ὁ Λύσανδρος ἀκούσας ταῦτα δεξιώσασθαί τε αὐτὸν καὶ εἰπεῖν· Δικαίως μοι δοκεῖς, ὦ Κῦρε, εὐδαίμων εἶναι· ἀγαθὸς γὰρ ὢν ἀνὴρ εὐδαιμονεῖς. {{Αρίθμηση Burnet|5:1|V}} Ταῦτα δέ, ὦ Κριτόβουλε, ἐγὼ διηγοῦμαι, ἔφη ὁ Σωκράτης, ὅτι τῆς γεωργίας οὐδ’ οἱ πάνυ μακάριοι δύνανται ἀπέχεσθαι. ἔοικε γὰρ ἡ ἐπιμέλεια αὐτῆς εἶναι ἅμα τε ἡδυπάθειά τις καὶ οἴκου αὔξησις καὶ σωμάτων ἄσκησις εἰς τὸ δύνασθαι ὅσα ἀνδρὶ ἐλευθέρῳ προσήκει. {{εδάφιο|5|2}}πρῶτον μὲν γὰρ ἀφ’ ὧν ζῶσιν οἱ ἄνθρωποι, ταῦτα ἡ γῆ φέρει ἐργαζομένοις, καὶ ἀφ’ ὧν τοίνυν ἡδυπαθοῦσι, προσεπιφέρει· {{εδάφιο|5|3}}ἔπειτα δὲ ὅσοις κοσμοῦσι βωμοὺς καὶ ἀγάλματα καὶ οἷς αὐτοὶ κοσμοῦνται, καὶ ταῦτα μετὰ ἡδίστων ὀσμῶν καὶ θεαμάτων παρέχει· ἔπειτα δὲ ὄψα<noinclude></noinclude> ba27zjxwc3wyd6fzmggohvpxrr8lb8d Σελίδα:Xenophon II. Libri Socratici (1921).pdf/187 100 45326 148534 2022-08-10T10:53:07Z Αντιγόνη 235 /* Δεν έχει γίνει τυπογραφικός έλεγχος */ Νέα σελίδα: πολλὰ τὰ μὲν φύει, τὰ δὲ τρέφει· καὶ γὰρ ἡ προβατευτικὴ τέχνη συνῆπται τῇ γεωργίᾳ, ὥστε ἔχειν καὶ θεοὺς ἐξαρέσκεσθαι θύοντας καὶ αὐτοὺς χρῆσθαι. {{εδάφιο|5|4}}παρέχουσα δ’ ἀφθονώτατα τἀγαθὰ οὐκ ἐᾷ ταῦτα μετὰ μαλακίας λαμβάνειν, ἀλλὰ ψύχη τε χειμ... proofread-page text/x-wiki <noinclude><pagequality level="1" user="Αντιγόνη" />{{κβ||ΟΙΚΟΝΟΜΙΚΟΣ|v}}</noinclude>πολλὰ τὰ μὲν φύει, τὰ δὲ τρέφει· καὶ γὰρ ἡ προβατευτικὴ τέχνη συνῆπται τῇ γεωργίᾳ, ὥστε ἔχειν καὶ θεοὺς ἐξαρέσκεσθαι θύοντας καὶ αὐτοὺς χρῆσθαι. {{εδάφιο|5|4}}παρέχουσα δ’ ἀφθονώτατα τἀγαθὰ οὐκ ἐᾷ ταῦτα μετὰ μαλακίας λαμβάνειν, ἀλλὰ ψύχη τε χειμῶνος καὶ θάλπη θέρους ἐθίζει καρτερεῖν. καὶ τοὺς μὲν αὐτουργοὺς διὰ τῶν χειρῶν γυμνάζουσα ἰσχὺν αὐτοῖς προστίθησι, τοὺς δὲ τῇ ἐπιμελείᾳ γεωργοῦντας ἀνδρίζει πρῴ τε ἐγείρουσα καὶ πορεύεσθαι σφοδρῶς ἀναγκάζουσα. καὶ γὰρ ἐν τῷ χώρῳ καὶ ἐν τῷ ἄστει ἀεὶ ἐν ὥρᾳ αἱ ἐπικαιριώταται πράξεις εἰσίν. {{εδάφιο|5|5}}ἔπειτα ἄν τε σὺν ἵππῳ ἀρήγειν τις τῇ πόλει βούληται, τὸν ἵππον ἱκανωτάτη ἡ γεωργία συντρέφειν, ἄν τε πεζῇ, σφοδρὸν τὸ σῶμα παρέχει· θήραις τε ἐπιφιλοπονεῖσθαι συνεπαίρει τι ἡ γῆ καὶ κυσὶν εὐπέτειαν τροφῆς παρέχουσα καὶ θηρία συμπαρατρέφουσα. {{εδάφιο|5|6}}ὠφελούμενοι δὲ καὶ οἱ ἵπποι καὶ αἱ κύνες ἀπὸ τῆς γεωργίας ἀντωφελοῦσι τὸν χῶρον, ὁ μὲν ἵππος πρῴ τε κομίζων τὸν κηδόμενον εἰς τὴν ἐπιμέλειαν καὶ ἐξουσίαν παρέχων ὀψὲ ἀπιέναι, αἱ δὲ κύνες τά τε θηρία ἀπερύκουσαι ἀπὸ λύμης καρπῶν καὶ προβάτων καὶ τῇ ἐρημίᾳ τὴν ἀσφάλειαν συμπαρέχουσαι. {{εδάφιο|5|7}}παρορμᾷ δέ τι καὶ εἰς τὸ ἀρήγειν σὺν ὅπλοις τῇ χώρᾳ καὶ ἡ γῆ τοὺς γεωργοὺς ἐν τῷ μέσῳ τοὺς καρποὺς τρέφουσα τῷ κρατοῦντι λαμβάνειν. {{εδάφιο|5|8}}καὶ δραμεῖν δὲ καὶ βαλεῖν καὶ πηδῆσαι τίς ἱκανωτέρους τέχνη γεωργίας παρέχεται; τίς δὲ τοῖς ἐργαζομένοις πλείω τέχνη ἀντιχαρίζεται; τίς δὲ ἥδιον τὸν ἐπιμελόμενον δέχεται προτείνουσα προσιόντι λαβεῖν ὅ τι χρῄζει; {{εδάφιο|5|9}}τίς δὲ ξένους ἀφθονώτερον δέχεται; χειμάσαι δὲ<noinclude><references/></noinclude> kjg4l0cqocwwgpezbwxm08haad8nzq6 Σελίδα:Xenophon II. Libri Socratici (1921).pdf/188 100 45327 148535 2022-08-10T11:00:03Z Αντιγόνη 235 /* Δεν έχει γίνει τυπογραφικός έλεγχος */ Νέα σελίδα: πυρὶ ἀφθόνῳ καὶ θερμοῖς λουτροῖς ποῦ πλείων εὐμάρεια ἢ ἐν χώρῳ τῳ; ποῦ δὲ ἥδιον θερίσαι ὕδασί τε καὶ πνεύμασι καὶ σκιαῖς ἢ κατ’ ἀγρόν; {{εδάφιο|5|10}}τίς δὲ ἄλλη θεοῖς ἀπαρχὰς πρεπωδεστέρας παρέχει ἢ ἑορτὰς πληρεστέρας ἀποδεικνύει; τίς δὲ οἰκέτα... proofread-page text/x-wiki <noinclude><pagequality level="1" user="Αντιγόνη" />{{κβ|v|ΞΕΝΟΦΩΝΤΟΣ}}</noinclude>πυρὶ ἀφθόνῳ καὶ θερμοῖς λουτροῖς ποῦ πλείων εὐμάρεια ἢ ἐν χώρῳ τῳ; ποῦ δὲ ἥδιον θερίσαι ὕδασί τε καὶ πνεύμασι καὶ σκιαῖς ἢ κατ’ ἀγρόν; {{εδάφιο|5|10}}τίς δὲ ἄλλη θεοῖς ἀπαρχὰς πρεπωδεστέρας παρέχει ἢ ἑορτὰς πληρεστέρας ἀποδεικνύει; τίς δὲ οἰκέταις προσφιλεστέρα ἢ γυναικὶ ἡδίων ἢ τέκνοις ποθεινοτέρα ἢ φίλοις εὐχαριστοτέρα; {{εδάφιο|5|11}}ἐμοὶ μὲν θαυμαστὸν δοκεῖ εἶναι εἴ τις ἐλεύθερος ἄνθρωπος ἢ κτῆμά τι τούτου ἥδιον κέκτηται ἢ ἐπιμέλειαν ἡδίω τινὰ ταύτης ηὕρηκεν ἢ ὠφελιμωτέραν εἰς τὸν βίον. {{εδάφιο|5|12}}ἔτι δὲ ἡ γῆ θεὸς οὖσα τοὺς δυναμένους καταμανθάνειν καὶ δικαιοσύνην διδάσκει· τοὺς γὰρ ἄριστα θεραπεύοντας αὐτὴν πλεῖστα ἀγαθὰ ἀντιποιεῖ. {{εδάφιο|5|13}}ἐὰν δ’ ἄρα καὶ ὑπὸ πλήθους ποτὲ στρατευμάτων τῶν ἔργων στερηθῶσιν οἱ ἐν τῇ γεωργίᾳ ἀναστρεφόμενοι καὶ σφοδρῶς καὶ ἀνδρικῶς παιδευόμενοι, οὗτοι εὖ παρεσκευασμένοι καὶ τὰς ψυχὰς καὶ τὰ σώματα, ἂν μὴ θεὸς ἀποκωλύῃ, δύνανται ἰόντες εἰς τὰς τῶν ἀποκωλυόντων λαμβάνειν ἀφ’ ὧν θρέψονται. πολλάκις δ’ ἐν τῷ πολέμῳ καὶ ἀσφαλέστερόν ἐστι σὺν τοῖς ὅπλοις τὴν τροφὴν μαστεύειν ἢ σὺν τοῖς γεωργικοῖς ὀργάνοις. {{εδάφιο|5|14}}συμπαιδεύει δὲ καὶ εἰς τὸ ἐπαρκεῖν ἀλλήλοις ἡ γεωργία. ἐπί τε γὰρ τοὺς πολεμίους σὺν ἀνθρώποις δεῖ ἰέναι, τῆς τε γῆς σὺν ἀνθρώποις ἐστὶν ἡ ἐργασία. {{εδάφιο|5|15}}τὸν οὖν μέλλοντα εὖ γεωργήσειν δεῖ τοὺς ἐργαστῆρας καὶ προθύμους παρασκευάζειν καὶ πείθεσθαι θέλοντας· τὸν δὲ ἐπὶ πολεμίους ἄγοντα ταὐτὰ δεῖ μηχανᾶσθαι δωρούμενόν τε τοῖς ποιοῦσιν ἃ δεῖ ποιεῖν τοὺς ἀγαθοὺς καὶ κολάζοντα τοὺς ἀτακτοῦντας. {{εδάφιο|5|16}}καὶ παρακελεύεσθαι δὲ πολλάκις οὐδὲν ἧττον δεῖ τοῖς ἐργάταις τὸν γεωργὸν ἢ τὸν στρατηγὸν τοῖς στρατιώταις· καὶ ἐλπίδων δὲ ἀγαθῶν οὐδὲν<noinclude></noinclude> j3uvlhfeigh8a9x4xud72p1co7xxlhf Σελίδα:Xenophon II. Libri Socratici (1921).pdf/189 100 45328 148536 2022-08-10T11:14:48Z Αντιγόνη 235 /* Δεν έχει γίνει τυπογραφικός έλεγχος */ Νέα σελίδα: ἧττον οἱ δοῦλοι τῶν ἐλευθέρων δέονται, ἀλλὰ καὶ μᾶλλον, ὅπως μένειν ἐθέλωσι. {{εδάφιο|5|17}}καλῶς δὲ κἀκεῖνος εἶπεν ὃς ἔφη τὴν γεωργίαν τῶν ἄλλων τεχνῶν μητέρα καὶ τροφὸν εἶναι. εὖ μὲν γὰρ φερομένης τῆς γεωργίας ἔρρωνται καὶ αἱ ἄλλαι τέχναι ἅπασ... proofread-page text/x-wiki <noinclude><pagequality level="1" user="Αντιγόνη" />{{κβ||ΟΙΚΟΝΟΜΙΚΟΣ|v}}</noinclude>ἧττον οἱ δοῦλοι τῶν ἐλευθέρων δέονται, ἀλλὰ καὶ μᾶλλον, ὅπως μένειν ἐθέλωσι. {{εδάφιο|5|17}}καλῶς δὲ κἀκεῖνος εἶπεν ὃς ἔφη τὴν γεωργίαν τῶν ἄλλων τεχνῶν μητέρα καὶ τροφὸν εἶναι. εὖ μὲν γὰρ φερομένης τῆς γεωργίας ἔρρωνται καὶ αἱ ἄλλαι τέχναι ἅπασαι, ὅπου δ’ ἂν ἀναγκασθῇ ἡ γῆ χερσεύειν, ἀποσβέννυνται καὶ αἱ ἄλλαι τέχναι σχεδόν τι καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν. {{εδάφιο|5|18}}Ἀκούσας δὲ ταῦτα ὁ Κριτόβουλος εἶπεν· Ἀλλὰ ταῦτα μὲν ἔμοιγε, ὦ Σώκρατες, καλῶς δοκεῖς λέγειν· ὅτι δὲ τῆς γεωργικῆς τὰ πλεῖστά ἐστιν ἀνθρώπῳ ἀδύνατα προνοῆσαι, {{angbr|δῆλον·}} καὶ γὰρ χάλαζαι καὶ πάχναι ἐνίοτε καὶ αὐχμοὶ καὶ ὄμβροι ἐξαίσιοι καὶ ἐρυσῖβαι καὶ ἄλλα πολλάκις τὰ καλῶς ἐγνωσμένα καὶ πεποιημένα ἀφαιροῦνται· καὶ πρόβατα δ’ ἐνίοτε κάλλιστα τεθραμμένα νόσος ἐλθοῦσα κάκιστα ἀπώλεσεν. {{εδάφιο|5|19}}ἀκούσας δὲ ταῦτα ὁ Σωκράτης εἶπεν· Ἀλλ’ ᾤμην ἔγωγέ σε, ὦ Κριτόβουλε, εἰδέναι ὅτι οἱ θεοὶ οὐδὲν ἧττόν εἰσι κύριοι τῶν ἐν τῇ γεωργίᾳ ἔργων ἢ τῶν ἐν τῷ πολέμῳ. καὶ τοὺς μὲν ἐν τῷ πολέμῳ ὁρᾷς, οἶμαι, πρὸ τῶν πολεμικῶν πράξεων ἐξαρεσκομένους τοὺς θεοὺς καὶ ἐπερωτῶντας θυσίαις καὶ οἰωνοῖς ὅ τι τε χρὴ ποιεῖν καὶ ὅ τι μή· {{εδάφιο|5|20}}περὶ δὲ τῶν γεωργικῶν πράξεων ἧττον οἴει δεῖν τοὺς θεοὺς ἱλάσκεσθαι; εὖ γὰρ ἴσθι, ἔφη, ὅτι οἱ σώφρονες καὶ ὑπὲρ ὑγρῶν καὶ ξηρῶν καρπῶν καὶ βοῶν καὶ ἵππων καὶ προβάτων καὶ ὑπὲρ πάντων γε δὴ τῶν κτημάτων τοὺς θεοὺς θεραπεύουσιν. {{Αρίθμηση Burnet|6:1|VI}} Ἀλλὰ ταῦτα μέν, ἔφη, ὦ Σώκρατες, καλῶς μοι δοκεῖς λέγειν κελεύων πειρᾶσθαι σὺν τοῖς θεοῖς ἄρχεσθαι παντὸς ἔργου, ὡς τῶν θεῶν κυρίων ὄντων οὐδὲν ἧττον τῶν εἰρηνικῶν ἢ τῶν πολεμικῶν ἔργων. ταῦτα μὲν οὖν πειρασόμεθα οὕτω ποιεῖν. σὺ δ’ ἡμῖν ἔνθεν λέγων περὶ τῆς οἰκονομίας ἀπέλιπες, πειρῶ τὰ τούτων ἐχόμενα διεκπεραίνειν, ὡς καὶ νῦν μοι δοκῶ ἀκηκοὼς ὅσα εἶπες μᾶλλόν τι ἤδη διορᾶν ἢ<noinclude></noinclude> c40dc17dqffm3z9psrzodu58kqog78s Σελίδα:Xenophon II. Libri Socratici (1921).pdf/190 100 45329 148537 2022-08-10T11:20:49Z Αντιγόνη 235 /* Δεν έχει γίνει τυπογραφικός έλεγχος */ Νέα σελίδα: πρόσθεν ὅ τι χρὴ ποιοῦντα βιοτεύειν. {{εδάφιο|6|2}}Τί οὖν, ἔφη ὁ Σωκράτης, ἄρα, εἰ πρῶτον μὲν ἐπανέλθοιμεν ὅσα συνομολογοῦντες διεληλύθαμεν, ἵν’, ἄν πως δυνώμεθα, πειραθῶμεν οὕτω καὶ τὰ λοιπὰ διεξιέναι συνομολογοῦντες; {{εδάφιο|6|3}}Ἡδὺ γοῦν ἐστιν, ἔφη... proofread-page text/x-wiki <noinclude><pagequality level="1" user="Αντιγόνη" />{{κβ|vi|ΞΕΝΟΦΩΝΤΟΣ}}</noinclude>πρόσθεν ὅ τι χρὴ ποιοῦντα βιοτεύειν. {{εδάφιο|6|2}}Τί οὖν, ἔφη ὁ Σωκράτης, ἄρα, εἰ πρῶτον μὲν ἐπανέλθοιμεν ὅσα συνομολογοῦντες διεληλύθαμεν, ἵν’, ἄν πως δυνώμεθα, πειραθῶμεν οὕτω καὶ τὰ λοιπὰ διεξιέναι συνομολογοῦντες; {{εδάφιο|6|3}}Ἡδὺ γοῦν ἐστιν, ἔφη ὁ Κριτόβουλος, ὥσπερ καὶ χρημάτων κοινωνήσαντας ἀναμφιλόγως διελθεῖν, οὕτω καὶ λόγων κοινωνοῦντας περὶ ὧν ἂν διαλεγώμεθα συνομολογοῦντας διεξιέναι. {{εδάφιο|6|4}}Οὐκοῦν, ἔφη ὁ Σωκράτης, ἐπιστήμης μέν τινος ἔδοξεν ἡμῖν ὄνομα εἶναι ἡ οἰκονομία, ἡ δὲ ἐπιστήμη αὕτη ἐφαίνετο ᾗ οἴκους δύνανται αὔξειν ἄνθρωποι, οἶκος δ’ ἡμῖν ἐφαίνετο ὅπερ κτῆσις ἡ σύμπασα, κτῆσιν δὲ τοῦτο ἔφαμεν εἶναι ὅ τι ἑκάστῳ εἴη ὠφέλιμον εἰς τὸν βίον, ὠφέλιμα δὲ ὄντα ηὑρίσκετο πάντα ὁπόσοις τις ἐπίσταιτο χρῆσθαι. {{εδάφιο|6|5}}πάσας μὲν οὖν τὰς ἐπιστήμας οὔτε μαθεῖν οἷόν τε ἡμῖν ἐδόκει, συναπεδοκιμάζομέν τε ταῖς πόλεσι τὰς βαναυσικὰς καλουμένας τέχνας, ὅτι καὶ τὰ σώματα καταλυμαίνεσθαι δοκοῦσι καὶ τὰς ψυχὰς καταγνύουσι. {{εδάφιο|6|6}}τεκμήριον δὲ σαφέστατον γενέσθαι ἂν τούτου ἔφαμεν, εἰ πολεμίων εἰς τὴν χώραν ἰόντων διακαθίσας τις τοὺς γεωργοὺς καὶ τοὺς τεχνίτας χωρὶς ἑκατέρους ἐπερωτῴη πότερα δοκεῖ ἀρήγειν τῇ χώρᾳ ἢ ὑφεμένους τῆς γῆς τὰ τείχη διαφυλάττειν. {{εδάφιο|6|7}}οὕτως γὰρ ἂν τοὺς μὲν ἀμφὶ γῆν ἔχοντας ᾠόμεθ’ ἂν ψηφίζεσθαι ἀρήγειν, τοὺς δὲ τεχνίτας μὴ μάχεσθαι, ἀλλ’ ὅπερ πεπαίδευνται καθῆσθαι μήτε πονοῦντας μήτε κινδυνεύοντας. {{εδάφιο|6|8}}ἐδοκιμάσαμεν δὲ ἀνδρὶ καλῷ τε κἀγαθῷ ἐργασίαν εἶναι καὶ ἐπιστήμην κρατίστην γεωργίαν, ἀφ’ ἧς τὰ ἐπιτήδεια ἄνθρωποι πορίζονται. {{εδάφιο|6|9}}αὕτη γὰρ ἡ ἐργασία μαθεῖν τε ῥᾴστη ἐδόκει εἶναι καὶ ἡδίστη ἐργάζεσθαι, καὶ τὰ<noinclude></noinclude> 15die7ebqs2lfwz1ivfyeax5lmdglgi